Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Δ΄: Διπλωματία, νίκες κατά των βαρβάρων και προστασία των Χριστιανών της Περσίας

Οι στρατιωτικές επιτυχίες κατά των Σκυθών, οι πρεσβείες των εθνών και η επιστολή προς τον βασιλέα των Περσών για την προστασία της τοπικής Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 12 από 16

ΛΟΓΟΣ 〈Δ〉 Τοσαῦτα πράττων βασιλεὺς ἐπ᾽ οἰκοδομῇ καὶ εὐδοξίᾳ τῆς ἐκκλησίας τοῦ θεοῦ, πάντα τε πρὸς εὔφημον ἀκοὴν τῆς τοῦ σωτῆρος διδασκαλίας ἐκτελῶν, οὐδὲ τῶν ἐκτὸς κατωλιγώρει πραγμάτων, κἀν τούτοις δ᾽ ἐπαλλήλους καὶ συνεχεῖς ὁμοῦ πᾶσι τοῖς κατ᾽ ἔθνος οἰκοῦσι παντοίας διετέλει παρέχων εὐεργεσίας, ὧδε μὲν κοινὴν πρὸς ἅπαντας ἐνδεικνύμενος πατρικὴν κηδεμονίαν, ὧδε δὲ τῶν αὐτῷ γνωριζομένων ἕκαστον διαφόροις τιμῶν ἀξιώμασι, πάντα τε τοῖς πᾶσι μεγαλοψύχῳ διανοίᾳ δωρούμενος, οὐδ᾽ ἦν σκοποῦ διαμαρτεῖν τὸν παρὰ βασιλέως χάριν αἰτοῦντα, οὐδέ τις ἐλπίσας ἀγαθῶν τυχεῖν τοῦ προσδοκηθέντος ἠστόχησεν, ἀλλ᾽ οἱ μὲν χρημάτων, οἱ δὲ κτημάτων περιουσίας ἐτύγχανον, ἄλλοι ὑπαρχικῶν ἀξιωμάτων, οἱ δὲ συγκλήτου τιμῆς, οἱ δὲ τῆς τῶν ὑπάτων, πλείους δ᾽ ἡγεμόνες ἐχρημάτιζον, κομήτων δ᾽ οἱ μὲν πρώτου τάγματος ἠξιοῦντο, οἱ δὲ δευτέρου, οἱ δὲ τρίτου, διασημοτάτων θ᾽ ὡσαύτως καὶ ἑτέρων πλείστων ἄλλων ἀξιωμάτων μυρίοι ἄλλοι μετεῖχον· εἰς γὰρ τὸ πλείονας τιμᾶν διαφόρους ἐπενόει βασιλεὺς ἀξίας.

Ὅπως δὲ καὶ τὸ κοινὸν τῶν ἀνθρώπων εὐθυμεῖσθαι παρεσκεύαζε, σκοπήσειεν ἄν τις ἐξ ἑνὸς βιωφελοῦς καὶ διὰ πάντων ἐλθόντος εἰσέτι νῦν γνωριζομένου παραδείγματος. τῶν κατ᾽ ἔτος εἰσφορῶν τῶν ὑπὲρ τῆς χώρας συντελουμένων τὴν τετάρτην ἀφελὼν μοῖραν, τοῖς τῶν ἀγρῶν δεσπόταις ἐδωρεῖτο ταύτην, ὡς τῷ λογιζομένῳ τὴν κατ᾽ ἔτος ἀφαίρεσιν διὰ τεττάρων συμβαίνειν ἐνιαυτῶν ἀνεισφόρους γίγνεσθαι τοὺς τῶν ἀγρῶν κτήτορας. ὃ δὴ νόμῳ κυρωθὲν κρατῆσάν τε καὶ εἰς τὸν μετέπειτα χρόνον οὐ τοῖς παροῦσι μόνοις, καὶ παισὶν αὐτῶν διαδόχοις τε τοῖς τούτων ἄληστον καὶ διαιωνίζουσαν παρεῖχε τὴν βασιλέως χάριν. ἐπεὶ δ᾽ ἕτεροι τὰς τῶν πρότερον κρατούντων τῆς γῆς καταμετρήσεις κατεμέμφοντο, βεβαρῆσθαι σφῶν τὴν χώραν καταιτιώμενοι, πάλιν κἀνταῦθα θεσμῷ δικαιοσύνης ἄνδρας ἐξισωτὰς κατέπεμπε τοὺς τὸ ἀζήμιον τοῖς δεηθεῖσι παρέξοντας. ἄλλοις δικάσας βασιλεύς, ὡς ἂν μὴ τὸ ληφθὲν παρ᾽ αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ χρήματα, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεσθαι. οὕτω δ᾽ οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προσώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ᾽ ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλονοίας.

Τί δέ με χρὴ λόγου πάρεργον ποιεῖσθαι, ὡς τὰ βάρβαρα φῦλα τῇ Ῥωμαίων καθυπέταττεν ἀρχῇ, ὡς τὰ Σκυθῶν καὶ Σαυροματῶν γένη μήπω πρότερον δουλεύειν μεμαθηκότα πρῶτος αὐτὸς ὑπὸ ζυγὸν ἤγαγε, δεσπότας ἡγεῖσθαι Ῥωμαίους καὶ μὴ θέλοντας ἐπαναγκάσας. Σκύθαις μὲν γὰρ καὶ δασμοὺς οἱ πρόσθεν ἐτέλουν ἄρχοντες, Ῥωμαῖοί τε βαρβάροις ἐδούλευον εἰσφοραῖς ἐτησίοις. οὐκ ἦν δ᾽ ἄρα οὗτος βασιλεῖ φορητὸς ὁ λόγος, οὐδὲ τῷ νικητῇ καλὸν ἐνομίζετο τὰ ἴσα τοῖς ἔμπροσθεν προσφέρειν, τῷ δ᾽ αὐτοῦ ἐπιθαρρῶν σωτῆρι τὸ νικητικὸν τρόπαιον καὶ τούτοις ἐπανατείνας, ἐν ὀλίγῳ καιρῷ πάντας παρεστήσατο, ἄρτι μὲν τοὺς ἀφηνιῶντας στρατιωτικῇ σωφρονίσας χειρί, ἄρτι δὲ λογικαῖς πρεσβείαις τοὺς λοιποὺς ἡμερώσας, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νόμιμον μεθαρμοσάμενος. οὕτω δ᾽ οὖν Σκύθαι Ῥωμαίοις ἔγνωσάν ποτε δουλεύειν.

Σαυρομάτας δ᾽ αὐτὸς ὁ θεὸς ὑπὸ τοῖς Κωνσταντίνου ποσὶν ἤλαυνεν, ὧδέ πη τοὺς ἄνδρας βαρβαρικῷ φρονήματι γαυρουμένους χειρωσάμενος. Σκυθῶν γὰρ αὐτοῖς ἐπαναστάντων τοὺς οἰκέτας ὥπλιζον οἱ δεσπόται πρὸς ἄμυναν τῶν πολεμίων. ἐπεὶ δ᾽ ἐκράτουν οἱ δοῦλοι, κατὰ τῶν δεσποτῶν ἤραντο τὰς ἀσπίδας πάντας τ᾽ ἤλαυνον τῆς οἰκείας. οἱ δὲ λιμένα σωτηρίας οὐκ ἄλλον ἢ μόνον Κωνσταντῖνον εὕραντο, ὁ δ᾽ οἷα σῴζειν εἰδὼς τούτους πάντας ὑπὸ τῇ Ῥωμαίων εἰσεδέχετο χώρᾳ, ἐν οἰκείοις τε κατέλεγε στρατοῖς τοὺς ἐπιτηδείους, τοῖς δ᾽ ἄλλοις τῶν πρὸς τὴν ζωὴν εἵνεκα χώρας εἰς γεωργίαν διένεμεν, ὡς ἐπὶ καλῷ τὴν συμφορὰν αὐτοῖς ὁμολογεῖν γεγενῆσθαι Ῥωμαϊκῆς ἐλευθερίας ἀντὶ βαρβάρου θηριωδίας ἀπολαύουσιν. οὕτω δὴ θεὸς αὐτῷ τὰς κατὰ πάντων ἐθνῶν ἐδωρεῖτο νίκας, ὡς καὶ ἑκοντὶ ἐθέλειν ὑποτάττεσθαι αὐτῷ παντοῖα φῦλα βαρβάρων.

Συνεχεῖς γοῦν ἁπανταχόθεν οἱ διαπρεσβευόμενοι δῶρα τὰ παρ᾽ αὐτοῖς πολυτελῆ διεκόμιζον, ὡς καὶ αὐτούς ποτε παρατυχόντας ἡμᾶς πρὸ τῆς αὐλείου τῶν βασιλείων πυλῶν στοιχηδὸν ἐν τάξει περίβλεπτα σχήματα βαρβάρων ἑστῶτα θεάσασθαι, οἷς ἔξαλλος μὲν ἡ στολή, διαλλάττων δ᾽ ὁ τῶν σχημάτων τρόπος, κόμη τε κεφαλῆς καὶ γενείου πάμπολυ διεστῶσα, βλοσυρῶν τε ἦν προσώπων βάρβαρος καὶ καταπληκτική τις ὄψις, σωμάτων θ᾽ ἡλικίας ὑπερβάλλοντα μεγέθη· καὶ οἷς μὲν ἐρυθραίνετο τὰ πρόσωπα, οἷς δὲ λευκότερα χιόνος ἦν, οἷς δ᾽ ἐβένου καὶ πίττης μελάντερα, οἱ δὲ μέσης μετεῖχον κράσεως, ἐπεὶ καὶ Βλεμμύων γένη Ἰνδῶν τε καὶ Αἰθιόπων, οἳ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, τῇ τῶν εἰρημένων ἐθεωρεῖτο ἱστορίᾳ. ἐν μέρει δὲ τούτων ἕκαστοι, ὥσπερ ἐν πίνακος γραφῇ, τὰ παρ᾽ αὐτοῖς τίμια βασιλεῖ προσεκόμιζον, οἱ μὲν στεφάνους χρυσοῦς, οἱ δ᾽ ἐκ λίθων διαδήματα τιμίων, ἄλλοι ξανθοκόμους παῖδας, οἱ δὲ χρυσῷ καὶ ἄνθεσι καθυφασμένας βαρβαρικὰς στολάς, οἱ δ᾽ ἵππους, οἱ δ᾽ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεσίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι.

ἃ δὴ παρὰ τῶν κομιζόντων ὑποδεχόμενος καὶ ἐντάττων, ἀντεδίδου τοσαῦτα βασιλεύς, ὡς ὑφ᾽ ἕνα καιρὸν πλουσιωτάτους ἀποφῆναι τοὺς κομιζομένους, ἐτίμα δὲ καὶ Ῥωμαϊκοῖς ἀξιώμασι τοὺς ἐν αὐτοῖς διαφανεστέρους, ὥστ᾽ ἤδη πλείους τὴν ἐνταῦθα στέργειν διατριβήν, ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.

Ἐπειδὴ δὲ καὶ ὁ Περσῶν βασιλεὺς Κωνσταντίνῳ γνωρίζεσθαι διὰ πρεσβείας ἠξίου δῶρά τε καὶ οὗτος σπονδῶν φιλικῶν διεπέμπετο σύμβολα, ἔπραττε {δὲ} τὰς συνθήκας κἀπὶ τούτῳ βασιλεύς, ὑπερβολῇ φιλοτίμῳ τὸν τῆς τιμῆς προαρξάμενον νικῶν ταῖς ἀντιδόσεσι. πυθόμενος γέ τοι παρὰ τῷ Περσῶν γένει πληθύειν τὰς τοῦ θεοῦ ἐκκλησίας λαούς τε μυριάνδρους ταῖς Χριστοῦ ποίμναις ἐναγελάζεσθαι, χαίρων ἐπὶ τῇ τούτων ἀκοῇ οἷά τις κοινὸς τῶν ἁπανταχοῦ κηδεμὼν πάλιν κἀνταῦθα τὴν ὑπὲρ τῶν ἁπάντων ἐποιεῖτο πρόνοιαν. οἰκείαις δ᾽ οὖν αὐτὸς καὶ τοῦτο παραστήσει φωναῖς δι᾽ ὧν πρὸς τὸν Περσῶν βασιλέα διεπέμψατο γραμμάτων, σὺν ἐμμελείᾳ τῇ πάσῃ καὶ ἐπιστρεφείᾳ τοὺς ἄνδρας αὐτῷ παρατιθέμενος. φέρεται μὲν οὖν Ῥωμαίᾳ γλώττῃ παρ᾽ αὐτοῖς ἡμῖν καὶ τοῦτο τὸ βασιλέως ἰδιόγραφον γράμμα, μεταβληθὲν δ᾽ ἐπὶ τὴν Ἑλλήνων φωνὴν γνωριμώτερον γένοιτ᾽ ἂν τοῖς ἐντυγχάνουσιν, ὧδέ πη περιέχον.

Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω. τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν ἐπιγινώσκω. τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω. διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγιωτάτου θεοῦ ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον, ἐκ τῶν περάτων τοῦ Ὠκεανοῦ ἀρξάμενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίοις σωτηρίας ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. τοῦτον τὸν θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ᾽ ἅπερ ἂν ὁ τοῦ δικαίου λόγος παρακαλῇ κατευθύνεται· ἐξ αὐτῶν δ᾽ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω. τοῦτον τὸν θεὸν ἀθανάτῳ μνήμῃ τιμᾶν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι· τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς ἅπασιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψε τοῖς κατωτάτω μέρεσι παραδοῦσα.

ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος. ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετὰ ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων. οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ᾽ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.

Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον ἕνα θεὸν ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὃν πολλοὶ τῶν τῇδε βασιλευσάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήσασθαι. ἀλλ᾽ ἐκείνους μὲν ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ᾽ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ᾽ ἄλλου παραδείγματος τοῖς παρὰ τούτοις τὰ ὅμοια ζηλοῦσι τίθεσθαι. τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὃν ὥσπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκεν, τῆς ⌜ἐπ᾽ αὐτῷ⌝ αἰσχύνης πολυθρύλητον τὸ παρ᾽ ὑμῖν τρόπαιον ἀποφήναντα.

Ἀλλὰ γὰρ ⌜ἔοικεν⌝ εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ᾽ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ⌜ἐκταραξάντων⌝. διὸ δὴ καὶ πολλὴ χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτοῖς τῆς εἰρήνης, ἀγάλλεται καὶ γαυριᾷ. ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχειν ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς ἑαυτὸν ἀγείρειν ἀξιοῖ.

Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν (ὑπὲρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον, ὥσπερ ἔστι μοι βουλομένῳ, κεκόσμηται. σοί τ᾽ οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις θ᾽ ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅτι σοὶ κἀκεῖνοι. οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην ⌜πρᾶον⌝, ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων· τούτους ἀγάπα ἁρμοδίως τῆς σεαυτοῦ φιλανθρωπίας· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν.