Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον τοῦ Κωνσταντίνου

Εὐσέβιος Καισαρείας

Η ηθική κατάπτωση του ανθρώπου, η Ενσάρκωση και το πάθος του Λόγου

Περιγραφή της παγκόσμιας δαιμονικής πλάνης και της ηθικής διαφθοράς, τα αίτια της καθόδου του Υιού, η πρόσληψη της ανθρώπινης φύσης, η σταυρική θυσία και η ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 8

Λέγωμεν δὴ τὰ ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι᾽ ἣν ὁ τοσοῦτος τοῦ θεοῦ λόγος τὴν εἰς ἀνθρώπους κάθοδον ἐποιεῖτο. τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ θεοῦ λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀνωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ τῷδε μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ᾽ αὐτοῦ προνοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενον, ἡλίῳ καὶ σελήνῃ καὶ αὐτῷ οὐρανῷ καὶ ἄστροις τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας ἐθέωσαν, Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἀθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες.

καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ᾽ αὔξοντες ἀτοπίας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, [οἵδε] ἐθέωσαν, αὐτήν τε τὴν σφῶν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Ἀφροδίτην καὶ ἄλλ᾽ ἄττα συγγενῆ τούτοις ἀνειπόντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν, ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοῖα γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων [ἀνδρῶν] σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν.

καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξοάνοις σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσας λιχνεύουσιν τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ αὐτοῖς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέσμοις τε καὶ ἐπανάγκοις ᾠδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις ἀφανεῖς ἀμφὶ τὸν ἀέρα ποτωμένας παρέδρους ἑαυτοῖς ἐφειλκύσαντο. θνητούς γε μὴν ἄνδρας ἐθέωσαν ἑτέρους ἕτεροι· παῖδες μὲν γὰρ Ἑλλήνων Διόνυσον καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Ἀπόλλωνα ἄλλους τέ τινας ἀνθρώπους τῇ τῶν ἡρώων καὶ θεῶν τετιμήκασι προσηγορίᾳ, Αἰγύπτιοι δὲ Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ τούτοις παραπλησίους πάλιν ἀνθρώπους θεοὺς νενομίκασιν· οὐδὲ μὴν καθ᾽ ὑπερβολὴν σοφίας γεωμετρίας τὴν εὕρεσιν ἀστρονομίας τε καὶ ἀριθμητικῆς αὐχοῦντες [οὐκ] ἔγνωσαν οὐδὲ συνῆκαν οἱ σοφοὶ σταθμήσασθαι παρ᾽ ἑαυτοῖς καὶ λογίσασθαι μέτρα θεοῦ δυνάμεως θνητῆς τε καὶ ἀλόγου διαφορὰν φύσεως.

διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν, Φοίνικες δὲ Μελκάθαρον καὶ Οὔσωρον καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβοδον, καὶ οἱ Γέται τὸν Ζάμολξιν καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεων Θηβαῖοι, καὶ παρ᾽ ἑτέροις [ἄλλοι] πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τῶν θνητῶν διαλλάττοντας αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους.

ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος, ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου καὶ τά γε στοιχεῖα τούς τε ἀπὸ γῆς βλαστοῦντας καρπούς, καὶ τὰ σφῶν αὐτῶν πάθη ναὶ μὴν καὶ τὰς δαιμονικὰς μανίας τε καὶ φαντασίας, καὶ πρό γε τούτων ἄνδρας θνητοὺς ἀνθρωπείαις χρησαμένους συμφοραῖς, καὶ οὐτ᾽ ἀρετῆς διδασκαλεῖα καθ᾽ ὃν ἔζων χρόνον συστησαμένους, οὔτε σώφρονος βίου μαθήματα ἀνθρώποις ἐπιπονήσαντας, οὐ φιλόσοφα δόγματα καταδείξαντας, οὐκ ὀνησιφόρον ἔργον ἐπιδεδειγμένους, οὐ μαθητὰς τῆς ἀρετῆς καταλείψαντας, οὐ λόγους, οὐ συγγράμματα πρὸς εὐζωίαν συντείνοντα παραδόντας, ἠσχολημένους δὲ περὶ γύναια καὶ αἰσχρὰς ἡδονάς, εἰκῆ καὶ ὡς ἔτυχεν οὐκ οἶδ᾽ ὁποίας δαιμονικῆς ἐνεργείας πλάνῃ θεοὺς 〈καὶ〉 ἥρωας ἀνηγόρευσαν θυσίαις τε καὶ τελεταῖς σὺν γοητικαῖς ἀπάταις ἐτίμησαν, νεὼς [μὲν] αὐτοῖς καὶ ἱερὰ κατὰ πόλεις καὶ κατὰ χώρας δειμάμενοι, τὸν δ᾽ ἐπέκεινα τοῦ κόσμου μόνον ἀληθῆ τοῦ θεοῦ λόγον παμβασιλέα καὶ ποιητὴν τῶν ὅλων ἐν οὐδενὶ τέθεινται. οἱ δ᾽ εἰς τοσοῦτον ἤλαυνον μανίας τε καὶ φρενοβλαβείας ὡς ἐν ταὐτῷ τούσδε τινὰς τοὺς τυχόντας ἄνδρας θεοὺς ἀναγορεύειν, καὶ παραχρῆμα τοῖς αὐτοῖς θνητῶν συνάπτειν πάθη, ἔρωτάς τε παρανόμους καὶ πράξεις αἰσχρὰς ζωῆς τε καταστροφὰς καὶ θανάτους τοῖς αὐτοῖς ἀνατιθέναι.

εἶτα τοιαῦτα οὐχ ὑφ᾽ ἑτέρων διαβαλλόμενα φάσκοντες, αὐτοὶ δὲ μάρτυρες τούτων ὄντες, πλάνας τε καὶ πένθη καὶ θανάτους καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀρρένων φθορὰς γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἧττον πόλεις πάσας καὶ κώμας καὶ χώρας ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες ψυχάς. θεοὺς δὴ τοίνυν καὶ θεῶν παῖδας ἥρωάς τε κἀγαθοὺς δαίμονας λόγῳ μὲν ἦν παρ᾽ αὐτοῖς ἀκούειν, ἔργῳ δὲ πᾶν τοὐναντίον· τἀναντία γοῦν τοῖς ἐναντίοις ἐσέμνυνον, ὡς εἰ καὶ ἥλιόν τις καὶ φῶτα τὰ κατ᾽ οὐρανὸν δεῖξαί τῳ βουληθεὶς ἄνω μὲν εἰς ὕψος μὴ ἐπαίροι τὰς ὄψεις, κάτω δὲ εἰς γῆν τὰς χεῖρας βαλὼν καὶ χαμαὶ εἰς ἔδαφος ῥίψας ἐν πηλῷ καὶ βορβόρῳ τὰς οὐρανίους δυνάμεις ἐπιζητοίη. οὕτω δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος φρενοβλαβείᾳ καὶ δαιμόνων ἀπάτῃ πονηρῶν τὴν ἐπέκεινα οὐρανοῦ τε καὶ κόσμου θείαν καὶ νοητὴν οὐσίαν κάτω που ἐν σωμάτων γενέσει καὶ θνητῶν πάθεσί τε καὶ θανάτοις ἐπέπειστο εἶναι. οἱ δ᾽ εἰς τοσοῦτον ἤλαυνον ἀνοίας, ὡς καὶ τὰ φίλτατα θύειν αὐτοῖς μηδὲ φειδὼ ποιεῖσθαι τῆς φύσεως, ἀλλ᾽ ἤδη καὶ τὰ μονογενῆ καὶ ἀγαπητὰ τῶν τέκνων μανίᾳ καὶ διανοίας ἐκστάσει κατασφάττειν. καὶ τί γὰρ ἂν γένοιτο τούτου μανικώτερον θύειν ἀνθρώπους καὶ τὰς πόλεις ἁπάσας καὶ τοὺς αὐτῶν οἴκους ἐμφυλίοις μολύνειν φόνοις;

ἢ οὐ ταῦτα Ἑλλήνων παῖδες μαρτυροῦσι καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ᾽ ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ᾽ αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ᾽ ἕνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος. καὶ Διομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ᾽ ὧν Ἀμώσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν ἐπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δι᾽ ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ᾽ ἔπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ᾽ ἔτος ἐθύετο ἐν Λαοδικείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας καθ᾽ ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως.

Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ᾽ ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατ[ρ]ιαρίου Διὸς ἑορτῇ σφαγιαζόμενον ἄνθρωπον; ταῦτα μὲν φιλοσόφων οἱ καὶ δοκιμώτατοι μεμαρτυρήκασιν οὕτως ἔχειν, Διόδωρος δὲ ὁ τὰς βιβλιοθήκας ἐπιτεμὼν φησὶ τῷ Κρόνῳ διακοσίους τῶν ἐπιφανεστάτων παίδων δημοσίᾳ θῦσαι τοὺς Λίβυας, οὐκ ἐλάττους δὲ ἐπιδοῦναι τῇ θυσίᾳ τριακοσίους ἑτέρους, ὁ δὲ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεὺς Διονύσιος αὐτὸν ὀνομαστὶ τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαι ἀνθρωποθυσίας ἐν Ἰταλίᾳ παρὰ τῶν καλουμένων Ἀβοριγινῶν. τοὺς αἰτηθέντας οὖν φησι καρπῶν μὲν ἁπάντων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς· ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν, παντοίαις περιπεσεῖν συμφοραῖς, μὴ πρότερόν τε κακῶν παῦλαν σχεῖν ἢ δεκατεῦσαι ἑαυτούς· οὕτω δ᾽ οὖν ἀνθρώπων δεκάτας ἀφαιρουμένους τε καὶ θύοντας ἐρημίας αἰτίους γενέσθαι τῇ χώρᾳ. τοσούτοις κακοῖς τὸ πᾶν τῶν ἀνθρώπων γένος πάλαι πρότερον κατετρύχετο. οὐκ ἤρκει δ᾽ ἐπὶ τούτοις τὸ κακῶς πράττειν, μυρίαις δὲ καὶ ἄλλαις ἀνηκέστοις καταδεδούλωτο συμφοραῖς.

ὁμοῦ γὰρ τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη, Ἕλληνά τε καὶ βαρβάρα, ὡς ὑπὸ δαιμονικῆς ἐνεργείας οἰστρούμενα δεινῇ καὶ χαλεπωτάτῃ νόσῳ διεστασίαζεν, τῷ ἄμικτον εἶναι καὶ ἀκατάλλακτον αὐτὸ πρὸς ἑαυτὸ τὸ τῶν ἀνθρώπων γένος, ὧδε κἀκεῖσε τοῦ μεγάλου σώματος τῆς κοινῆς φύσεως διεσπασμένου, ἐφ᾽ ἑκάστῃ γωνίᾳ γῆς ἀποστατούντων ἀνθρώπων νόμοις τε καὶ πολιτείαις διαμαχομένων ἀλλήλοις, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ᾽ ἀλλήλων ἐπαναστάσεσιν, ὥστ᾽ ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ᾽ ἀλλήλων καὶ πολέμοις σχολάζειν, μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ᾽ ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωργίαν ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι καὶ ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ᾽ ἀρετῆς τίθεσθαι μέρει. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐλογοποίησαν περὶ τῶν οἰκείων θεῶν, αἰσχρᾶς καὶ παρανόμου ζωῆς ἐφόδια προσλαβόντες, παντοίοις τρόποις ἀκολασίας ὁμοῦ τοῖς σώμασι καὶ τὰς αὐτῶν ψυχὰς προσδιέφθειραν.

καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ὅρους ὑπερβάντες, τῆς φύσεως ἐπέκεινα ἐχώρουν ἀρρητοποιΐας καὶ τὰ ἀκοαῖς ἄπιστα κατ᾽ ἀλλήλων ἐμπαροινοῦντες· “ἄρρενές τε ἐπ᾽ ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες,„ ᾗ φασὶν ἱεροὶ λόγοι. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαντες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύστασιν ἀνετίθεσαν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι, ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκοντο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομωτάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάττοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ᾽ ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες.

ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον, ταῦτα καὶ ἀδελφὰ τούτοις μυρία, ὧν δὴ χάριν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, τῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης οἶκτον λαβών, πάλαι μὲν διά τινων αὐτοῦ προφητῶν καὶ ἔτι πάλαι πρότερον δι᾽ ἑτέρων θεοφιλῶν ἀνδρῶν καὶ μετὰ τούτους διὰ τῶν μετέπειτα γνωρίμων ἐπὶ τὴν σφῶν θεραπείαν ἀνεκαλεῖτο τοὺς ἀπεγνωσμένους, νόμοις καὶ παραινέσεσι ποικίλαις διδασκαλίαις τε παντοίαις προοίμι᾽ ἄττα καὶ στοιχεῖα θεοσεβείας εἰς ἀνθρώπους καταβαλλόμενος. ὡς οὖν οὐκέτ᾽ ἀνθρωπείας δυνάμεως κρείττονος δὲ ἢ κατὰ ἄνθρωπον ἐδεῖτο βοηθοῦ τὸ θνητὸν γένος, ὧδε κἀκεῖσε πλανώμενον ἀφειδῶς τε σπαραττόμενον οὐχ ὑπὸ λύκων καὶ θηρίων ἀτιθάσων, δεινῶν δὲ καὶ ἀγρίων ὑπὸ δαιμόνων καὶ πνευμάτων ἀπηνῶν καὶ ψυχοφθόρων, ἧκεν λοιπὸν ἡμῖν αὐτὸς μάλα προθύμως καὶ παρῆν ἐφ᾽ ἡμετέρας παρεμβολὰς ὁ τοῦ θεοῦ λόγος, πατρὸς παναγάθου πειθαρχῶν νεύματι. αἰτία δ᾽ ἦν αὐτῷ τῆς ἐνταυθοῖ παρουσίας τὰ δεδηλωμένα, ὧν δὴ ἕνεκα πάντων εἰς θνητῶν ὁμιλίας παριὼν οὐχ ὅπερ αὐτῷ σύνηθες ἦν τοῦτ᾽ ἔπραττεν, ἀσωμάτῳ μὲν ὄντι καὶ τὸν ἅπαντα κόσμον ἀφανῶς ἐπιπορευομένῳ ἔργοις δ᾽ αὐτοῖς οὐρανίοις τε καὶ τοῖς κατὰ γῆν τὰς αὐτοῦ μεγαλουργίας ἐκφαίνοντι, καινοτέρῳ δὲ καὶ τὸν συνήθη παραλλάττοντι τρόπῳ.

δι᾽ ὀργάνου γάρ τοι θνητοῦ τὰς πρὸς τοὺς θνητοὺς ὁμιλίας τε καὶ διατριβὰς ὑπῄει, τὸ θνητὸν διὰ τοῦ ὁμοίου σῶσαι προμηθούμενος.

Φέρε δὴ μετὰ ταῦτα καὶ δι᾽ ἣν αἰτίαν ὀργάνῳ σώματι χρησάμενος εἰς ἀνθρώπων διατριβὰς παρῄει ὁ ἀσώματος τοῦ θεοῦ λόγος ἐξείπωμεν. καὶ πῶς ἂν ἄλλως θεία καὶ ἀναφὴς ἄυλός τε καὶ ἀόρατος οὐσία τοῖς ἐν γενέσει τὸν θεὸν καὶ ἐπὶ γῆς κάτω ζητοῦσιν, ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἁπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δι᾽ ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν; ὅθεν δι᾽ ὀργάνου θνητοῦ, καταλλήλου βοηθήματος, τοῖς θνητοῖς εἰς ὁμιλίαν κατῄει, ὅτι δὴ τοῦτ᾽ αὐτοῖς φίλον ἦν· τὰ ὅμοια γοῦν, φασί, τοῖς ὁμοίοις φίλα. τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ. διὸ δὴ νεὼν πανάγιον αὐτὸς αὐτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον.

τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον, χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἐλέφαντος λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ᾽ ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον ζωῆς μετεῖχεν καὶ νοερᾶς οὐσίας, ἄγαλμα πάσης ἀρετῆς ἔμπλεων, [ἄγαλμα] θείου λόγου οἰκητήριον νεώς τε ἅγιος ἁγίου θεοῦ. οὗ δὴ ὁ ἔνοικος λόγος θνητοῖς μὲν διὰ τοῦ συγγενοῦς συνῆν τε καὶ ἐγνωρίζετο, οὐ μὴν ὑπέπιπτε ταῖς ὁμοιοπαθείαις, οὐδ᾽ ἀνθρώπου ψυχῆς τρόπον τῷ σώματι κατεδεσμεῖτο, οὐδέ γε χείρων αὐτὸς αὐτοῦ γενόμενος τῆς οἰκείας θεότητος μετεβάλλετο. ὡς γὰρ οὐδ᾽ ἡλίου φωτὸς πάθοιεν 〈ἄν〉 τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ λόγου δύναμις οὔτ᾽ ἂν πάθοι 〈τι〉 τὴν οὐσίαν οὔτ᾽ ἂν βλαβείη οὐδ᾽ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη. οὕτω δῆτα ὁ κοινὸς ἁπάντων σωτὴρ εὐεργετικὸν ἑαυτὸν τοῖς πᾶσι καὶ σωτήριον παρέσχε δι᾽ ὀργάνου οὗ προβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν δεικνύμενος.

Ὀρφέα μὲν δὴ μῦθος Ἑλληνικὸς παντοῖα γένη θηρίων θέλγειν τῇ ᾠδῇ ἐξημεροῦν τε τῶν ἀγρίων τοὺς θυμούς, ἐν ὀργάνῳ πλήκτρῳ κρουομένων χορδῶν, παραδίδωσιν, καὶ τοῦθ᾽ Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασεύειν τοὺς θῆρας καὶ δὴ καὶ [τὰ δένδρα] τὰς φηγοὺς μεταβάλλειν μουσικῇ εἴκοντα. τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ θεοῦ λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς ἀλλ᾽ οὐκ ἀλόγοις θηρσὶν ἀνεκρούετο, πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν ἀναζητούσαις οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν ἐν ἀνθρώπῳ παρίστη. κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς .. ὁρᾶν θαύματά τινα παράδοξα καὶ θεϊκὰς τερατείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ᾽ ἐπετέλει δι᾽ οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς τοιαύτης θεότητος συναισθέσθαι δυναμένοις.

καὶ ταῦτα ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος, οἷος καὶ πρὸ τούτου παρὰ τῷ πατρὶ ἦν, οὔτι μεταβαλὼν τὴν οὐσίαν, οὐδ᾽ ἀφανισθείσης τῆς αὐτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ᾽ ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος. ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ᾽ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ᾽ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκλειόμενος οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ παραδιδοὺς τῷ ἀνθρώπῳ τὰ δ᾽ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν τῆς δ᾽ ἐκ τοῦ θνητοῦ μετουσίας μὴ ἀντεπαρυόμενος. οὔκουν ἐμολύνετο τικτομένου τοῦ σώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς τοῦ θνητοῦ πάλιν αὐτῷ διαιρουμένου· ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτω τύχοι κοπτομένης ἢ τῶν χορδῶν διασπωμένων πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου σώματος τὴν ἐν τῷ σοφῷ σοφίαν ἢ τὴν ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως.

ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει· φωτίζεσθαι μὲν γὰρ καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν, τὸ δέ γε μὴν φῶς οὐκέτι πηλοῦσθαι οὐδὲ τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη ἀλλότρια. ὁ δέ γε σωτὴρ καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερόν, παντὸς οὗ δἂν ἐφάψηται ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ ἐν λογικῷ διάγειν φωτί· ταύτῃ τοι καὶ σώματος οὗ δ᾽ ἂν ἐφάψηται, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάθος ὑπεξίσταται, ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως τὰ ἐν στερήσει.

διὸ δὴ τὸν πάντα βίον ταύτῃ πη διετέλει, τότε μὲν τοῦ σωματικοῦ ὀργάνου τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν ὑποδεικνύς, τότε δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεοῦ λόγον τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύμενος ἐν τεραστίαις πράξεσι, θαύμασί τε καὶ σημείοις καὶ παραδόξοις δυνάμεσι, ναὶ μὴν καὶ διδασκαλίαις ἐνθέοις ἄνω πρὸς τὸν ὑπερουράνιον τόπον τὰς ψυχὰς παρασκευάζεσθαι προαγούσαις.

Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ᾽ 〈ἢ〉 αὐτὸ δὴ τὸ τοῦ παντὸς κεφάλαιον ὁποίαν ἔσχε τὴν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πολυθρύλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόπον 〈καὶ〉 τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν τὰς ἀποδείξεις πάντων δι᾽ ἐναργῶν πιστωσόμεθα μαρτυριῶν. ὀργάνῳ μὲν οὖν θνητῷ δι᾽ ἃς προείπομεν αἰτίας οἷα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ οἷα μέγας βασιλεὺς δι᾽ ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ᾽ ἐπαξίως θεϊκῆς δυνάμεως διεπράξατο.

εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρώποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας λάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι᾽ ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συμψήσας, φάσματι ἂν ἐῴκει τοῖς πᾶσι καὶ οὔτ᾽ ἂν αὐτὸς αὐτῷ τὰ πρέποντα διεπράξατο, ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις· φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδοὺς ἑρμηνέα, οὔτ᾽ ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ᾽ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρχεν χωρήσας, οὔτ᾽ ἂν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν, οὔτ᾽ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ᾽ ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύσεως, οὔτ᾽ ἂν καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ᾽ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ᾽ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τοῖς τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὔτ᾽ ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ᾽ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ᾽ ἂν τὸν ὕστατον ἁπάντων ἀγῶνα διῆλθεν· οὗτος δ᾽ ἦν ὁ κατὰ τοῦ θανάτου. διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ θνητὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγῳ διηκονήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος οἰκονομεῖται.

δυεῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήσασθαι τὴν [τοῦ βίου] καταστροφήν, ἢ θανάτου ἑαυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ γὰρ δὴ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ζωῆς τὸ θανατοῦν, οὐδὲ θείου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν εἶχε λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότητος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανασίαν προμνώμενον; οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὴ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι; πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ἂν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν.

εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ᾽ ἐπ᾽ ὄψεσιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἦν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατον συμπλοκῆς οἷα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, τὸν ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἁπάντων σωτηρίας [ζωῆς τε] καὶ ἀθανασίας ἀναδεδεγμένος. ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον σκεῦός τι δεῖξαι ἠθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὖ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ [μὲν] σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδίδους εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ᾽ οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δι᾽ ἧς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀΐδιον ἔφαινεν. ἡ δ᾽ αἰτία πρόδηλος καὶ σαφής.

ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῆ τὴν παλιγγενεσίαν, ἐφ᾽ ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, κρείττονας εἶναι θανάτου παρασκευάζων, εἰκότως τοῦτ᾽ αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δι᾽ ἐναργοῦς ὄψεως παραλαβεῖν καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὔπω κηρύττειν καὶ τὴν ὑπ᾽ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους. οὓς δὴ πεῖσμα μέγιστον ἀναλαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἂν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θανάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως ὁπλίζων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγοις ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια.

πρώτη μὲν οὖν αὕτη καὶ μεγίστη αἰτία τῆς τοῦ σωτῆρος ἡμῶν κατὰ τοῦ θανάτου παρατάξεως· τὸν γοῦν φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ὀφθαλμοῖς δι᾽ ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος. δευτέρα δ᾽ ἂν εἴη αἰτία τῆς ἀναβιώσεως τῆς ἐν σώματι κατοικησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ 〈τοῦ〉 θανάτου νενικημένους ἄνδρας θνητοὺς ἐθείαζον ἄνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημένους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν, καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. ἔχοιμ᾽ ἄν σοι καὶ τρίτην ὑπογράφειν αἰτίαν τοῦ σωτηρίου θανάτου. ἱερεῖον ἦν ὑπὲρ τοῦ κοινοῦ γένους ἀναπεμπόμενον τῷ παμβασιλεῖ θεῷ [τῶν ὅλων], ἱερεῖον ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀγέλης καθιερούμενον, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον.

ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη. τὸ μὲν οὖν ἐξ ἀνθρώπων σωτήριον θῦμα, αὐτὸ δὴ τὸ τοῦ λόγου σωματικὸν ὄργανον, ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο, καὶ τοῦτ᾽ ἄρα ἦν τὸ τῷ θανάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέγουσαι· “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,„ τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος,„ καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαι· “οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη.

καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.„ τὸ μὲν οὖν ὄργανον τὸ ἀνθρώπειον τοῦ θείου λόγου διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, οὗτος δὲ ὁ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερωμένος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, τὸ θνητὸν οὐκ εἰς μακρὸν ἀνεκαλεῖτο τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας.