Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον τοῦ Κωνσταντίνου

Εὐσέβιος Καισαρείας

Ο θείος Λόγος, η ουράνια μοναρχία και το πρότυπο του επίγειου βασιλέως

Παραλληλισμός μεταξύ του κοσμικού έργου του άχρονου Λόγου και της διακυβέρνησης του θεοφιλούς βασιλέως, ο οποίος μιμείται τη θεία μοναρχία, νικά τα πάθη και καθοδηγεί τους υπηκόους στη θεογνωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 8

Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαίρωμεν δ᾽ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾽ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾽ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾽ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῇ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾽ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. .. εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾽ ἀμφ᾽ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείργει τὴν θέαν. τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ᾽ ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτῶν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι, ἀγγέλων τε ἄπειρα πλήθη θίασοί τε ἀρχαγγέλων καὶ πνευμάτων ἁγίων χοροὶ τῶν ἀμφ᾽ αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀενάων φωτὸς πηγῶν ἀρυτόμενοι καταυγάζονται. φῶτά τε πάντα καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θεοπρεπέσιν ὕμνοις γεραίρουσιν, μέσος δ᾽ ἀμφιβέβληται μέγας οὐρανὸς περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον.

ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ᾽ οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας. τοῦτον ἡμῖν τὸν μέγαν βασιλέα [Χριστὸν] καὶ αὐτὸς ὁ καλλίνικος ἡμῶν βασιλεὺς ἀνυμνεῖ συνῃσθημένος εὖ μάλα τοῦ τῆς βασιλείας αἰτίου· τοῦτον φιλόθεοι καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσιν πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδων δῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες εὐσεβοῦσιν ὑπὸ μεγάλῳ σωτῆρι διδασκάλῳ παιδευόμενοι, ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖα, φυλαὶ καὶ γλῶσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶτες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες. τί δ᾽; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει τοῖς ἐξ αὐτῆς ἀναδιδομένοις βλαστήμασί τε καὶ ζώοις τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη;

τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι [πηγῶν τε τῶν ἐξ αἰῶνος] βυθῶν 〈τ᾽〉 [ἀπείρων] ἀενάων πηγάζουσαι ῥύσεις τῆς ἀρρήτου θαυματουργίας ἐπιγράφονται τὸν αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγκεκλεισμέναι κυρτούμενά τε κύματα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαί, νεφῶν τε διαέριοι πορεῖαι τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις προφαίνουσιν.

ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων μόνον αὐτὸν οἶδεν κύριον αὐτοῦ τε νεύματι δουλεύων οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ καὶ τοὺς αὐτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν· ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι καὶ λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον αἰθερίων σταδίων διιππεύουσιν ἀγῶνας· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαί, ῥυθμοί τε καὶ τάξεις τοῦ παντὸς τῆς ἀπειρομεγέθους δυνάμεως τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν. αὐτῷ καὶ δυνάμεις ἀφανεῖς ἀμφὶ τὰ δι᾽ ἀέρος ἀνειμένα πεδία ποτώμεναι τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ γεραίρουσιν· ὑμνοῦσι δ᾽ ὕμνοις ἀρρήτοις ἀγγέλων στρατιαί, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα τὸν σφῶν γεννήτορα θεολογοῦσιν· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου ἄλλοι τε τούτων ἄπειροι αἰῶνες αἰώνων πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως μόνον καὶ μέγαν δεσπότην καὶ κύριον ἐπιγράφονται.

τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας ὁ προὼν αὐτοῦ μονογενὴς λόγος, ὁ δὴ μέγας ἀρχιερεὺς τοῦ μεγάλου θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ πατρὸς καθωσιωμένος τιμῇ πρῶτος καὶ μόνος, τῆς πάντων ὑπεριλάσκεται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς δευτερείοις δὲ τῆς πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν πατέρα χορεῦον μεσιτεῦόν τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας τὴν ἄναρχον καὶ ἀγένητον ἰδέαν, ὃ δὴ καὶ ἄνωθεν ἐξ ἀλήκτου καὶ ἀνάρχου θεότητος ἀναβλυστάνον ἔξω πρόεισιν τὸν ὑπερουράνιον χῶρον τά τε εἴσω οὐρανοῦ πάντα κρείττοσιν ἢ καθ᾽ ἥλιον σοφίας καταλάμπον αὐγαῖς. αὐτὸς δ᾽ ἂν εἴη ὁ τοῦδε τοῦ σύμπαντος καθηγεμὼν κόσμου, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὁρωμένοις τε καὶ ἀφανέσιν ἐπιπορευόμενος τοῦ θεοῦ λόγος, παρ᾽ οὗ καὶ δι᾽ οὗ τῆς ἀνωτάτω βασιλείας τὴν εἰκόνα φέρων ὁ τῷ θεῷ φίλος βασιλεὺς κατὰ μίμησιν τοῦ κρείττονος τῶν ἐπὶ γῆς ἁπάντων τοὺς οἴακας διακυβερνῶν ἰθύνει.

Ὁ μέν γε τοῦ θεοῦ μονογενὴς λόγος τῷ αὐτοῦ πατρὶ συμβασιλεύων ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας διαρκεῖ· 〈ὁ〉 δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀπορροίαις χορηγούμενος τῷ τε τῆς θεικῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ. εἶθ᾽ ὁ μὲν τῶν ὅλων σωτὴρ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τήν τε ἀνωτάτω βασιλείαν εὐπρεπῆ τῷ αὐτοῦ πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων ἐπιτηδείους πρὸς τὴν αὐτοῦ βασιλείαν καθίστησιν. καὶ ὁ μὲν κοινὸς τῶν ὅλων σωτὴρ τὰς ἀποστατικὰς δυνάμεις, ὅσαι ποτὲ ἀμφὶ τόνδε τὸν ὑπὲρ γῆς ἀέρα διιπτάμεναι ταῖς τῶν ἀνθρώπων ἐνέχριμπτον ψυχαῖς, ἀοράτῳ καὶ θεικῇ δυνάμει οἷα θῆρας ἀγρίους τῶν αὐτοῦ θρεμμάτων ποιμένος ἀγαθοῦ δίκην πορρωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος ἄνωθεν παρ᾽ αὐτοῦ τοῖς κατ᾽ ἐχθρῶν κοσμούμενος τροπαίοις τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμῳ πολέμου χειρούμενος σωφρονίζει.

καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ λόγου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους. καὶ ὁ μὲν τῶν ὅλων σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννυσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾽ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος.

πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγησαμένων βασιλείας, τριτταῖς ἤδη περιόδοις δεκάδων πρὸς τοῦ παμβασιλέως θεοῦ τιμηθείς, οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾽ ἀπάταις καὶ λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας ἀπομειλισσόμενος, τὴν δ᾽ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυσίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ τὸν νοῦν τὸν θεοπρεπέστατον ἀφιερῶν αὐτῷ.

θυσία γὰρ αὕτη προσηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ὅλος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεύς, θύει δ᾽ ἅτε ποιμὴν ἀγαθός [οὐκ] Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας, τῶν ὑπ᾽ αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.

Ὁ δὲ τῷ τοιῷδε χαίρων ἱερείῳ καὶ τὸ δῶρον ἀσμένως ἀσπαζόμενος τῆς τε σεμνῆς καὶ καλλιπρεποῦς θυσίας τὸν ἱεροφάντην ἀγάμενος προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεσίας, παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ᾽ ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος καὶ ὥσπερ εὐθαλεῖ καὶ ἀκμαίῳ φυτῷ χρόνων αὐξήσεις δωρούμενος. πρῶτόν γε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ᾽ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑορτῆς δεκάδι.

ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καισάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· “καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου.„ οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων.

ὁ δ᾽, ὡς φῶς ἡλίου [μαρμαρυγαῖς, ταῖς τῶν καισάρων ἐπιλάμψεσι] τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ᾽ ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίας τε καὶ ὁμονοίας ἁρμοσάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα διασκοπούμενος. κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος, ἄνω βλέπων κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ 〈ὁ〉 τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουσίας ὁ [τὴν] κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος. μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία.

διὸ δὴ εἷς θεὸς ἀλλ᾽ οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ᾽ ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ᾽ αὐτὸν καὶ μετ᾽ αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφανῶν τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων, ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται λόγος οἷά τις μεγάλου βασιλέως ὕπαρχος. ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν προφήτην τε τοῦ πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον φωτός τε ἀπαύγασμα πατρικοῦ μονογενῆ τε υἱὸν καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί, ὃν δὴ ζῶντα λόγον καὶ νόμον καὶ σοφίαν ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστησάμενος, μεγίστων ἀγαθῶν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο. ὁ δὲ διήκων τὰ πάντα πάντη τε ἐπιπορευόμενος καὶ τάς τε τοῦ πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας μέχρι καὶ τῶν ἐπὶ γῆς λογικῶν τὸ τῆς βασιλικῆς δυναστείας ἐξέτεινεν μίμημα, θεϊκαῖς δυνάμεσι τὴν κατ᾽ εἰκόνα τὴν αὐτοῦ πεποιημένην ἀνθρώπου ψυχὴν κατακοσμήσας· ἔνθεν αὐτῇ καὶ τῶν ἄλλων ἀρετῶν ἡ κοινωνία θεϊκῆς ἐξ ἀπορροίας περίεστι.

μόνος μὲν γὰρ σοφὸς ὁ καὶ θεὸς μόνος. ὁ δ᾽ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος, ἰσχύι τε δυνατὸς αὐτὸς μόνος, καὶ γεννήτωρ μὲν αὐτῆς δικαιοσύνης, πατὴρ δὲ λόγου καὶ σοφίας, πηγή τε φωτὸς καὶ ζωῆς, ἀληθείας τε καὶ ἀρετῆς ταμίας, καὶ δὴ βασιλείας αὐτῆς ἀρχῆς τε πάσης καὶ ἐξουσίας καθηγεμών.

Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ᾽ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ᾽ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ᾽ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοσύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ᾽ ἀρχῆς καὶ βασιλικῆς ἐξουσίας πόθεν ἀνθρώποις ὑπεισῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐπὶ γῆς ἐξηγόρευσεν; ἀλλ᾽ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θεότητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων.

ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοσόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φαντασία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ᾽ εἰκόνα θεοῦ καὶ καθ᾽ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι [τοῦτ᾽ εἰδέναι] ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι᾽ ἣν καὶ ἀφῖκται, θνητοῖς [τε] εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ᾽ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι, τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆν βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ᾽ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.

Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μεθέξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ᾽ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοσύνης, σώφρων τε σωφροσύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος. ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν 〈ἂν〉 οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρέποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ᾽ ἐλευθερίου διαθέσεως, μωρίαν δ᾽ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσσέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ᾽ οὔποτ᾽ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος. πῶς δ᾽ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουσίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος;

πῶς δ᾽ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ᾽ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ᾽ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων; διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ [ὁ] κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ᾽ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ᾽ οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ᾽ οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.

βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ᾽ ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν ποθεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁψῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων ἀρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπιστασίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς (μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται), τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνησίαν ψυχῆς παίδευσιν. ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ᾽ ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν 〈τε〉 κοινὴν ἁπάντων φύσιν καὶ παρ᾽ ἑαυτῷ βλέπων.

ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς 〈δ᾽〉 αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι᾽ ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ᾽ ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν. ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ᾽ οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῶν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προσήκειν ἑτέροις ταῦτα ἀλλ᾽ οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοερὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται.

τούτων δὴ ἕνεκα πάντων ὁ τὰ θεῖα πεπαιδευμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβείᾳ πράττων καὶ τοῖς ὑπ᾽ αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωσίαν προβαλλόμενος.