Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΝΑ΄ - Ξ΄

Υπομνηματισμός των ψαλμών 51 έως 60, με εκτενείς ιστορικές αναφορές στους διωγμούς του Δαβίδ, την καταδίκη της κακίας, και την ελπίδα της Εκκλησίας στη θεία προστασία έναντι των νοητών εχθρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 16

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΑʹ. Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀχιμέλεχ. Ὁ μὲν λγʹ ψαλμὸς εἴρηται τῷ Δαυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπισημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε Δαυῒδ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ᾽ αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα· Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τʹ καὶ εʹ ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.

Ταῦτ᾽ οὖν μαθὼν Δαυῒδ τοῦτον πεπραγμένα τὸν τρόπον, τοὺς προκειμένους προσφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ἄλλο τοιοῦτον. Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων, ᾠδὰς αὐτῶν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπιγέγραπται· μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συνέσεως· ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικὰ ἐν οἷς φησιν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, καὶ τὰ ἑξῆς. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος, τῆς ἱερατικῆς ἀπεγεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν· εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ Θεῷ λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ, ὅτε τοῦ διαβόλου Δωὴκ τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς, ἔργῳ διαβολικῷ χρησάμενος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, καὶ ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ νʹ ψαλμοῦ. Ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, καὶ πέπρακτο καὶ εἴρητο.

Μακροῖς δὲ ὕστερον χρόνοις, μετὰ τὸν θάνατον Σαοὺλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς αὐτοῦ βασιλείας, ὁ Δαυῒδ τὴν ἐν τῷ νʹ ποιεῖται ἐξομολόγησιν, ἣν προὔταξε διὰ τὴν πρὸς τὸν μθʹ ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. Οἱ δ᾽ ἀπὸ τοῦ αʹ καὶ νʹ τὸν ἀριθμὸν εἴκοσι, τοῦ Δαυῒδ ἐπιγεγραμμένοι, μέχρι τοῦ οʹ ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφασιν· ἐοίκασι γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι, πρὶν ἢ βασιλεῦσαι τὸν Δαυΐδ. Ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, ὅτι ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀλλὰ καὶ ὁ νγʹ· Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Οὐχὶ ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν; εἴρητο. Καὶ ὁ εʹ δὲ καὶ νʹ· Ὅτε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γὲθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ Δαυῒδ, ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ, καὶ ὁ νϛʹ ἐπιγράφει· Τῷ Δαυῒδ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ὡσαύτως καὶ ὁ νηʹ· Ὁπότε, φησὶν, ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.

Ὅ γε μὴν νθʹ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο, ἤδη βασιλεύοντος τοῦ Δαυῒδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας.

Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ νʹ ψαλμῷ ἐξομολόγησιν. Ἔτι μὴν καὶ ὁ ξβʹ ψαλμὸς ἐλέχθη τῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλμῶν τοῦ Δαυῒδ, παρεκτὸς τοῦ νʹ, τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. Τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μʹ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ νʹ ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ϛʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζʹ δέ· Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυῒδ, τῷ Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁ ιζʹ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυῒδ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζʹ, ἐπιγεγραμμένος εἰς ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ϛʹ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ νʹ φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι᾽ ὧν φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφαλήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Καὶ σὺ δ᾽ ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν νʹ τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν· ἀλλ᾽ οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ διαφθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλάχθαι ἔοικεν. Διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν Δαυῒδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ᾽ ἄν τις, ὅτι καθ᾽ ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομολογήσεις ἑαυτοῦ· Ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.

Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀποδοθεῖσαν τάξιν γεγυμνασμένων, καιρὸς ἤδη καὶ ἐπὶ τὰς προκειμένας φωνὰς τοῦ ναʹ παρελθεῖν.

Γράφει τοίνυν τοὺς προκειμένους λόγους, μαθὼν ὁποῖα διεπράξατο Δωὴκ ὁ Σύρος ἐν ταῖς κατ᾽ αὐτοῦ διαβολαῖς. Διὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. Οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον, καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ, νυνὶ δὲ διὰ τοῦ Δωὴκ, καὶ ἄλλοτε ἄλλως δι᾽ ἑτέρων. Ὁ μὲν οὖν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψεται ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἂν, καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἑαυτῷ φάρμακον δι᾽ ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ᾽ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ νʹ ψαλμῷ. Ἐν ἐκείνῳ μὲ γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ, ποτὲ μετεγίνωσκε καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος, καὶ τὰ ἑαυτοῖ κακὰ ἀποκλαόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὤν φησι· Καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς, καὶ ἐκ ῥιζώσει σε ἐκ γῆς ζώντων εἰσαεί· ἵνα δίκαιοι βλέποντες ἀεὶ φοβῶνται, καὶ καταγελῶσιν αὐτοῦ λέγοντες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέθετο τὸν Θεὸν ἰσχὺν αὐτοῦ· ἀλλ᾽ ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ ἑαυτοῦ.

Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωὴκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραήλ· καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ Θεοῦ, θεοσεβεῖν τε προσποιούμενον.

Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατὸν, τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν, ὁ τῶν ψυχῶν γεωργὸς ἐκτῖλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ καὶ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι, Ἐκταλεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ᾽ ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ, τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν ὀφθαλμοῖς παραλαβόντες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν, τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώλειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε θεώμενοι· ἀποδέξονται δὲ τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. Εἶτα καὶ τὰς αἰτίας διελεύσονται, δι᾽ ἃς ταῦτα πέπονθεν ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν.

Δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδ᾽ ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὑτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ μὴ σαλεύειν τῇ ἐλπίδι· ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας, ἑαυτὸν ἔπαιξε, πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ.

Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν. Ἐγὼ δὲ, φησὶν ὁ Δαυῒδ, ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ ψυχῶν, καὶ εἰς διακονίαν σωτηρίων λόγων. Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρπος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ.

Διό φημι· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἢ κατὰ τὸν Σύμμαχον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ Θεοῦ· ἀλλ᾽ ἔνδον ἐν αὐτῷ ὥσπερ ἐν γεωργίῳ Θεοῦ πεφυτευμένος, καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγινόμην καὶ ἀειθαλὴς, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταῦτα λέγων ὁ Δαυῒδ, οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ· οὔτε γὰρ ᾠκοδόμητο· ἀλλ᾽ οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ.

Φεύγων γὰρ τὸν Σαοὺλ παρ᾽ ἑτέροις τὰς διατριβὰς ἐποιεῖτο· ὅμως δ᾽ οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένον· οἶκον Θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα. Καὶ ἐπειδήπερ κατάκαρπος, οὐδὲ πικροὺς φέρων καρποὺς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρεβάλλετο, τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος, καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέγει· Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου. Ἐχρῆν γὰρ τὴν τῶν πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀποκταλῆναι. Ὁ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· Ἡ γὰρ ἐλπὶς, κατὰ τὸν Ἀπόστολον, οὐ καταισχύνει. Εἶθ᾽ ὡς ἐπ᾽ ἀγαθοῖς καρποῖς, ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑποτυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγὼ, φησὶν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις· διὸ οὐδέποτε παύσομαί σοι τὴν χάριν εἰδὼς, καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰρ ἀγαθῆς ἐλπίδος ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. Διὸ ὑπομενῶ τὸ ὄνομά σου, φησὶν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς ὁσίοις, εἰκότως ὑπομενῶ τὸ ὄνομά σου, εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. Οὕτω γοῦν ἤλπισα ἐπ᾽ αὐτῷ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΒʹ Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ μὲν νʹ ἐξομολόγησιν τρόπου μεταγινώσκοντος ἐφ᾽ οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ, ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου· ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος, καὶ ὁποῖον τὸν πρότερον. Τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο· Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματος· ἐκ προσώπου δὲ τοῦ ἐξομολογησαμένου ἐπήγετο ἑξῆς τὸ, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸν αἰῶνα. Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμὸς, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ᾽ οὐδὲ ᾠδὴ, οὐδέ τι τῶν τοιούτων, προφητείαν περιέχει τῆς σωτηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ;

ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ· ὅτε γὰρ, ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας, καθάρσεως ἔμελλε τεύξεσθαι· ὅτε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ᾽ ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ Σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου. Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω.

Σημειώσῃ δὲ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προφητεία ἔγκειται τῇ βίβλῳ τῶν Ψαλμῶν· ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγʹ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. Σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ᾽ ἀρχῆς μέχρι τέλους καὶ ὁ ιγʹ ὁμοίως ἔχει τῷ παρόντι· ἀρχόμενος μὲν ἀπὸ τοῦ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· τελευτῶν δὲ εἰς τό· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. Ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ μὲν ιγʹ εἰς τὸ τέλος τῷ Δαυῒδ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν, ὑπὲρ Μαελὲθ, συνέσεως. Ὁ μὲν Ἀκύλας, ἐπὶ χορείᾳ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Θεοδοτίων, ὑπὲρ τῆς χορείας, καὶ ἡ πεμπτὴ ἔκδοσις ὡσαύτως. Ἀναγκαίως δὲ πρόκειται τὸ, συνέσεως· ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ᾽ ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγʹ δεύτερον ἐνταῦθα παρείληπται. Τὸ δὲ, εἰς τέλος, ἐν ἀμφοτέροις κείμενον, σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ᾽ ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφητευόμενα.

Ἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, τὸ Σωτήριον τοῦ Θεοῦ, ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις, χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην, εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ Πατρός· εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορμᾷ.

Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας, ἢ ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν, οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς, λέγων ἑξῆς· Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν καὶ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.

Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις, ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι σημαίνει; Ἀλλ᾽ ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς, διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Συνεῖδε γὰρ τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ Σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολεμίων δυναστείας· ὧν ἐπιτελουμένων, ἡ τοῦ Θεοῦ χορεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων τῆς αἰχμαλωσίας. Εἰκότως οὖν εἰς τὸ τέλος ἀναπέμπεται τὰ λεγόμενα, καὶ ὑπὲρ Μαελὲθ, τουτέστιν ὑπὲρ τῆς χορείας, λέλεκται· ὡσεὶ σαφέστερον ἡρμήνευτο, ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμαλωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει.

Εἴρηται δὲ, τῷ Δαυῒδ, ἡ προφητεία, ὑπ᾽ αὐτοῦ λεχθεῖσα. Διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τοῦ Δαυῒδ, ἐπιγέγραπται. Καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐτὸς ὁ Δαυῒδ, προφήσας τό· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου. Διὸ ἐν μὲν τῷ νʹ ἔλεγεν· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου σου· ἐν δὲ τῷ προκειμένῳ Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγʹ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβʹ, πολλὴν εἶχεν ἀκολουθίαν.

Εὐξάμενος γὰρ ἐν τῷ ιβʹ, ὁ αὐτὸς καὶ εἰπών· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς συνάψας, ἐπιλέγει· Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ Σωτηρίῳ σου. Καὶ ἐπειδήπερ ἐμνημόνευσε τοῦ Σωτηρίου ἐν τῷ ιβʹ, ἐν τῷ ιγʹ ἀκολούθως φησί· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ;

Ἡ μὲν οὖν προγραφὴ, πολλῆς συνέσεως δεομένη, ὑπὲρ τῆς χορείας ἐλέγετο, τῆς μελλούσης διὰ τοῦ Σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾽ οὗ καθ᾽ ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ Θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθολικὴ τοῦ Θεοῦ Ἐκκλησία ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἄσειστον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. Τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει. Εἶπε γάρ· Φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγʹ ἐδηλοῦτο, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις· εἰ καὶ μάλιστα τῆς παρ᾽ ἡμῖν ἑρμηνείας, λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ.

Ἀντὶ γὰρ τοῦ, Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγʹ, Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι· καὶ πάλιν ἀντὶ τοῦ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, Οὐκ ἔστι ποιῶν χρηστότητα, περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται.

Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ Θεοῦ ἐννοιῶν, καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. Τοῦ γὰρ Θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα, ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδείς ἐστι μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ Θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν τὰ πάντα ἐφορῶσαν, οὔτε νοῦν τὸν καθόλου, οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν, ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων, πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες, ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν· οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ Θεοῦ σπέρματα, καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν, ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. Διὸ εἴρηται· Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διεφθάρησαν καὶ βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας. Ἐπετήδευσαν γὰρ τὴν βδελυρίαν, τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας.

Τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ᾽ ἣν φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, κατὰ τὸν ἱερὸν Ἀπόστολον;

Εἶτ᾽ ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασι. Διὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν· καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες. Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων, διδάσκει. Εἶτ᾽ ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφε.

Καὶ ἐπειδὴ, ζητῶν, οὐδένα τοιοῦτον εὗρεν, τῷ πάντας ἐκκλῖναι, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειωθῆναι, ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν· εἰκότως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὑτοὺς, τὰ ἑξῆς λέγων· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου;

Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο· ἐκεῖ φοβηθήσονται φόβῳ οὗ οὐκ ἦν φόβος. Ἐπειδὴ, διακύψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ Θεὸς, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ· εἰκότως οἷά τις ποιμὴν ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης, ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς, λέγων· Οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀνθρωπείου.

Οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατάβρωμα ἑαυτοῖς ἐποιήσαντο, οἷα δεινοὶ θῆρες τὰς ψυχὰς αὐτῶν κατεσθίοντες, κατὰ τὸ εἰρημένον ἐν προφητείαις· Οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οὗτοι οὖν αὐτοὶ νῦν μὲν, φησὶν, ὡς οὐκ ἂν τὸν Θεὸν πρὸ ὀφθαλμῶν θέμενοι, ταῦτα κατὰ τοῦ λαοῦ καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης διεπράξαντο.

Μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράττοντες διατελέσουσιν; Ἔστω δὲ νῦν, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, τἀναντία τῷ Θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες, μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπελευσομένην αὐτοῖς δίκην; Καὶ μὴν ἔσται καιρὸς, ἐν ᾧ φοβηθήσονται φόβον. Ποῖος δ᾽ ἂν εἴη οὗτος ἢ ἐκεῖνος καθ᾽ ὃν ἐπιλάμψαντος τοῦ Σωτηρίου, οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται· αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους δαίμονας φόβος λήψεται ἐκεῖ οὗ οὐκ ἔσται φόβος;

Τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φόβος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπιπεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπαρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὁ γὰρ Θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλλόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ Θεὸς ἀπεδοκίμασεν αὐτούς. Καὶ ὁ Ἀκύλας δὲ τῆς αὐτῆς ἔχεται διανοίας λέγων· Ὅτι ὁ Θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν αὐτούς. Ἡ δὲ τοῦ λόγου διάνοια παρίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. Ὀστᾶ γὰρ διασκορπιζόμενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνάμεις, ἃς διασκορπίζειν κατὰ τὸν σημαινόμενον καιρὸν ὁ λόγος ἀπειλεῖ. Τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ Θεὸς ἢ ἐξουθενήσῃ, τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας.

Ταῦτα εἰκότως ἠπείλησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ Θεοῦ λόγος· ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητήσας τε ἐν αὐτοῖς εἰ ἔστι συνιὼν ἢ ζητῶν τὸν Θεὸν, οὐδένα εὗρε· κατέλαβε δὲ τοὺς πάντας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέντας, ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν. Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγʹ περιέχει· παρήλλακται δὲ τὰ ἑξῆς. Ἐν μὲν γὰρ τῷ ιγʹ συνῆπται τούτοις τὸ, Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ, βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δὲ, Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ μὲν εἰς τὸν ιγʹ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους· τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν.

Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Μεγάλα φαντασθεὶς ὁ Προφήτης ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους, ἑξῆς ἐπήγαγε τὸ, Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον; ὡσεὶ ἔλεγε· Τίς δώσει ἤδη ποτὲ ταῦτα δι᾽ ἔργων χωρῆσαι;

Οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Σωτηρίου τοῦ Θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέρεται τῶν Γραφῶν. Ἐπεύχεται τοίνυν λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον· Σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν· ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔντε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ Σωτήριον αὐτοῦ. Ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· καὶ πάλιν· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· καὶ ὁ Ἡσαΐας, Ἀποκαλύψει, φησὶ, Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ τὰ ἑξῆς. Ἤδη δὲ πολλάκις παρατεθείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔτι νήπιον ὄντα, ταῖς ἀγκάλαις λαβὼν, ἀνεφώνησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ὄνομά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν.

Ἀλλὰ ταῦτα μὲν ἐν Εὐαγγελίοις ἐπληροῦτο. Οἵ γε μὴν παλαιοὶ προφῆται, τὸ μέλλον τῷ Πνεύματι προθεωροῦντες, καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι, ἐπεβόων ἐν εὐχαῖς, τοτὲ μὲν φάσκοντες· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν· τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλε γίγνεσθαι ἐπιφανέντος τοῦ Σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων· Ἐν τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.

Ὁρᾷς, ὡς, ἐπιφανέντος τοῦ Σωτηρίου, ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σωτήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐτοῦ προσώπου προφήτῃ· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν; ἢν μετὰ χεῖρας αὐτὸς ὁ Σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν, καὶ τὸν τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης, χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται, τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθερωτῇ βασιλεῖ. Τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τότε δὲ, πότε, ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ Θεοῦ, ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμενον λαὸν, καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους; Τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει φάσκοντος τοῦ λόγου· Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς.

Οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Δύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπεπτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων μὲν, ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ Σωτηρίου.

Ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους, καὶ πατριάρχας, καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδωλολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει· τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας, τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας, ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέντας, καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεὸς, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας.

Ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ Σωτηρίου ἐπιλάμψεως, ὁ πάλαι παρὰ Θεῷ ἤδη ἀναπεπαυμένος προφητικὸς χορὸς, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζόμενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγματα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται, συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ Σωτηρίου ἐλευθερουμένοις.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ, ΕΝ ΤΩ ΕΛΘΕΙΝ ΤΟΥΣ ΖΙΦΑΙΟΥΣ ΚΑΙ ΕΙΠΕΙΝ ΤΩ ΣΑΟΥΛ· ΟΥΚ ΙΔΟΥ ΔΑΥΙΔ ΚΕΚΡΥΠΤΑΙ ΠΑΡ᾽ ΗΜΙΝ; ΝΓʹ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λελεγμένοι ἐκ τῆς ἐφ᾽ ἑκάστῳ κειμένης προγραφῆς· οὕτω καὶ νῦν αἱ καθ᾽ ἕκαστον ψαλμὸν προγραφαὶ δηλωτικαὶ τυγχάνουσι τοῦ χρόνου καθ᾽ ὃν ἐλέχθησαν.

Αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν· ὡς ἂν ἐκεῖθεν μάθοιμεν, ἐφ᾽ οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ Δαυῒδ ἀνέπεμψεν. Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρόπον· Καὶ ἐκάθισε Δαυῒδ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Εἶθ᾽ ὡς ἦλθεν Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. Καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου, καὶ Δαυῒδ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· οἷς ἑξῆς ἐπιλέγει· Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν ἐν Μεσαρᾶ ἐν τοῖς στενοῖς, ἐν τῇ καινῇ; Ὃ δὴ μαθὼν Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ Δαυΐδ. Ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέγραπται γάρ· Καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυῒδ εἰς τὴν ἔρημον Μαών. Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἐγένετο Δαυῒδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ Δαυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς. Καὶ ἄγγελος ἦλθε πρὸς Σαοὺλ λέγων· Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν.

Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυῒδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων. Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας. Ἐφ᾽ οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ Δαυῒδ γραφῇ παραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. Διὸ καὶ ἐπὶ σύνεσιν ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Κατὰ δὲ τὸν Ἀκύλαν· Τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ Δαυΐδ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ Δαυΐδ. Ἐπειδὴ καὶ φεύγων καὶ τὴν ἔρημον μεταδιώκων, ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώμενος καὶ τοῖς δι᾽ αὐτοῦ εἰς Θεὸν ἀναπεμπομένοις ὕμνοις· καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι᾽ εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν.

Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν; Τοῦτο μαθὼν ὁ Δαυῒδ ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων, τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν, δι᾽ αὐτοῦ τῷ Θεῷ τὴν λογικὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι᾽ ὧν ἀξιοῖ σωθῆναι ὑπὸ τοῦ Θεοῦ, οὐκ ἄλλως ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὥσπερ γάρ ἐστί τινα ἐν ταῖς ἐπῳδαῖς κατὰ τῶν ἰοβόλων ἑρπετῶν ῥήματα καὶ ὀνόματα, τοσαύτην ἐμφαίνοντα δυνάμεως ἰσχὺν, ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβερώτατα τῶν ἑρπετῶν· τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχάνειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναντίων δυνάμεων ἀπελατικόν. Ἐβούλετο τοίνυν σωθῆναι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καὶ οὐκ ἀκρίτως τε ἐβούλετο· ἀλλ᾽ εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας. Διὸ ἐπιλέγει· Καὶ ἐν τῇ δυναστείᾳ σου κρινεῖς μοι· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δικάσεις μοι. Πρότερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ᾽ οὕτως εἰ φάνειε ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ, μετερχομένου τοὺς ἀδικοῦντας.

Ταῦτ᾽ εἰπὼν, προστίθησι λέγων· Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου· ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν. Καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀναπέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· Ὁ Θεὸς, εἰσάκουσον, καὶ τὰ ἑξῆς. Τί δ᾽ ἂν ἐβούλετο ἡ προσευχὴ, καὶ ποίαν δικαιολογίαν εἶχε, ἑξῆς παρίστησι λέγων· Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ταῦτ᾽ ἦν τὰ τῆς δικαιολογίας. Καὶ ὅρα πῶς οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ᾽ ἅτε Θεῷ τῷ πάντα εἰδότι διαλεγόμενος, αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται, τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. Μήποτε δὲ τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ᾽ αὐτοῦ; Τοῦτο δ᾽ ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν.

Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ᾽ αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν· πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις. Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ Δαυῒδ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ᾽ αὐτοῦ βοηθείας.

Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ᾽ ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. Διὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.

Διάψαλμα. Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ᾽ ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ᾽ οὖν ἐξ ἁγίου Πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου· τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ.

Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ᾽ αὐτοῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀποτειχίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολικοῖς κατ᾽ αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν· Ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοιαύταις χρῶνται κατ᾽ ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ καταλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημένοι, ὡς τῇ ψυχῇ· εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς.

Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. Διὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ᾽ ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ᾽ οἷς εὖ πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν· ἀρχὴν ἔτ᾽ ἐχούσης τῆς κατ᾽ αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. Διό φησιν· Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει, καὶ ἐπ᾽ αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγγέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι.

Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ᾽ ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι.

Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι᾽ ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν παραιτούμενον μὲν τὰς δι᾽ αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι᾽ αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυσίαν, αὐτὸ τὸ ἐπ᾽ ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. Διὸ συνάπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης.

Ἐφ᾽ οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει, καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ Θεῷ.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ΔΑΥΙΔ ΝΔʹ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστορίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυῒδ καθ᾽ οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος.

Λέγει δ᾽ οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.

Ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυῒδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς. Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ᾽ ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ᾽ ἐχθροῦ ταῦτ᾽ ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρός με ταῦτ᾽ ἐποίει, οὐδὲν ἦν θαυμαστόν· νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ᾽ ἐμοῦ καθεσταμένος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας;

Ταῦτα δὲ τὸν Δαυῒδ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ᾽ εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ ἢ φίλος, ἢ, κατὰ τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ᾽ ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ᾽ οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ Δαυῒδ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ.

Προφανῶς δ᾽ ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυῒδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ᾽ οὖν αὐτὸν εἰκότως, καὶ ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ᾽ οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυῒδ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ᾽ οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ᾽ ἔτι ἀλλοφύλων οὔσης.

Τὸ δ᾽ ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυῒδ, καὶ λέγειν· Ἐλθέτω θάνατος ἐπ᾽ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ᾽ ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυῒδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐτὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυῒδ πεποιηκότα; Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυῒδ πρόσωπον· προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ᾽ αὐτοῦ; Ταῦτ᾽ οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός.

Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι᾽ ἔργων αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ Σωτηρίου ὕμνων καὶ ψαλτηρίων, καὶ ᾠδῶν μετεῖχε τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτηρίας τῶν δι᾽ αὐτῆς λελυτρωμένων. Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς.

Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τοῦ λέγοντος, καὶ τοῦτ᾽ αὐτῷ πρῶτον παρασχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὥσπερ γὰρ δυσωπεῖ τὸν Θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι· τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεωρίας.

Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ᾽ οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι᾽ ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι᾽ ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά.

Εὔλογα τοίνυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολεσχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ᾽ ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ᾽ ἐμοῦ ἀσέβειαν, καὶ μετ᾽ ὀργῆς ἠναντιώθησάν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνομίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν· περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου.

Ἀλλὰ καὶ δειλία θανάτου εἰσέπεσεν ἐπ᾽ αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ᾽ ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι᾽ ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Ἐκάλυπτέ τε αὐτὸν σκότος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἱλίνδησις· ἢ, κατὰ τὸν Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα.

Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ γίγνεσθαι πραγμάτων, τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι, καὶ φόβου καὶ δειλίας, καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερβολήν.

Εἶθ᾽ ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι, πτηνός τε δι᾽ ἀέρος ἐκφυγεῖν. Διὸ ἐπιλέγει· Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως, πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν.

Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρασθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προσεδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι᾽ ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν.

Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, Δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν.

Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ᾽ ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν. Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλμων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ᾽ αὐτοῦ συσκευαζόμενοι. Ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦροι πολλοὶ, μόσχοι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευε διὰ τὰς κατ᾽ αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις.

Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Ποντίου Πιλάτου κατ᾽ αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ Εὐαγγέλια. Ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν καʹ ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ᾽ ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ᾽ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος ὡς ἀληθῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ᾽ αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ ταῦτα ἐπράττετο οὐ δι᾽ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες.

Πρωΐας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀνεφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν, κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμμαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά.

Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά· ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι.

Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι᾽ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ᾽ ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ᾽ ἐμοῦ πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά.

Τὰ μὲν γὰρ ὑπ᾽ ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ᾽ αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ᾽ ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ᾽ ἐμοῦ ὁρῶν, οὐκέτ᾽ ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο.

Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βαστάξω· οὐδὲ διὰ μίσους μοι ἐπ᾽ ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι.

Ἐλθέτω θάνατος ἐπ᾽ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ᾽ αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ᾽ αὐτούς.

Τίς δὲ θάνατον ἐπάξει ἐπ᾽ αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν. Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Ἐπεὶ τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή· Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν· οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ᾽ ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. Διὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· Ἐλθέτω θάνατος ἐπ᾽ αὐτοὺς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἶ ὁ Χριστὸς τοῦ Θεοῦ, προσποιούμενοι δὲ μὴ εἶναι;

Διὸ καὶ ὁμοίως τοῖς περὶ Δαθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς διαλήψεται τέλος.

Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ᾽ οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ᾽, ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν.

Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ᾽ ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάντας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι θαυμαστὰ καὶ παράδοξα. Διό φημι· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ.

Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. Διό φημι· Λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι· ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ᾽ οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας.

Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ᾽ ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ᾽ ἐμοῦ τετόλμηκεν.

Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ᾽ ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων· οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός. Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ᾽ ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι.

Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε, πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προσήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων Λυτρωτοῦ καὶ Σωτῆρος. Διό φησι περὶ αὐτῶν ὁ λόγος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ᾽ ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι.

Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ᾽ αὐτοῦ εἰρήνην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. Διὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδοθέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἒν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυντικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί.

Καὶ ταῦτ᾽ ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ᾽ ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν.

Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ, σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχε, τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί· ἢ κατὰ τοὺς Ἑβδομήκοντα· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.

Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ᾽ αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευθεὶς, δι᾽ ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ᾽ οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς.

Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ᾽ εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ᾽ ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον.

Λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν.

Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ᾽ οὐ πολὺν χρόνον τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοιαύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν, ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται· Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης, ἢ καὶ αὐτὸς ὁ προφητευόμενος.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕʹ. Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με.

Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυῒδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προσεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χʹ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ᾽ ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ Δαυῒδ, καθ᾽ ὃν καιρὸν ἅμα τοῖς χʹ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ᾽ ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. Διὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυῒδ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.

Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυῒδ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένου τοῦ Δαυῒδ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις· Τῷ νικοποιῷ ὑπὲρ τῆς περιστερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ Δαυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε.

Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυῒδ παρὰ τοῖς ἀλλοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. Διὸ μογιλάλον περιστερὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι.

Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμαχον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προφήτῃ ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ Δαυῒδ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ᾽ ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων· τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι᾽ ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ Δαυῒδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφροσύνη, καθ᾽ ἣν τελείαν ἐπεδείκνυτο ἀρετὴν, οὐδένα μῶμον ἐπαγομένην. Διὸ τοὺς προκειμένους λόγους, ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας, ἀνέπεμπε τῷ Θεῷ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ᾽ αὐτοῦ πολέμῳ· διὸ ἐπιλέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με.

Εἶτ᾽ ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ᾽ αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ᾽ αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ᾽ ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ᾽ ἑξῆς φησιν· Ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὃ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα.

Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ᾽ ἐμοῦ ὁ Σαοὺλ, ἀλλ᾽ οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν.

Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν.

Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων, ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν Δαυῒδ ἐλαύνοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Εἶτά φησιν· Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ᾽ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἐφρόντιζον· κατ᾽ ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ᾽ ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι.

Ἀλλ᾽ εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν.

Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπέμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ᾽ αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ᾽ ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς· καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν᾽ ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ᾽ ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει.

Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ᾽ ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ᾽ ἔπραττον· ὁ γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν.

Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ᾽ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστράφης αὐτά· ἀλλ᾽ ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας.

Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.

Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ πέποιθα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷ καυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπὶ τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω λόγον· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνοποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξάμην· ἀλλ᾽ ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι᾽ αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι· ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ᾽ αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν.

Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες, τὸ ἐπ᾽ αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἥγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ᾽ οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ᾽ ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. Διό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· ἀλλὰ καὶ τοὺς πόδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν διετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ᾽ ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα· ἐπεὶ μηδ᾽ οὕτως ἤμην στεῤῥὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσούτων εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. Διὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς.

Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυῒδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· Ὃ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο.

Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδεχομένους αὐτό· ὅπερ εἰδὼς ὁ Δαυῒδ δι᾽ εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟΔΙΔΡΑΣΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗΛΑΙΟΝ. Νϛʹ. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυῒδ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ᾽ οἷς διατρίβων τὸν νεʹ ἀναγέγραπται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν. Συνήγοντό τε παρ᾽ αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ᾽ αὐτῶν ἡγούμενος. Ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ᾽ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη ζητῶν τὸν Δαυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο.

Καὶ εἶπαν οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ.

Καὶ εἶπε Δαυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ᾽ αὐτόν· ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε Δαυῒδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυῒδ ἀνέγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμαʹ ἐπιγεγραμμένος, Συνέσεως τῷ Δαυῒδ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν.

Δοκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμαʹ, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ᾽ ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμαʹ φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυΐδ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγίνωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχὴν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλλον δι᾽ ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν· Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον· ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι᾽ αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυῒδ φυγῆς.

Δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον, ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε, τὸν Δαυῒδ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι.

Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι᾽ ὧν φησιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι᾽ ὧν εἴρηται· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ.

Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. Λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλάτω. Ἀλλ᾽ οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. Ποία γὰρ ἦν εὐκαιρία τότε, ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν, κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον, ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀνδρῶν τῶν συνόντων αὐτῷ, λέγειν· Ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ, καὶ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου.

Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν Δαυΐδ· ὁ δ᾽ ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθίζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας.

Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον Δαυῒδ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυναμένους τε αὐτὸν οἴκοι παρ᾽ ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου· οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον πραότητος καὶ ἀνεξικακίας τοῦ Δαυῒδ ἀρετὴν, ταπεινοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ᾽ ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατίθησι στηλογραφία. Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋσῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ τοιαύτη ἀρετὴ (ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·) διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος.

Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Δαυῒδ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμενον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι᾽ ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυνικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχομένων τυφούμενος, οὐδὲ μέγα φρονῶν καὶ βρενθυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ᾽ ὅτι πλείους τοὺς παρ᾽ αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας· ἐγὼ δὲ, μικρὸς ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ᾽ ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ ἀνομία, καὶ ἡ κατ᾽ ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμένος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ᾽ ἐν αὐταῖς ταῖς σαῖς πτέρυξιν, ὡς ἂν προκόψας καὶ ἠλευθερωμένος πάσης ἀνόμου πράξεώς τε καὶ ἁμαρτίας, ἐλπιῶ.

Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Διάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. Διὸ καὶ σιωπῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ Δαυῒδ ἐκεκράγει πρὸς τὸν Θεόν. Εἶθ᾽ ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με.

Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεοῦ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σωτηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ Δαυῒδ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σωτῆρος ὁ Ὕψιστος· ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδίδου εἰς ὄνειδος, ὤφελον καὶ βελτίους ἀπεργαζόμενος, διὰ τοῦ ὀνειδίζειν καὶ ἐπιστρέφειν εἰς ἑαυτόν.

Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λείπουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν Δαυῒδ, παρέστησεν ἐνταῦθα εἰπών· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελλομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέγετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν; Ὁ δ᾽ αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον εἴρηται ἐν τῷ φάσκοντι ψαλμῷ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσει.

Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπόστατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀποστέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σωτηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πατρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ᾽ ἐνέργειαν οὐσιωμένος. Ὁ γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀληθῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ᾽ εἶναί φασι τὸν ἐνδιάθετον. Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐνδιάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λόγος, ὑπόστατος τυγχάνει, κατ᾽ οὐσίαν ὑφεστὼς, ἕτερός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνωτέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀποληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλλως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ᾽ ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος.

Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ᾽ ἀπτόητος ἤμην καὶ εὐθαρσής.

Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων· Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.

Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δόρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων ἀναιρετικοῖς ὀργάνοις. Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περιφράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύτης διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν ἀκοντιζομένοις. Ἡ δ᾽ αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ᾽ οἱ μὲν ἀνθρώπινοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ Θεοῦ ἀπεσταλμένον μοι Σωτῆρα, τὸν ῥυσάμενον τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Εἴτε δὲ ταῦτα περὶ τοῦ Σαοὺλ ἐλέγετο, εἴτε περὶ τῶν διαβαλλόντων τὸν Δαυῒδ παρὰ τὸν Σαοὺλ, εἴτε περὶ τῶν ἐν Γὲθ ἀλλοφύλων, εἴτε περὶ ἀοράτων ἐχθρῶν, καὶ αὐτὸς ἐπιστήσεις.

Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυτὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέντων, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν.

Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δόξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ, ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι᾽ ὑπερβολὴν φιλανθρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ᾽ ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παντὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς· οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον ἐπ᾽ αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ᾽ ἑαυτῶν, ἀλλ᾽ οὐ κατ᾽ ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργάσαντο.

Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. Διόπερ ἐπειδὴ ταῦτα εἰργάσω σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συνήθεις τῇ σῇ θεότητι διατριβάς.

Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ᾽ εἰρηκὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν. Δι᾽ ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ᾽ αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστόλοις ὑπ᾽ αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν.

Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ Δαυῒδ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνομάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα. Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυτοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ᾽ εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύματος παρουσίας. Εἶθ᾽ ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα μου ἐστὶ τὸ προφητεύειν.

Εἶτ᾽ ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος· ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα.

Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρθρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ᾽ εἰπὼν, ἀνατίθησιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι᾽ ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.

Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς καθ᾽ ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη καὶ πάντες οἱ ἐν ἀνθρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ᾽ ἐν πᾶσι τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα.

Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παράδοξον τοῦτ᾽ ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα· ὅμως δ᾽ οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ᾽ ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος, ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους, Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ.

Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀποσταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασιλείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν. Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρημίαν ὁ προφήτης Ἠσαΐας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ᾽ αὐτὸν ὑετόν.

Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν, νεφελῶν ὠνομασμένων, οἱ πνεύματος οὐρανίου πληρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορήγουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ Δαυῒδ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπισκοπεῖν τὰ ἔθνη· εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι᾽ ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυτοῦ χάριτι. Ἀλλ᾽ ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατριβὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης.

Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν Θεὸν εἰσάγων περὶ μὲν Ἰουδαίων λέγοντα δι᾽ ἣν εἰργάσαντο μοσχοποιίαν· Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς· περὶ δὲ τῆς τῶν ἐθνῶν κλήσεως ἐπάγοντα τὸ, Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. Καὶ παρὰ τῷ Ἠσαΐᾳ δὲ τὰ σεραφὶμ, κυκλοῦντα τὸν Κύριον Σαβαὼθ, ἐβόα· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Θεὸς Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

Οἷς συμφώνως καὶ ἐν οαʹ ψαλμῷ τὰ περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύοντι λέλεκται· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Ταῦτ᾽ οὖν καὶ ἡ παροῦσα προφητεία ἐπισφραγίζεται λέγουσα· Ὑψώθητι ἐπὶ τοὺς οὐραγοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ. ΝΖʹ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰς τὸ τέλος μὴ διαφθείρειν, φυλάττειν δὲ ἕκαστον τὰ ἑαυτοῦ τέλη, καὶ ὁ παρὼν παραινεῖ λόγος. Ἄμφω δὲ, ὅ τε μετὰ χεῖρας καὶ ὁ πρὸ αὐτοῦ τὴν ἴσην ἔχουσι προγραφὴν, ὁμοίως τὸ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τῷ Δαυῒδ, καὶ τὸ, εἰς στηλογραφίαν, περιέχοντες. Ὅ γε μὴν χρόνος, εἰ καὶ μὴ ἐν τῷ παρόντι, ἀλλ᾽ ἐν τῷ πρὸ τούτου δεδήλωται κατὰ τὴν προσθήκην ᾗ φησιν, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.

Κατὰ τὸν αὐτὸν οὖν εἰρῆσθαι χρόνον καὶ ὁ προκείμενος, οὐ μόνον ἐκ τῶν εἰρημένων δοκεῖ μοι, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς ἐπιφερομένων. Ἐπειδὴ γὰρ ἡ πρὸ τούτου στηλογραφία περὶ τῶν υἱῶν τῶν ἀνθρώπων ἔλεγεν, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη· εἰκότως καὶ ἡ μετὰ χεῖρας τοῖς αὐτοῖς υἱοῖς τῶν ἀνθρώπων εὐθὺς ἐν ἀρχῇ προσφωνεῖ λέγουσα· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ ἐπειδήπερ ἐν τῷ πρὸ τούτου ἐλέγετο· Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων, κατὰ τοὺς λοιποὺς, εἰκότως ἐν τῷ μετὰ χεῖρας ἐπιφέρεται, Τὰς μύλας τῶν λεόντων συνέθλασε Κύριος. Ἔδει γὰρ ἡμᾶς μαθεῖν ὅπως ἐῤῥύσατο τὴν ψυχὴν τοῦ Δαυῒδ ἐκ μέσου σκύμνων. Καὶ πάλιν περὶ τῶν ὀδόντων τῶν ἐνδιαβαλλόντων αὐτὸν ἐν μὲν τῷ πρὸ τούτου, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, ἐλέγετο, ἐν δὲ τῷ μετὰ χεῖρας· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ἀφ᾽ ὧν δείκνυται ἡ ἐν ἀμφοτέραις ταῖς στηλογραφίαις συμφωνία.

Καὶ ἄλλως δ᾽ οὖν τις εἴποι, ἐπειδὴ ἡ πρὸ τούτου περιέχει τὴν κλῆσιν τῶν ἐθνῶν, εἰκότως τῇ τοιαύτῃ προφητείᾳ ἡ παροῦσα στηλογραφία συνῆπται, διαγορεύουσα τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸν περὶ τῆς δικαιοκρισίας τοῦ Θεοῦ λόγον, διαστελλομένη τε πᾶσι τοῖς λαοῖς σὺν ἀληθινῇ προαιρέσει καὶ συνειδήσει καθαρᾷ τῇ τοῦ λόγου προσιέναι διδασκαλίᾳ, καὶ μὴ καθυποκρίνεσθαι τὴν θεοσέβειαν. Διὸ πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη, περὶ ὧν ἐλέγετο, Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, τὴν προσφώνησιν ποιούμενος ὁ παρὼν λόγος διαμαρτύρεται λέγων· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδ᾽ ἄλλοθεν δειχθήσεται, ἢ ἀπὸ τοῦ κρίνειν εὐθέα. Κρίνει δὲ εὐθέα ὁ κρίνας παρ᾽ ἑαυτῷ τὴν κατὰ τὸν ὀρθὸν λόγον, καὶ μηδὲ σκολιὸν μηδὲ διάστροφον πράττειν. Εἶθ᾽ ὡς τῶν υἱῶν τῶν ἀνθρώπων ὀρθὰ μὲν λαλούντων τοῖς χείλεσι, καὶ τῷ στόματι δικαιοσύνην ἐπαγγελλομένων, ἐλεγχομένων δὲ ἀπὸ τῶν ἔργων, ὅτι τἀναντία κατὰ διάνοιαν λογίζονται, ἐπιλέγει· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· τούτου δὲ, φησὶν, ἔλεγχος αἱ ὑμέτεραι πράξεις· Ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσι.

Κρίνατε οὖν εὐθέα, υἱοὶ τῶν ἀνθρώπων, καὶ λογίσασθε παρ᾽ ἑαυτοῖς, εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα. Εἰ γὰρ δικαιοσύνην λαλεῖτε, πῶς αἱ χεῖρες ὑμῶν ἀδικίαν συμπλέκουσιν; Ἀφ᾽ οὗ δείκνυσθε ἀνομίας ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες.

Εἰ δὴ οὖν ἀληθῶς δικαιοσύνην λαλεῖτε, κρίνατε τὰ εὐθέα, ὦ οὗτοι, καὶ ἅπερ λαλεῖτε, ταῦτα καὶ πράττετε, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε, μηδὲ αἱ χεῖρες ὑμῶν ἀνομίαν συμπλεκέτωσαν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.

Καὶ ταῦτα πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποτείνεται τοὺς ἐπαγγελλομένους θεοσεβεῖν, καὶ τοὺς τῆς δικαιοσύνης μετέρχεσθαι νόμους, μὴ κρίνοντας δὲ ὀρθῶς. Φησὶν οὖν πρὸς αὐτούς· Ἀκούσατε, ὦ οὗτοι, οἱ λαλοῦντες μὲν δικαιοσύνην τῷ στόματι, ἐργαζόμενοι δὲ ταῖς χερσὶν ἀδικίαν, καὶ πολλὰς κατὰ τὸ αὐτὸ συμπλέκοντες ἁμαρτίας· τὸν μέγαν κριτὴν οὐδὲν λανθάνει τῶν κατὰ διάνοιαν ἑκάστῳ λογιζομένων.

Κἂν γὰρ δοκῇ τις ἀνθρώπων ὀφθαλμοὺς κρύπτειν, ἀλλ᾽ ἴστω, ὅτι δεινὴν πλάνην πεπλάνηται ἑαυτὸν ἀπατῶν. Οὐ γὰρ τὸν μέγαν τῶν ὅλων κριτὴν λήσεται, οὗ πάντες πρὸ τοῦ βήματος παραστησόμεθα. Πῶς δ᾽ ἂν καὶ λάθοιεν τὸν Θεὸν οὗτοι, ὁπότε καὶ πρὶν εἰς φῶς προελθεῖν αὐτοὺς, πάντα εἰδότι πρὸ γενέσεως αὐτῶν ἐγνωρίζοντο; Διὸ πρὶν γεννηθῆναι αὐτοὺς, ὡς ἤδη ὑφεστῶτας, καὶ τοιούτους ὄντας οἷοι νῦν εἰσι προεώρα· ἤδη τε ἐξ ἐκείνου ἀπόβλητοι ἦσαν παρ᾽ αὐτῷ. Ἀπηλλοτριώθησαν γοῦν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Καὶ εἰ καὶ τὰ μάλιστα σήμερον δικαιοσύνην λαλεῖν προσποιοῦνται, τοῖς ἔργοις τὰ ἐναντία μετερχόμενοι, ἀλλ᾽ οὐ καὶ παρὰ Θεῷ νῦν ἐφάνησαν τοιοῦτοι· πρὶν δὲ ἀπὸ γαστρὸς προελθεῖν αὐτοὺς, μᾶλλον δὲ καὶ πρὸ τοῦ συλληφθῆναι ἐν τῷ τῆς μήτρας δοχείῳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ᾽ αὐτῷ, καὶ μέλλοντες ἔσεσθαι τοιοῦτοι οὐκ ἠγνοοῦντο. Ἤδη δὲ ἐξ ἐκείνου ὡς ἂν μέλλοντες τὰ ψευδῆ λαλεῖν ἐγινώσκοντο, καὶ ὡς θυμὸς αὐτοῖς ἐστι κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμὸν δὲ καὶ τὴν ψυχὴν καὶ παῖδες Ἑλλήνων καλεῖν εἰώθασιν. Ἐπεὶ τοίνυν καὶ ὁ παλαιὸς ὄφις, τὴν Εὔαν ἀπατήσας, προσεποιεῖτο μὲν γλυκείᾳ καὶ φιλικῇ κεχρῆσθαι ὁμιλίᾳ, μνήμην τε Θεοῦ ποιεῖσθαι, καί τινα ἐπιδείκνυσθαι εὐλάβειαν, λέγων τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;

καὶ πάλιν· ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· καὶ τοιαῦτα μὲν ὑποκρινόμενος, καὶ τὸν Θεὸν εἰδέναι προσποιούμενος, ὡμίλει τῇ γυναικὶ, ἐν καρδίᾳ δὲ ἀνομίας εἰργάζετο, καὶ τοῖς ἔργοις ἀδικίαν συνέπλεκεν· εἰκότως καὶ οἵδε λέγονται θυμὸν ἔχειν καὶ ψυχὴν ὁμοίαν τῷ προλεχθέντι ὄφει· ὃ δὴ καὶ αὐτὸ προείληφεν ὁ Θεὸς τῇ προγνώσει. Τῶν γὰρ θείων εἰσακούοντες λόγων καὶ τοῖς ἱεροῖς μαθητευόμενοι ῥήμασι, οὐδὲν τικτήσονται πρὸς ὠφελείας, διὰ τὸ βύειν τὰ ὦτα, καὶ μὴ καταδέχεσθαι τῶν θείων ἐπῳδῶν τὰς δυνάμεις, ἀφομοιοῦσθαι δὲ ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα αὐτῆς, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένου παρὰ σοφοῦ. Τῷ μὲν οὖν ὄφει ὡμοιώθησαν διὰ τὴν ὑπόκρισιν καὶ τὴν ἐπίπλαστον περὶ Θεοῦ ὁμιλίαν, τῇ δὲ ἀσπίδι διὰ τὸ κρύπτειν ἐν αὐτοῖς τὸν θανατηφόρον ἰόν.

Ἀλλ᾽ εἰ μὲν ἁπλῶς ἀσπίδι παρεβλήθησαν, ἐλπὶς ἂν ἦν ποτε ὠφεληθήσεσθαι· ἐπεὶ καὶ τὸ δεινὸν ἑρπετὸν ἐκεῖνό ἐστιν ὅτε ἐξ ἐπῳδῆς καὶ κατασκευῆς ἑτέρων τινῶν ἀποῤῥίπτει τὸν ἰὸν, καὶ τὸν θυμὸν ἀποτίθεται, καὶ ὥσπερ ἀπονεκροῦται τὴν κακίαν· εἰ δὲ ἡ τοιαύτη τῆς ἀσπίδος πικρία δυνάμει λόγων τινῶν ἐξασθενεῖ καὶ ἀπομαραίνεται, τὸν ἰόν τε ἀποῤῥίπτει, τί χρὴ λέγειν περὶ ἀνθρώπου ψυχῆς, τῆς κατ᾽ εἰκόνα Θεοῦ γεγενημένης, ἀλλ᾽ ὅτι καὶ αὐτὴ πολὺ μᾶλλον ἢ τὸ ἑρπυστικὸν ἐκεῖνο γένος μετέβαλεν ἂν ἐπὶ τὸ κρεῖττον, τῆς κακίας ἰὸν ἀποθεμένη, εἰ παρεῖχεν ἑαυτὴν τῇ ἐκ τῶν θείων μαθημάτων ὠφελείᾳ, καὶ ταῖς ἀληθῶς θεοπνεύστοις ἐπῳδαῖς; Διὸ δὴ ἀκριβῶς ὁ λόγος οὐχ ἁπλῶς ἀσπίδι τὴν τοιαύτην παρέβαλεν, ἀλλ᾽ ἀσπίδι κωφῇ, οὐκ ἐκ φύσεως οὔσῃ τοιαύτῃ, ἀλλ᾽ ἐκ προαιρέσεως ἑαυτὴν ἀποκωφούσῃ. Διὸ εἴρηται, Ὡς ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὕτω γάρ ποτε καὶ ἄνθρωπος τῶν θείων ἀνήκοος λόγων, οὐ παρὰ τὸ κεκωφῶσθαι τὴν ψυχὴν, ἐστέρηται τῆς ἀκοῆς, παρὰ δὲ τὴν οἰκείαν βούλησιν· ἑκὼν γὰρ ἑαυτὸν ἀποκωφοῖ βιαζόμενος τὴν ἑαυτοῦ φύσιν. Θεὸς γὰρ κωφὴν ψυχὴν οὐκ εἰργάσατο, ὡς οὐδὲ τυφλὴν, οὐδὲ ἀνάπηρον, οὐδὲ ὅλως λελωβημένην· ἐῤῥωμένην δὲ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις· ἐπεὶ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν τὴν αὐτοῦ τὸν ἄνθρωπον ὑπεστήσατο. Ἕκαστος δὲ ἑαυτὸν ἀποκωφοῖ καὶ τυφλοῖ, καὶ τὴν οὐσίαν τῆς ἑαυτοῦ ψυχῆς λωβᾶται.

Τοῦτο δὲ διὰ Ἠσαΐου τοῦ προφήτου ὁ ἐκ περιτομῆς ἀπελέγχεται πράττων λαός. Διὸ λέλεκται πρὸς αὐτούς· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὕτως οὖν ἀσπίδι κωφῇ ἑαυτὴν ἀποκωφούσῃ ὁ τῶν θείων ἀνήκοος λόγων παρωμοίωται. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ὡς ἀσπίδι κωφῇ, βυούσῃ ὠτίον αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ψιθυριζόντων, ἑκάστου ἐπῳδὰς σεσοφισμένου. Ἀλλ᾽ ὁ μὲν νῦν ὑφεστὼς ἅνθρωπος, καὶ τοιοῦτον ἑαυτὸν κατασκευάσας, ὅτε ταῦτα πράττει, τοῖς πολλοῖς γινώσκεται· τῷ δὲ Θεῷ καὶ πρὸ γενέσεως, καὶ πολὺ πρότερον πρὸ τῆς κατὰ γαστρὸς συλλήψεως, τοιοῦτος ἐσόμενος ἐγνωρίζετο. Μάτην ἄρα ἑαυτὸν ἀπατᾷ ὁ λαλεῖν μὲν δικαιοσύνην ἐπαγγελλόμενος, ταῖς δὲ χερσὶν αὑτοῦ συμπλέκων ἀδικίαν· ἔπειτα κρύπτων ἐν τῇ καρδίᾳ ἑαυτοῦ τὴν ἀνομίαν, ὡς καὶ τὸν Θεὸν λησόμενος ἐν τῷ θείῳ δικαιωτηρίῳ.

Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα μαθόντες περὶ τῶν ἁμαρτωλῶν οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ὡς, προγνωσθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ πρὶν εἰς ἀνθρώπους παρελθεῖν, ἐγνωρίζοντο αὐτῷ ἐσόμενοι τοιοῦτοι, ἀκούετε ὁποῖον τέλος αὐτοὺς διαλήψεται.

Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ᾽ ἔργοις μετῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπίδος κωφῆς χείρους ἐγένοντο· τούτου χάριν ἐπακούσατε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ᾽ οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα διαλυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, Διαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Ἐπειδὴ γὰρ τῷ στόματι καθυποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυμαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ᾽ ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ Δαυῒδ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύλας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ᾽ ὀλέθρῳ πολλῶν ἐχρήσαντο.

Ἐπειδὰν δὲ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας συντρίψῃ ὁ Θεὸς, τότε λοιπὸν ἐξουδενωθήσονται ὡς ἂν νεκρωθέντες, καὶ διαλυθήσονται ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Καὶ τοιοῦτον μὲν ἔσται τῶν ἀσεβῶν πάντων τὸ τέλος. Ὃ δὴ ἀναγκαῖον ὑμᾶς γνῶναι, ὦ υἱοὶ τῶν ἀνθρώπων, ἵν᾽, εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνητε, καὶ μὴ μετέρχησθε τὴν τῶν εἰρημένων ἀνδρῶν ὁδὸν, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζησθε, μηδὲ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκωσι, μηδὲ ἑαυτοὺς κατασκευάζητε ὁμοίους τῷ ὄφει, μηδὲ γένησθε ὡς ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὐτῆς, μηδὲ τοῖς προλεχθεῖσιν ἀσεβέσι καὶ ἁμαρτωλοῖς συναπάγοισθε· οὓς προλαβὼν ὁ Θεὸς τῇ προγνώσει, πρὶν εἰς φῶς προελθεῖν, ἔγνω μὲν τοιούτους ἐσομένους, ὅμως δ᾽ οὖν συνεχώρησε γεννηθῆναι καὶ εἰς φῶς προελθεῖν, τὴν παρ᾽ αὐτοῦ χάριν καὶ αὐτοῖς δωρησάμενος, εἰς τὸ φανεροὺς γενέσθαι τὴν προαίρεσιν.

Ἐπεὶ καὶ τὸ τῶν δικαίων τάγμα, ἐξ οἰκείας προαιρέσεως τὴν ὀρθὴν καὶ ἀδιάστροφον μέλλον ὁδεύειν, προλαβὼν ὁ Θεὸς ἔγνω. Εἶτ᾽ ἀμφοτέρων τῶν ταγμάτων τὴν αὐτεξούσιον ὁρμὴν ἐλευθέραν ἀνῆκεν, ὡς ἐν σταδίῳ ποιεῖσθαι τὸν δρόμον ἐπιτρέψας αὐτοῖς. Καὶ αὐτὸς μὲν ὁμοίους τὴν φύσιν τοὺς πάντας ὑποστησάμενος, προαιρέσει οἰκείᾳ χρῆσθαι πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν τοῖς πᾶσιν ὁμοίως συγκεχώρηκεν· οἱ δὲ, ἅτε κύριοι ἑαυτῶν καθεστῶτες, ἄφετοί τε καὶ ἐλεύθεροι τὴν ὁρμὴν, αὐτοπροαιρέτῳ γνώμῃ διέστησαν, οἱ μὲν τὴν εὐθεῖαν ὁδεύειν, οἱ δὲ τὴν διάστροφον ἑλόμενοι. τούτου χάριν ὁ δίκαιος κριτὴς, ἀγωνοθετῶν ἑκατέρῳ τάγματι, τῷ καταλλήλῳ καὶ προσήκοντι τέλει τοὺς ἀξίους παραδίδωσιν· οὐ καθάπερ ἄνθρωποι μαθὼν ἐκ τῆς τῶν πραγμάτων ἀποβάσεως τὸν ἑκάστου τρόπον, οἷα δὲ Θεὸς καὶ πρὸ γενέσεως εἰδὼς ἅπαντα. Διὸ οἱ μὲν ἀπηλλοτριώθησαν παρ᾽ αὐτῷ καὶ πρὶν ἢ τοῖς λοιποῖς γνωσθῆναι· οἱ δὲ ἅγιοι ἐκλογῆς ἠξιώθησαν ὁμοίως Ἱερεμίᾳ τῷ προφήτῃ, ᾧ φησιν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.

Καὶ ὁ Ἀπόστολος τοῦτο ἐδήλου φάσκων· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόγνωσιν τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ. Ὁρᾷς ὅπως πρὸ καταβολῆς κόσμου ἐξειλέχθαι καὶ προωρίσθαι εἰς υἱοθεσίαν, κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντός φησι; τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν ὁ αὐτὸς λέγων· Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτοτόκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τὰ ὅμοια δὲ καὶ περὶ ἑαυτοῦ διδάσκει ἐν οἷς φησίν· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί.

Ὥσπερ οὖν τούτους προγνοὺς μέλλοντας ἀγαπᾷν αὐτὸν προώρισεν, οὕτω καὶ τοὺς ἀσεβεῖς, ἐπειδὴ προέγνω μέλλοντας λαλεῖν δικαιοσύνην διὰ τὸ γινώσκειν αὐτὴν, οὐ μὴν καὶ τοῖς ἔργοις αὐτὴν μετελευσομένους, διὰ τὸ ταῖς χερσὶν ἀδικίαν συμπλέκειν, τούτου χάριν ἀπηλλοτρίωσεν ἀπὸ μήτρας, καὶ ἐν πλανωμένοις καὶ λαλοῦσι ψευδῆ παρ᾽ ἑαυτῷ κατηρίθμησε πρὶν γενέσθαι· συνεχώρησέ τε εἰδὼς αὐτοὺς τοιούτους ἐσομένους εἰς φανερὸν ἐλθεῖν, ὡς ἂν τὸ διάφορον τῶν δικαίων καὶ θεοσεβῶν ἀνδρῶν ἐκ τῆς τῶν χειρόνων παραθέσεως διαλάμψειε. Μιᾶς γὰρ ὄντες φύσεως οἱ πάντες, οἱ μὲν ἑκόντες εἵλαντο τὰ κρείττω, οἱ δὲ τὴν ἐναντίαν ὥδευσαν, αὐτεξουσίῳ προαιρέσει χρησάμενοι. Ὑψηλὸς δὲ ὁ μέγας τῶν ὅλων κριτὴς, προκαθεζόμενος ἑκατέρῳ τάγματι, βραβεύει τὰ πρέποντα. Διὸ τοὺς μὲν ἀγαπήσαντας αὐτὸν ἐδόξασε, συμμόρφους ἀποδείξας τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, ὡς ἂν ἔργῳ τὴν εἰς αὐτὸν ἐνδειξαμένους ἀγάπην· τοὺς δὲ ἐναντίους, ὡς ἂν ἑαυτοὺς ἀπαλλοτριώσαντας τῆς αὐτοῦ χάριτος, καταβάλλει συντρίβων αὐτῶν τοὺς ὀδόντας, οἷς οὐ δεόντως ἐχρήσαντο, καὶ συνθλῶν τὰς μύλας αὐτῶν, δι᾽ ὧν πολλοῖς ἐλυμήναντο· καὶ τέλος εἰς ἐξουδένωσιν αὐτοὺς παραδιδοὺς καὶ χλεύην καὶ ὄνειδος· ὅτε καὶ δίκην τῶν ῥευστῶν καὶ οὐχ ἑστώτων ὑδάτων ἀποῤῥέουσιν, αὐτοὶ ἑαυτοῖς τὸ τοιοῦτον προξενήσαντες τέλος.

Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ᾽ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. Ἀσαφῶς τούτων παρὰ τοῖς Ἑβδομήκοντα φερομένων, μετρίως πως τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ὁ Σύμμαχος, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· Ὁ τείνων τὸ τόξον αὑτοῦ θορυβηθήτω ὡς τὰ θρυπτόμενα, ὡς περιχωρίον διαλυθὲν, διαφωνείη ἔκτρωμα γυναικὸς, ἵνα μὴ ἴδωσιν ἥλιον. Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνος, ἔτι ζῶντα ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Εἴη δ᾽ ἂν ὁ νοῦς τῶν προκειμένων τοιοῦτος. Ἐπειδὴ τὰ τέλη τῶν ἁμαρτωλῶν ὁποῖα ἔσται διαγράφειν πρόκειται, καὶ ταῦτα πρὸς τοῖς προλεχθεῖσι περιμένειν αὐτοὺς, ὦ υἱοὶ τῶν ἀνθρώπων, μανθάνετε. Ἐλέγετο δὴ πρὸ τούτου, ὅτι Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλάσει Κύριος, καὶ, ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον.

Πρὸς τούτοις οὖν καὶ τάδε πείσονται· ὁ πάλαι πρότερον τὸ ἑαυτοῦ τόξον ἐντείνων, βάλλων τε καὶ ἀναιρῶν ἑτέρους ὥσπερ βέλεσι τοῖς ἑαυτοῦ λόγοις, οὗτος ἐν τῷ τῆς κρίσεως καιρῷ θορυβηθήσεται, καὶ τὰ βέλη αὐτοῦ δι᾽ ὧν ἠκόντιζε καὶ ἀνῄρει πολλοὺς, θρυπτόμενα ἀφανισθήσεται. Εἶθ᾽ ὥσπερ χωρίον προχωρῆσαν ἀπὸ γυναικὸς, οὐδεμιᾶς μετέχει ζωῆς, διαλυθὲν δὲ διαφωνεῖ· ἢ ὥσπερ τὸ ἐν τῷ χωρίῳ ἐναποθανὸν ἔκτρωμα, προελθὸν τῆς κατὰ γαστρὸς αὐτὸ φερούσης, οὐδεμιᾶς μετέχει αἰσθήσεως εἰς τὸ ἀπολαῦσαι φωτὸς καὶ ἡλίου· οὕτως οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ οἱ διὰ τῶν προλεχθέντων δηλωθέντες ἔσονται.

Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐαρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημονεύσας ὁ Σωτὴρ, ἔλεγε· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος. Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκανθῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαίνει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμμάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφαμεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν, ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ᾽ αὐτοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν.

Ὁ δὴ μέλλων συντρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ᾽ αὐτῶν ἐντενεῖ βάλλων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· Διὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ. Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς ἀφανίζεται, τὸν αὐτὸν τρόπον καὶ οἱ δηλωθέντες ὑπὸ τῆς καταληψομένης αὐτοὺς ὀργῆς ἀνταναιρεθήσονται, ὡς μὴ καταξιωθῆναι αὐτοὺς τὸν τῆς δικαιοσύνης ἥλιον ὀφθαλμοῖς ψυχῆς θεάσασθαι· ἀλλὰ καὶ πρὸ τοῦ αὐξῆσαι τὰς ἀκάνθας αὐτῶν καὶ εἰς ῥάμνον χωρῆσαι, ἔτι νεαρὰς οὔσας αὐτῶν τὰς ἀκανθώδεις πράξεις ἡ ὀργὴ καταλήψεται καὶ καταπίεται.

Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκησιν, τοὺς πόδας αὑτοῦ νίψεται αἵματι ἀσεβοῦς.

Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δικαίου, τοῦ δι᾽ ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην, τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ; Νῦν μὲν, φησὶ, κατὰ τὸν παρόντα καιρὸν, οὐχ᾽ ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ· ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐτῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεωρῶν.

Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ᾽ αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐφρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ᾽ ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος. Καὶ τοὺς πόδας δὲ αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ, ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐφροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρίνων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δικαίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.

Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρόν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπὶ τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ᾽ ὅμως οὐκ ἄκριτα, οὐδὲ ἀνεξέταστα τυγχάνει παρ᾽ αὐτῷ τὰ ἐν ἀνθρώποις.

Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συναπολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν· ἐπεὶ δὲ ἔσται τις καιρὸς ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ προλεχθὲν περὶ αὐτῶν τέλος ἕξουσιν, εἰκότως οὐδὲ ἀμφιβάλλειν προσήκει, ὁμολογεῖν δὲ πάντα ἄνθρωπον καὶ ἀποφαίνεσθαι, ὅτι ἔστι Θεὸς ἔφορος καὶ ἐπίσκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους.

Ταῦτα μὲν οὖν ταύτῃ. Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἵτινες ὡμοίωσαν ἑαυτοὺς τῷ ὄφει, καὶ τὰ ὦτα αὑτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὑτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος.

Δύναται δὲ ταῦτα καὶ περὶ πάντων τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι, καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελλομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ᾽ ὀλέθρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμβάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ᾽ ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆναι τῷ βήματι τοῦ Θεοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗʹ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ λύτρωσαί με. Τετηρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ αʹ καὶ νʹ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴρηντο· ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημμεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ᾽ ὑπερβολὴν εὐλαβείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλμός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλογραφία τυγχάνει, ἐπισημαινόμενος καθ᾽ ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.

Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ Δαυῒδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυΐδ· καὶ ἀπέστη Δαυῒδ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον. Καὶ Δαυῒδ ἀνεχώρησε καὶ διεσώθη. Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον Δαυῒδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ. Καὶ ἀνήγγειλε τῷ Δαυῒδ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυῒδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.

Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ Δαυῒδ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ Δαυῒδ ἐπιβουλῆς φθόνος ἦν. Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ τοῦ Δαυῒδ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν Δαυΐδ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ᾽ οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ Δαυῒδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυῒδ ἔτι. Καὶ ἐγένετο Δαυῒδ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα ἐθέλειν γενέσθαι τοῦ ἀνδρός.

Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ᾽ αὐτοῦ· ὡς δ᾽ ἠστόχησε τῆς πληγῆς, οὐκέτ᾽ ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ Δαυῒδ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ᾽ ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ᾽ ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ᾽ οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ᾽ ἦν μάλιστα τὸ αἴτιον τῆς κατ᾽ αὐτοῦ βασκανίας.

Εἰ τοίνυν πάντες ἠγάπων τὸν Δαυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι.

Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ᾽ αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αὐτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρτίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ᾽ αὐτοῦ ἐνεχείρουν οἱ δηλωθέντες. Καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τοῖς προκειμένοις παῤῥησίαν ἄγων ὁ Δαυῒδ φαίνεται· ἐν δὲ τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐξωμολογεῖτο διὰ τῶν ἔμπροσθεν· ἐπὶ δὲ τοῦ παρόντος φησίν· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Νοήσεις δὲ τὸν δρόμον, ὃν ἔτρεχε Δαυῒδ, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν δι᾽ ἧς ἔλεγε· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.

Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ᾽ οἷς ἐπαῤῥησιάσατο εἰπών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα, Δείκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαίνεται, οὐδὲν δὲ αὐτὸς κατ᾽ αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐτίκα.

Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σωτὴρ αὐτῷ παρεφαίνετο Δαυῒδ, ἀνακρουόμενος μὲν τῷ ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δεικνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε.

Εἶθ᾽ ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ Δαυῒδ τὰ κατορθώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ᾽ ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. Διὸ ἑξῆς φησι· Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τετυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παντοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολατρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προσωποληψία.

Δικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέφοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, εἰ ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης κλήσεως μετέρχεσθαι. Διὸ περὶ μὲν τῶν ἐθνῶν εὔχομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομένους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μηδὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι· ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτηδείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου λόγον. Διό φημι· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δήποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ᾐνίττετο καὶ ἐν νδʹ ψαλμῷ λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ᾽ ὀργῆς τοῦ προσώπου αὐτοῦ· καὶ αὖθις· Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐπὶ σὲ ἐλπιῶ.

Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολούθως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπίζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ᾽ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων; Διὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι.

Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύλας, Καὶ ὀχλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες· ὁ δὲ Θεοδοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες. Ἄντικρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν.

Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν καʹ ψαλμῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀχλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς διανοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστικὰς καὶ ἀναιδεῖς. Διὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες· ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτήριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αἰωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ᾽ ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν.

Εἶτα δὲ καὶ τῆς ἑαυτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀποκλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ᾽ αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.

Ἀλλ᾽ ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις. Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπιστάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπιβαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. Διὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ᾽ ἐξ ἀπόπτου τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι᾽ ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν.

Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀποφθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε; σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ᾽ ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ αὐτὸς ὁ πάντων ἔφορος κριτὴς οὐ μόνον ἤκουες τὰ τοιαῦτα ὑλακτούντων, ἀλλὰ καὶ καταγελάστους ἐποίεις.

Καὶ πῶς γὰρ οὐκ ἦσαν, καταγέλαστοι οἱ νομίζοντες δύνασθαι τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν τῇ ἑαυτῶν νικήσειν κακίᾳ; Καὶ ἐν τῷ βʹ δὲ εἴρηται ψαλμῷ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς.

Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπιφράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. Δηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ᾽ ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδωλολάτρου πλάνης. Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ᾽ ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσωφρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομένου καὶ ἐπιτιμῶντος αὐτοῖς· οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ, Διὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ Δαυῒδ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου.

Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς, Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς· οὐδενὸς ἐχθροῦ τῷ Δαυῒδ καθ᾽ ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά.

Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατάγαγε.

Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ᾽ οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ᾽ αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι. Διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ᾽ εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς.

Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον· Ἀναστάτωσον αὐτοὺς τῇ δυνάμει σου. Ὃ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν, ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου, καὶ ἀναστάτου τυγχάνοντος· ὥστ᾽ εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ᾽ ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ᾽ ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ᾽ ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρπισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι· ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ὑπ᾽ ἐμοῦ θεμελιωθεῖσαν Ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας, καὶ τῷ παραδείγματι τοῦ ἐξ ἐθνῶν ἐπιστρέφοντος λαοῦ καὶ αὐτοὶ παύσοιντό ποτε τοῦ ἀνιάτου παρ᾽ αὐτοῖς καὶ ἀθεραπεύτου κακοῦ τῆς εἰδωλολατρείας.

Οὐκοῦν καὶ ταῦτα ὑπὲρ αὐτῶν ὁ Σωτὴρ ηὖκται, δεηθεὶς τοῦ Πατρὸς μὴ ἀναιρεθῆναι μὲν αὐτοὺς, μένειν δὲ ἐν τῷ βίῳ καὶ φυλάττεσθαι ἐπὶ τῷ θεωρεῖν τὸν αὐτοῦ λαὸν καὶ μεγάλα ἐξ αὐτοῦ ὠφελεῖσθαι.

Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προλεχθέντων. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· Δι᾽ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰργάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ᾽ ἐπράττετο, δικάζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ᾽ ὁτιοῦν πεποιηκότων· εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρχοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ᾽ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐζητήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως, ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ᾽ αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ᾽ αὐτοῦ.

Διό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον· Δι᾽ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. Διὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε.

Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στόματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν.

Διὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρατούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται· ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ᾽ ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ᾽ οὗ πάλιν ὁ Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν.

Διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες· γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ᾽ ὑπάρχειν.

Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προφητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς.

Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ᾽ ὑπάρχοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπόζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο.

Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ᾽ οὐκ εἴρηται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ᾽ ἀορίστως, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπινοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρχωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ· ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατενεχθέντες ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν, διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ᾽ αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός.

Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περάτων τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευτεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν· Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀχλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, Θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ᾽ ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι᾽ ἁμαρτίαν στόματος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν· ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν, ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν.

Ἀνθ᾽ οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. Διασκορπισθέντες γοῦν εἰς πάντα τὰ ἔθνη δίκην κυνῶν λιμωττόντων ζητοῦσι τοῦ φαγεῖν· μὴ εὑρίσκοντες δὲ τροφὴν λογικὴν, ἐκλείπουσιν. Εἰ δὲ καί ποτε ἀπὸ ψιλῆς τῶν θείων Γραφῶν ἀναγνώσεως μεταλάβοιεν τροφῆς, ὅμως, οὐδενὸς στεῤῥοῦ μεταλαμβάνοντες οὔτε ζωοποιοῦ ἄρτου ἀπογευόμενοι, ἀχόρταστοι διαμένουσι· μὴ χορταζόμενοι δὲ, καταγογγύζουσιν, ὥσπερ οὖν κατεγόγγυσάν ποτε ἐπὶ τῆς ἐρήμου. Τοῦτο γὰρ αὐτοῖς ποιεῖν σύνηθες. Διὸ πρὸς ἡμᾶς φησιν ὁ Ἀπόστολος· Μηδὲ γογγύζητε, καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων.

Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τῷ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου.

Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγεται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε· Καὶ ὑμνήσω κατ᾽ ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ᾽ ὄρθρον καὶ καθ᾽ ἑκάστην πρωίαν τῆς ἀναστασίμου ἡμέρας καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ᾽ ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ᾽ ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς τυχὼν, εἰκότως κατ᾽ ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ· ὅτι γέγονάς μου ἀντιλήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ.

Διὸ καί σου ἀνηρτῆσθαι ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος.

Εἶεν δ᾽ ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὑτοῦ Πατέρα.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΔΙΔΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ΔΩΔΕΚΑ ΧΙΛΙΑΔΑΣ ΝΘʹ. «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρόνους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ ἐλέχθησαν· ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ χεῖρας μετὰ τὸν θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ Δαυῒδ θεσπίζει.

Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ᾽ ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε Δαυῒδ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο Δαυῒδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαυῒδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο Δαυῒδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν. Καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυῒδ εἰς δούλους φέροντας ξένια. Καὶ ἔσωσε Κύριος τὸν Δαυῒδ ἐν πᾶσιν οἷς ἐπορεύετο.» Τούτοις ἑξῆς μετὰ βραχέα ἐπιλέγεται· «Καὶ ἐβασίλευσε Δαυῒδ ἐπὶ Ἰσραήλ· καὶ ἦν Δαυῒδ ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. Καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατείας.» Καὶ αὖθις μεθ᾽ ἕτερα εἴρηται· «Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ καὶ τὴν Συρίαν Σοβὰλ εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μαχαὰ χιλίους ἄνδρας, καὶ Εἰστὼβ ιβʹ χιλιάδας ἀνδρῶν.

Καὶ ἤκουσε Δαυῒδ, καὶ ἀπέστειλε τὴν δύναμιν, τοὺς δυνατούς. Καὶ ἐξῆλθον υἱοὶ Ἀμμὼν, καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σωβᾶ καὶ Ῥοὼβ καὶ Εἰστώβ. Καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον· καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας,» καὶ τὰ τούτοις ἑξῆς. Οἷς ἑξῆς ἐπιφέρεται· «Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς.» Διὰ τούτων ἡ ἱστορία καὶ τοῦ Εὐφράτου καὶ τῆς Σωβὰλ καὶ τῆς Συρίας καὶ τοῦ Ἰωὰβ, καὶ τῶν ιβʹ χιλιάδων ἐμνημόνευσε, καὶ ὡς τῶν πολεμίων ἁπάντων περικρατὴς γέγονεν ὁ Δαυΐδ· ὅπως τε ὁ ἀρχιστράτηγος αὐτοῦ Ἰωὰβ, παραταξάμενος τοῖς ἀλλοφύλοις, ὑποχειρίους αὐτοὺς εἰλήφει. Αὐτοὺς δὴ οὖν ἐκείνους, καθ᾽ οὓς ταῦτα ἐπράττετο, σημαίνει ἡ μετὰ χεῖρας στηλογραφία. Κατὰ δὲ τὸν Σύμμαχον τὰ τῆς προγραφῆς οὕτως ἔχει· «Ἐπινίκιον ὑπὲρ τῶν ἀνθῶν τοῦ ταπεινόφρονος καὶ ἀμώμου τοῦ Δαυῒδ, εἰς διαδοχὴν, ὁπότε, ἐμπρήσας τὴν Συρίαν τῆς Μεσοποταμίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀνέστρεψε Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τοῦ Ἁλὸς ιβʹ χιλιάδας.»

Δηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προκείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν Δαυῒδ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐν τῷ Ἰσραήλ. Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆσαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχόμενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ᾽ ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο· δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράττει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατάλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προγραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ «τοῖς ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογραφίαν τοὺς λόγους ἀποκαλεῖν. «

Εἰς» μὲν γὰρ «τὸ τέλος,» διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων μέλλειν πληροῦσθαι τὰ προφητευόμενα, εἴρηται· πρόσκειται δὲ, «τοῖς ἀλλοιωθησομένοις,» ἀναγκαίως διὰ τὴν μέλλουσαν διαλήψεσθαι ἀλλοίωσιν τὴν κατάστασιν τῶν τότε πραγμάτων. Ὅτε μὲν γὰρ ταῦτ᾽ ἐλέγετο, ἐκράτει τῶν ἀλλοφύλων ὁ Ἰσραὴλ, καὶ τῶν πολεμίων κρείττων ἐτύγχανεν. Ἔμελλε δὲ ἄρα καιρῷ τινι ἀλλοίωσιν ὑπομένειν, καὶ ὑπὸ τοῖς ἐχθροῖς γίνεσθαι. Διό φησιν ἡ προγραφή· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις·» ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν·» ὁ δὲ Ἀκύλας, «Ἐπὶ κρίνων.» Ὡς γὰρ τὰ κρίνα τοῦ ἀγροῦ καὶ ὁ χόρτος δοκεῖ μέν τινα πρὸς βραχὺ φαίνεσθαι ὡραῖα, ὅσον δὲ οὔπω μεταβάλλει καὶ φθείρεται· οὕτως καὶ τὰ πράγματα τοῦ λαοῦ, ἀνθοῦντα τότε, ἔμελλεν ὅσον οὔπω μεταβάλλειν. Διὸ καὶ ὁ Σωτὴρ ἐν ταῖς διδασκαλίαις ἔλεγε· «Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·» καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον·» ἀλλὰ καὶ, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα·» οἷς ὁ Προφήτης κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς προστίθησι λέγων· «Ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος,» ἀκαλύπτως τὸ Ἰουδαίων ἔθνος δηλώσας.

Αὐτὰ δὴ οὖν ταῦτα καὶ νῦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Δαυῒδ μαρτύρεται, προαναφωνοῦν τὴν μέλλουσαν ἔσεσθαι τοῦ λαοῦ ἀλλοίωσιν καὶ μεταβολήν. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, «Ἐπὶ κρίνων μαρτυρίας·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὑπὲρ τῶν ἀνθῶν μαρτυρία·» κατὰ δὲ τοὺς Ἑβδομήκοντα, «Τοῖς ἀλλοιωθησομένοις εἰς στηλογραφίαν,» Πολλὴν δὲ ἀκολουθίαν ἔχοι ἂν πρὸς τὰ ἐν τῷ πρὸ τούτου λελεγμένα.

Ἐπεὶ κἀκεῖνος τὴν τοῦ ἔθνους ἀποβολὴν ἐδήλου λέγων· «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,» καὶ τὰ ἐπιφερόμενα. Οἷς ἑξῆς περὶ τῆς κλήσεως τῶν ἐθνῶν ἔφασκε· «Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὴν δὲ στηλογραφίαν καὶ νῦν ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ὁ μὲν Ἀκύλας, «ταπεινοῦ τελείου τοῦ Δαυΐδ·» ὁ δὲ Σύμμαχος, «ταπεινόφρονος τοῦ Δαυῒδ καὶ ἀμώμου,» ἡρμήνευσαν. Στήλης γὰρ ἦν ἀξία ἡ τοῦ τοσούτου βασιλέως μετριοφροσύνη. Τοσούτων γὰρ πολέμων περιγενόμενος, καὶ τοὺς μέχρι τῆς Μέσης τῶν ποταμῶν ὑποτάξας, ὑποφόρους τε αὐτοὺς καταστησάμενος, ἐν τῷ οἰκείῳ διέμενεν ἤθει, ἐν ᾧ καὶ ὅτε ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ, καὶ τὰς ἐρήμους φεύγων κατῴκει, διέπρεπε.

Καὶ τότε γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς ταπεινὸς τέλειος, ἢ ταπεινόφρων καὶ ἄμωμος στηλῶν αἰωνίων ἠξιοῦτο· καὶ νῦν δ᾽ ὅτε βασιλεύων τοσούτοις ἐπεξῄει πολεμίοις, καὶ τὸν ἁπάντων συνῆγε πλοῦτον, ἐπὶ τῆς αὐτῆς διέμενε προαιρέσεως· διὸ στηλογραφίας ἠξιοῦτο, καὶ πνεύματος ἠξιοῦτο προφητικοῦ.

Ἐπιτήρει δὲ ὅπως κατὰ τούτου τοῦ χρόνου ὁ Ἰσραὴλ, βασιλεύοντος Δαυῒδ, μέχρι τῆς Μέσης τῶν ποταμῶν ἐκράτει, καὶ φόρους παρὰ τῶν πέριξ ἐθνῶν ἐλάμβανε, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ εἰς ἔργα χωρούσης· δι᾽ ἧς ἐπηγγέλλετο δώσειν τῷ σπέρματι αὐτοῦ πᾶσαν τὴν γῆν ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου, μέχρι τοῦ ποταμοῦ Εὐφράτου· ἃ δὴ βασιλεύοντος τοῦ Δαυῒδ ἔργοις ἐπληροῦτο· τοῦτο γοῦν καὶ ἡ παρατεθεῖσα ἱστορία τῆς Βασιλειῶν γραφῆς ἐμαρτύρει. Ἀλλὰ γὰρ φωτισθεὶς ὁ προφήτης ὑπὸ τοῦ ἁγίου Πνεύματος, θεσπίζει τὰ ἐν τοῖς μέλλουσι χρόνοις συμβησόμενα. Τίνα δὲ ἦν ταῦτα διδάσκει λέγων· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις.» Εἶθ᾽ ἑξῆς προϊὼν ἐπάγει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,» καὶ τὰ ἑξῆς· οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω,» καὶ τὰ ἑξῆς. Σημαίνει δὲ διὰ τούτων τοῦ Θεοῦ διαλλαγὰς πρὸς τοὺς ἀλλοφύλους.

Ὁ Θεὸς γὰρ, φησὶν, ἐλάλησε, καὶ λαλήσας ἐν τῷ ἁγίῳ αὐτοῦ τῷ Γαλαὰδ καὶ τῷ Μανασσῇ, καὶ τῷ Ἐφραῒμ, καὶ τῷ Ἰούδᾳ, συμπεριλαμβάνει τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς λοιποὺς ἀλλοφύλους. «Μωὰβ» γὰρ, φησὶ, «λέβης τῆς ἐλπίδος μου·» ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐξέδωκε, «Μωὰβ λέβης ἀμεριμνίας μου·» ὁ δὲ Ἀκύλας, «Μωὰβ λέβης λουτροῦ μου.» Εἶτα περὶ τῆς Ἰδουμαίας αὐτὸς ἐπαγγέλλεται λέγων· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβήσομαι τῷ ὑποδήματί μου.» Καὶ τοιαῦτα μὲν ἐπαγγέλλεται τῷ Μωὰβ καὶ τῇ Ἰδουμαίᾳ.

Περὶ δὲ τῶν ἀλλοφύλων πάλιν ὁ αὐτὸς ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἐπ᾽ ἐμὲ Φυλιστιαία ἡταιρήσατο·» κατὰ δὲ τὸν Θεοδοτίωνα, «Ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Αὐτὰ δὲ ταῦτα τοῖς αὐτοῖς ῥήμασι, καὶ αὐταῖς λέξεσι καὶ ἐν τῷ ρζʹ εἴρηται ψαλμῷ, ἐν ᾧ καὶ κατὰ τοὺς Ἑβδομήκοντα φιλιάσειν τῷ Θεῷ οἱ ἀλλόφυλοι θεσπίζονται. Γέγραπται γοῦν καὶ ἐν ἐκείνῳ· «Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Καὶ ταῦτα μὲν περὶ τῶν ἀλλοφύλων διῆλθε. Μετὰ δὲ ταῦτα ἐκ προσώπου τοῦ Ἰουδαίων λαοῦ ἡ προφητεία πάλιν ἐπάγει φάσκουσα· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἃ δὴ ὅμοια γένοιτ᾽ ἂν τοῖς κατὰ τὴν ἀρχὴν λελεγμένοις ἐν τῷ, «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» δι᾽ ὧν σαφῶς ἑαυτοὺς μὲν ἀπεῶσθαι λέγουσι καὶ καθαιρεῖσθαι, μὴ ἔχειν τε τὸν Θεὸν βοηθὸν ἐν ταῖς ἑαυτῶν δυνάμεσι· τοὺς δὲ ἀλλοφύλους καθόλου μὲν πάντας φίλους γεγονέναι τῷ Θεῷ, ἰδίως δὲ τὸν Μωὰβ λέβητα αὐτοῦ τῆς ἐλπίδος, ἢ λέβητα τοῦ λουτροῦ αὐτοῦ, ἢ τῆς ἀμεριμνίας αὐτοῦ γεγονέναι· τὴν δὲ Ἰδουμαίαν τοῦ ὑποδήματος τοῦ Θεοῦ κατηξιῶσθαι.

Ταῦτ᾽ οὖν τῷ Πνεύματι τῷ θείῳ φωτισθεὶς ὁ Δαυῒδ, κοινοποιεῖ τὸν λόγον ὡς ἐκ προσώπου τοῦ παντὸς λαοῦ καί φησιν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς·» σαφῶς ἀποβολὴν καὶ ἀποκοπὴν αὐτῶν δηλώσας. Εἶτ᾽ ἐπιλέγει· «Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν, «Θυμωθεὶς μετέστρεψας ἡμᾶς·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὠργίσθης, καὶ περιήγαγες ἡμᾶς·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Καὶ περιήγαγες ἡμᾶς.» Ταῦτα δὲ μᾶλλον τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι.

Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ᾽ αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτὴν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετελεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυχαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις. Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσείσθη καὶ συνεταράχθη. Ὅμως δ᾽ οὖν ἱκετεύει ὁ προφήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμματα καὶ κατάγματα ἐκτήσατο. Διόπερ ἑξῆς ἐπιλέγεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν, «οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γραφῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν· ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς.

Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς ἄγοντα τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ᾽ ἐκείνοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει. Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι᾽ αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσσημον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύματος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δεδηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ᾽ ἂν καθῃρέθησαν, οὐδ᾽ ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ᾽ ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον σημεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε φοβούμενοι τὸν Κύριον (οὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν), λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυγὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμενον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον.

Μωϋσῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ· καὶ ἐν τῷ Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὅστις ποτ᾽ ἦν· «Δίελθε μέσην τὴν πόλιν τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὰ σημεῖα ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Εἶθ᾽ ἑτέροις ἐλέχθη· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε πρεσβύτερον καὶ νεανίσκον, καὶ νήπια καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ᾽ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Ὁρᾷς ὅπως οἱ μὲν ἀπώλοντο· οἱ δὲ τὸ σημεῖον ἐπὶ τοῦ μετώπου φέροντες διεσώζοντο; τοιοῦτοί τινες ἦσαν καὶ οὓς ἡ παροῦσα στηλογραφία παρίστησι λέγουσα· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·» οὐ γὰρ τῷ Ἰσραὴλ, φησὶν, ἔδωκας, ἀλλὰ τοῖς φοβουμένοις σε. Ὅτι δὲ ἔθος ἐστὶ τῇ προφητείᾳ φοβουμένους τὸν Κύριον καλεῖν τοὺς ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν καταφεύγοντας, πολλάκις ἀπεδείξαμεν, καθὼς προείρηται.

Ὥσπερ οὖν ἀπὸ προσώπου τοῦ ὀλοθρευτοῦ διέφυγόν ποτε οἱ ἐν Αἰγύπτῳ τὰς πληγὰς, χρήσαντες τῷ σημείῳ τοῦ αἵματος, τὸν αὐτὸν τρόπον εἰς ἀποτροπιασμὸν τοῦ πολεμίου καὶ ἐχθροῦ τῶν ἀνθρωπίνων ψυχῶν, τοῦ τοξεύειν καὶ καταβάλλειν αὐτὰς ἐπὶ τὴν τῆς εἰδωλολατρείας πλάνην εἰωθότος, δέδοται τὸ λεγόμενον ἐνταῦθα σημεῖον τοῖς φοβουμένοις τὸν Κύριον. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα μέχρι τοῦ τέλους καὶ ὁ ρζʹ περιέχει ψαλμός.

Ἀλλ᾽ ἐν μὲν τοῖς προκειμένοις τὰ προλεχθέντα ἀποβολὴν ἐδήλου τοῦ Ἰσραήλ· τοῦ ρζʹ τὰ πρὸ τούτου, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» καὶ τῶν ἐπιφερομένων, σαφῆ κλῆσιν ἐθνῶν θεσπίζει. Προειπὼν γὰρ ὁ λόγος ἐν τῷ ρζʹ, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου,» ἐπιφέρει· «Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν· ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Εἶτ᾽ ἐπιλέγει τὰ ἐν τῷ μετὰ χεῖρας προκείμενα λόγῳ· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου,» καὶ τὰ λοιπὰ συμφώνως τοῖς προκειμένοις, Σφόδρα δὲ ἐθαύμασα τοῦ ἁγίου Πνεύματος τὴν οἰκονομίαν· ἀπὸ γὰρ δύο στηλογραφιῶν ἕνα ψαλμὸν πεποίηκε, τὸν ρζʹ.

Τὰ μὲν γὰρ πρῶτα, ἐν οἷς ἐλέγετο· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, καὶ τὰ ἑξῆς, ἀπὸ τῆς τοῦ νϛʹ στηλογραφίας τοῦ Δαυῒδ ἐξελὼν, ἐν ᾗ καὶ αὐτῇ λέλεκτο· ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ,» καὶ τὰ ἐπιλεγόμενα δ᾽ ἑξῆς συμφώνως τοῖς ἐν τῷ ρζʹ μέχρι τοῦ· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου·» τὰ δὲ δεύτερα τὰ ἀπὸ τοῦ, «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου,» σὺν τοῖς μέχρι τέλους ἐπενηνεγμένοις ἀπὸ τῆς μετὰ χεῖρας στηλογραφίας, διδάσκοντος ἡμᾶς θείου Πνεύματος μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐμφέρεσθαι ἐν ἀμφοτέροις.

Ἐν μὲν γὰρ τῷ νϛʹ ἐξομολογήσασθαι τῷ Κυρίῳ ἐν λαοῖς καὶ ψάλλειν αὐτῷ ἐν ἔθνεσιν εὐηγγελίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ἀποβολὴν σημαίνει τοῦ Ἰσραὴλ, ὥσπερ οὖν ἐδίδασκε τὰ προλεχθέντα. Καὶ δὴ μετὰ τὰ πρῶτα, δι᾽ ὧν ἐδηλοῦτο ἡ ἀποβολὴ τοῦ προτέρου λαοῦ, τό τε σημεῖον τὸ τοῖς φοβουμένοις αὐτὸν δοθησόμενον, ἑξῆς μέσου διαψάλματος παρεντεθέντος, τὸ Πνεῦμα τὸ ἅγιον εὐχὴν ἀναπέμπει τῷ Θεῷ φάσκον· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ἱκετεύει δὲ ταῦτα δεόμενον, ὅπως, τῇ αὑτοῦ χρησάμενος δεξιᾷ ὁ Θεὸς, ῥύσηται καὶ σώσῃ τοὺς ἀγαπητοὺς αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἱκετεύει, «Σῶσον,» ἀλλὰ «τῇ δεξιᾷ ἑαυτοῦ» πρῶτον μὲν ῥύσασθαι, ἔπειτα σῶσαι. Ἀγαπητοὺς δὲ τοῦ Θεοῦ οὐδ᾽ ἄλλους ἠπίστατο ἢ τοὺς κατ᾽ εἰκόνα τὴν αὐτοῦ πεποιημένους ἀνθρώπους. Εἰ γὰρ καὶ τὰ μάλιστα ὑποπεπτώκασι τῇ ἁμαρτίᾳ, ἀλλ᾽ ὅμως διὰ τὴν ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν, ἀγαπητοὶ εἴρηνται τοῦ Θεοῦ. Δυσωπεῖ τοίνυν ὁ λόγος τὸν Θεὸν διὰ τῆς μνήμης τῶν ἀγαπητῶν αὐτοῦ, παρακαλεῖ τε ῥύσασθαι αὐτοὺς ἀπὸ νοητῶν τε ἐχθρῶν καὶ πολεμίων· ῥυσάμενόν τε σῶσαι αὐτοὺς διὰ τῆς ἑαυτοῦ δεξιᾶς.

Δεξιὰν δὲ τοῦ Θεοῦ τίνα ἄν τις εἴποι ἢ τὸν Χριστὸν αὐτοῦ τροπικῶς οὕτως ὠνομασμένον, Ὡς γὰρ ἀλλαχοῦ δύναμις καὶ σοφία λέλεκται, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, οὕτω καὶ νῦν δεξιὰ χρηματίσειεν ἄν· ἐπειδὴ τὰ δεξιὰ καὶ σωτήρια πᾶσιν ἀνθρώποις προξενήσειν ἔμελλεν. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Εὐξαμένου τοῦ ἁγίου Πνεύματος ὅπως ῥυσθῶσιν οἱ ἀγαπητοὶ τοῦ Θεοῦ, μηδὲν ὑπερθέμενος ὁ Θεὸς ἀποκρίνεται λέγων· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.» Ταῦτα δὲ τοῦ Θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ ὡς δι᾽ ἑρμηνέως λαλήσαντος, τὸ Πνεῦμα τὸ ἅγιον ἐπακοῦσαν, διδάσκει καὶ ἡμᾶς εἰδέναι αὐτά· διό φησιν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Τὸν δὲ ἅγιον τοῦ Θεοῦ μορφὴν δούλου λαβόντα οὐκ ἠγνόησάν ποτε οἱ δαίμονες· διὸ ἐβόων λέγοντες· «Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἐν πηʹ ψαλμῷ λέλεκται· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι.» Ὡς γὰρ πατὴρ ἐφ᾽ υἱῷ ἀγαπητῷ, οὕτως ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῷ Υἱῷ ὤμνυσι. Καὶ ἐνταῦθα τοίνυν «ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ὁ Θεὸς ἐλάλησεν ἐν ἡγιασμένῳ αὐτοῦ.» Πότε δὲ καὶ τοῦτ᾽ ἐπληροῦτο, ἢ ὅτε ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; Τί δὲ ἐλάλησεν ἢ τὰ ἐπιφερόμενα λέγων· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα;»

Ἐν μὲν οὖν τῷ ρζʹ εἴρηται· «Ὑψωθήσομαι, καὶ διαμεριῶ Σίκιμα,» σφόδρα καταλλήλως· ἐπειδὴ ἐν ἐκείνῳ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Πρὸς γὰρ τὸ, «ὑψώθητι,» ἐπενήνεκται τὸ, «ὑψωθήσομαι·» ἐνταῦθα δὲ πρὸς τὸ, «σῶσον τῇ δεξιᾷ σου,» καὶ πρὸς τὸ, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,» χαίρων ἐπὶ τῇ τῶν ἀγαπητῶν αὐτοῦ σωτηρίᾳ, τὴν ἀπόκρισιν ποιεῖται λέγων, «Ἀγαλλιάσομαι·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Γαυριάσομαι·» ἢ, κατὰ τὸν Σύμμαχον, «Γαυριάσω καὶ διανεμήσω Σίκιμα·» Αὕτη δὲ ἦν ἡ πάλαι ἀφωρισμένη τῷ Ἰωσὴφ μερὶς κατ᾽ ἐξαίρετον, ἐφ᾽ ᾗ καὶ μέγα ἐφρόνουν πρότερον μὲν Ἰουδαίων παῖδες, νῦν δὲ τὸ Σαμαρειτῶν φῦλον. Ἡ αὐτὴ δέ ἐστι Σίκιμα τῇ Συχὲμ, ἣν ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ· ἔνθα καὶ τὸ φρέαρ καὶ ἡ πηγὴ τοῦ Ἰακὼβ τυγχάνει, ὧν μέμνηται τὸ Εὐαγγέλιον, τὸν Σωτῆρα φάσκον ἐπιδεδημηκέναι, πολλούς τε αὐτῶν εἰς αὐτὸν πεπιστευκέναι.

Ἀλλὰ καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ οἱ ἀπόστολοι, ἐν τῇ Σαμαρείᾳ γενόμενοι, σημεῖα καὶ τέρατα ἐποίουν ἐν αὐτῇ, ὡς ἱστορεῖσθαι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πνεῦμα τὸ ἅγιον δεδόσθαι τοῖς τὸν τόπον οἰκοῦσι, χαράν τε μεγάλην γεγονέναι αὐτόθι.

Γέγραπται γοῦν, ὅτι Φίλιππος, κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ἐγένετο δὲ φωνὴ χαρᾶς μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Καὶ ἑξῆς εἴρηται· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον·» καὶ ἐπιλέγει· «Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾽ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Ταῦτ᾽ οὖν ἐγένετο ἐν τῇ Σαμαρείᾳ, πληρουμένης τῆς μετὰ χεῖρας ἐπαγγελίας, φασκούσης· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα. Τοῖς γὰρ ἐπὶ τῆς Σαμαρείας διεμέρισε τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τὴν ἀνάληψιν αὐτοῦ, καὶ μετὰ τὸ ὑψωθῆναι αὐτὸν, ὅτε »ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα ἐν ἀνθρώποις.» Καὶ ταῦτα ἐγίνετο μετὰ τὸ διωχθῆναι τοὺς μαθητὰς τοῦ Σωτῆρος ἀπὸ Ἱεροσολύμων.

Λέγει γοῦν ἡ Γραφή· «Ἐγένετο δὲ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν·» καὶ πάλιν· «Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.» Εἶθ᾽ ἑξῆς εἴρηται ὅπως τοῖς ἐν τῇ Σαμαρείᾳ εὐηγγελίζοντο, καὶ ὡς τοῦ Πνεύματος τοῦ ἁγίου μετεδίδοσαν αὐτοῖς οἱ ἀπόστολοι. Δέδεικται τοίνυν ὅπως εἴρηται τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» μετὰ γὰρ τὸ ὑψωθῆναι τὸν Σωτῆρα πάντα ταῦτα ἐπληροῦτο.

Ἄλλος δ᾽ ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ· «Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητήριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν, ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκηνῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμετρήσω.» Εἶθ᾽ ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραῒμ ἦν ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·» ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραῒμ κραταίωσιν τῆς κεφαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραῒμ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ.

Δύο δὲ παίδων γενομένων τῷ Ἰωσὴφ, τοῦ Ἐφραῒμ καὶ τοῦ Μανασσῆ, οἱ μὲν τοῦ Ἐφραῒμ, ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ, ἐν τῇ Σαμαρείᾳ καὶ τῇ προλεχθείσῃ Συχὲμ τῇ καὶ Σίκιμα συνέστησαν τὸ βασίλειον· διὸ λέλεκται· «Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, «ἰσχὺς τῆς ἀρχῆς μου·» οἱ δὲ ἐκ τοῦ Μανασσῆ γενόμενοι ἔσχον τὴν Γαλαάδ· διὸ εἴρηται· «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς.» Ὁ μὲν γὰρ τόπος ἐκ τοῦ Γαλαὰδ ἐσημαίνετο, οἱ δὲ οἰκήτορες ἐκ τοῦ Μανασσῆ. Ὥσπερ οὖν οὗτοι, φησὶ, γεγόνασιν ἐμοὶ, οἵ τε τὴν Γαλαὰδ οἰκήσαντες υἱοὶ Μανασσῆ, καὶ οἱ ἐν Σικίμοις ἄρξαντες τοῦ λαοῦ υἱοὶ Ἐφραΐμ· ἀλλὰ καὶ ὡς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύσαντες ἦσαν ἐμοὶ, καὶ τῆς ἐμῆς μερίδος βασιλεῖς· οὕτως ἔσται ποτὲ ἐμὰ καὶ τὰ τῶν ἀλλοφύλων ἔθνη. Δηλοῖ δὲ πάντας ἀλλοφύλους διὰ τοῦ Μωὰβ καὶ διὰ τῆς Ἰδουμαίας, ἐκ δύο τούτων ἐθνῶν τῶν ἀπηγορευμένων εἰσιέναι εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα παραδεξάμενος.

Γέγραπται γοῦν· «Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα.» Μωὰβ δὲ καὶ Ἀμμὰν γεγόνασιν υἱοὶ Λὼτ ἐκ παρανόμου μίξεως τῶν αὐτοῦ θυγατέρων, ἔκ τε τοῦ Σοδομιτικοῦ σπέρματος· ὧν τὴν διαδοχὴν, Μωαβίτας καὶ Ἀμμανίτας, ἀποβλήτους ποιεῖται ὁ Μωϋσέως νόμος. Ἀλλ᾽ ὁ παρὼν νόμος τῷ μὲν Μωὰβ εὐαγγελίζεται κάλλιστα λέγων· «Μωὰβ, λέβης τῆς ἐλπίδος μου·» ἑτέρῳ δὲ ἔθνει τῷ ἀπὸ τοῦ Ἡσαῦ ὑφεστῶτι τὰ χρηστὰ σημαίνει, ἐπιφέρων ἑξῆς· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Ἰδουμαία δ᾽ ἐκέκλητο ἀπὸ τοῦ Ἐδώμ· οὗτος δὲ ἦν ὁ Ἠσαῦ περὶ οὗ λέλεκται· «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.» Μυρίαι τε ἄλλαι προφητεῖαι κατὰ τῶν Ἰδουμαίων καὶ κατὰ τῆς Ἰδουμαίας εἴρηνται. Ἀλλ᾽ ὁ παρὼν λόγος τὰ κάλλιστα καὶ τούτοις εὐαγγελίζεται, λέγοντος τοῦ Θεοῦ· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Εἶθ᾽ ἑξῆς καὶ περὶ τῶν λοιπῶν ἐθνῶν ἀδιορίστως ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν,» ἢ «ἐφιλίασαν.» Λέβητα δὲ τὸν Μωὰβ τῆς ἑαυτοῦ ἐλπίδος καλεῖ, ἢ λέβητα τοῦ λουτροῦ ἑαυτοῦ, ἢ τῆς ἀμεριμνίας ἑαυτοῦ· ἐπειδὴ οὐκ ἄλλως ἐξῆν αὐτῷ, ἅπαξ ἀποβλήτῳ γενομένῳ, εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ παραβάλλειν, μὴ οὐχὶ διὰ λουτροῦ παλιγγενεσίας. Ὥσπερ οὖν λέβητι ἀπολουσάμενος καὶ ἀποκαθαρθεὶς τῆς προτέρας δυσσεβείας, καταξιοῦται τῆς χάριτος, καὶ οὕτως ἀμεριμνίας τυγχάνει.

Καὶ ταῦτα δι᾽ ἔργων κεχωρηκότα πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν, τῇ τῶν Ἀράβων ἐπιδημήσαντας χώρᾳ, θεωμένους τε τοὺς παρ᾽ αὐτοῖς πληθύνοντας λαοὺς, Μωαβίτας καὶ Ἀμμανίτας πληροῦντας τὰς Ἐκκλησίας τοῦ Θεοῦ. Ὡσαύτως δὲ καὶ, «Ἐπὶ Ἰδουμαίαν ἐπιβήσομαι, φησὶ, τῷ ὑποδήματί μου,» κατὰ τὸν Σύμμαχον. Καὶ ταύτην δὲ τὴν πρόῤῥησιν οὐδὲν ἂν εἴη δυσχερὲς ἰδεῖν, τῇ τῶν Ἰδουμαίων ἐπιστάντας χώρᾳ καὶ τὰ πλήθη τῶν αὐτόθι Ἐκκλησιῶν τοῦ Θεοῦ ὄψει παραλαβόντας· ὡς μὴ ὀκνῆσαί τινα ἀληθῶς ἐπίβασιν γεγονέναι τοῖς τόποις ἐκείνοις ὁμολογῆσαι. Διὰ δὴ ταῦτα ἀνωτέρω ἐλέγετο· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι.» Μέλλον γὰρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπὶ σωτηρίᾳ ἀνακαλεῖσθαι, πρεπόντως αὐτοῦ τῇ φιλανθρωπίᾳ, συνέχαιρε τῇ τῶν σωζομένων σωτηρίᾳ. Καὶ ἄλλως δὲ ὑπόδημα αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων τοὺς ἀποστόλους, ἢ τοὺς εἰς ἔτι δεῦρο τῷ περὶ αὐτοῦ κηρύγματι διακονουμένους. Ταῦτα δὴ οὖν πάντα εἰργάσατο ὁ Θεὸς, ὅτε ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ ἁγίῳ αὐτοῦ.

Καθ᾽ ἑτέραν δὲ ἐκδοχὴν λαλήσας ὁ Θεὸς ἐν τῷ ἁγίῳ αὐτοῦ, πάντας ἁπαξαπλῶς Ἰουδαίους τε καὶ Ἕλληνας, τά τε καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη εἰς τὴν ἑαυτοῦ χάριν ἀνεκαλέσατο· διὸ καὶ τὴν Σίκιμα καὶ τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆν καὶ τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους ἅπαντας κατηριθμήσατο, ἐξ ἴσου τῆς ὁμοίας κλήσεως καταξιώσας ἅπαν τὸ τῶν ἀνθρώπων γένος· πλὴν ἀλλὰ πρώτους τοὺς ἀπὸ τοῦ Ἰσραὴλ καλεῖ. Ἐχρῆν γὰρ τὰ πρωτεῖα καὶ τὰς ἀπαρχὰς τοῦ εὐαγγελικοῦ κηρύγματος πρώτοις αὐτοῖς ἀπονεῖμαι διὰ τὰς πρὸς τοὺς αὐτῶν πατέρας ἐπαγγελίας, δι᾽ ἃς καὶ αὐτὸς ὁ Σωτὴρ πρώτοις αὐτοῖς εὐηγγελίζετο μαρτυρόμενος καὶ λέγων· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τοῖς ἀποστόλοις δὲ αὐτοῦ πρώτοις αὐτοῖς κηρύσσειν τὸ Εὐαγγέλιον παρῄνει φάσκων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἶτα μετ᾽ ἐκείνους προσέταττε τοῖς ἑαυτοῦ μαθηταῖς εὐαγγελίζεσθαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ.

Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραῒμ, ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστάσεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ᾽ ὅλης τῆς οἰκουμένης οἰκοῦντας. Γνώσεις δ᾽ ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ᾽ οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμαρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο· μετὰ δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παραδόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς.

Εἶτα τοῦ Θεοῦ εἰρηκότος, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,» τὸν λόγον ἀποθαυμάζει, εἰ μέλλοι ποτὲ Θεὸς αὐτὸς, ὑποδήματι χρησάμενος, ἐπιβαίνειν οὐ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ Σαμαρείᾳ, οὐδὲ ἄλλῃ τινὶ τῇ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἀλλοφύλων Ἰδουμαίων.

Διὸ μακαρίζει μὲν τούτους, οἷς ἐπιδημήσειν ἤμελλεν ὁ Θεός· εὐχὴν δὲ τίθεται καταξιωθῆναί ποτε καὶ αὐτὸν τῆς τούτων θέας· διό φησι· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Ηὔχετο γὰρ ὁδηγηθῆναι καὶ παρατεῖναι τοὺς τῆς ζωῆς αὐτοῦ χρόνους ἐπὶ τὸν καιρὸν ἐκεῖνον, καθ᾽ ὃν ἤμελλεν ὁ Θεὸς ἐπὶ τὴν Ἰδουμαίαν ἐκτείνειν τὸ ὑπόδημα αὐτοῦ, ὡς ἂν ἴδοι τὸ μέγα θέαμα, Θεὸν ἐπιδημοῦντα ἀνθρώποις καὶ ἐμπεριπατοῦντα τῇ Ἰδουμαίᾳ, ἀλλοφύλους τε αὐτῷ ὑποτεταγμένους καὶ φιλιάζοντας· διό φησι· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Πόλιν δὲ περιοχῆς καλεῖ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, περιπεφραγμένην στεῤῥῷ καὶ ὀχυρωτάτῳ τείχει, τῇ σωτηρίῳ δυνάμει, ἣν καὶ αὐτὴν ἰδεῖν ηὔχετο· διὸ ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Θέα δὲ ὅπως οὐκ ηὔξατο ὁδηγηθῆναι ἕως τῆς Ἱερουσαλὴμ, ἢ ἕως τῆς Γαλαὰδ, ἢ ἕως τῆς Συχὲμ, ἢ ἕως τοῦ Ἐφραῒμ, ἢ ἕως τοῦ Ἰούδα· ἀλλ᾽ ὥσπερ ἐκπλαγεὶς τὸ παράδοξον τῆς ἐπαγγελίας, εἰ τοῦ μεμισημένου καὶ πόρνου Ἠσαῦ οἱ ἀπόγονοι τοιαύτης τότε τεύξονται χάριτος, ὡς ἐπιβῆναι αὐτοῖς τὸν Θεὸν, εὔχεται λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;»

Σφόδρα δὲ θαυμαστῶς ὁ Θεὸς ἐμπεριπατήσειν οὐ γυμνοῖς ποσὶ λέλεκται, ἀλλὰ δι᾽ ὑποδημάτων· αἰνιττομένου τοῦ λόγου τὰς ὑπηρετικὰς τοῦ βουλήματος αὐτοῦ ψυχὰς, δι᾽ ὧν τὴν τῶν ἐθνῶν κλῆσιν ποιησάμενος, πανταχοῦ γῆς τὴν ἑαυτοῦ συνεστήσατο πόλιν, λέγω δὲ τὴν καθολικὴν αὑτοῦ Ἐκκλησίαν, καὶ τὸ σύστημα τῆς τῶν θεοσεβῶν πολιτείας· περὶ ἧς εἴρηται ἀλλαχοῦ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ταύτην οὖν τὴν πόλιν τῆς περιοχῆς διψῶν θεάσασθαι ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἢ, «εἰς πόλιν πεφραγμένην;» οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος. Πύλαι γὰρ αὐτὴν καὶ θύραι καὶ μοχλοὶ θείων δυνάμεων περιφράττουσι, πρὸς τὸ μή τινα ὑπομεῖναι πολιορκίαν. Διὸ περὶ αὐτῆς ἔλεγεν ὁ Σωτήρ· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ταύτην οὖν τὴν περιπεφραγμένην πόλιν ἐπιθυμῶν ἰδεῖν ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Καὶ τὴν τῶν ἀλλοφύλων σωτηρίαν εὐχόμενος ὀφθαλμοῖς παραλαβεῖν, προσετίθει λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Εἶτα πρῶτον καὶ δεύτερον εἰπὼν, «Τίς;» τὸν μόνον δυνατὸν ταῦτα δεικνύναι γνωρίζειν ὁμολογεῖ· ἦν δὲ οὗτος ὁ Θεός· ὃ κατ᾽ ἀρχὰς τῆς προκειμένης στηλογραφίας ἔλεγεν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.»

Διὸ πρὸς ἐκείνην τὴν φωνὴν ἀποδίδωσιν ἐνταῦθα τὴν αὐτὴν διάνοιαν λέγων· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς;» Τίς γὰρ ἄλλος, φησὶ, δύναται δεῖξαι ἡμῖν τὰς ἐπαγγελίας τὰς σὰς καὶ τῶν σῶν λόγων τὰ ἀποτελέσματα, εἰ μὴ σὺ αὐτὸς ὁ ἀπωσάμενος ἡμᾶς; ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰ μὴ σὺ ὁ Θεὸς ὁ ἀποβαλλόμενος ἡμᾶς, καὶ μὴ προσελθὼν ἐν ταῖς στρατεύσεσιν ἡμῶν;» Ἀπώσω γὰρ ἡμᾶς σὺ, Κύριε, καὶ καθεῖλες ἡμᾶς· ἀλλὰ καὶ πάλαι εἰωθὼς συνεξιέναι καὶ συμπολεμεῖν ταῖς ἡμετέραις δυνάμεσι, νῦν ὅτε τὴν κλῆσιν ἐποιήσω τῶν ἐθνῶν, ἀπώσω ἡμᾶς καὶ οὐκέτι συνεξέρχῃ ταῖς ἡμετέραις δυνάμεσι.

Ἄλλη οὖν οὐκ ἔστιν ἡμῖν ἐλπὶς πρὸς τὸ θεάσασθαί σου τὰς ἐπαγγελίας, εἰ μὴ σὺ αὐτὸς βουληθείης. Σοῦ γὰρ θελήσαντος, δυνατὸν ἡμῖν τοὺς σοὺς προφήτας συγκαταλεγῆναι τῇ πόλει σου τῇ περιπεφραγμένῃ, καὶ ὁδηγηθῆναι ἕως τῆς ἀποδειχθείσης Ἰδουμαίας «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οἱ τῶν ἐπαγγελιῶν καταξιωθέντες διδάσκονται διὰ τῶν προκειμένων νήφειν καὶ ἐγρηγορέναι, παρασκευάζεσθαί τε εἰς θλίψεις, καὶ δι᾽ εὐχῶν λέγειν τῷ ἑαυτῶν βασιλεῖ· «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·» ματαίαν γὰρ εἶναι πᾶσαν τὴν ἐξ ἀνθρώπων ἐλπίδα. Εἶτ᾽ εὐξάμενοι ταῦτα, τὴν ἀγαθὴν ἐπιδείκνυνται προθυμίαν λέγοντες· «Ἐν Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·» καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, φησὶν, ἀλλ᾽ ἡ χάρις ἡ σὺν ἐμοί.» Ταῦτα δὲ λέγειν παιδεύονται οἱ ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν τῇ τοῦ Θεοῦ χάριτι προσεληλυθότες. Εἰ δὲ ἐκ προσώπου τοῦ προφητικοῦ χοροῦ λέγοιτο καὶ ταῦτα, πρέποι ἂν αὐτοὺς, ἀποκλαυσαμένους τὸν ἀπωσμὸν καὶ τὴν καθαίρεσιν τοῦ προτέρου λαοῦ, εὐχὴν ἀναπέμπειν ὑπὲρ τοῦ κοινοῦ πάντων αὐτῶν σώματος, καὶ λέγειν τῷ Θεῷ τὰ προκείμενα.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΤΩ ΔΑΥΙΔ Ξʹ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.» Οἱ μὲν ἐπιγεγραμμένοι στηλογραφίας ἐφεξῆς πέντε μέχρι τοῦ νθʹ τέλος ἔχουσιν· εἰσὶ δὲ πάντες οἱ ταύτην ἔχοντες τὴν προγραφὴν ἕξ· οἵ τε προλεχθέντες καὶ ὁ ιεʹ ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου τῶν Ψαλμῶν κείμενος. Ὅ γε μὴν μετὰ χεῖρας ὕμνος ὢν καὶ αὐτὸς εἰς τὸ τέλος διὰ τὰς ἐπὶ τέλει τοῦ ὕμνου φερομένας ἐπιχρήστας ἐπαγγελίας ἀναπέμπει.

Εἰσὶ δὲ πάντες οἱ ἐπιγεγραμμένοι «Ἐν ὕμνοις» πέντε· δύο μὲν ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου, ὁ τέταρτος καὶ ὁ ϛʹ. Ἀλλ᾽ οὗτοι μὲν «Ἐν ὕμνοις ψαλμοὶ» λέγονται· οἱ δὲ ἐν τῷ δευτέρῳ μέρει τῆς βίβλου τρεῖς «Ἐν ὕμνοις» ἐπιγράφονται μόνον, ὁ νγʹ, καὶ ὁ νδʹ, καὶ ὁ μετὰ χεῖρας. Οἱ μὲν οὖν «Ἐν ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρακτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρηνται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δεδεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστησιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι᾽ οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος καταστάσεως θεοληπτούμενον τὸν Προφήτην. Οὐκ ἀγνοῶ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακαλεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ Δαυῒδ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρακαλεῖ.

Εἶθ᾽ ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐτοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμάσαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν Θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξομαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπιζητήσειε;

Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα,» βοᾷν; Ἀλλ᾽ ὅρα εἰ μὴ πᾶς ὁ τῷ Θεῷ φίλος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη.

Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς γῆς οἰκεῖν λέγοιτ᾽ ἂν εἰκότως· οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦντες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτόμενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέγων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ· «Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ᾽ ἂν ψεύσαιτο φάσκων· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον.

Ἀκηδιᾷ γὰρ, καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμακρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου· διὸ καὶ ἀπεκλᾴετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν· ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ᾽ αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆται τὸν πάλαι ἀπεκλᾴοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ. Διὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλᾴετο. «Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς, Κατὰ μὲν τοὺς Ἑβδομήκοντα, εὐχαριστίαν περιέχει ὁ λόγος.

Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ᾽ ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι᾽ ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύργος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι· εἰκότως τούτων ἁπάντων τυχὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀντὶ δὲ τοῦ, «Ἐν πέτρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ᾽ ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρομένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ᾽ αὐτῷ μόνῳ θαρσοῦντας.

Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·» ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ᾽ ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ᾽ ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ᾽ ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι᾽ αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.»

Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ Δαυῒδ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν καὶ ἡμεῖς ἐφ᾽ ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους· ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούεσθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπληροῦτο δυνάμεως· εἰκότως οὐκέθ᾽ ὡς ψιλὰς προσευχὰς, ἀλλ᾽ ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες.

Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύματος ἀφίξεως, φωτισθείς τε ὑπ᾽ αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. Διὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνῄσθετο εἰσακουσθείς; καὶ τοῦτ᾽ ἦν τὸ διὰ τοῦ προφήτου Ἡσαΐου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. Διό φησιν· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ Θεὲ, ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ᾽ ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμένοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους.

Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονομίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προσιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος.

Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν· καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγγελται διὰ Μωϋσέως· τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς εἴρηται· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι᾽ ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·» καὶ ἐν τῷ ιεʹ δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.» «Ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ᾽ ὑπερβατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ᾽ ἡμέρας μοι προσέθηκας.

Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξαμένῳ τῷ βασιλεῖ Δαυῒδ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ᾽ ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γὰρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κʹ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγαθῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέγων· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.»

Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο Δαυῒδ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακουσθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι᾽ ἧς εἴρηται· «Ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ᾽ ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξεται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ Δαυῒδ μνημονευόμενος οὐ καθ᾽ ὃν μόνον ἐβίου χρόνον, ἀλλὰ καὶ καθ᾽ ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ περιτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ᾽ ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγχάνει γράμμασι, φέρει διὰ μνήμης τὸν Δαυΐδ· καὶ ἡ δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ Δαυῒδ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ Δαυΐδ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.»

Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμπαρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδάσκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράζει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλήθεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν.

Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν, ὁμοίως αὐτῷ ζήσεται, ἀλλ᾽ ὑπὸ τοῦ ἐλέους τοῦ Θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ Δαυῒδ ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἀπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω; ἀλλ᾽ ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ᾽ οὐ διὰ τὰς ἐμὰς ἀρετάς «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀποδιδοὺς τὰς εὐχάς μου καθ᾽ ἑκάστην ἡμέραν.» Οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους. Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς.

Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ᾽ ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέπουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ Θεῷ κἀκεῖ πρᾶξιν διατελέσω. Αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία.