Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Δ΄: Τα τελευταία έτη, το βάπτισμα, η τελευτή και οι μεταθανάτιες τιμές του αυτοκράτορα

Η διαίρεση της αυτοκρατορίας στους κληρονόμους, η ασθένεια και το βάπτισμα του Κωνσταντίνου, η εκδημία του και ο λαμπρός ενταφιασμός του στον ναό των Αγίων Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 16 από 16

Ὡς οὖν ἑκατέρων τῶν ἄκρων τῆς ὅλης οἰκουμένης ἐκράτει, τὴν σύμπασαν τῆς βασιλείας ἀρχὴν τρισὶ τοῖς αὐτοῦ διῄρει παισίν, οἷά τινα πατρῴαν οὐσίαν τοῖς αὐτοῦ κληροδοτῶν φιλτάτοις. τὴν μὲν οὖν παππῴαν λῆξιν τῷ μείζονι, τὴν δὲ τῆς ἑῴας ἀρχὴν τῷ δευτέρῳ, τὴν δὲ τούτων μέσην τῷ τρίτῳ διένεμε.

Κλῆρον δ᾽ ἀγαθὸν καὶ ψυχῆς σωτήριον τοῖς αὐτοῖς ποριζόμενος τὰ θεοσεβείας αὐτοῖς ἐνίει σπέρματα, θείοις μὲν προσάγων μαθήμασι, διδασκάλους δ᾽ ἐφιστὰς εὐσεβείᾳ δεδοκιμασμένους ἄνδρας, καὶ τῶν ἔξωθεν δὲ λόγων καθηγητὰς ἑτέρους εἰς ἄκρον ἥκοντας παιδεύσεως τοῖς αὐτοῖς ἐφίστη· ἄλλοι πολεμικῶν αὐτοῖς ἐξῆρχον μαθημάτων, ἕτεροι τῶν πολιτικῶν ἐπιγνώμονας αὐτοὺς καθίστων, οἱ δὲ νόμων ἐμπείρους αὐτοὺς εἰργάζοντο. βασιλικὴ δ᾽ ἑκάστῳ τῶν παίδων κεκλήρωτο παρασκευή, ὁπλῖται, δορυφόροι, σωματοφύλακες, στρατευμάτων τε τάγματα παντοῖα, τούτων δὲ καθηγεμόνες, λοχαγοί, στρατηγοί, ταξίαρχοι, ὧν τῆς ἐν πολέμοις ἐπιστήμης τῆς τε πρὸς αὐτὸν εὐνοίας ὁ πατὴρ προειλήφει τὴν πεῖραν. ἁπαλοῖς μὲν οὖν ἔτι τὴν ἡλικίαν τοῖς καίσαρσιν ἀναγκαίως οἱ συμπράττοντες συνῆσάν τε καὶ τὰ κοινὰ διῴκουν, εἰς ἄνδρας ⌜δὲ⌝ λοιπὸν προϊοῦσιν αὐτοῖς μόνος ὁ πατὴρ εἰς διδασκαλίαν ἐπήρκει, τοτὲ μὲν παρόντας ἰδιαζούσαις ὑποθήκαις ζηλωτὰς αὐτοὺς παρορμῶν καὶ μιμητὰς τῆς αὐτοῦ θεοσεβείας ἀποτελεῖσθαι διδάσκων, τοτὲ δ᾽ ἀποῦσι τὰ βασιλικὰ προσφωνῶν διῄει γράφων παραγγέλματα, ὧν τὸ μέγιστον ἦν καὶ πρώτιστον τὴν εἰς τὸν πάντων βασιλέα θεὸν γνῶσίν τε καὶ εὐσέβειαν πρὸ παντὸς πλούτου καὶ πρὸ αὐτῆς βασιλείας τιμᾶσθαι.

ἤδη δ᾽ αὐτοῖς καὶ τοῦ δι᾽ αὐτῶν πράττειν τὰ λυσιτελῆ τοῖς κοινοῖς ἐξουσίαν ἐδίδου, καὶ τὴν ἐκκλησίαν δὲ τοῦ θεοῦ διὰ φροντίδος ἄγειν ἐν πρώτοις παρῄνει, αὐτοῖς τε διαρρήδην Χριστιανοῖς εἶναι παρεκελεύετο. καὶ ὁ μὲν οὕτω τοὺς υἱοὺς προῆγεν, οἱ δὲ οὐχ ὡς ἐκ παραγγέλματος αὐτογνώμονι δὲ προθυμίᾳ τὰς τοῦ πατρὸς παραινέσεις ὑπερέβαλλον, τῇ πρὸς τὸν θεὸν ὁσίᾳ τὴν σφῶν διάνοιαν συντείνοντες, τούς τε τῆς ἐκκλησίας θεσμοὺς ἐν αὐτοῖς βασιλείοις σὺν τοῖς οἰκείοις ἅπασιν ἀπεπλήρουν. καὶ τοῦτο δ᾽ ἔργον τῆς τοῦ πατρὸς ὑπῆρχε προμηθείας τὸ τοὺς συνοίκους ἅπαντας θεοσεβεῖς παραδοῦναι τοῖς παισί, καὶ τῶν πρώτων δὲ ταγμάτων, οἳ τὴν τῶν κοινῶν ἐτύγχανον ἀναδεδεγμένοι φροντίδα, τοιοῦτοί τινες ὑπῆρχον· τοῖς γοῦν κατὰ θεὸν πιστοῖς ἀνδράσιν αὐτοὺς ὥσπερ τισὶν ὀχυροῖς περιβόλοις ἠσφαλίζετο.

Ἐπεὶ δὲ καὶ ταῦτα εὐπρεπῶς διέκειτο τῷ τρισμακαρίῳ, θεὸς ὁ παντὸς ἀγαθοῦ πρύτανις, ὡσανεὶ τῶν καθόλου πραγμάτων εὖ διατεθέντων αὐτῷ, καιρὸν εὔκαιρον εἶναι λοιπὸν τῆς τῶν κρειττόνων μεταλήψεως ἐδοκίμαζε καὶ τὸ τῇ φύσει χρεὼν ἐπῆγε.

Δύο μὲν οὖν πρὸς τοῖς τριάκοντα τῆς βασιλείας ἐνιαυτοῖς μησί τε καὶ ἡμέραις βραχείαις δέουσιν ἐπλήρου, τῆς δὲ ζωῆς ἀμφὶ τὸν διπλασίονα χρόνον. ἐν ᾧ τῆς ἡλικίας ἀπαθὲς μὲν καὶ ἄλυτον αὐτῷ διήρκει τὸ σῶμα, κηλῖδος καθαρὸν ἁπάσης παντός τε νέου νεανικώτερον, ὡραῖον μὲν ἰδεῖν, ῥωμαλέον δ᾽ ὅ τι δέοι δυνάμει καταπράξασθαι, ὡς καὶ γυμνάζεσθαι καὶ ἱππάζεσθαι καὶ ὁδοιπορεῖν, πολέμοις τε παραβάλλειν τρόπαιά τε κατ᾽ ἐχθρῶν ἐγείρειν καὶ τὰς συνήθεις ἀναιμακτὶ κατὰ τῶν δι᾽ ἐναντίας αἴρεσθαι νίκας.

Καὶ τὰ τῆς ψυχῆς δ᾽ ὡσαύτως εἰς ἄκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προῄει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς, ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ, ὃ δὴ καὶ μεμπτὸν ἐνομίζετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος εἵνεκα, οἳ τῆς σφῶν κακίας τὴν βασιλέως ἐπεγράφοντο ἀνεξικακίαν αἰτίαν. καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων καὶ μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ᾽ ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὄνομα. τὸ δ᾽ αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικρινὲς καὶ τοῦ τρόπου τὸ φιλάληθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ᾽ ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σῴζειν προσποιουμένων· οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς μὴ πρέπουσιν ἐνεπείρετο, κηλῖδα ταύτην τοῖς αὐτοῦ καλοῖς ἐπιφέροντος τοῦ φθόνου.

Ἀλλὰ τοὺς μὲν οὐκ εἰς μακρὸν ἡ θεία μετήρχετο δίκη. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς ⌜προσόδους⌝ ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βίῳ. μνημονεῦσαι δ᾽ ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μακρὸν δὲ ⌜κατατείνας⌝ ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξῄει περί τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ᾽ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μακραῖς δ᾽ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλους τεύξεται φανερὸν ἐποίει, τῶν ἀθέων τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὃ δὴ καὶ ἐμβριθῶς μαρτυρόμενος καθάπτεσθαι τῶν ἀμφ᾽ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησισόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ᾽ ἐπιμαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας. τοιαῦτα πρὸ τῆς τελευτῆς τοῖς γνωρίμοις ὁμιλήσας, αὐτὸς αὐτῷ τὴν ἐπὶ τὰ κρείττω πορείαν λεῖαν καὶ ὁμαλὴν ἐῴκει παρασκευάζειν.

Κἀκεῖνο δὲ μνήμης ἄξιον, ὡς ἀμφὶ τὸν δηλούμενον χρόνον τῶν ἐπ᾽ ἀνατολῆς βαρβάρων κινήσεως ἀκουσθείσης, ἔτι ταύτην αὐτῷ τὴν κατὰ τῶνδε νίκην λείπεσθαι φήσας, ἐπὶ Πέρσας στρατεύειν ὡρμᾶτο. τοῦτό τε κρίνας ἐκίνει τὰ στρατιωτικὰ τάγματα, καὶ δὴ τοῖς ἀμφ᾽ αὐτὸν ἐπισκόποις περὶ τῆς πορείας ἐκοίνου, συνεῖναι αὐτῷ δεῖν τινας τῶν ἀναγκαίων ἐν θεοσεβείᾳ προμηθούμενος. οἱ δὲ καὶ μάλα προθύμως συνέπεσθαι βουλομένῳ μηδ᾽ ἀναχωρεῖν ἐθέλειν συστρατεύειν δ᾽ αὐτῷ καὶ συναγωνίζεσθαι ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ἔλεγον. σφόδρα δ᾽ ἐπὶ ταῖς ἐπαγγελίαις ἡσθεὶς τὴν πορείαν αὐτοῖς διετύπου· *** *** αὐτὸς δὲ νεὼν ἅπαντα εἰς ὕψος ἄφατον ἐπάρας, λίθων ποικιλίαις παντοίων ἐξαστράπτοντα ἐποίει, εἰς αὐτὸν ὄροφον ἐξ ἐδάφους πλακώσας, διαλαβὼν δὲ λεπτοῖς φατνώμασι τὴν στέγην χρυσῷ τὴν πᾶσαν ἐκάλυπτεν· ἄνω δὲ ὑπὲρ ταύτην πρὸς αὐτῷ δώματι χαλκὸς μὲν ἀντὶ κεράμου φυλακὴν τῷ ἔργῳ πρὸς ὑετῶν ἀσφάλειαν παρεῖχε· καὶ τοῦτον δὲ πολὺς περιέλαμπε χρυσός, ὡς μαρμαρυγὰς τοῖς πόρρωθεν ἀφορῶσι ταῖς ἡλίου αὐγαῖς ἀντανακλωμέναις ἐκπέμπειν. δικτυωτὰ δὲ πέριξ ἐκύκλου τὸ δωμάτιον ἀνάγλυφα χαλκῷ καὶ χρυσῷ κατειργασμένα. καὶ ὁ μὲν νεὼς ὧδε σὺν πολλῇ βασιλέως φιλοτιμίᾳ σπουδῆς ἠξιοῦτο.

ἀμφὶ δὲ τοῦτον αἴθριος ἦν αὐλὴ παμμεγέθης εἰς ἀέρα καθαρὸν ἀναπεπταμένη, ἐν τετραπλεύρῳ δὲ ταύτῃ στοαὶ διέτρεχον, μέσον αὐτῷ νεῷ τὸ αἴθριον ἀπολαμβάνουσαι, οἶκοί τε βασίλειοι ταῖς στοαῖς λουτρά τε καὶ ἀναλαμπτήρια παρεξετείνετο, ἄλλα τε πλεῖστα καταγώγια τοῖς τοῦ τόπου φρουροῖς ἐπιτηδείως εἰργασμένα.

Ταῦτα πάντα ἀφιέρου βασιλεὺς διαιωνίζων εἰς ἅπαντας τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τὴν μνήμην. ᾠκοδόμει δ᾽ ἄρα καὶ ἄλλο τι τῇ διανοίᾳ σκοπῶν, ὃ δὴ λανθάνον τὰ πρῶτα κατάφωρον πρὸς τῷ τέλει τοῖς πᾶσιν ἐγίγνετο. αὐτὸς γοῦν αὐτῷ εἰς δέοντα καιρὸν τῆς αὐτοῦ τελευτῆς τὸν ἐνταυθοῖ τόπον ἐταμιεύσατο, τῆς τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θάνατον προνοῶν ὑπερβαλλούσῃ πίστεως προθυμίᾳ γεγενῆσθαι, ὡς ἂν καὶ μετὰ τελευτὴν ἀξιῶτο τῶν ἐνταυθοῖ μελλουσῶν ἐπὶ τιμῇ τῶν ἀποστόλων συντελεῖσθαι εὐχῶν. διὸ καὶ ἐκκλησιάζειν ἐνταυθοῖ παρεκελεύετο, μέσον θυσιαστήριον πηξάμενος. δώδεκα δ᾽ οὖν αὐτόθι θήκας ὡσανεὶ στήλας ἱερὰς ἐπὶ τιμῇ καὶ μνήμῃ τοῦ τῶν ἀποστόλων ἐγείρας χοροῦ, μέσην ἐτίθει τὴν αὐτὸς αὐτοῦ λάρνακα, ἧς ἑκατέρωθεν τῶν ἀποστόλων ἀνὰ ἓξ διέκειντο. καὶ τοῦτο γοῦν, ὡς ἔφην, σώφρονι λογισμῷ, ἔνθα αὐτῷ τὸ σκῆνος τελευτήσαντι τὸν βίον εὐπρεπῶς μέλλοι διαναπαύεσθαι, ἐσκόπει. ἀλλ᾽ ὁ μὲν ἐκ μακροῦ καὶ πρόπαλαι τῷ λογισμῷ ταῦτα προτυπούμενος ἀφιέρου τοῖς ἀποστόλοις τὸν νεών, ὠφέλειαν ψυχῆς ὀνησιφόρον τὴν τῶνδε μνήμην ποιεῖσθαι αὐτῷ πιστεύων, θεὸς δὲ αὐτὸν καὶ τῶν κατ᾽ εὐχὰς προσδοκηθέντων οὐκ ἀπηξίου.

Ὡς γὰρ τὰς πρώτας τῆς τοῦ πάσχα ἑορτῆς συνεπλήρου ἀσκήσεις τήν τε σωτήριον διήγαγεν ἡμέραν λαμπρὰν ἠδὲ εὐφρόσυνον, αὐτῷ τε καὶ τοῖς πᾶσι τὴν ἑορτὴν καταφαιδρύνας, ἐν τούτῳ 〈μέχρι〉 τέλους τὴν ζωὴν διανύοντα καὶ ἐν τούτοις ὄντα θεός, ᾧ ταῦτα συνεξετέλει, κατὰ καιρὸν εὔκαιρον τῆς θείας ἐπὶ τὸ κρεῖττον μεταβάσεως αὐτὸν ἠξίου.

Γίγνεται δ᾽ αὐτῷ πρώτη τις ἀνωμαλία τοῦ σώματος, εἴτ᾽ οὖν κάκωσις ἐπὶ ⌜ταύτην⌝ συμβαίνει, κἄπειτα τῆς αὐτοῦ πόλεως ἐπὶ λουτρὰ θερμῶν ὑδάτων πρόεισιν, ἔνθεν τε τῆς αὐτοῦ μητρὸς ἐπὶ τὴν ἐπώνυμον ἀφικνεῖται πόλιν. κἀνταῦθα τῷ τῶν μαρτύρων εὐκτηρίῳ ἐνδιατρίψας οἴκῳ ἱκετηρίους εὐχάς τε καὶ λιτανείας ἀνέπεμπε τῷ θεῷ. ἐπειδὴ δ᾽ εἰς ἔννοιαν ἥκει τῆς τοῦ βίου τελευτῆς, καθάρσεως εἶναι τοῦτον καιρὸν τῶν πώποτε αὐτῷ πεπλημμελημένων ⌜διενοεῖτο⌝, ὅσα οἷα θνητῷ διαμαρτεῖν ἐπῆλθε ταῦτ᾽ ἀπορρύψασθαι τῆς ψυχῆς λόγων ἀπορρήτων δυνάμει σωτηρίῳ ⌜τε⌝ λουτρῷ πιστεύσας. τοῦτό τοι διανοηθείς, γονυκλινὴς ἐπ᾽ ἐδάφους ἱκέτης ἐγίγνετο τοῦ θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος, ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο.

Μεταβὰς δ᾽ ἔνθεν ἐπὶ προάστειον τῆς Νικομηδέων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους ὧδέ πη αὐτοῖς διελέξατο· «οὗτος ἦν αὐτὸς ὁ πάλαι μοι διψῶντί τε καὶ εὐχομένῳ τῆς ἐν θεῷ τυχεῖν σωτηρίας καιρὸς ἐλπιζόμενος· ὥρα καὶ ἡμᾶς ἀπολαῦσαι τῆς ἀθανατοποιοῦ σφραγῖδος, ὥρα τοῦ σωτηρίου σφραγίσματος, 〈οὗ〉 μετασχεῖν ἐπὶ ῥείθρων Ἰορδάνου ποταμοῦ ἐνενόουν ποτέ, ἐφ᾽ ὧν καὶ ὁ σωτὴρ εἰς ἡμέτερον τύπον τοῦ λουτροῦ μετασχεῖν μνημονεύεται· θεὸς δ᾽ ἄρα τὸ συμφέρον εἰδὼς ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ. μὴ δὴ οὖν ἀμφιβολία τις γιγνέσθω. εἰ γὰρ καὶ πάλιν ἡμᾶς ἐνταυθοῖ βιοῦν ὁ καὶ ζωῆς καὶ θανάτου κύριος ἐθέλοι, καὶ οὕτως ἐμὲ συναγελάζεσθαι λοιπὸν τῷ τοῦ θεοῦ λαῷ καὶ ταῖς εὐχαῖς ὁμοῦ τοῖς πᾶσιν ἐκκλησιάζοντα κοινωνεῖν ἅπαξ ὥρισται· θεσμοὺς ἤδη βίου θεῷ πρέποντας ἐμαυτῷ διατετάξομαι.» Ὁ μὲν δὴ ταῦτ᾽ ἔλεγεν, οἱ δὲ τὰ νόμιμα τελοῦντες θεσμοὺς ἀπεπλήρουν θείους καὶ τῶν ἀπορρήτων μετεδίδοσαν, ὅσα χρὴ προδιαστειλάμενοι. καὶ δὴ μόνος τῶν ἐξ αἰῶνος αὐτοκρατόρων Κωνσταντῖνος Χριστοῦ μυστηρίοις ἀναγεννώμενος ἐτελειοῦτο, θείας τε σφραγῖδος ἀξιούμενος ἠγάλλετο τῷ πνεύματι ἀνεκαινοῦτό τε καὶ φωτὸς ἐνεπίμπλατο θείου, χαίρων μὲν τῇ ψυχῇ δι᾽ ὑπερβολὴν πίστεως, τὸ δ᾽ ἐναργὲς καταπεπληγὼς τῆς ἐνθέου δυνάμεως.

Ὡς δ᾽ ἐπληροῦτο τὰ δέοντα, λαμπροῖς καὶ βασιλικοῖς ἀμφιάσμασι φωτὸς ἐκλάμπουσι τρόπον περιεβάλλετο ἐπὶ λευκοτάτῃ τε στρωμνῇ διανεπαύετο, οὐκέθ᾽ ἁλουργίδος ἐπιψαῦσαι θελήσας. κἄπειτα τὴν φωνὴν ἀνυψώσας εὐχαριστήριον ἀνέπεμπε τῷ θεῷ προσευχήν, μεθ᾽ ἣν ἐπῆγε λέγων· «νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ᾽ ἐμαυτόν, νῦν τῆς ἀθανάτου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτός.» ἀλλὰ καὶ τάλανας ἀπεκάλει, ἀθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους. ἐπεὶ δὲ τῶν στρατοπέδων οἱ ταξίαρχοι καὶ καθηγεμόνες εἴσω παρελθόντες ἀπωδύροντο, σφᾶς αὐτοὺς ἐρήμους ἔσεσθαι ἀποκλαιόμενοι, ἐπηύχοντό τε ζωῆς αὐτῷ χρόνους, καὶ τούτοις ἀποκρινάμενος, νῦν ἔφη τῆς ἀληθοῦς ζωῆς ἠξιῶσθαι μόνον τ᾽ αὐτὸν εἰδέναι ὧν μετείληφεν ἀγαθῶν· διὸ καὶ σπεύδειν μηδ᾽ ἀναβάλλεσθαι τὴν πρὸς τὸν αὐτοῦ θεὸν πορείαν. εἶτ᾽ ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλίδα πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ᾽ αὐτοῦ παισὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ᾽ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.

Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεῖτο ἑορτῆς, τῆς δὴ πανσέπτου καὶ παναγίας πεντηκοστῆς, ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης μονάδι δ᾽ ἐπισφραγιζομένης, καθ᾽ ἣν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ σωτῆρος τήν τε τοῦ ἁγίου πνεύματος εἰς ἀνθρώπους κάθοδον γεγενῆσθαι λόγοι περιέχουσι θεῖοι. ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεύς, ἐπὶ τῆς ὑστάτης ἁπασῶν ἡμέρας, ἣν δὴ ἑορτὴν ἑορτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας πρὸς τὸν αὐτοῦ θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ᾽ ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον τῷ αὐτοῦ θεῷ συναπτόμενος. τοῦτο τέλος τῆς Κωνσταντίνου ζωῆς. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.

Δορυφόροι μὲν αὐτίκα καὶ πᾶν τὸ τῶν σωματοφυλάκων γένος ἐσθῆτας περιρρηξάμενοι σφᾶς τε ῥίψαντες ἐπ᾽ ἐδάφους, τὰς κεφαλὰς ἤρασσον, κωκυτοῦ φωνὰς οἰμωγαῖς θ᾽ ἅμα καὶ βοαῖς ἀφιέντες, τὸν δεσπότην τὸν κύριον τὸν βασιλέα, οὐχ οἷα δεσπότην πατέρα δ᾽ ὥσπερ γνησίων παίδων δίκην ἀνακαλούμενοι. ταξίαρχοι δὲ καὶ λοχαγοὶ τὸν σωτῆρα τὸν φύλακα τὸν εὐεργέτην ἀπεκλάοντο, τά τε λοιπὰ στρατιωτικὰ σὺν κόσμῳ τῷ πρέποντι οἷα ἐν ἀγέλαις τὸν ἀγαθὸν ἐπόθουν ποιμένα. δῆμοί θ᾽ ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι, ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἐῴκεισαν, ἑκάστου τε πένθος ἴδιον ποιουμένου ἑαυτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.

Ἄραντες δ᾽ οἱ στρατιωτικοὶ τὸ σκῆνος χρυσῇ κατετίθεντο λάρνακι, ταύτην θ᾽ ἁλουργίδι βασιλικῇ περιέβαλλον ἐκόμιζόν τ᾽ εἰς τὴν βασιλέως ἐπώνυμον πόλιν, κἄπειτα ἐν αὐτῷ τοῦ παντὸς προφέροντι τῶν βασιλείων οἴκων ⌜βάθρον⌝ ἐφ᾽ ὑψηλὸν κατετίθεντο, φῶτά τ᾽ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυσῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ᾽ οὐδενὸς πώποτ᾽ ὑφ᾽ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ᾽ ὑψηλῆς κείμενον χρυσῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἐπαγρύπνως δι᾽ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.

Οἱ δέ γε τοῦ παντὸς στρατοῦ καθηγεμόνες κόμητές τε καὶ πᾶν τὸ τῶν ἀρχόντων τάγμα, οἷς τὸν βασιλέα καὶ νόμος πρότερον ἦν προσκυνεῖν, μηδὲν τοῦ συνήθους ὑπαλλαξάμενοι τρόπου τοῖς δέουσι καιροῖς εἴσω παριόντες τὸν ἐπὶ τῆς λάρνακος βασιλέα οἷά περ ζῶντα καὶ μετὰ θάνατον γονυκλινεῖς ἠσπάζοντο. μετὰ δὲ τοὺς πρώτους ταῦτ᾽ ἔπραττον παριόντες οἵ τ᾽ ἐξ αὐτῆς συγκλήτου βουλῆς οἵ τ᾽ ἐπ᾽ ἀξίας πάντες, μεθ᾽ οὓς ὄχλοι παντοίων δήμων γυναιξὶν ἅμα καὶ παισὶν ἐπὶ τὴν θέαν παρῄεσαν. συνετελεῖτο δὲ ταῦτα οὕτω χρόνῳ μακρῷ, τῶν στρατιωτικῶν οὕτω μένειν τὸ σκῆνος καὶ φυλάττεσθαι βουλευσαμένων, ἔστ᾽ ἂν οἱ αὐτοῦ παῖδες ἀφικόμενοι τῇ δι᾽ ἑαυτῶν κομιδῇ τὸν πατέρα τιμήσειαν. ἐβασίλευε δὲ καὶ μετὰ θάνατον μόνος θνητῶν ὁ μακάριος, ἐπράττετό τε τὰ συνήθη ὡσανεὶ καὶ ζῶντος αὐτοῦ, τοῦτο μονωτάτῳ αὐτῷ ἀπ᾽ αἰῶνος τοῦ θεοῦ δεδωρημένου. μόνος γοῦν ὡς οὐδ᾽ ἄλλος αὐτοκρατόρων τὸν παμβασιλέα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ παντοίαις τιμήσας πράξεσιν εἰκότως τούτων ἔλαχε μόνος, καὶ τὸ θνητὸν αὐτοῦ βασιλεύειν ἐν ἀνθρώποις ὁ ἐπὶ πάντων ἠξίου θεός, ὧδ᾽ ἐπιδεικνὺς τὴν ἀγήρω καὶ ἀτελεύτητον τῆς ψυχῆς βασιλείαν τοῖς μὴ τὸν νοῦν λελιθωμένοις.

ἀλλὰ ταῦτα μὲν ὧδέ πη συνετελεῖτο, τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξίαρχοι διεπέμποντο τὰ πεπραγμένα τοῖς καίσαρσιν ἔκδηλα καθιστῶντες. καὶ οἵδε μὲν τάδ᾽ ἔπραττον, ὥσπερ δ᾽ ἐξ ἐπιπνοίας κρείττονος τὰ πανταχοῦ πάντα στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως μηδένα γνωρίζειν ἕτερον ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας. οὐκ εἰς μακρὸν δ᾽ ἠξίουν μὴ καίσαρας, ἐντεῦθεν δ᾽ ἤδη τοὺς ἅπαντας χρηματίζειν αὐγούστους, ὃ δὴ πρώτιστον καὶ μέγιστον τῆς ἀνωτάτω βασιλείας γίγνοιτ᾽ ἂν σύμβολον. οἱ μὲν οὖν ταῦτ᾽ ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες, ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.

Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινὴν καὶ πάσης συμφορᾶς ἐπέκεινα τὴν ἀκοὴν θέμενοι πένθος ἄσχετον ἐποιοῦντο. λουτρὰ δὴ ἀπεκλείετο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάνθ᾽ ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. κατηφεῖς δ᾽ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ θ᾽ οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον. καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόνον, εἰς ἔργα δὲ χωροῦντες εἰκόνος ἀναθήμασιν οἷά περ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἁψίδων δ᾽ οὐρανίων ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες. τοὺς δ᾽ αὐτοῦ παῖδας καὶ οὗτοι μόνους καὶ οὐδ᾽ ἄλλους αὐτοκράτορας καὶ σεβαστοὺς ἀνεκάλουν, βοαῖς τ᾽ ἐχρῶντο ἱκετηρίαις τὸ σκῆνος τοῦ σφῶν βασιλέως παρ᾽ αὐτοῖς κομίζεσθαι καὶ τῇ βασιλίδι πόλει κατατίθεσθαι ποτνιώμενοι.

Ἀλλὰ καὶ οἵδε ταύτῃ τὸν παρὰ θεῷ τιμώμενον ἐκόσμουν. ὁ δὲ τῶν παίδων δεύτερος τὸ τοῦ πατρὸς σκῆνος ἐπιστὰς τῇ πόλει προσεκόμιζεν, αὐτὸς ἐξάρχων τῆς ἐκκομιδῆς. ἡγεῖτο δὲ κατὰ στῖφος τὰ στρατιωτικὰ τάγματα, εἵπετό τε πληθὺς μυρίανδρος, λογχοφόροι τε καὶ ὁπλῖται τὸ βασιλέως περιεῖπον σῶμα. ὡς δὲ ἐπὶ τὸν τῶν ἀποστόλων τοῦ σωτῆρος νεὼν παρῆσαν, ἐνταυθοῖ τὴν λάρνακα διανέπαυον. καὶ βασιλεὺς μὲν νέος Κωνστάντιος ὧδέ πη κοσμῶν τὸν πατέρα τῇ τε παρουσίᾳ καὶ τοῖς εἰς αὐτὸν καθήκουσι τὰ τῆς πρεπούσης ὁσίας ἀπεπλήρου.

Ἐπεὶ δ᾽ ὑπεχώρει σὺν τοῖς στρατιωτικοῖς τάγμασι, μέσοι δὴ παρῄεσαν οἱ τοῦ θεοῦ λειτουργοὶ σὺν αὐτοῖς πλήθεσι πανδήμῳ τε θεοσεβείας λαῷ τά τε τῆς ἐνθέου λατρείας δι᾽ εὐχῶν ἀπεπλήρουν. ἔνθα δὴ ὁ μὲν μακάριος ἄνω κείμενος ἐφ᾽ ὑψηλῆς κρηπῖδος ἐδοξάζετο, λεὼς δὲ παμπληθὴς σὺν τοῖς τῷ θεῷ ἱερωμένοις οὐ δακρύων ἐκτὸς σὺν κλαυθμῷ δὲ πλείονι τὰς εὐχὰς ὑπὲρ τῆς βασιλέως ψυχῆς ἀπεδίδοσαν τῷ θεῷ, τὰ καταθύμια τῷ θεοφιλεῖ πληροῦντες, κἀν τούτῳ τοῦ θεοῦ πρὸς τὸν αὐτοῦ θεράποντα εὐμένειαν ἐνδειξαμένου ὅτι δὴ καὶ τέλος αὐτοῦ τοῖς ἀγαπητοῖς καὶ γνησίοις υἱοῖς διαδόχοις τὴν βασιλείαν ἐδωρεῖτο, καὶ τοῦ σπουδασθέντος αὐτῷ τόπου σὺν τῇ τῶν ἀποστόλων κατηξιοῦτο μνήμῃ, ὡς ὁρᾶν 〈ἔστι〉 εἰσέτι καὶ νῦν τὸ μὲν τῆς τρισμακαρίας ψυχῆς σκῆνος τῷ τῶν ἀποστόλων προσρήματι συνδοξαζόμενον καὶ τῷ λαῷ τοῦ θεοῦ συναγελαζόμενον, θεσμῶν τε θείων καὶ μυστικῆς λειτουργίας ἀξιούμενον καὶ κοινωνίας ὁσίων ἀπολαῦον εὐχῶν, αὐτὸν δὲ τῆς βασιλείας καὶ μετὰ θάνατον ἐπειλημμένον.

ὥσπερ οὖν ἐξ ἀναβιώσεως τὴν σύμπασαν ἀρχὴν διοικῶν, Νικητὴς Μέγιστος Σεβαστὸς αὐτῷ προσρήματι τῆς Ῥωμαίων ἡγεμονίας κρατεῖ· οὐ κατὰ τὸν Αἰγύπτιον ὄρνιν, ὃν δή φασι μονογενῆ ὄντα τὴν φύσιν θνήσκειν μὲν ἐπ᾽ ἀρωμάτων αὐτὸν αὐτῷ τὴν τελευτὴν θυηπολοῦντα, ἀναβιώσκειν δ᾽ ἐξ αὐτῆς σποδιᾶς καὶ ἀναπτάντα τοιοῦτον οἷος καὶ πρότερον ἦν φῦναι, κατὰ δὲ τὸν αὐτοῦ σωτῆρα, ὃς τῷ τοῦ πυροῦ σπόρῳ παραπλησίως ἀνθ᾽ ἑνὸς πολυπλασιαζόμενος σὺν εὐλογίᾳ θεοῦ παρεῖχε τὸν στάχυν καὶ τὴν σύμπασαν οἰκουμένην τῶν αὐτοῦ κατεπίμπλα καρπῶν. τούτῳ οὖν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ᾽ ἑνὸς ἐγίγνετο, ὡς καὶ εἰκόνων ἀναστάσεσι παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν, οἰκεῖόν τε τοὔνομα Κωνσταντίνου καὶ μετὰ τὴν τοῦ βίου παραλαμβάνεσθαι τελευτήν.

Ἤδη δὲ καὶ νομίσμασιν ἐνεχαράττοντο τύποι, πρόσθεν μὲν ἐκτυποῦντες τὸν μακάριον ⌜ἐγκεκαλυμμένου⌝ τὴν κεφαλὴν σχήματι, θατέρου δὲ μέρους ἐφ᾽ ἅρματι τεθρίππῳ ἡνιόχου τρόπον, ὑπὸ δεξιᾶς ἄνωθεν ἐκτεινομένης αὐτῷ χειρὸς ἀναλαμβανόμενον.

Ταῦθ᾽ ἡμῖν αὐτοῖς δείξας ὀφθαλμοῖς ἐπὶ μόνῳ τῶν πώποτε Χριστιανῷ διαφανῶς ἀποδειχθέντι Κωνσταντίνῳ ὁ ἐπὶ πάντων θεός, ὁπόσον ἦν ἄρα αὐτῷ τὸ διάφορον παρεστήσατο τῶν αὐτόν τε καὶ τὸν Χριστὸν αὐτοῦ σέβειν ἠξιωμένων τῶν τε τὴν ἐναντίαν ἑλομένων, οἳ τὴν ἐκκλησίαν αὐτοῦ πολεμεῖν ὡρμηκότες αὐτὸν αὐτοῖς ἐχθρὸν καὶ πολέμιον κατεστήσαντο, τῆς ἐφ᾽ ἑκάστῳ τοῦ βίου καταστροφῆς ἐναργῆ τὸν ἔλεγχον τῆς αὐτῶν θεοεχθρίας ἐνδειξαμένης, ὥσπερ οὖν τῆς θεοφιλίας τὰ ἐχέγγυα τὸ Κωνσταντίνου τοῖς πᾶσι φανερὸν κατέστησε τέλος, μόνου μὲν Ῥωμαίων βασιλέων τὸν παμβασιλέα θεὸν ὑπερβολῇ θεοσεβείας τετιμηκότος, μόνου δὲ τοῖς πᾶσι πεπαρρησιασμένως τὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου τ᾽ {εἰπεῖν} ἐκκλησίαν αὐτοῦ ὡς οὐδ᾽ ἕτερος τῶν ἐξ αἰῶνος δοξάσαντος, μόνου τε πᾶσαν πολύθεον πλάνην καθελόντος, πάντα τε τρόπον εἰδωλολατρίας ἀπελέγξαντος, καὶ δὴ καὶ μόνου τοιούτων ἠξιωμένου ἐν αὐτῇ τε ζωῇ καὶ μετὰ θάνατον, οἵων οὐκ ἄν τις τυχόντα οἷός τ᾽ ἂν γένοιτο ἐξειπεῖν τινα οὔτε παρ᾽ Ἕλλησιν οὔτε παρὰ βαρβάροις οὐδέ γε παρ᾽ αὐτοῖς τοῖς ἀνωτάτω Ῥωμαίοις, ὡς οὐδενὸς τοιούτου τινὸς εἰς ἡμᾶς ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένου.