Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΞΑ΄ - ΟΑ΄

Ερμηνεία των ψαλμών 61 έως 71, που ολοκληρώνουν το Δεύτερο Βιβλίο των Ψαλμών, με επίκεντρο τη σταυρική θυσία, τη λύτρωση των εθνών, τον πνευματικό πόλεμο και την αιώνια βασιλεία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 16

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΙΔΙΘΟΥΜ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΑʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυῒδ, πρόκειται δὲ τῇ ἐπιγραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυῒδ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς τινος ἐπισυμβάσης αὐτῷ. Καὶ ὁ λʹ δὲ καὶ ηʹ ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ Δαυΐδ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυῒδ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;» ἐν δὲ τῷ ληʹ· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη·» καὶ πάλιν· «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα τρόπον ἐμφαίνει δι᾽ ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· »Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ ληʹ εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ᾽ ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς αὐτῆς ἐχομένας διανοίας.

Ὁ τοίνυν Δαυῒδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ ληʹ ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστητον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ Δαυῒδ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι.

Ἐπεὶ τοίνυν, τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος· ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφαλήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ᾽ ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει;

Ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει Κύριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπογινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. Διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπᾴδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν· ἕνα δὲ μόνον πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν, ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. Διό φησιν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ τὰ ἑξῆς. Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι᾽ ὧν γράφεται τὸ τοῦ σωτηρίου ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται.

Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ᾽ ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ᾽ ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν ληʹ, γραμματικαῖς ἀποδείξεσι παρεστήσαμεν. Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθοὺμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν, τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι· δι᾽ ἧς ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν Θεὸν γεγονώς. Γέγραπται γοῦν· «Καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κιβωτοῦ.» Καὶ ἑξῆς εἴρηται· «Αἰμὰν καὶ Ἰδιθοὺμ, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾽ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ·» καὶ πάλιν· «Μετ᾽ αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην·» καὶ αὖθις· «Καὶ ἔστησεν ὁ βασιλεὺς Δαυῒδ καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» Ἀντὶ δὲ τοῦ, «τοὺς ἀποφθεγγομένους,» ὁ μὲν Ἀκύλας, «τῶν προφητῶν,» ὁ δὲ Σύμμαχος, «τῶν προφητευσάντων διὰ λύρας,» ἐξέδωκεν· ὥστε προφήτας χρὴ νομίζειν γεγονέναι τοὺς δηλουμένους.

Καὶ αὖθις ἑξῆς εἴρηται τῷ Ἰδιθούμ· «Υἱοὶ Ἰδιθοὺμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας, καὶ Σεδείας, καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι.» Ἀντὶ δὲ τοῦ, «ἐν κινύραις ἀνακρουόμενοι,» πάλιν ὁ Ἀκύλας, «κιθάρᾳ προφητεύων·» ὁ δὲ Σύμμαχος, «διὰ λύρας τοῦ προφητεύοντος,» ἐξέδωκεν. Οὐκοῦν καὶ ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας· διὸ καὶ εἰκότως εἴποι ἄν τις, ἐντεῦθεν ὁρμώμενος, μὴ τὸν Δαυῒδ συντάξαι τὸν ψαλμὸν, καὶ δεδωκέναι τῷ Ἰδιθοὺμ, μηδὲ τὸν Ἰδιθοὺμ ὑποπεπτωκέναι τῷ πειρασμῷ, καὶ θεραπείας δεδεῆσθαι τῆς παρὰ τοῦ Δαυΐδ.

Μηδὲ γὰρ τὴν Γραφὴν ὑπαίτιόν που τὸν Ἰδιθοὺμ εἰσάγειν· ἀλλ᾽ ἔμπαλιν μᾶλλον τὸν Δαυῒδ πειρασμῷ περιπεπτωκέναι διδάσκειν. Διὸ καὶ φῆσαι ἂν εἰκότως, προφήτην ὄντα τὸν Ἰδιθοὺμ, τοὺς ἐν ἀμφοτέροις τοῖς προδηλωθεῖσι ψαλμοῖς λόγους συντάξαι, καὶ τῷ Δαυῒδ παραδεδωκέναι, ὡς ἂν ὠφελοῖτο καὶ θεραπεύοιτο ἐξ αὐτῶν ἐπὶ τοῖς αὐτῷ συμβεβηκόσι.

Δοκεῖ δέ πως ταύτῃ τῇ διανοίᾳ συμβάλλεσθαι καὶ ὁ Σύμμαχος, τὴν προγραφὴν τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «Ἐπινίκιος διὰ Ἰδιθοὺμ ᾠδὴ εἰς Δαυΐδ.» Καὶ μήποτε μετὰ τὸ σφάλμα τὸ ἐπισυμβὰν τῷ Δαυῒδ ἐπὶ τῇ τοῦ Οὐρίου γυναικὶ, μηκέτι οἵου τε αὐτοῦ κατὰ τὸ παλαιὸν προφητεύειν, πολλῶν δὲ πειρασμῶν ἐπανισταμένων αὐτῷ καὶ συμφορῶν ἐπαλλήλων, ὁ Ἰδιθοὺμ, Πνεύματι ἁγίῳ συντάξας τοὺς προκειμένους λόγους, ὥσπερ τινὰ φάρμακα ψυχῆς θεραπευτικὰ ἐπιδίδωσιν αὐτῷ, εἰς τὸ παραμυθεῖσθαι ἐκ τῆς ἐν αὐτοῖς διδασκαλίας; Καὶ δὴ δυσὶν ἐκδοχαῖς ἐπιβάλλοντες εἰς τὰ προκείμενα τοῖς ἐντυγχάνουσι, θατέρας αὐτῶν τὴν αἵρεσιν καταλείψομεν. «Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.» Ἐμφαίνει διὰ τούτων μὴ ἕνα μόνον πειρασμὸν ὑπομεμενηκέναι ὁ Δαυῒδ, μηδ᾽ ὥσπερ μίαν πληγὴν εἰληφέναι ὑπὸ τῶν ἀντιπάλων· ὡς δὲ ἐπὶ μακρῷ χρόνῳ τυπτόμενος, καὶ καρτερῶς ὑπομένων τὰς ἐπαγομένας αὐτῷ πληγὰς, φάσκειν τοῖς τύπτουσιν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον;» ἢ κατὰ τὸν Ἀκύλαν· «Ἕως τίνος ἐπιβουλεύετε;» ἢ κατὰ τὸν Σύμμαχον· «Ἕως τίνος ματαιοπονήσετε;» Εἶτα τὴν προαίρεσιν τῶν ἐπιβουλευόντων αὐτῷ διελέγχων φησί· «Φονεύετε πάντες ὑμεῖς.»

Φονευταὶ γάρ ἐστε, φησί· καὶ οὐχ ὥσπερ ἀνταγωνισταὶ πρὸς ἀθλητὴν ἱστάμενοι μέχρι γυμνασίου ποιεῖσθαι τὴν ἅμιλλαν· ἀλλὰ φονικῇ προαιρέσει ἐπιτίθεσθέ μοι, καὶ ἐπιτίθεσθε ὡς ἀβοηθήτῳ, καὶ ὡς ἤδη κεκλιμένῳ τοίχῳ καὶ φραγμῷ ὠσμένῳ.

Ὡς γὰρ μηδενὸς περιφράττοντος μηδὲ περιτειχίζοντος καὶ τὴν ἐμὴν φρουροῦντος ψυχὴν, οὕτως ἐπιτίθεσθε. Ἕως οὖν πότε ταῦτα ματαιοπονήσετε, καὶ οὐχὶ παύσεσθε λοιπὸν, γνόντες, ὅτι εὗρον τὴν ἐμαυτοῦ φυλακὴν, καὶ τὸν ἐμαυτοῦ φρουρὸν καὶ Σωτῆρα;

Διὸ ἐθάρσησα φάναι· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Διάψαλμα.» Τὰ μὲν πρῶτα αὐτὸς ἑαυτῷ ἤτοι Δαυῒδ, ἢ Ἰδιθοὺμ διείλεκται· τὰ δὲ δεύτερα πρὸς τοὺς ἐχθροὺς ἀπετείνατο· τὰ δὲ τρίτα διὰ τῶν προκειμένων ἡμᾶς διδάσκει, τίποτε βουλευόμενοι οἱ ἐπιβουλεύοντες αὐτῷ τὴν ἐπιβουλὴν κατεσκεύαζον.

Διό φησι· «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.» Ἡ γὰρ πᾶσα σκέψις αὐτῶν καὶ ἡ βουλὴ οὐδὲν ἕτερον, φησὶν, ἢ καταβαλεῖν με τῆς παρὰ τῷ Θεῷ τιμῆς, καὶ γυμνῶσαι τῆς δόξης ἧς εἶχον πρότερον ἐσπούδαζον. Εἶτα βουλευσάμενοι ταύτην μου τὴν τιμὴν περιελεῖν, ἔδραμον ἐν δίψει τὴν ἐμὴν ἀπώλειαν θεάσασθαι διψῶντες. Ἀντὶ δὲ τοῦ, «ἐν δίψει, ἐν διαψεύσματι,» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «ἐν ψεύσματι·» ἡ δὲ πέμπτη ἔκδοσις, «ἐν ψεύδει·» καὶ πάλιν ἑτέρα ἔκδοσις, «ἐν δόλῳ,» ἡρμήνευσαν. Εἰκὸς οὖν καὶ ἐν τῇ καθ᾽ ἡμᾶς ἀναγνώσει κεῖσθαι μὲν πρότερον τὸ, «ἐν ψεύδει,» ἵν᾽ ᾖ τὸ λεγόμενον· «Ἔδραμον ἐν ψεύδει·» τουτέστιν οἱ ἐχθροί μου καὶ οἱ ἐπιβουλεύοντες, οὐ σὺν ἀληθείᾳ τὸν κατ᾽ ἐμοῦ δρόμον καὶ τὴν κατ᾽ ἐμοῦ σπουδὴν ἐποιοῦντο, ὅλους δὲ αὐτοὺς τῷ ψεύδει παραδόντες· σφάλμα δὲ γραφικὸν γεγονέναι ἐν τοῖς μετὰ ταῦτα συνέβη χρόνοις, ὥστε ἀντὶ τοῦ, «ἐν ψεύδει, ἐν δίψει» γραφῆναι. Πῶς δὲ ψευδόμενοι οἱ ἐπιβουλεύοντες ἔδραμον, διερμηνεύει λέγων ἑξῆς· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.» Ἀπατῶντες γὰρ, λόγοις γλυκέσιν ἐχρῶντο πρὸς τὸ καθελκῦσαί με καὶ καταβαλεῖν τῆς παρὰ τῷ Θεῷ στάσεως· διὸ εὐλογεῖν ἐδόκουν καὶ ἐπαινεῖν με, καὶ ἀποδέχεσθαι εἰς πρόσωπον· τὰ δὲ τῆς διανοίας αὐτῶν πεπλήρωτο καταρῶν, δι᾽ ὧν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, καὶ κατάρᾳ με ὑποβαλεῖν.

Διδασκόμεθα δὲ διὰ τούτων ὅτι δὴ πάντες οἱ τοῖς τοῦ Θεοῦ ἀνθρώποις ἐπιβουλεύοντες οὐδὲν ἕτερον σπουδάζουσιν ἢ τῆς παρὰ τῷ Θεῷ τιμῆς γυμνῶσαι αὐτούς. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾽ αὐτοῦ ἡ ὑπομονή μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» Ἀρχόμενος μὲν ἔλεγεν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» ὥσπερ ἐνδυάζων ἔτι· ἐνταῦθα δὲ ἀποφατικῶς, βεβαιωθεὶς ἐκ τῶν εἰρημένων, τῇ ἑαυτοῦ ψυχῇ ἐπιθαρσῶν παρακελεύεται· διό φησι πρὸς αὐτήν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.» Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου·» ἐνταῦθα δέ· «Ὅτι παρ᾽ αὐτοῦ ἡ ὑπομονή μου.» Ὅμοιον δ᾽ ἂν εἴη τοῦτο τῷ φήσαντι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Οὐ γὰρ παρ᾽ ἐμαυτοῦ κέκτημαι τὴν ἰσχὺν, ἀλλὰ παρὰ τοῦ ἐνδυναμοῦντός με· καὶ ἐνταῦθα, «Ἡ ὑπομονή μου» οὐκ ἐξ ἐμῆς, φησὶν, ἀρετῆς καὶ δυνάμεως συνέστηκεν, ἀλλὰ παρὰ τῆς αὐτοῦ χάριτος· «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου·» διόπερ ὡς Θεός μου καὶ Σωτήρ μου παρέχει μοι τὴν ὑπομονήν. Εἶτ᾽ ἀνωτέρω μὲν ἔχεις τὸ, «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω·» ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, «οὐ σφαλήσομαι.» Πολλὴ δὲ διαφορὰ τοῦ φάσκοντος, «οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον,» καὶ τοῦ λέγοντος, «οὐ σφαλήσομαι,» καὶ, «οὐ μεταναστεύσω.»

Τὸ μὲν γὰρ ἐδήλου σαλεύεσθαι μὲν, ἀλλ᾽ οὐκ ἐπὶ πλεῖον· ἐνταῦθα δὲ ἄρνησίς ἐστι παντελὴς τοῦ πταίσματος. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.» Καὶ ἐνταῦθα τὸ «Σωτήριον» ὁ Ἰησοῦς τῇ Ἑβραϊκῇ φωνῇ ὠνόμασται, καὶ τοῖς χαρακτῆρσι τοῖς αὐτοῖς ἐγγέγραπται. Ὥσπερ δὲ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων ἔγραφε· «Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν·» τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα λέλεκται· Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, καὶ ἡ βοήθειά μου καὶ ἡ ἐλπίς μου. Ὡς εἰ λευκότερον τὸ σημαινόμενον ἀπὸ τῆς Ἑβραϊκῆς φωνῆς τέθειτο ἐν τῇ ἑρμηνείᾳ, οὕτως ἂν περιεῖχεν· Ἰησοῦς τὸ σωτήριόν μου ἐν τῷ Θεῷ τυγχάνων, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, αὐτός ἐστιν ἡ δόξα μου καὶ ὁ φύλαξ μου, καὶ ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἡ ἐν τῷ Θεῷ. Ταῦτα γὰρ πάντα ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ τοῖς εἰς αὐτὸν ἐλπίζουσι. Διὸ καὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ἐπὶ Θεῷ σωτήριόν μου καὶ δόξα μου, στερεὸς κράτους μου, ἐλπίς μου ἐν Θεῷ. Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν· ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν.

Ὁ Θεὸς βοηθὸς ἡμῶν. Διάψαλμα.» Μνημονεύσας τοῦ Σωτηρίου, συνεῖδεν, ὅτι οὐ μόνον αὐτοῦ θεραπευτικὸν ἔσται, κοινὸν δὲ γενήσεται ἀγαθόν· διὸ ἐπ᾽ αὐτὸ συγκαλεῖ τοὺς πάντας, φιλαυτίαν μὲν ἐκτρεπόμενος, φιλανθρωπίαν δὲ καὶ τὴν πρὸς τοὺς πέλας ἀγάπην ἐνδεικνύμενος.

Προσκαλεῖται τοίνυν ὡς ἐπὶ σωτήριον λιμένα φάσκων· «Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ἀμεριμνᾶτε ἐν αὐτῷ ἐν παντὶ καιρῷ, λαός.» Ἀμεριμνῶντας δὲ ἐν αὐτῷ καὶ ἐλπίζοντας, ἐξαπλοῦν προσήκει τοὺς λογισμοὺς καὶ τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ ὥσπερ ἰατρῷ τὰ πάθη. Διὸ ἐπιλέγει· «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν.» Ἔχοντες γὰρ, φησὶ, βοηθὸν, μηδὲν ὑποστέλλεσθε, μηδέ τι ἐν ταῖς διανοίαις ὑμῶν ὑποκρύπτετε, ἀναπετάσαντες δὲ τὰ ταμιεῖα τῆς ψυχῆς, τοὺς ἐν αὐτῇ κρυπτομένους λογισμοὺς ἀνακαλύπτετε, ὡς ἂν μόνῳ ἀγαθῷ καὶ δυνατῷ τὰ πάντα ἰᾶσθαι ἑαυτοὺς ἐμπιστεύοντες. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγῷ, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Καὶ ἐν τῷ ληʹ ἐλέγετο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Καὶ πάλιν· «Πλὴν μάτην ταράσσονται·» καὶ, «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.» Κἀνταῦθα συμφώνως ἐκείνοις λέλεκται τὰ προκείμενα· δι᾽ ὧν διδασκόμεθα ἐπὶ μόνον τὸν Σωτῆρα ἐλπίζειν, κἀκεῖνον βοηθὸν ἐπιγράφεσθαι· ἐπειδὴ πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, κἂν ἄρχοντες εἶναι δοκοῖεν, κἂν πολλὰ δυνάμενοι κατὰ τὸν βίον, μάταιοι· ἢ κατὰ τὸν Σύμμαχον, «ἀτμὸς,» μετ᾽ ὀλίγον ἐσόμενοι «ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.»

Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα, «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης,» καὶ ὅσα τοιαῦτα ἔγραφε. Ψευδεῖς δέ εἰσι κατὰ δύο τρόπους οἱ υἱοὶ τῶν ἀνθρώπων· καθ᾽ ἕνα μὲν ψευδολογοῦντες καὶ μακρὰν τῆς ἀληθείας ἀπεῤῥιμμένοι· κατὰ θάτερον δὲ ἀπάταις καὶ ψευδολογίαις πλανῶντες τοὺς πιστεύοντας αὐτοῖς. Διὸ οὐ προσήκει τοῖς τοιούτοις ἑαυτοὺς ἐκδιδόναι· ψεύδεσθαι γὰρ εἰώθασι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· ἀλλὰ καὶ ζυγοὶ τῆς αὐτῶν ψυχῆς οὐδὲν δίκαιον οὐδὲ ἰσόῤῥοπον περιέχουσιν· ἑτεροκλινεῖς δὲ ὄντες, τἀναντία τῷ δικαίῳ πράττουσι. Τούτοις οὖν τοῖς ἀδίκοις αὐτῶν ζυγοῖς τὴν ματαιότητα περιέπουσι, τὴν ἀλήθειαν καὶ τὸν ταύτης Θεὸν ἀποστρεφόμενοι· διὸ οὐ προσήκει αὐτοῖς ἐμπιστεύειν· μόνον δὲ τὸν λεχθέντα Σωτῆρα βοηθὸν ἐπιγράφεσθαι. «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ.» Καὶ ἐν τῷ ληʹ συγγενῶς τούτοις ἐλέγετο· «Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Ἐπεὶ τοίνυν ὁ θησαυρίζων ἐπὶ τῆς γῆς, καὶ πολλὰ χρήματα συνάγων, εἰς μάταιον συνάγει· οὔτε γὰρ ἐξ ἅπαντος αὐτὸς αὐτῶν ἀπολαύσει, πταρμοῦ τάχιον τοῦ βίου μεθιστάμενος, οὔτε ὁποῖον ἕξει διάδοχον ἀκριβῶς πέπεισται· τί καὶ θορυβεῖται μάτην;

Πολλοὶ γοῦν ἢ καὶ σχεδὸν οἱ πάντες σφᾶς αὐτοὺς ἠπάτησαν, υἱοῖς μὲν καὶ φιλτάτοις τὸν αὐτῶν πλοῦτον καταλιπεῖν προσδοκήσαντες, ἀγνοήσαντες δὲ τὸ μέλλον καὶ ἀστοχήσαντες τοῦ σκοποῦ.

Μάτην οὖν ταράττονται ἀληθῶς θησαυρίζοντες, καὶ οὐ γινώσκοντες τίς συνάξει αὐτά. Διὸ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν καὶ τὰ ἐξ ἀδικίας ποριζόμενα. μηδὲ πλοῦτος ἐὰν ῥέῃ ποταμηδὸν φερόμενος, ἐπαίρεσθαι.

Εἰ δὲ προσήκει καὶ διὰ πλούτου ποτὲ ἀγαθήν τινα πορίζεσθαι ἐλπίδα, δικαίῳ χρησάμενοι πλούτῳ τῷ ἐκ Θεοῦ πολλάκις παρεχομένῳ· καὶ ζυγοῖς ὀρθοῖς καὶ ἰσοστασίοις, δεξιαῖς, ὦ οὗτοι, χρήσασθε πράξεσι, θησαυρίζοντες ἑαυτοῖς θησαυροὺς ἐν οὐρανοῖς, καὶ σπείροντες ἐν εὐλογίαις κατὰ τὸ λελεγμένον· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Αὕτη γὰρ μόνη ἐλπὶς ἀγαθή· ἄλλως δὲ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν, μηδὲ ἐπὶ τοῖς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συναγομένοις χρήμασι μέγα φρονεῖν· ἀλλὰ καὶ εἰ συμβαίη ποτὲ εὐροεῖν ἡμῖν τὰ πράγματα, καὶ ἀκωλύτως φέρεσθαι πανταχόθεν τὸν πλοῦτον ποταμοῦ δίκην ῥέοντα, καὶ ὅθεν οὐκ ἄν τις ἀδικήσειε, φορᾷ τινι ἀδοκήτῳ φερόμενον, μὴ πάντως ἐκ Θεοῦ τοῦτο γίνεσθαι καὶ νόμιζε, μηδὲ μακάριζε σεαυτὸν ἀπατώμενος τῇ διανοίᾳ καὶ προστιθέμενος ὡς ἀγαθῷ τῷ πλούτῳ. Γίνωσκε δὲ, ὅτι ῥευστῆς ὢν φύσεως, ὥσπερ ῥέων φέρεται, οὕτω καὶ ἀποῤῥεῖ· οὐδὲν δὲ βέβαιον οὐδὲ στεῤῥὸν καὶ ἀσφαλὲς κεκτημένος. Θαυμαστῶς δὲ τῷ τῆς ῥοῆς ὀνόματι κέχρηται, «Πλοῦτος ἐὰν ῥέῃ,» φήσας· κατὰ δὲ τὸν Σύμμαχον· «Πλοῦτος, φησὶν, ἐὰν καρποφορῇ, μὴ τάσσετε τὴν καρδίαν.» Ἀλλ᾽ ἐπὶ τίνα δεῖ τάσσειν τὴν καρδίαν καὶ τίνι προστίθεσθαι, εἴρηται πολλάκις ἐν τῷ, «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;»

καὶ πάλιν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου· αὐτὸς γὰρ Θεός μου καὶ Σωτήρ μου καὶ ἀντιλήπτωρ μου·» καὶ, «Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ.» Οὐκοῦν, ἔχοντες τὸν μέγαν πλοῦτον καὶ τὸν ἀληθινὸν θησαυρὸν, μὴ ἐλπίσωμεν ἐπὶ τῷ ματαίῳ καὶ ῥευστῷ καὶ ἀδίκῳ πλούτῳ· μάταιοι γὰρ ἀληθῶς πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπὶ τούτῳ πεποιθότες. «Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοὶ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τοσαῦτα προπαιδεύσας ὁ λόγος, ἀκολούθως τῆς τοῦ Θεοῦ δικαιοκρισίας ὑπομιμνήσκει· ὡς ἂν, ταύτην πρὸ ὀφθαλμῶν θέμενοι, μήτε τῇ ἀδικίᾳ μήτε τοῖς ἁρπάγμασι, μήτε τῷ προσκαίρῳ καὶ τυφλῷ πλούτῳ ἑαυτοὺς ἐπιδίδωμεν.

Οὐ γὰρ ἅπαξ μόνον περὶ τῆς κρίσεως ὁ Θεὸς διεστείλατο, ἀλλὰ καὶ δεύτερον. Καὶ ταῦτα, φησὶν, αὐτὸς ἐγὼ ἤκουσα ἀκριβῶς, τὸν νοῦν ἐπιστήσας τοῖς δυσὶ τούτοις παραγγέλμασιν. Ἅπαξ γὰρ ἐλάλησεν ὁ Θεὸς, ἀλλ᾽ ἐγὼ δύο ταῦτα ἤκουσα· ἐλάλησε γὰρ καὶ διὰ προφητῶν, ἐλάλησε καὶ διὰ ἀποστόλων· καὶ τὸν ἕνα λόγον τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ ὁρισθέντα καὶ διὰ παλαιᾶς Διαθήκης καὶ διὰ τῆς καινῆς ἤκουσα. Τίς δὲ ἦν οὗτος, ἀλλ᾽ «Ὅτι τὸ κράτος τοῦ Θεοῦ καὶ σοὶ, Κύριε, τὸ ἔλεος,» καὶ, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;» Ἔλεος δὲ, φησὶ, καὶ κράτος· τὸ μὲν κράτος πρὸς τὸ τιμωρεῖσθαι καὶ ταπεινοῦν τοὺς ἀφηνιῶντας, τὸ δὲ ἔλεος πρὸς τὸ σώζειν τοὺς εἰς αὐτὸν ἠλπικότας. «Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν,» φησὶν ὁ Ἀπόστολος· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν διὰ τοῦ κράτους, ἐπὶ δὲ σὲ χρηστότης διὰ τοῦ ἐλέους. Ταῦτ᾽ εἰπὼν, ἄνω τὸ πρόσωπον ἀνατείνας, προσφθέγγεται τῷ Θεῷ λέγων· «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ὁ Ἀκύλας δὲ τὰ προκείμενα τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ἐλάλησεν ὁ Θεὸς, καὶ δεύτερον ἐπήκουσα· ὅτι ἡ ἰσχὺς τοῦ Θεοῦ, καὶ σοὶ, Δέσποτα, τὸ ἔλεος. Σὺ δὲ ἀπόδος κατὰ ἄνδρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΕΝ ΤΩ ΕΙΝΑΙ ΑΥΤΟΝ ΕΝ Τῌ ΕΡΗΜῼ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΞΒʹ «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.» Φεύγων ὁ Δαυῒδ παραγίνεται πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἔνθεν πρὸς Ἀχοῦς τὸν βασιλέα Γὲθ, κἀκεῖθεν εἰς Μάσσηφα τῆς Μωάβ. Συνὼν δὲ αὐτῷ Γὰδ ὁ προφήτης, παραινεῖ μὴ ποιεῖσθαι παρὰ τοῖς ἀλλοφύλοις τὰς διατριβάς. Διὸ μεταστὰς ἐντεῦθεν, τὴν ἐρημίαν τῆς Ἰουδαίας οἰκεῖ· ὅτε καὶ ἱστορεῖ λέγουσα ἡ Γραφή· «Καὶ ἐκάθισε Δαυῒδ ἐν τῇ ἐρήμῳ Μασσενὲθ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.» Ἐν τούτοις ὢν, τὸν προκείμενον ψαλμὸν συντάττει, τὸν καιρὸν διὰ τῆς προγραφῆς σημήνας. Διὸ εἴρηται, «Ψαλμὸς τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.» Εὔλογον δὲ ἐνταῦθα γενομένους ἐπισημήνασθαι πάλιν, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις. Αὐτίκα γοῦν ἡ μὲν ἱστορία πρώτην περιέχει τὴν διήγησιν καθ᾽ ἣν ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς τὸν οἶκον Δαυῒδ, τοῦ θανατῶσαι αὐτόν· ὅτι Μελχὸλ ἡ γυνὴ αὐτοῦ καθῆκεν αὐτὸν διὰ τῆς θυρίδος· ἡ δὲ τῶν ψαλμῶν γραφὴ ἐν τῷ νηʹ ταύτης μέμνηται τῆς πράξεως.

Εἶθ᾽ ἑξῆς ἡ μὲν Γραφὴ τῶν ἱστοριῶν διδάσκει, ὡς ἔρχεται Δαυῒδ εἰς Νοβᾶ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ταύτης μέμνηται τῆς. πράξεως ἐν τῷ λγʹ ψαλμῷ. Καὶ πάλιν ἡ μὲν γραφὴ τῶν Βασιλειῶν φησι· «Καὶ ἀπηλλάγη Δαυῒδ ἐντεῦθεν, καὶ ἔρχεται, καὶ διεσώθη εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ·» ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ νϛʹ μέμνηται τῆς τάξεως. Καὶ αὖθις μετὰ ταῦτα ἡ μὲν γραφὴ τῶν Βασιλειῶν τοῦ Δωὴκ μέμνηται, ὡς διαβέβληκε τῷ Σαοὺλ τὸν ἱερέα Ἀχιμέλεχ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ ναʹ τοῦτον σημαίνει τὸν χρόνον.

Γνοὺς δὲ ὁ Δαυῒδ τὴν τοῦ Δωὴκ διαβολὴν, φεύγει καὶ παραγίνεται εἰς τὴν ἔρημον τῆς Ἰουδαίας, ὅτε καὶ συντάττει τὸν μετὰ χεῖρας ψαλμόν. Καὶ ἡ μὲν γραφὴ τῶν Βασιλειῶν μετὰ τὸν χρόνον τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, πράξεών τινων μέμνηται, ὡς οἱ Ζιφαῖοι διαβάλλουσι τῷ Σαοὺλ τὸν Δαυΐδ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν τούτων μέμνηται ἐν τῷ νγʹ, ὃς ἐπιγράφεται, «Εἰς τὸ τέλος ἐν ὕμνοις, συνέσεως τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν. »Καὶ ὁ νεʹ ἐπιγέγραπται· «Ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Τοῦτο δὲ ἡ τῶν Βασιλειῶν γραφὴ ἐν ὑστέροις τίθησι τῆς ἱστορίας. Ὁρᾷς ὅπως τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα τέτακται; ὡς εἰ κατὰ ἀκολουθίαν τῶν χρόνων τέθειτο, πρῶτος ἂν τέτακτο ὁ νηʹ, ἑξῆς τούτῳ ὁ λγʹ, καὶ τρίτος καὶ μετὰ τούτων ὁ νϛʹ, καὶ τούτοις τέταρτος ὁ ναʹ, εἶτ᾽ ἀκολούθως πέμπτος ὁ ξβʹ, καὶ ἕκτος ὁ νγʹ, καὶ μετὰ πάντας τούτους ὁ νεʹ.

Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ πρῶτον ψάλλει τὸν νθʹ, ἡνίκα ἐπάταξεν Ἰωὰβ τὴν φάραγγα τῶν Ἁλῶν, καὶ ὑποχειρίους εἷλε τοὺς Μωὰβ ιβʹ χιλιάδας. Τὸν δὲ νʹ· μετὰ ταῦτα, ὅτε ἦλθε πρὸς αὐτὸν Ναθὰν ὁ προφήτης, ἡνίκα καὶ εἰσῆλθε πρὸς Βηθσαβεέ. Εἶτα τὸν τρίτον συντάττει, ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· καὶ μετὰ ταῦτα τὸν ζʹ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεί. Τίς οὖν οὐκ ἂν τὴν τούτων ζητήσειεν αἰτίαν; Οὐ γὰρ ἔχει λόγον τὸ μὴ διά τινας ἀναγκαίας ὑποθέσεις ταῦτα τοῦτον διατετάχθαι τὸν τρόπον. Ἄλλος μὲν οὖν τοὺς ἀριθμοὺς αὐτοὺς οἰήσεται ἔχειν τινὰ δύναμιν· διὸ καταλλήλως ἑκάστῳ ἀριθμῷ ἐφηρμόσθαι τὴν διάνοιαν τῶν ἐμφερομένων λόγων· οἷον ὡς ἐπὶ παραδείγματος ὁ νʹ ἀριθμὸς τὸν περὶ ἀφέσεως ἁμαρτημάτων λόγον περιέχει διὰ τὴν ἐν τῷ νόμῳ φερομένην πεντηκονταετηρίδα, ἣν Ἰωβηλαῖον παῖδες Ἑβραίων ἐκάλουν, ἐν ᾧ ἀφέσεις καὶ συγχωρήσεις ἐγένοντο τοῖς χρεωφειλέταις, ἐλευθερία τε οἰκέταις, καὶ ἄλλα τινὰ τοιαῦτα πράττειν νενομοθέτητο. Τούτου χάριν τὴν ἐξομολόγησιν τοῦ πλημμελήματος ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως ἁμαρτιῶν τῷ νʹ ψαλμῷ ἐφήρμοσεν. Οὕτως οὖν καὶ ἐφ᾽ ἑκάστῳ ψαλμῷ κατά τινας λόγους τῇ τῶν ἀριθμῶν δυνάμει τὰς οἰκείας διανοίας εἴποι ἂν ἐφηρμόσθαι.

Ἀλλ᾽ ὁ ταῦτα λέγων οὔ μοι δοκεῖ τυγχάνειν τοῦ σκοποῦ· πρῶτον μὲν ὅτι οὐδὲ ὅλως ἀριθμός τις ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν φέρεται· ἄνευ δὲ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν· εἶθ᾽ ὅτι διαφόρως οἱ μὲν εἰσὶ συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὴν ἀρχὴν τῆς βίβλου συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ θʹ συνημμένος παρ᾽ ἡμῖν ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη εʹ διῄρηται, καθὼς ἤδη πρότερον εἴρηται. Ὧν οὕτως ἐχόντων, σχολάζοι ἂν ἡ προλεχθεῖσα τῶν ἀριθμῶν θεωρία. Ποῖον δὲ καὶ λόγον εἴποι ἄν τις ἔχειν, φέρ᾽ εἰπεῖν, τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, τὴν διάνοιαν πρὸς τὸν τοιόνδε ἀριθμὸν ἐφαρμόττειν, ἢ τῶν ἐφ᾽ ἑκάστῳ τῶν ρνʹ ἀριθμῶν ἴδιον ἀφοριεῖσθαι νοῦν προσήκοντα τῷ τοιῷδε, ἢ τῷ τοιῷδε ἀριθμῷ; ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλοι παραδεχέσθω. Ἐγὼ δὲ ἡγοῦμαι τῆς τῶν ἐγγεγραμμένων διανοίας ἕνεκεν ἐφεξῆς ἀλλήλων τοὺς ψαλμοὺς κεῖσθαι κατὰ τὸ πλεῖστον, οὕτως ἐν πολλοῖς ἐπιτηρήσας καὶ εὑρών· διὸ καὶ συνῆφθαι αὐτοὺς ὡσανεὶ συγγένειαν ἔχοντας καὶ ἀκολουθίαν πρὸς ἀλλήλους. Ἔνθεν μὴ κατὰ τοὺς χρόνους ἐμφέρεσθαι, ἀλλὰ κατὰ τὴν τῆς διανοίας ἀκολουθίαν.

Δέδεικται δὲ τοῦτο ἤδη πρότερον καὶ ἀπὸ πλειόνων μὲν ἑτέρων, μάλιστα δὲ ἀπὸ τοῦ μαʹ μέχρι τοῦ νʹ, ἐν οἷς ἀποδεικτικῶς παρεστήσαμεν τοὺς μὲν ἐπιγεγραμμένους τῶν υἱῶν Κορὲ πολλὴν σώζειν ἀκολουθίαν πρὸς τὸν νοῦν τὸν ἐξ αὐτῶν δηλούμενον· ἐφεξῆς δὲ τούτοις κείμενον τὸν τοῦ Ἀσὰφ καὶ πάλιν τούτων συνημμένην τοῦ Δαυῒδ τὴν ἐξομολόγησιν τὴν ἐν τῷ νʹ φερομένην, ἀβίαστον τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν παρέχειν. Μία μὲν οὖν αὕτη ἡ αἰτία, ὡς ἐμοὶ δοκεῖ, τῆς ἀκολουθίας γένοιτ᾽ ἂν τῶν ψαλμῶν· ἔχω δὲ καὶ ἄλλην εἰπεῖν. Πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρίων γραφῶν ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει· ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωϋσέως νόμου, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σώζεσθαι παρ᾽ αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ. Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν, καὶ τὰ ἐμφερόμενα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις. Μετὰ δὲ ταῦτα εἴτε Ἔσδραν, εἴτε τινὰ ἕτερον προφητῶν, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους.

Κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυῒδ ἐφεξῆς κεῖσθαι τοὺς πάντας· ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος καὶ Μωϋσέως, Αἰθάν τε καὶ Αἰμὰν, καὶ πάλιν τοῦ Δαυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ᾽ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ᾽ οὓς εὕρηνται. Ἔνθεν συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας ἀναληφθῆναι πρώτους, καὶ τοὺς τοῖς χρόνοις προτέρους, μετὰ ταῦτα εὑρημένους, ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν προταθεῖσαν ζήτησιν ἐξ εἰκότων εἰρήσθω. Ἤδη δὲ καὶ τῶν ἐμφερομένων ἐν τῷ μετὰ χεῖρας ψαλμῷ ἐφάψασθαι καιρός.

Πλανώμενος Δαυῒδ ὁμοίως τοῖς λοιποῖς προφήταις ἐν ἐρημίαις καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, τοῖς τε τῆς ἀνεξικακίας πόνοις ἐγγυμναζόμενος, καὶ τὸν μετὰ χεῖρας ᾖδε ψαλμὸν, τῇ κατὰ Θεὸν ἀνατιθεὶς φιλοσοφίᾳ τὴν ἐπὶ τῆς ἐρήμου σχολήν· καὶ τὸν ἑαυτοῦ περὶ τὰ θεῖα ἔρωτα διεγείρων, ὁμολογεῖται διψῇν τοῦ τῆς ἀθανασίας πόματος· διὸ ἐβόα πρὸς τὸν Θεὸν λέγων· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Ἀντὶ δὲ τοῦ, «πῶς ἁπλῶς σοι ἡ σάρξ μου,» ὁ μὲν Ἀκύλας, «ἐπετάθη σοι ἡ σάρξ μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, «Ἱμείρεταί σε ἡ σάρξ μου·» ὥστε οὐχ ἡ ψυχὴ μόνη τοῦ Δαυῒδ πρὸς τὸν Θεὸν τέτατο, ἀλλὰ καὶ αὐτὴ ἡ σὰρξ καὶ τὸ σῶμα αὐτοῦ, ἁγνεύοντος δηλαδὴ καὶ καθαρεύοντος διὰ τὸ τῷ Θεῷ σχολάζειν. Καὶ τὸ λέγειν δὲ, «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» παραστατικὸν ἦν τῆς νυκτερινῆς καθαρότητος. Οὐδεὶς γὰρ ἐν κοίταις καὶ ἀσελγείαις ῥυπάνας ἑαυτοῦ τὴν ψυχὴν, καὶ τὸ σῶμα μιαρὸς ὢν καὶ ἀκάθαρτος, οἷός τ᾽ ἂν εἴη τὰς τοιαύτας προσίεσθαι φωνάς. Πλὴν ὁ μέγας Δαυῒδ πεπαῤῥησιασμένῃ συνειδήσει οὐχ ἀπλῶς τὸν Θεὸν ἀνεκαλεῖτο, λέγων, «Ὁ Θεός·» δεύτερον δὲ ὡς ἑαυτοῦ ἴδιον ὄντα ἐπεγράφετο· διὸ προστίθησι φάσκων· «Ὁ Θεός μου.» Εἶτ᾽ ἐπειδήπερ ἑαυτοῦ Θεὸν ἀναγορεῦσαι αὐτὸν τετόλμηκε, τῆς τόλμης τὴν αἰτίαν διδάσκει λέγων, «Πρὸς σὲ ὀρθρίζω.

Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Διὰ ταῦτα γὰρ Θεόν μου προσεῖπον, ἐπειδήπερ οὐδενὸς τῶν ἐπιγείων, ἀλλ᾽ οὐδὲ τῶν ὀφθαλμοῖς σαρκὸς ὁρωμένων περιέλκει με πόθος. Ὥσπερ δὲ ὁ Ἀπόστολος, «Ζῶ, φησὶν, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» τοιαύτῃ διανοία καὶ Δαυῒδ τῷ Θεῷ ἔλεγε· «Πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» Ὡσεὶ καὶ χώρα τις, μὴ τυχοῦσα τοῦ συνήθους ὑετοῦ, διψῇν λέγοιτο τούτου· τὸν αὐτὸν δὲ τρόπον ἐδίψησέ σοι, ἢ ἱμείρεταί σε πρὸς τῇ ψυχῇ μου καὶ αὐτὴ ἡ σάρξ μου, πολυπλάσιον ὡς διψῶσα. Ὥσπερ γὰρ φυσικοῖς λόγοις τὴν γῆν αὐτήν φαμεν διψῇν ὕδατος, οὕτω καὶ ἡ σάρξ μου ἐδίψησέ σοι, φησί· διὸ ἐπιφέρει· «Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ,» ἢ κατὰ τὸν Σύμμαχον· «Ὡς ἐν γῇ διψάδι καὶ ἐκλύσει μὴ ὑπάρχοντος ὕδατος.» Δύναται δὲ καὶ τὴν ἔρημον αὐτὴν σημαίνειν διὰ τούτων, ἐν ᾗ φεύγων τὸν Σαοὺλ τὰς διατριβὰς ἐποιεῖτο. Πάντως γάρ που ἐν ταύτῃ τυγχάνων καὶ μακρὰν ἀπῳκισμένος τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγιάσματος σκηνῆς, ἐν ᾗ τὰς κατὰ νόμον ἐποιοῦντο λατρείας, τούτων ἐπόθει τὴν θέαν. Ὥσπερ δὲ γῆ διψῶσα ὕδατος ὀρέγεται, οὕτω, φησὶ, καὶ ἡ ἐμὴ ψυχὴ τὰ σοὶ τῷ Θεῷ ἀρεστὰ καὶ φίλα διψεῖ· ὡς ἐκλείπειν καὶ ἐκτήκεσθαι, εἰ μὴ μεταλάβοι τῆς παρὰ σοὶ πηγῆς· περὶ ἧς εἴρηται. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Διὸ ἐδίψησέ σοι ἡ ψυχή μου.»

Ἐδίψησε δὲ πῶς, ἑρμηνεύει λέγων ἑξῆς· «Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὡσεὶ ἔλεγε τοῦτο· Ἐδίψησεν ἡ ψυχή μου τὸ ὀφθῆναί σοι ἐν τῷ σῷ ἁγιάσματι, «τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.» Τοιοῦτον δέ ἐστι καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ.» Γενόμενος γὰρ ἐν τῷ ἁγίῳ σου, περὶ οὗ εἴρηται ἐν ἑτέρῳ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» πρῶτον μὲν αὐτὸς ὀφθήσομαί σοι, δοκιμασθησόμενος εἰ ἄξιος εἴην τῆς σῆς θέας.

Εἶτα ἄξιος ὀφθεὶς, ὄψομαι τὴν δύναμίν σου καὶ τὴν δόξαν σου· ὧν ἀδύνατόν ἐστιν εἰς θεωρίαν ἐλθεῖν, μὴ οὐχὶ πρότερον ἐν τῷ ἁγίῳ γενόμενον, καὶ πρῶτον ὀφθέντα ἄξιον τῶν τοῦ Θεοῦ ἀγαθῶν. Μετὰ γὰρ ταῦτα ὄψεταί τις, ὡς ἂν ἤδη δεδοκιμασμένος, τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. Καὶ τέλος τῶν ἀγαθῶν τοῦτ᾽ ἂν εἴη τὸ ἐν θεωρίᾳ τούτων γενέσθαι· διὸ λέλεκται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τοῦτο οὖν ἐδίψησεν ἡ ψυχὴ τοῦ Δαυΐδ· διὸ ἔλεγεν· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.» Ὁ τὴν φύσιν τοῦ θνητοῦ βίου κατανοήσας, καὶ τὴν πρόσκαιρον ζωὴν ὅση τίς ἐστι καὶ ὁποία ἐξητακὼς, ἀποστρέφεται μὲν ταῦτα ὡς μικρὰ καὶ οὐδενὸς λόγου ἄξια· ὅλος δὲ τῆς ἄνω ἐλπίδος γενόμενος, ἐκείνης τυχεῖν εὔχεται, ἐλέῳ Θεοῦ χορηγουμένης. Οὐ γὰρ δὴ κατὰ ὀφειλὴν, οὐδὲ κατ᾽ ἀξίαν τῆς ἑαυτοῦ δικαιοσύνης τεύξεταί τις τῶν ἐπουρανίων.

Διόπερ ἀλλαχοῦ που εἴρηται· «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;» τὸ δὲ πᾶν ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δωρεῖται, τοῖς σμικρὰ κατωρθωκόσι τὰ μεγάλα χαριζομένου. Ὃ δὴ σημαίνει ὁ παρὼν λόγος φάσκων· «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.» Κἂν γὰρ μακρόβιος καὶ μακροχρόνιος ἐπὶ τοῦ παρόντος γένηταί τις, ὥσπερ πολλὰς ζωὰς ἐν πολλαῖς ἐτῶν περιόδοις κτησάμενος· ἀλλ᾽ οὐδέν ἐστι ταῦτα συγκρινόμενα πρὸς τὸ ἔλεος τοῦ Θεοῦ, τὸ τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπουρανίων ἀγαθῶν αἴτιον. Διόπερ καὶ τῷ σῷ ἐλέῳ ἐπιθαρσήσας, πᾶσάν μου τὴν παροῦσαν ζωήν σοι ἀναθήσω, ὥσπερ τινὰ τίμια ἀναθήματα, καὶ πολυτελῆ κειμήλια τὰ μέλη μου καὶ τὰ αἰσθητήρια τῇ σῇ ἀφορίσας λειτουργίᾳ. Διὸ τὰ μὲν χείλη μου οὐδὲν ἕτερον λαλήσει, ἁγνεύσει δὲ καὶ καθαρὰ φυλαχθήσεται, εἰς τὸ σχολάζειν τοῖς σοῖς ὕμνοις καὶ λόγοις· ἡ δὲ ζωή μου αὕτη περὶ τὸ εὐλογεῖν σε πάντοτε νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀσχοληθήσεται· καὶ τὰς χεῖρας δὲ τοῦ σώματός μου, τάς τε διὰ τούτων ἐπιτελουμένας πράξεις, ἐν τῷ ὀνόματί σου ἀρῶ μετεωρίζων εἰς ὕψος, καὶ σοὶ καθαρὰς πάσης παρανόμου πράξεως ἐπιδεικνὺς αὐτὰς κατὰ τὸν φήσαντα· «Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.»

Οὕτως δὲ τὰ χείλη μου καὶ αἱ χεῖρες ἀφορισθήσονταί σοι, ὡς τὰ μὲν χείλη θυμιάματος εὐώδους τὸ μηθὲν διαφέρειν, τὰς δὲ χεῖρας θυσίας ἐνεργοῦς καὶ ἀληθινῆς μὴ λείπεσθαι· ὡς εἰπεῖν με εὐκαίρως περὶ μὲν τῶν χειλέων μου τὸ, «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου·» περὶ δὲ τῶν πράξεών μου τὸ, «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Καὶ ἡ μὲν σὰρξ καὶ τὸ σῶμα οὕτως ἀνατεθήσεται τῇ σῇ λειτουργίᾳ· ἡ δὲ ψυχή μου πλείονος μεθέξει δυνάμεως· διὸ καὶ περὶ αὐτῆς φημι· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.» Οὐκέτι γὰρ ὁμοίως τῷ σώματι καὶ ἡ ψυχὴ χείλεσιν οὐδὲ χερσὶν, οὐδὲ κατά τι μέρος ἢ μέλος ἕτερον, ὅλη δὲ αὕτη καθ᾽ ἑαυτὴν ὑπὲρ πᾶσαν ὁλόκαυτον θυσίαν, καὶ ὑπὲρ πᾶν ζῶον εὐτραφὲς πιότητος καὶ στέατος γέμον, σοὶ τῷ Θεῷ προσενεχθήσεται, μόσχου καὶ ταύρου, καὶ παντὸς ἀλόγου ζώου τιμιωτέρα παρὰ σοὶ λελογισμένη. Διὸ καὶ ταύτην σοι πιοτάτην καί σοι προσφιλῆ θυσίαν, λέγω δὲ τὴν ἐμαυτοῦ ψυχὴν, ἀναθήσω. Ἐπὶ τούτοις τε χάριτας ὁμολογῶν ὅλῳ τῷ στόματι καὶ αὐτοῖς χείλεσι χαρᾶς πεπληρωμένοις ἀνυμνήσω σε· διό φημι· «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου·» ἢ κατὰ τὸν Σύμμαχον· «Καὶ διὰ χειλέων εὐφήμων ὑμνήσει τὸ στόμα μου.» «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης βοηθός μου.

Καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβων ὁ θαυμάσιος Δαυῒδ, οὐ ζῶα θύειν ἐπαγγέλλεται, οὐδὲ τὰς ἐξ ἀλόγων θρεμμάτων θυσίας, τὰς δὲ προλεχθείσας διὰ λόγων καὶ πράξεων, καὶ ψυχῆς αὐτῆς. Εἶτ᾽ ἐπὶ τούτοις τῷ Θεῷ δείκνυσιν ὅπως ἀνέκειτο σωφροσύνῃ καὶ παντελεῖ ἁγνείᾳ· διό φησιν· »Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ᾽ ἑκάστην φυλακὴν ἐμελέτων σε.» Οὐ γὰρ ἄλλως, φησὶν, οἷός τε ἤμην πρὸς σὲ ὀρθρίζειν, οὐδὲ λέγειν εὐχόμενος· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» εἰ μὴ καθαρὰν ἐκεκτήμην τὴν στρωμνήν. Ἐγινώσκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾷν λόγια. Δῆλον γὰρ ἦν ἐκ τούτου μηδ᾽ ἄλλο τι πράττειν με τὰς νύκτας, ἢ σὲ τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχειν. Κατὰ δὲ τὸν Σύμμαχον λέγοντα, «καθ᾽ ἑκάστην φυλακὴν ἐμελέτων σε,» καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, «ἐν φυλακαῖς φθέγγομαι ἐν σοὶ,» δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων Γραφῶν μελέταις. Διῄρηται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς διαφόρους· οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ Σωτὴρ πρὸς τοὺς μαθητάς.

Καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «Ἐκεῖνο δὲ γινώσκετε, ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται.» Ὁ δέ γε θεοφιλὴς καὶ τῷ Θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ Θεοῦ, ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν, καὶ ἀμίαντον φυλάττων, καθ᾽ ἑκάστην φυλακὴν τῆς νυκτὸς ἀνιστάμενος, εὐχαῖς προσεῖχε, καὶ τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ᾽ ἑκάστην φυλακὴν ἐμελέτων.» Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν Θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς, ἄνω πρὸς σὲ τὸν νοῦν τεταμένος, μελετῶν τε καὶ ἀναμιμνησκόμενος ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν, καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς, καὶ ἐκ μυρίων με πειρασμῶν διέσωσας, καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δηλαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας· ἅτινα ἀναπεμπαζόμενος τῇ μνήμῃ, χαρᾶς ἐπληρούμην, ἢ ἀνηυφήμουν σε τὸν Θεὸν κατὰ τὸν Σύμμαχον φήσαντα, «καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνηυφήμουν.»

Μελετῶν δὲ τὰ σὰ λόγια καθ᾽ ἑκάστην φυλακὴν τῆς νυκτὸς, κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου· «Ὀπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ,» καὶ πρὸς αὐτὸν «κολληθεὶς, ἢ διατεθεὶς τὴν ψυχὴν πειθήνιος γέγονα τῷ νόμῳ, ὅλος τε εἰχόμην τοῦ πράγματος, πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν Θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ πόθῳ τῆς ψυχῆς κατέστην, καὶ σοὶ τῷ Θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον· »Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Εἰς τοσαύτην δὲ ἤλασα προκοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον, οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ· σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω. Ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν, κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς ἑαυτόν· διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆναι ὀπίσω σου· ἐπειδήπερ «ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.» Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. Διδάσκει δὲ ὁ Ἀπόστολος πῶς τις κολλᾶται τῷ Κυρίῳ, λέγων· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν· ὡς καὶ ὁ κολλώμενος· τῇ πόρνῃ ἓν σῶμά ἐστι.» Λέγων δὲ Δαυῒδ τῷ Κυρίῳ· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δῆλος ἦν καὶ ἐκ τούτου ἁγνείᾳ καὶ καθαρότητι σχολάζων. »Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.»

Ἐγὼ μὲν, φησὶ, σοὶ τῷ ἐμαυτοῦ Σωτῆρι προσεῖχον, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν συνῆπτον, τοῖς τε σοῖς ἐμελέτων λόγοις, ἐν φυγῇ τυγχάνων, καὶ ἐν ἐρημίαις ποιούμενος τὰς διατριβάς. Οὐ γὰρ ἠμυνόμην τοὺς ἐλαύνοντάς με, ἀλλ᾽ οὐδὲ σοὶ τῷ Θεῷ σχολάζων εὐχὰς κατὰ τῶν ἐχθρῶν ἀνέπεμπον· σοὶ δὲ μόνῳ προσεῖχον, ὡς ἔφην. Οἱ δὲ οὐ διέλειπον ματαίαν σπουδὴν κατὰ τῆς ψυχῆς μου ποιούμενοι· εἰς μάταιον γὰρ ἐζήτουν αὐτὴν, ἀνεύρετον αὐτοῖς οὖσαν διὰ τὸ κεκολλῆσθαι ὀπίσω σου· διόπερ τὰ περιμένοντα αὐτοὺς αὐτοὶ μὲν οὐκ ἴσασι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Εἶθ᾽ ἑξῆς τούτοις προφητικῶς ἀναφωνεῖ λέγων· «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἐπειδὴ γὰρ τὰ τῆς γῆς ἐφρόνουν καὶ τῶν κάτω γεγόνασιν, εἰκότως τἀπίχειρα πείσονται οἷς ἔδρασαν. Ὁ μὲν γὰρ τῷ Θεῷ συναφθεὶς, καὶ τὴν ψυχὴν αὐτῷ προσκολληθεὶς, ἐλπίδας ἕξει βασιλείας οὐρανῶν· οἱ δὲ τὴν ἐναντίαν δραμόντες καὶ τὰ κάτω φρονήσαντες, εἰς τὸν ἀλλαχοῦ λάκκον ὠνομασμένον καταχθέντες, ἐν τοῖς κατωτάτω τῆς γῆς ἐλεύσονται. Τέως μὲν γὰρ πᾶς ἄνθρωπος, τὴν ἐπιφάνειαν οἰκῶν τῆς γῆς, τὰ κάτω μόνα οἰκεῖν λέγεται κατὰ τὸν φήσαντα· «Ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω.»

Μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγὴν, οἱ μὲν θεοφιλεῖς οὐρανὸν ἕξουσιν οἰκητήριον, εἰς τὰ ἀνώτερα μετεωρισθέντες καὶ ἁρπαγησόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμενοι· οἱ δ᾽ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς τὰ κατώτατα τῆς γῆς καταβήσονται· ὧν μεμνημένος ὁ Ἀπόστολος ἔλεγεν· «Εἰς τὰ κατώτερα τῆς γῆς ὁ καταβὰς, αὐτός ἐστιν ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Καὶ μέχρι γὰρ τῶν κατωτάτω τῆς γῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν καταβέβηκεν, ἵνα πληρώσῃ τὰ πάντα τῆς σωτηρίου δυνάμεως. Τοῦτο δὲ καὶ τῷ Ἰὼβ σημαίνει ὁ χρηματίζων Κύριος ἐν οἷς φησιν· «Ἦλθες δὲ ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀλλ᾽ ὁ μὲν καὶ μέχρι τῶν ἐκεῖ καταβέβηκεν, ἵνα τὰς πάλαι τῶν ἁγίων αὐτόθι συνεχομένας ψυχὰς ἐλευθερίας ἀξιώσῃ· οἱ δὲ ἀσεβεῖς, εἰς τὰ κατώτατα τῆς γῆς κατενεχθέντες, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας.

Ἔστι γάρ τις ἐκεῖ ῥομφαία θανάτου, ἧς ὁ Σωτὴρ μνημονεύων ἐν καʹ ψαλμῷ ἔλεγε· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ταῦτα δὲ πάντα περὶ ἀντικειμένων δυνάμεων ἐλέγετο. Οὐ μόνον δὲ εἰς χεῖρας ῥομφαίας παραδοθήσονται οἱ προλεχθέντες, ἀλλὰ καὶ διασπασθήσονται ὧδε κἀκεῖσε περιελκόμενοι ὑπὸ δεινῶν τινων καὶ πανούργων πνευμάτων, οὓς ἀλώπεκας ὀνομάζει ὁ παρὼν λόγος, διὰ τὸ καταδεδυκέναι καὶ τοῖς κατωτάτω μυχοῖς ἐμφωλεύειν.

Οὗτοι δ᾽ οὖν οἱ ἀλώπεκες ὥσπερ εὕρεμα τὰς ἐκεῖ καταπιπτούσας ψυχὰς τῶν ἀσεβῶν λαβόντες διαρπάζουσιν, εἰς ἑαυτοὺς αὐτὰς μεριζόμενοι. Καὶ τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προλεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.» Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βασιλέως εἰσῆκται ὄνομα· Δαυῒδ μὲν γὰρ φεύγων τὸν Σαοὺλ, καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ᾽ οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται, οὐ μὴν ἤδη που βασιλεύων· Σαοὺλ δὲ, κρατῶν τοῦ ἔθνους, τῆς βασιλείας ἡγεῖτο. Ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ; Ἀλλ᾽ ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν Δαυΐδ· ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. Ἕτερος δέ φησι καὶ τότ᾽ ἤδη βασιλέα εἶναι αὐτόν· ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα, καὶ παρὰ τῷ Θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβασίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. Ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφητεύεται.

Διὸ λέγεται· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ» Ὡς γὰρ γενναῖος τοῦ Θεοῦ ἀθλητὴς, μεγάλους ἀγῶνας διεξελθὼν, βραβείων τε καὶ θείων στεφάνων κατηξιωμένος, εὐφροσύνης ἀπολαύσει τῆς παρ᾽ αὐτῷ τῷ ἀγωνοθέτῃ. Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐτοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν, εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες, καὶ παραδοθέντες εἰς χεῖρας ῥομφαίας, μερίδες τε ἀλωπέκων γενόμενοι· ἃ δὴ καὶ ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα, φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους, ἐκρυπτάζετο, ζητῶν τε παρὰ τοῦ Θεοῦ βοήθειαν, οὐχ εὕρισκεν· ἀλλ᾽ οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο· ὡς διὰ τοῦτ᾽ ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον, καὶ πολυπραγμονεῖν τὰ ἀπηγορευμένα ὑπὸ τοῦ Θεοῦ. Τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Διὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, τῇ τῶν πολεμίων ῥομφαίᾳ παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. Ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο μέλλοντα ἔσεσθαι τοῖς τὸν Δαυῒδ ἐλαύνουσιν· οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ Πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐλπίσας γὰρ ἐπὶ τὸν Θεὸν, καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν, «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,» τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ Θεῷ εὐφροσύνης. Καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται· ἢ κατὰ τὸν Ἀκύλαν, «Καυχήσεται ὁ ὀμνύων ἐν αὐτῷ.»

Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖσθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν, ἐπαινεθήσεται. Καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ, «Ὅτι ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα.» Καθ᾽ ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀποδοθείσας ἐν ἀρετῇ προκοπὰς, χαίρει καὶ εὐφραίνεται ὁ βασιλεὺς, ὁ τοῦ Θεοῦ Μονογενὴς Υἱὸς εὐχαριστῶν τῷ ἑαυτοῦ Πατρὶ, τῷ τὰ τηλικαῦτα χαρίσματα δεδωρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. Τοῦτον δὲ τὸν βασιλέα ὁ γνοὺς, καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα, παντὸς γένοιτ᾽ ἂν ἐπαίνου ἄξιος, ὡς ἂν μεμαθηκὼς ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη, καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη. Εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσεβῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι᾽ αὐτὸν ἐλαυνομένοις· ἀλλ᾽ οὐκ εἰς τέλος τοιαῦτα λαλεῖν συγχωρηθήσονται· φραγήσεται δὲ αὐτῶν τὸ ἀσεβὲς στόμα, καὶ ἡ κατὰ τῶν θεοφιλῶν ἀνδρῶν μεγαλαυχία παυθήσεται, ἐπειδὰν καταλάβῃ αὐτοὺς τὰ προλεχθέντα τέλη.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΓʹ. «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου.» Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει· ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ τοὺς τῆς δικαιοσύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμένοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. Διὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονηρευομένους ἐπανισταμένους τῷ δικαίῳ· ἐν δὲ τῷ τέλει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζεται λέγων· «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσεβείας ἠγωνισμένων εἶναι διδάσκει. Ὁ γέ τοι τῆς θεοσεβείας ἀθλητὴς, μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφανεῖς, μόνῳ προσφεύγει τῷ Θεῷ καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν αἰτεῖ, μονονουχὶ λέγων· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν;» Διὸ ταῖς εὐχαῖς σχολάζει τὸν Θεὸν ἀνακαλούμενος καὶ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ Θεοῦ παραγγελμάτων, οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παῤῥησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν.

Διόπερ ἐν Παροιμίαις ἡ τοῦ Θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς ἀποτείνεται λέγουσα· «Ἀνθ᾽ ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε· ἀλλ᾽ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι.» Ἔσται γὰρ ὅτε ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα ἐν οἷς δεόμεθα τοῦ Θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ Θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. Τότε γὰρ σὺν πολλῇ παῤῥησίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ Θεῷ· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Τί δὲ ἐδεῖτο ὁ μακάριος Δαυΐδ; (αὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ᾽ οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ·) τὴν ψυχὴν αὐτοῦ ῥυσθῆναι ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς μὴ ἔχειν, οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέσεις· τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον, καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως, ἐν ἕξει γενόμενος ἀταραξίας, λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι.» Λέγων δὲ ταῦτα πρὸς τὸν Θεὸν ὁ Δαυῒδ, οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γενομένων εὐεργεσιῶν.

Διὸ εὐχαριστῶν ἐπὶ τοῖς παρῳχηκόσιν, ἐπιλέγει· «Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ, οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ, εὐχάριστος εἰσαεὶ τυγχάνω.

Ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλησις, καὶ μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούργων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν.» Οὐ γὰρ ὡς περὶ παρῳχηκότων, ἀλλ᾽ ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται, καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως. «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ Δαυῒδ, ἀλλ᾽ οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ Πνεύματι μεμαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον τὸ φῆσαν· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·» διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν, οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους· ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών· ἐκείνους δὲ ἠγωνία οὓς ᾐνίττετο διὰ τῶν προκειμένων λέγων· «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν.» Ὁρᾷς ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν;

Καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέγετο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Ταῦτα δὲ ἀναγέγραπται εἰρηκὼς, «ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν χρόνος, καθ᾽ ὂν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκείνων καὶ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. Ἀλλὰ καὶ «ὅτε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν,» περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· «Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς στόμασιν αὐτῶν.» Ἀλλ᾽ ἐν ἐκείνοις μὲν ταῦτ᾽ ἐλέγετο· ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «ὡς μάχαιραν·» ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἑρμηνευτὰς, «ἐν πράγματι πικρῷ·» διὰ γὰρ πικροῦ πράγματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον· κατὰ δὲ τὸν Σύμμαχον, «Ἐπλήρωσαν, φησὶ, τὸ τόξον αὐτῶν λόγῳ πικρῷ.» Ἦσαν γὰρ ἀληθῶς πικροὶ, οὐδὲν γλυκὺ περιέχοντες, οἱ τὸν Δαυῒδ διαβάλλοντες πρὸς τὸν Σαούλ· οἷος ἦν ὁ Δωὴκ, καὶ οἱ Ζιφαῖοι, καὶ οἱ τούτοις παραπλήσιοι. Ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πικρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος, χρηστὸς καὶ γλυκύς. Διὸ εἴρηται· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.»

Δεινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι αἱ τῶν ἀθέων ἑτεροδόξων, τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων, καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κατασφαττόντων αὐτάς. Καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου, τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προβαλλόμενοι, πολλὰς ἀνεῖλον ψυχάς. Εὐχῆς οὖν ἡμῖν δεῖ συντεταμένης, πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων.

Μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται· «Ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ, τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκοφαντίαν.

Ἀντὶ δὲ τοῦ, «ἄμωμον, ἁπλοῦν,» ἡρμήνευσεν ὁ Ἀκύλας. Τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπιλέγει· «Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καιροφυλακοῦντες γὰρ οὗτοι, ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ, ἢ τῷ ἀπλῷ καὶ ἀκεραίῳ. Διὸ γράφων που ὁ Ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· «Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ.» Τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προλεχθέντες, «οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, καὶ ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον·» ἢ, «τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καὶ ὅρα τίνα τρόπον κατατοξεύσουσιν αὐτόν φησιν, ἀλλ᾽ οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα· τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον, καὶ ἔτι μικρὸν, ὡς ἂν εἴποι τις, ἐξ ἐκείνων ὄντα περὶ ὧν ὁ Σωτὴρ ἐδίδασκε λέγων· «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ μου·» καὶ, «Ὅστις ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εἰς τὴν θάλασσαν.» Σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ Σωτὴρ οὐ μέγαν εἰσάγει, ἀλλὰ τὸν ἐν τῇ Ἐκκλησίᾳ μικρὸν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν.

Οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις, οὐδὲ τοῖς παρὰ Θεῷ σοφοῖς· τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. Διόπερ ὁ Δαυῒδ, μνημονεύσας τῶν ἐχθρῶν, καὶ περὶ τίνας μάλιστα εἱλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν. «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας.» Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν, σαφέστερον διὰ τῶν προκειμένων τίς ἦν ἡ ῥομφαία, καὶ τί τὸ τόξον παρίστησιν εἰπών· «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.» Οὐ γὰρ παρὰ τοῦ Θεοῦ λαβόντες λόγον, ἀλλ᾽ ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες, τοῦτον ἐκράτυναν. Τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται, καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. Εἶτα δὲ τὸν πονηρὸν λόγον ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντας σαθρὸν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περιβάλλουσιν ἔξωθεν παγίσι, κρύπτοντες διά τινων σοφισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβουλευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρατοι ἔσεσθαι ὑπολαμβάνουσι. Διὸ «εἶπαν» ἐν ἑαυτοῖς· «Τίς ὄψεται αὐτούς;» καὶ, «ἐξερεύνησαν ἀνομίας.» Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητήσαντες εὗρον· ἀλλ᾽ ἀνομίας ἑαυτοῖς ἐπενόησαν.

Κατὰ δὲ τὸν Σύμμαχον, «ἐξερεύνησαν ἀνομίας σύμπαντες·» καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ᾽ ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες, ἐξέλιπον, πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύνης κτησάμενοι. Διὸ λέλεκται· «Ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.» Τοσούτους τινὰς διέγραψεν ὁ Δαυῒδ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυτοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικούς τινας, καὶ ζητητικοὺς ἀνομίας. Οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀληθῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα Θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο, τοὺς αἰσθητοὺς πολεμίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐπ᾽ οὐδενὶ λόγῳ τιθέμενος. «Προσελεύσεται ἄνθρωπος ἐν καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων,» καὶ τὰ ἑξῆς.

Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώσσαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ᾽ ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προσελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ᾽ εἰκόνα Θεοῦ πεποιημένον, ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι᾽ αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ τὰς γλώσσας αὐτῶν ἐπ᾽ αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦτος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχεσθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ νηπίων ἀτόνων κατ᾽ αὐτοῦ πεμπόμενα. Εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει.

Βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ᾽ ἔνδον ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐῤῥιζωμένους.

Ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτταν ἀκονήσαντας, καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος, ἀντιτάττει αὐτοῖς ἄνθρωπον Θεοῦ καρδίαν βαθεῖαν κεκτημένον· καὶ τὸν μὲν Θεὸν διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.» Ἀκόλουθον ἦν, τῶν δοκήσει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολεμίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. Τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων, ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους, ταράττονται. Διὸ λέλεκται· «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.» Ὅ γε μὴν τοῦ Θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φίλοι, διὰ τοῦ ἑνὸς τὰ κατ᾽ ἐχθρῶν βραβεῖα ἀράμενοι, μειζόνως τὸν Θεὸν ἐφοβήθησαν, «καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ,» καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν.

Εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει, καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο, αὐτὸς ὢν ὁ Θεὸς ὁ τῆς νίκης αἴτιος. Διὸ τὰ ἔργα τοῦ Θεοῦ ἀπήγγελλον, ὑμνοῦντες αὐτοῦ τὰ δι᾽ ἀνθρώπων κατορθώματα.

Οὗτοι μὲν οὖν, ὥσπερ θεαταὶ, τὸν Θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν. Αὐτὸς δὲ ὁ νικητὴς «εὐφρανθήσεται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν.» Οὐ γὰρ ἐφ᾽ ἑαυτῷ μέγα φρονήσει, οὐδ᾽ ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφροσύνης πληρωθήσεται, ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ Θεοῦ γεγονώς. Τούτου δὲ εὐφραινομένου, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται, διὰ τοῦ ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες. Ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύξεται· ἐπειδὴ, δοξαζομένου μέλους ἑνὸς, συνδοξάζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν Ἀπόστολον.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ῼΔΗΣ. ΞΔʹ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Προφητείαν περιέχει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται· «Εἰς τὸ τέλος.» Τίνα δὲ ταῦτα, διδάσκει ἑξῆς λέγων, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σὰρξ, τουτέστι πᾶν γένος ἀνθρώπων. Οὕτως γὰρ εἴωθεν ὁ Λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. Διὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· «Διέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ·» καὶ πάλιν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο· νῦν δὲ ἥξειν πρὸς τὸν Θεὸν λέγεται. Διὸ καὶ μετὰ τὸν Δαυῒδ Ἰωὴλ, προφήτης γενόμενος, τὰ κάλλιστα πάσης σαρκὸς θεσπίζει λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας ταὐτὸν παρίστησιν εἰπών· «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Σωτήριον δὲ Θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε ἦν ἄρα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, καθὼς πολλάκις ἀπεδείξαμεν;

Τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφητεύετο. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς, τοῦτο αὐτὸ σημαίνων, ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ τοῦ φάναι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑποκαταβὰς δὲ, σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν·» καὶ ἔτι σαφέστερον ἐπιλέγει· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Τὸ γὰρ φοβηθῆναι πάντας τοὺς κατοικοῦντας τὰ πέρατα ἀπὸ τῶν σημείων τοῦ Θεοῦ ἀγαθῶν ἦν καὶ σοφίας ἀρχή· ἐπείπερ «ἀρχὴ σοφίας φόβος Κυρίου.» Διὰ δὴ ταῦτα «Εἰς τὸ τέλος» προγέγραπται ὁ ψαλμός· καὶ ἔστιν ᾠδῆς ψαλμὸς, ἐπινίκιον ὕμνον εἰς τὸν Σωτῆρα τῶν ἐθνῶν περιέχων. Ἐφ᾽ οἷς τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἐπὶ πάντων Θεὸν ἀνυμνεῖ φάσκον· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Τίνα γὰρ ἐχρῆν ἄλλον ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ ὑμνεῖσθαι ἢ τὸν παντὸς αἴτιον ἀγαθοῦ; Διδάσκει δὲ τὸ αὐτὸ Πνεῦμα τοὺς προσιόντας ἐξ ἐθνῶν μόνῳ τῷ Θεῷ λέγειν· «Σοὶ πρέπει ὕμνος·» ὡς ἂν κατεγνωκότας ἑαυτῶν, ὅτε μὴ πρέποντας ὕμνους ἀνέπεμπον τῇ πολυθέῳ πλάνῃ. Πρέπει δὲ ὕμνος τῷ Θεῷ οὐ πᾶς, ἀλλ᾽ ὁ ἐν Σιὼν ἀναπεμπόμενος, δηλαδὴ ὁ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ.

Σιὼν μὲν γάρ ἐστιν ἀληθινὴ ἡ ἐπουράνιος Ἱερουσαλὴμ, καὶ τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ· περὶ οὗ διδάσκων ὁ Ἀπόστολος ἔλεγε· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς·» καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Αὕτη ἂν εἴη ἡ ἀληθὴς Ἱερουσαλὴμ, καὶ ἡ κυρίως ἀναδειχθεῖσα Σιὼν, ἐφ᾽ ἧς καὶ βασιλεύειν λέλεκται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν βʹ ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἡ αὐτὴ δ᾽ ἂν εἴη ἡ καταγγελλομένη τοῖς τὸ Εὐαγγέλιον παραδεχομένοις βασιλεία οὐρανῶν. Εἰκὼν δ᾽ ἐκείνης ἡ ἐπὶ γῆς γένοιτ᾽ ἂν Ἐκκλησία· ὁμωνύμως καὶ αὐτὴ καλουμένη ποτὲ μὲν Σιὼν, ποτὲ δὲ Ἱερουσαλὴμ, καὶ ἄλλοτε θυγάτηρ Σιὼν, ἢ θυγάτηρ Ἱερουσαλήμ. Οὕτω γοῦν αὐτὴν οἱ προφῆται θεσπίζοντες ἀνηγόρευον. Ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ τοῦ Θεοῦ ᾀδόμενος, πρέποι ἂν μόνος τῷ ὑμνουμένῳ Θεῷ. Πᾶσα δὲ ἡ ἐκτὸς τῆς Ἐκκλησίας τοῦ Θεοῦ λεγομένη θεολογία, εἴτε παρὰ τοῖς Ἑλλήνων σοφοῖς, εἴτε παρὰ τοῖς ἀθέοις ἑτεροδόξοις, ἀπρεπὴς ἂν εἴη. Τῶν γὰρ παρ᾽ Ἕλλησι σοφῶν οἱ μὲν εἰς ἀθεότητα παντελῆ καταπεπτώκασιν, οἱ δὲ τὴν πολύθεον πλάνην ἐσέμνυναν.

Τῶν δὲ ἀθέων αἱρεσιωτῶν οἱ μὲν πλείστας καὶ ἐναντίας ἀρχὰς ὑπεστήσαντο, οἱ δὲ πονηραῖς καὶ φαύλαις δυνάμεσι τὴν τοῦ παντὸς διοίκησιν ἀνατεθείκασιν. Ἤδη δὲ καὶ αὐτῶν Ἰουδαίων παῖδες, ἀνθρωπόμορφον καὶ ἀνθρωποπαθῆ τὸν Θεὸν, τῷ μὴ νοεῖν τὰς Γραφὰς, εἰσάγοντες· ἀλλὰ καὶ μυρία ἔκτοπα καὶ ταπεινὰ μυθολογοῦντες, μακρὰν ἀποπεπτώκασι τοῦ πρέποντος ὕμνου. Μόνοι δὲ οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὸν πρέποντα ὕμνον παρ᾽ αὐτοῦ δεδιδαγμένοι τοῦ Σωτῆρος ἐπαξίως. τὸν Πατέρα θεολογοῦσιν· ὃ δὴ παρίστησι διὰ τῆς μετὰ χεῖρας φάσκων ᾠδῆς· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Ἀπρεπὴς δὲ ὕμνος λεχθείη ἂν ὁ δαίμοσι πονηροῖς καὶ πνεύμασιν ἀκαθάρτοις ἀναπεμπόμενος· ἀπρεπὴς δέ ἐστι καὶ ὁ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ τοῖς λοιποῖς τοῦ κόσμου μέρεσιν ὑπὸ τῶν ταῦτα θεοποιούντων ᾀδόμενος. Καὶ ἔτι μᾶλλον αἰσχίων καὶ ἀπρεπέστατος ὁ δι᾽ αἰσχρῶν καὶ ἀκολάστων ᾀσμάτων τοῖς περὶ θεῶν ἐρωτικοῖς διηγήμασιν ἀναπλαττόμενος. Μόνος δ᾽ ἐκεῖνος ὡραῖος λεχθείη ἂν καὶ εὐπρεπὴς ὕμνος, ὁ τῷ μόνῳ Ποιητῇ καὶ Δημιουργῷ καὶ Βασιλεῖ τῶν ὅλων Θεῷ ἀναπεμπόμενος, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσήκει, καὶ τοῦτο ποιεῖν μὴ ἐκτὸς τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ λέλεκται κατὰ τοὺς Ἑβδομήκοντα· «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.»

Εὐχὴν δὲ σύνηθες τῇ θείᾳ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν, ἣν ἂν ἐπαγγέλληταί τις τῷ Θεῷ, ἤτοι σωφρονεῖν ταξάμενος καὶ τὸν ἑαυτοῦ βίον ἀναθεῖναι τῇ κατὰ Θεὸν φιλοσοφίᾳ, ἢ τῶν κτημάτων ἀφιερῶσαί τι, ἢ τάξασθαί τινα σεμνὴν ἐπαγγελίαν πρέπουσαν τῷ κατὰ Θεὸν βίῳ. Διὸ λέλεκταί που· «Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Πρέπει τοίνυν πρῶτα μὲν ἐπαξίως τὸν τῶν ὅλων Ποιητὴν καὶ Σωτῆρα ἀνυμνεῖν· ἔπειτα δι᾽ ἔργων ἀκόλουθα πράττειν τῇ θεολογίᾳ ἐν ἀγαθαῖς ἐπαγγελίαις. Ἐπειδὰν δὲ καὶ τὸν ὕμνον πρεπόντως καὶ τὰς εὐχὰς ἀποδῶμεν αὐτῷ, τηνικαῦτα, ὡς ἂν τὰ παρ᾽ ἑαυτῶν πεπληρωκότες, παῤῥησίας μεθέξομεν· ὥστε λέγειν· «Εἰσάκουσον προσευχῆς.» Ἀκριβῶς δ᾽ ἐνταῦθα προσευχῆς, ἀλλ᾽ οὐκ εὐχῆς εἴρηται· ἡ μὲν γὰρ ἐπαγγελίαν ἐδήλου· ἡ δὲ προσευχὴ δέησιν καὶ ἱκετηρίαν, ἣν τὸ Πνεῦμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐποιεῖτο, πρέπουσαν ἱκετηρίαν προσαγαγὸν τῷ Θεῷ καὶ λέγον· «Εἰσάκουσον προσευχῆς.» Τίνων δὲ προσευχῆς εἰσάκουσον; Παρίστησιν ἑξῆς, τῶν ἐθνῶν τὴν κλῆσιν θεσπίζον· διό φησι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑπερηύχετο δὲ τὸ Πνεῦμα τὸ ἅγιον πάσης σαρκὸς, ἵν᾽ ἐπειδὰν ἐπιστραφῇ πᾶσα σὰρξ πρὸς τὸν Θεὸν, καὶ ἐπικαλῆται αὐτὸν, τύχοι αὐτοῦ ἐπηκόου.

Διὸ οὐκ εἶπεν· «Εἰσάκουσον τῆς ἐμῆς προσευχῆς·» ἀλλ᾽· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπειδὴ μέλλει πᾶσα σὰρξ καὶ πᾶν γένος ἀνθρώπων ἀναχωρεῖν μὲν τῆς πολυθέου πλάνης, ἐπιστρέφειν δὲ ἐπὶ σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὕμνους τέ σοι ἀναπέμπειν καὶ εὐχὰς ἀποδιδόναι, προσευχάς τε καὶ ἱκετηρίας ποιεῖσθαι, εἰσάκουσον τῆς αὐτῶν προσευχῆς. «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Σφόδρα ἀκολούθως μετὰ τὰ περὶ πάσης σαρκὸς λελεγμένα, ἐπενήνεκται τὰ προκείμενα τῆς ὠνομασμένης πάσης σαρκὸς ἐξομολόγησιν περιέχοντα. Οἱ γοῦν ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν πάλαι σαρκίνων τῆς δεισιδαίμονος πλάνης ἐπιστρέψαντες διδάσκονται ὑπὸ τοῦ θείου Πνεύματος ὁμολογεῖν ἐν ὁποίοις ποτὲ κακοῖς γεγόνασι, τῶν τε οἰκείων ἀσεβημάτων μνημονεύειν. Διό φησι· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Ταῦτα μὲν οὖν λεγόμενα ἐκ προσώπου τῆς ἀποδοθείσης πάσης σαρκὸς πολλὴν ἂν ἔχοι ἀκολουθίαν. Ἐπεὶ δὲ «τοῦ Δαυῒδ» ἐπιγέγραπται ἡ ᾠδὴ τοῦ ψαλμοῦ, ζητήσειεν ἄν τις, πότε τὸν Δαυῒδ ἢ τοὺς σὺν αὐτῷ λόγοι ἀνόμων ὑπερεδυνάμωσαν· ἢ κατὰ τὸν Σύμμαχον, «κατεδυνάστευσαν·» ποίας δὲ καὶ ἀσεβείας ἐκτήσατο ὁ τοσοῦτος τοῦ Θεοῦ προφήτης καὶ οἱ σὺν αὐτῷ, ἐπείπερ, «τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ,» φησίν.

Ἀλλὰ γὰρ, ὡς ἀποδεδώκαμεν, προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον, τῆς τῶν ἐθνῶν κλήσεως μνημονεῦσαν, καὶ φῆσαν· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» ἀκολούθως τὴν ἐξομολόγησιν αὐτῶν διαγράφει, ἐξ αὐτῶν προσώπου φάσκον· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς,» τουτέστι κρείττους ἡμῶν γεγόνασι καὶ δυνατώτεροι ἡμῶν οἱ τῶν ἀνόμων λόγοι.

Ἄνομοι δὲ πάντες ἦσαν οἱ πρῶτοι συστησάμενοι τὴν τῶν εἰδώλων θεοποιίαν· λόγοι τε αὐτῶν οἱ διὰ ποιητῶν καὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου περὶ τῆς πολυθέου πλάνης ἐν συγγράμμασι καταβεβλημένοι. Ἀλλ᾽ οὗτοι μὲν «κατεδυνάστευσαν ἡμῶν,» κατὰ τὸν Σύμμαχον· σὺ δ᾽ οὐχ ὑπερεῖδες ἡμᾶς, Δέσποτα· ἱλάσω δὲ τὰς ἀσεβείας ἡμῶν, καταπέμψας ἡμῖν τὸν ἱλασμὸν, δι᾽ οὗ κατέστης ἡμῖν ἵλεως, ὑπερβὰς ἡμῶν τὰς ἀσεβείας. Τίς δέ ἐστιν ὁ ἱλασμὸς, διδάσκει λέγων ὁ Ἀπόστολος περὶ τοῦ Σωτῆρος· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.» «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, κατοικήσει ἐν ταῖς αὐλαῖς σου.» Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστρέψαντες, τὰς ἑαυτῶν ἀσεβείας ἐξομολογησάμενοι, καὶ ὡς κατηξιώθησαν τοῦ ἱλασμοῦ, προκοπὴν ἐπιδείκνυνται, καὶ ψυχῆς ὠφέλειαν πολλὴν, γνῶσιν ἀνειληφέναι διδάσκοντες τοῦ ἀληθῶς μακαρίου.

Πάλαι μὲν γὰρ τὸν θνητὸν βίον καὶ τὴν πρόσκαιρον ζωὴν μόνην εἰδότες, πάντως που ἐμακάριζον τοὺς ταύτης ἀπολαύοντας, τέλος ἡδονὴν ὁριζόμενοι, καὶ πλούτους, καὶ τὴν ἐν σώματι τρυφήν· νῦν δ᾽ ὅτε τετυχήκασι τοῦ ἱλασμοῦ, καὶ τὰς ἑαυτῶν ἀσεβείας ἀπεκαθήραντο, γνῶσιν ἀνειλήφασι τοῦ ἀληθῶς μακαρίου· καὶ τοῦτον εἶναί φασι τὸν ὑπὸ Θεοῦ ἐκλεγόμενον καὶ τῆς ὑπ᾽ αὐτοῦ προσλήψεως κατηξιωμένον· διό φασι· Πάντες ἡμεῖς τῆς κλήσεως κατηξιώμεθα οἱ πάλαι ὄντες σάρξ· ἀλλ᾽ ἴσμεν, ὅτι πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Εἰκότως οὖν ὡς ἂν σπάνιον μακαρίζομεν τὸν ἐκλεκτόν. Τίς δέ ἐστιν οὗτος ἀλλ᾽ ἢ ὁ ἀφορισθεὶς τῶν πολλῶν καὶ ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ; Καὶ πῶς γὰρ οὐ μακάριος ἀληθῶς ὁ τοιοῦτος, ὁπότε, τῶν δύο τούτων τυχὼν, λέγω δὲ τῆς ἐκλογῆς καὶ τῆς τοῦ Θεοῦ προσλήψεως, ἑτέρου κρείττονος καταξιωθήσεται; κατοικήσει γὰρ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ. Καὶ ταύτην λοιπὸν τὴν μονὴν εὑρὼν καὶ τὴν ἀνάπαυλαν, ἐνταῦθα στηριχθήσεται· τὸ τέλος ἀγαθὸν τοῦτο ἀπολαύων, οὗ τυχεῖν καὶ ἄλλος ηὔχετο προφήτης ὁ εἰπών· «Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Αὐλαὶ δὲ τοῦ Κυρίου εἰσὶν αἱ κατ᾽ οὐρανὸν μοναὶ, περὶ ὧν εἴρηται ἐν Εὐαγγελίῳ· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί.»

Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σὰρξ, μεταβαλὼν δὲ καὶ γενόμενος Θεοῦ ἄνθρωπος, μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτόν· ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ Θεοῦ καὶ παραληφθέντα εἰς τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ. «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.» Ἔγνωσαν γὰρ τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται. Διὸ ἱκετεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρανίων ἀγαθῶν.

Εἰ δὲ καὶ οἶκος Θεοῦ ἡ Ἐκκλησία αὐτοῦ ἐστι κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·» εἰκότως φασὶν, ὅτι Ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς· ἡμεῖς δὲ οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύοντες, λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ Θεοῦ· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν,» καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος Ἀπόστολος.

Ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ τῶν κρειττόνων ἐφιέμενοι. Εἶτ᾽ ἐπειδὴ περὶ οἴκου Θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχάνει διδάσκουσι λέγοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ Θεοῦ, ὁ ἅγιος αὐτοῦ νεώς. Νεὼν δὲ ἄκουε τοῦ Θεοῦ ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη. Λίθοι ζῶντες οἱ ἅγιοι, καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ὑμεῖς δὲ πάντες οἶκος Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Τοῦτο δὲ εἰπὼν, συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζεται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη· χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι, φιλοκαλοῦντες, ὕλῃ τε κιόνων καὶ μαρμάρων κατακοσμοῦσι τὰς οἰκοδομάς· τὸν αὐτὸν τρόπον ὁ τοῦ Θεοῦ νεὼς ἅγιος ὢν, καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος, τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ Θεοῦ, δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τοῖς τε τοῦ ἁγίου Πνεύματος χαρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ θαῦμα παρέχειν τοῖς ὁρῶσιν.

Ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Τήρει δὲ ὅπως ταῦτα κατὰ τοὺς χρόνους ἐλέγετο τοῦ Δαυῒδ, καθ᾽ οὓς ὁ αἰσθητὸς ὑπὸ Σολομῶνος οὐδέπω κατεσκεύαστο νεώς· δεικνύντος ἐναργῶς τοῦ λόγου, ὅτι ὁ ἀληθῶς ναὸς τοῦ Θεοῦ οὐχ ὁ ἐκ λίθων ἀψύχων ᾠκοδομημένος ἦν, ἀλλ᾽ ὁ ἀποδοθεὶς ἡμῖν κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν.

Καὶ ἄλλως δὲ καθ᾽ ἑτέραν ἐκδοχὴν, ἐπειδὴ ἀνωτέρω ἐμακάρισαν τὸν ἐκλεγέντα καὶ ἀναληφθέντα ὑπὸ τοῦ Θεοῦ, κατοικήσαντά τε ἤδη ἐν ταῖς αὐλαῖς αὐτοῦ ταῖς ἐπουρανίοις, εἰκότως καὶ αὐτοὶ τέως μένοντες κλητοὶ, εὐχόμενοι δὲ ἐκλεκτοὶ γενέσθαι καὶ τῶν αὐτῶν ἐπουρανίων μονῶν καταξιωθῆναι, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑπογράφουσιν, ἱκετεύοντες τυχεῖν τοῦ αὐτοῦ ἐπουρανίου οἴκου καὶ τῶν ἐν αὐτῷ ἀγαθῶν.

Εἶθ᾽ ὡς μεμαθηκότες ὁποῖός ἐστιν ὁ ἐπουράνιος τοῦ Θεοῦ οἶκος, ἑρμηνεύουσι τὴν ἀρετὴν αὐτοῦ φάσκοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ναὸς δὲ ἐπουράνιος καὶ ἀληθῶς ἐπάξιος τοῦ Θεοῦ, ἐν ᾧ κατοικῶν ἐπινοεῖται ὁ τῶν ὅλων Θεὸς, τίς ἂν γένοιτο, ἢ ὁ μονογενὴς αὐτοῦ Λόγος, εἰς ὃν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι; Οὗτος οὖν ἀληθῶς θαυμαστός ἐστιν ἐν δικαιοσύνῃ· ἐπειδὴ γέγονεν ἡμῖν αὐτὸς σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὁ μὲν δὴ ἐκλελεγμένος ὑπὸ σοῦ καὶ ἀναληφθεὶς εἰς τὸν ἐπουράνιον ναὸν μακάριος ἀληθῶς καὶ τρισμακάριος· ἡμεῖς δὲ ἐν ἐπαγγελίαις ὄντες τῶν προλεχθέντων ἀγαθῶν, ἐλπίσι τε ἀνηρτημένοι, ἤδη ποτὲ τούτων τυχεῖν εὐχόμεθα· διὸ παρακαλοῦμεν λέγοντες· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν·» ἐπακούσας δὲ, μακαρίους γενέσθαι καταξίωσον, καὶ ἡμᾶς προσλαβόμενος, καὶ ἐκλεξάμενος καὶ κατοικίσας ἐν ταῖς αὐλαῖς σου· ἵν᾽ ἐκεῖ γενόμενοι πλησθῶμεν τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ἀγαθὰ δὲ τοῦ ἐπουρανίου οἴκου, ὁποῖα ἄν τις νοήσειεν, ἢ οἷα ὁ θεῖος Ἀπόστολος διέγραψεν εἰπών· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν;»

Ἐπάκουσον τοίνυν ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, καὶ ἐπακούσας καταξίωσον καὶ ἡμᾶς τῶν ἀγαθῶν τοῦ οἴκου σου.

Ταῦτα διδάσκονται λέγειν οἱ πάλαι ὄντες σάρκες, τῆς δὲ τοῦ Θεοῦ κλήσεως κατηξιωμένοι. Ἐπικαλοῦνται δὲ εὐκαίρως ἐν τούτοις τὸν ἑαυτῶν Σωτῆρα, ὃν καὶ ἀνωτέρω ἱλασμὸν ὠνόμασαν εἰπόντες, «καὶ τὰς ἀνομίας ἡμῶν σὺ ἱλάσῃ.» Καὶ ἐνταῦθα δὲ τὸν Σωτῆρα ἡ Ἑβραϊκὴ Γραφὴ τούτοις ἐγγράφει τοῖς χαρακτῆρσι, δι᾽ ὧν καὶ ὁ ἡμέτερος Σωτὴρ Ἰησοῦς γράφεται. Τοῦτον δὲ αὐτὸν τὸν Σωτῆρα καὶ τὸν ἱλασμὸν, «ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν» ὀνομάζουσιν, ἄντικρυς παριστῶντες μηδὲν ταῦτα πρὸς Ἰουδαίους· οὐ γὰρ μόνοις αὐτοῖς, πᾶσι δὲ τοῖς ἔθνεσι τὴν τοῦ Σωτῆρος χάριν εὐαγγελίζεσθαι, οἷς γνώμην Θεοῦ καὶ ἐπιστήμην θεσπίζουσιν· ὡς μηκέτι τὰς ἐλπίδας ἀναρτᾷν ἐπὶ τοὺς πάλαι νομιζομένους αὐτῶν θεοὺς, ἀλλ᾽ ἐπὶ μόνον τὸν αὐτῶν γενόμενον Σωτῆρα. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστεία.» Ἀντὶ τοῦ, «ἑτοιμάζων ὄρη, ἥδρασας ὄρη,» ὁ Σύμμαχος ἡρμήνευσεν. Ἐπάξει δὲ ὁ λόγος τὰς περὶ τοῦ προλεχθέντος Σωτῆρος θεολογίας. Σὺ γὰρ εἶ, φησὶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ὁ τάδε καὶ τάδε τῇ σαυτοῦ δυνάμει μεγαλουργήσας. Πρῶτον μὲν ἡτοίμασας ὄρη ἐν τῇ ἰσχύϊ σου περιζωσάμενος δυναστείαν· εἶτα συνετάραξας τὸ κύτος τῆς θαλάσσης, καὶ τῶν κυμάτων αὐτῆς τὸ ἦχος ἐπράϋνας· εἶτα διὰ τούτων ἐτάραξας ἔθνη. Τούτων δὲ γενομένων, τὰ μεγάλα ὠφελήθησαν οἱ κατοικοῦντες τὰ πέρατα.

Ἔγνωσαν γάρ σε, καὶ ἐφοβήθησαν ἀπὸ τῶν σημείων σου, ὡς μηκέτι λοιπὸν ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν τίθεσθαι ἢ σέ. Διὸ ἀνωτέρω ἐλέγετο· «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.» Οὗτοι γὰρ οἱ τὰ πέρατα τῆς γῆς οἰκοῦντες ἐν τοῖς προκειμένοις φοβηθήσεσθαι τὸν Θεὸν ἀπὸ τῶν σημείων αὐτοῦ θεσπίζονται ὑπὸ τοῦ φήσαντος λογίου· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ποῖα δὲ ἦν τὰ σημεῖα, ἅπερ θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα ἐφοβήθησαν τὸν Θεὸν καὶ εἰς αὐτὸν ἤλπισαν, προεδίδαξεν εἰπών· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Τίς ὑποστήσεται; «Ταραχθήσονται ἔθνη.» Ταῦτα θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα, ἐφοβήθησαν ἀπὸ τῶν σημείων αὐτοῦ.

Δηλοῦται δὲ διὰ τούτων ἡ τῶν πάλαι ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπείνωσις καὶ ἡ καθαίρεσις τῆς διαβολικῆς παρατάξεως, ἀρχῶν δηλαδὴ καὶ ἐξουσιῶν, καὶ κοσμοκρατόρων καὶ πνευματικῶν τῆς πονηρίας· ἅτινα πάλαι μὲν κατεκράτει τῶν ἐπὶ γῆς οἰκούντων ἐθνῶν, συνεκύκα τε καὶ συνετάραττε τὴν τοῦ ἀνθρωπείου βίου θάλασσαν, ὡς θεῶν δόξαν ἀποστέλλειν παρὰ πᾶσι τοῖς τὸ τῆς γῆς οἰκοῦσι στοιχεῖον. Καθῄρηται δὲ πάντα καὶ ἀνατέτραπται διὰ τῆς σωτηρίου θεοφανείας. Τὰ ὅμοια δὲ τούτοις καὶ ἄλλος προφήτης ὧδε θεσπίζει λέγων· «Ἀκούσατε, λαοὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.

Διότι ἰδοὺ Κύριος καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ· καὶ ἐπιβήσεται, Κύριος ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ συντριβήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ· καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δι᾽ ἀσέβειαν Ἰακώβ· ταῦτα πάντα καὶ δι᾽ ἁμαρτίαν οἴκου Ἰσραήλ.» Ἀλλὰ καὶ ἐν τῷ ιζʹ ψαλμῷ, τὴν ἐξ οὐρανῶν ἐπὶ γῆς κατάβασιν τοῦ αὐτοῦ Κυρίου περιέχοντι λέλεκται· «Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Κύριος.» Σημαίνεται δὲ διὰ τούτων κάθοδος τοῦ Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου· εἶτ᾽ ἐπὶ τῇ εἰς ἀνθρώπους καθόδῳ αὐτοῦ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων τῶν πάλαι εἰς ὕψος ἐπηρμένων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι τετιμημένων καθαίρεσις καὶ ταπείνωσις καὶ σκεδασμός.

Διὸ καὶ ἐν τοῖς μετὰ χεῖρας εἴρηται· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.» Δυναστείᾳ γὰρ περιεζωσμένος, τῇ αὐτοῦ ἰσχύϊ, τὰ προλεχθέντα ὄρη οὔπω μὲν εἰς τὸ παντελὲς ἀπώλεσεν· ἡτοίμασε δὲ εἰς τιμωρίαν τέως ἀφορίσας αὐτὰ καὶ ἀποστήσας τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος· ἀλλὰ καὶ τὸ κύτος τῆς θαλάσσης τῇ ἑαυτοῦ δυναστείᾳ κατέπαυσε. Διὸ λέλεκται· «Συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Ἀντὶ δὲ τοῦ, «ὁ συνταράσσων,» ὁ μὲν Ἀκύλας, «καταστέλλων·» ὁ δὲ Θεοδοτίων, «καταπραΰνων,» καὶ ἡ πέμπτη ἔκδοσις, «ὁ καταπραΰνων,» ἡρμήνευσαν. Λέγει δ᾽ οὖν ὁ Ἀκύλας· «Καταστέλλων ἦχον θαλάσσης, θόρυβον κυμάτων αὐτῆς καὶ ὄχλον φυλῶν.» Ὥσπερ γὰρ τὰ προλεχθέντα ὄρη εἰς τὴν μέλλουσαν αὐτὰ διαλήψεσθαι τιμωρίαν ἡτοίμασεν, οὕτω κατέστειλε τὸν ἦχον θαλάσσης καὶ τὸν θόρυβον τῶν κυμάτων αὐτῆς. Τίς δὲ ἡ θάλασσα, καὶ ποταπὸς ὁ ἦχος αὐτῆς, καὶ τίς ὁ θόρυβος τῶν κυμάτων αὐτῆς, ἑξῆς διασαφεῖ ὁ Ἀκύλας εἰπών· «Καὶ ὄχλον φυλῶν.»

Ὁ γὰρ πολὺς ὄχλος τῶν πάλαι ἐθνῶν, καὶ τῶν κατὰ πᾶν γένος ἀνθρώπων φυλῶν ἦν, ὅτε κῦμα τοῦ τῶν ἀνθρώπων βίου, καὶ ἡ τοιαύτη τοῦ θνητοῦ βίου θάλασσα τῆς τῶν ἀνθρώπων κακίας πεπληρωμένη, πολὺν θόρυβον εἶχε, μέγαν τε ἦχον ἐξαπέστελλεν· ἅτε τὸν δράκοντα οἰκοῦντα ἐν αὐτῇ κεκτημένη, περὶ οὗ λέλεκται· «Ἐπάξει Κύριος ὁ Θεὸς τὴν μάχαιραν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·» καὶ ἀλλαχοῦ προειπὼν ὁ λόγος· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» ἐπιλέγει· «Ἐκεῖ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Ἀλλὰ γὰρ ἀθρόως καὶ τὸν δράκοντα καὶ τὴν θάλασσαν, καὶ τὸν τῶν κυμάτων αὐτῆς ἦχον, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, ἐπιφανεῖσα ἀνθρώποις, κατέστειλε καὶ κατεπράϋνε, τόν τε ὄχλον τῶν φυλῶν ἔσβεσε. Τούτων δὲ γενομένων, ἑξῆς καὶ ἀκολούθως εἴρηται· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ἱκανὰ γὰρ ἦν τὰ προλεχθέντα σημεῖα, ὄρη ταπεινούμενα καὶ θαλάσσης ἦχος καταστελλόμενος, θόρυβός τε κυμάτων μηκέτι ταράττων κατὰ τὸ παλαιὸν, ἀλλὰ καὶ ὄχλος φυλῶν καὶ αὐτὸς σβεννύμενος, φόβον ἐμποιῆσαι τοῖς κατοικοῦσι τὰ πέρατα· ὡς μηκέτι τὰ προλεχθέντα πάντα φοβεῖσθαι, ἀλλ᾽ ἕνα μόνον τὸν πάντων ἐκείνων νικητήν· ὅντινα λοιπὸν γνόντες καὶ φοβούμενοι, τοῦ φάσκοντος μακαρισμοῦ τυγχάνουσι· «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.»

Τίνες δ᾽ ἂν εἶεν οὗτοι, τὸ παρὸν λόγιον διδάσκει φάσκον· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Κατοικεῖν δὲ λέγονται τὰ πέρατα οὐ πάντως οἱ τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦντες, ἀλλ᾽ οἱ δυνάμενοι ὁμοίως Παύλῳ λέγειν· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καί· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Οὗτοι γὰρ, οὔτε ἐμβαθύναντες τοῖς ἀνθρωπίνοις πράγμασιν, οὔτε πάντη ἐκτὸς ὄντες αὐτῶν, ὥσπερ ἐν μεθορίῳ καθεστήκασιν, ἀμφὶ τὰ πέρατα τῆς ἀνθρωπίνης ζωῆς πολιτευόμενοι. Οἱ δὴ, πολλῆς αἰσθήσεως μετασχόντες, τὰ σημεῖα τοῦ Σωτῆρος ἡμῶν θεασάμενοι, οἱ ἐν ἀρχῇ γεγόνασι σοφίας, τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότες. Τίς δὲ τὰ ὑψώματα τῶν κατὰ χρόνους ἀρχόντων καὶ τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐπαναστάσεις, τούς τε διωγμοὺς καὶ τὰς ἀπειλὰς τῶν ἀσεβῶν ἀνδρῶν τεθεαμένος, οὐκ ἂν εἴποι ὄρη εἶναι ὑψούμενα καὶ θάλασσαν ἀληθῶς κυμαίνουσαν, ἦχόν τε κυμάτων τὰς τῶν ἀσεβῶν καὶ ἀθέων βλασφημίας; Ἃ δὴ πάντα ἐν τῇ ἰσχύϊ αὐτοῦ ὁ Σωτὴρ πάντων τῶν περάτων τῆς γῆς μιᾷ ῥοπῇ ταπεινοῦν εἴωθεν· ὡς τοὺς ὁρῶντας τὴν πτῶσιν αὐτῶν καὶ τὴν ἀπώλειαν ταράττεσθαι· τοὺς δὲ ὠφελεῖσθαι καὶ φόβον ἀναλαμβάνειν Θεοῦ, σημεῖα ἐναργῆ τῆς τοῦ Σωτῆρος ἐνθέου δυνάμεως τὴν τῶν ἀσεβῶν καθαίρεσιν εἶναι ὁμολογοῦντας. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.»

Πρὸς τοῖς κατειλεγμένοις καὶ ἄλλα σημεῖα τῆς τοῦ Σωτῆρος δυνάμεως παρίστη λέγων· «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις·» ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· «Τὰς προελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας τὰς ὑμνολογίας.» Ἓν γὰρ καὶ τοῦτο μέγιστον σημεῖον τυγχάνει τῆς σωτηρίου δυνάμεως, τὸ μετὰ τὴν ταπείνωσιν τῶν προλεχθέντων συστήσασθαι ἐν ἀνθρώποις ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἢ κατὰ τὸν Σύμμαχον, «ὑμνολογίας,» ἢ, κατὰ τὸν Ἀκύλαν, «αἰνοποιήσεις.» Τὸ γὰρ καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κατὰ τὰς πρωϊνὰς τοῦ ἡλίου ἐξόδους, κατά τε τὰς ἑσπερινὰς ὥρας ὑμνολογίας καὶ αἰνοποιήσεις, καὶ θείας ἀληθῶς τέρψεις τῷ Θεῷ συστήσασθαι, οὐ τὸ τυχὸν ἦν Θεοῦ ἀρετῆς σημεῖον. Θεοῦ δὲ τέρψεις οἱ πανταχοῦ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀναπεμπόμενοι κατὰ τοὺς ὀρθρινοὺς καὶ κατὰ τοὺς ἑσπερινοὺς καιροὺς ὕμνοι τυγχάνουσι. Διὸ λέλεκταί που· «Ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου·» καὶ πάλιν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή·» καί· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Καὶ αὗται οὖν αἱ τέρψεις σημεῖα τυγχάνουσι τοῦ Σωτῆρος. Καὶ ἄλλο δὲ πρὸς τούτοις σημεῖον μέγιστον καταριθμεῖται ἑξῆς λέγων· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.»

Ὡς γὰρ νοσοῦντα ἰατρὸς ἐφορᾷ καὶ ἐπισκέπτεται, ἐπιμέλειαν ποιούμενος τοῦ πάθους, πάντα τε τὰ πρὸς ἴασιν καὶ σωτηρίαν συντελοῦντα συμβαλλόμενος· τὸν αὐτὸν τρόπον καὶ σὺ ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, περιζωσάμενος δυναστείαν τῇ ἰσχύϊ σου, ταῦτα πάντα εἰργάσω· τὰς μὲν ἀντικειμένας καθεῖλες δυνάμεις, συνεστήσω δὲ ἐπὶ γῆς πρωϊνὰς καὶ ἑσπερινὰς τέρψεις· καὶ ταῦτ᾽ ἔπραξας, καταξιώσας τῆς σεαυτοῦ ἐπισκοπῆς τοὺς ἐπὶ γῆς ἀνθρώπους, δι᾽ ἧς μυρία αὐτοῖς ἀγαθὰ δεδώρηται· ὡς πληρῶσαι αὐτοὺς καὶ μεθῦσαι ταῖς ἀγαθαῖς σου χορηγίαις, πλουτίσαι τε αὐτοὺς κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει·» ἢ κατὰ τὸν Σύμμαχον φήσαντα· «Πολυκαρπίᾳ πλουτίσεις αὐτήν.» Πῶς δὲ ἐμέθυσε τὴν γῆν, καὶ πῶς ἐπλούτισε καὶ ἐπλήρωσεν αὐτὴν πολυκαρπίας, διασαφεῖ λέγων ἑξῆς· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Τὸν γὰρ σεαυτοῦ ποταμὸν τοῦ ἁγίου Πνεύματος, τὸν ἀπὸ τῆς· ἐν σοὶ πηγῆς ἀναβλυσταίνοντα, τοῖς ἐπὶ γῆς οἰκοῦσι δωρησάμενος, τὴν λογικὴν καὶ νοερὰν αὐτῶν χώραν γῆν ὀνομαζομένην, πολλῷ τῷ ῥεύματι κατακλύσας, μεθύσας τοῖς τῆς σοφίας ὀμβρήμασιν, «ἐπλήθυνάς τε τοῦ πλουτίσαι αὐτὴν» τοῖς τοῦ ἁγίου Πνεύματος διαφόροις χαρίσμασι. Τούτου δὲ «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.»

Καὶ ὁ Σωτὴρ δὲ περὶ τοῦ αὐτοῦ ἐδίδασκε λέγων· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Οὗτος οὖν ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ὥστ᾽ ἂν εἰπεῖν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Πολλῶν δὲ ὑδάτων ὁ ποταμὸς πεπλήρωται, διὰ τὸ μὴ ὁμοίους εἶναι τοὺς ἐξ αὐτοῦ ποτιζομένους.

Διαφόρων δὲ ὄντων ταγμάτων τῶν μεταλαμβανόντων αὐτοῦ, εἰκότως ἑκάστῳ παρέχων τὰ πρόσφορα, πολλῶν ὑδάτων πεπληρῶσθαι λέγεται· ὧν μεταλαβοῦσα ἡ λογικὴ χώρα, τὰς ἐπιτηδείους ἑκάστῳ δίδωσι τροφὰς, καὶ τοὺς ἐπαξίους τοῦ τοσούτου ποταμοῦ καρπούς. Διὸ λέλεκται· «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Κατὰ δὲ τὸν Σύμμαχον· «Τελεσφορήσεις, φησὶ, τὴν σπερματίαν αὐτῆς, ὅτι οὕτως ἥδρασας αὐτὴν,» δηλονότι τὴν γῆν, «καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Τῷ οὖν ποταμῷ τῷ σῷ τελεσφορήσεις τὴν σπερματίαν αὐτῆς, τουτέστι τὰ σπέρματα ἐν αὐτῇ καταβληθέντα σὺ αὐτὸς διὰ τοῦ σαυτοῦ ποταμοῦ τελεσφορηθῆναι ποιήσεις, ὡς τελείους ἀποδοῦναι τοὺς στάχυς. Οὕτω γοῦν κατὰ τὸ Εὐαγγέλιον, ἡ μὲν ποιήσει λʹ, ἡ δὲ ξʹ, ἡ δὲ ρʹ, τῆς ἀνθρωπίνης ψυχῆς γῆς ὀνομαζομένης, καὶ κατὰ τὴν σωτήριον παραβολήν· «Τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Διεξελθὼν ὁ προφητικὸς λόγος τὰ σημεῖα τῆς τοῦ Σωτῆρος ἀρετῆς, καὶ τῇ τοῦ Πνεύματος προγνώσει τὰ ἐσόμενα, ὡς ἤδη δι᾽ ἔργων κεχωρηκότα τεθεαμένος· ὅπως μὲν τῶν ἀντικειμένων ἀνατροπὴν εἰργάσατο, ὅπως δὲ ἐπεσκέψατο τὴν γῆν καὶ ἐμέθυσεν αὐτὴν, καὶ ὡς ἐπλήθυνε τοῦ πλουτίσαι αὐτὴν, πληρωθέντος ὑδάτων τοῦ ποταμοῦ τοῦ Θεοῦ.

Ταῦτα θεσπίσας, καὶ ὡς ἤδη πρὸ ὀφθαλμῶν ὁρώμενα θεασάμενος, ἐπ᾽ εὐχὴν τρέπεται, καὶ τὸν Θεὸν ἱκετεύει λέγων· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Αὔλακες δὲ ψυχῆς εἶεν ἂν οἱ κατὰ βάθους αὐτῆς λογισμοὶ, καὶ τῆς συνειδήσεως αὐτῆς ἡ κρύφιος καὶ τοὺς πολλοὺς λανθάνουσα δύναμις, ἣν ὁ τοῦ Θεοῦ λόγος ἀρότρου δίκην ἀνατέμνων καὶ μεταβάλλων, λεῖον ἀπεργάζεται· περιελών τε τὰς ἀκάνθας, καὶ τὴν περιττὴν ὕλην, ἐντίθησι τὰ ἑαυτοῦ σπέρματα· εἶτα τοῖς λογικοῖς νάμασιν ἀρδεύων, μεθύσκει αὐτήν. Διὸ λέλεκται· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Εἶτα ἀντὶ τοῦ· «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα·» κατὰ τὸν Σύμμαχον· «Ταῖς ψεκάσιν αὐτῆς χαυνώσεις αὐτὴν καὶ τὸ βλάστημα αὐτῆς,» εἴρηται. Καὶ πάντα δὲ ταῦτα σημεῖα τυγχάνει τοῦ ἐπισκεψαμένου τὴν Ἐκκλησίαν αὐτοῦ· ἃ δὴ πάλαι προλεχθέντα οὐδ᾽ ἄλλως εἰς ἔργα κεχώρηκεν ἢ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας· δι᾽ ἧς οἱ κατηξιωμένοι τῆς αὐτοῦ χάριτος, τὰ ἐξ οὐρανῶν σπέρματα ταῖς αὐτῶν ψυχαῖς ἀποδεξάμενοι, καρποὺς εὐθαλεῖς παρέχουσιν· οἱ μὲν ρʹ ποιοῦντες, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Ὁρῶν δέ τις ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὰ διάφορα τάγματα τῶν ἐν Χριστῷ προκοπτόντων, τὴν παγκαρπίαν εἴσεται τῶν διὰ τῆς προκειμένης προφητείας θεσπιζομένων. «

Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσεται πιότητος.» Ἐπειδὴ κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ἐληλυθέναι λέγεται ὁ Σωτὴρ, κατὰ τὴν φάσκουσαν ἐξ αὐτοῦ προσώπου Γραφήν· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως·» εἰκότως καὶ ἐνταῦθα τὴν ἡμέραν σημαίνει τῆς ἀνταποδόσεως.

Ἔστι δὲ αὕτη ὁ μέλλων ἐπιστήσεσθαι αἰὼν μετὰ τὴν τοῦ ἐνεστῶτος συντέλειαν. Ἐκεῖνον τοίνυν τὸν ἐνιαυτὸν ὥσπερ στεφάνῳ κοσμηθήσεσθαι διὰ τῶν νεαρῶν καὶ ὡραίων ἀνθῶν τῶν μελλόντων ἐν αὐτῷ πολιτεύεσθαι, τὸ παρὸν θεσπίζει λόγιον φάσκον· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ὁ τοῦ μέλλοντος αἰῶνος, χρηστότητος ὢν Θεοῦ, στέφανον ἕξει ηὐλογημένον, σύμπαντα χορὸν τῶν ἁγίων. Ὅντινα στέφανον, εὐλογήσας, περιθήσεται ὁ Χριστὸς τοῦ Θεοῦ, τοῖς τῆς αὐτῶν γεωργίας ἄνθεσιν ὡραϊζόμενος.

Ἀλλὰ καὶ αὐτὸς αὐτῶν γενήσεται στέφανος κατὰ τὸν Ἡσαΐαν φήσαντα· «Καὶ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς δόξης. Τότε δὲ καὶ τὰ πεδία τοῦ Θεοῦ πλησθήσεται πιότητος, καὶ τὰ ὄρεα δὲ τῆς ἐρήμου τότε πιανθήσεται.» Ἔτι μὴν καὶ «οἱ βουνοὶ» τότε «ἀγαλλίασιν περιζώσονται.» Καὶ πρὸς τούτοις ἅπασιν οἱ κριοὶ τῶν προβάτων τοὺς ἰδίους ἐνδύσονται πόκους. Νοήσεις δὲ ταῦτα, τὴν διαφορὰν ὑποθέμενος ἑαυτῷ τῶν σωζομένων· ὧν οἱ μὲν, ὡς ἐν παραθέσει τῶν κρειττόνων τὸν βίον ὑποβεβηκότες, ἀλληγορικῷ τρόπῳ πεδία Θεοῦ προσηγορεύθησαν πιότητος πληρούμενα· διὸ λέλεκται· «Τὰ πεδία σου πλησθήσεται πιότητος·» οἱ δὲ ἤδη ἐν διαφόροις ἀρεταῖς ἀνθοῦντες ὄρεα τῆς πρὶν ἐρήμου Ἐκκλησίας ὠνομάσθησαν· οἳ, καὶ αὐτοὶ πλουσίως ἀρδόμενοι ἐκ τοῦ δηλωθέντος ποταμοῦ, πιανθήσεσθαι λέγονται· ἀλλὰ καὶ οἱ ἔτι τούτων ὑψηλότεροι βουνοὶ τροπικῶς καλούμενοι ἀγαλλίασιν περιζώσονται.

Καὶ τρία μὲν ταῦτα τάγματα κατὰ τὸν μέλλοντα ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Θεοῦ τεύξεται τῆς μακαριότητος· τάχα που ἐξ ἐκείνων ὄντες, ὧν οἱ μὲν ἐποίουν ρʹ, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Οἱ δὲ τούτων ἐπιστησόμενοι ἄρχοντές τινες καὶ ἡγεμόνες τινὲς αὐτῶν, ἐν δυνάμεσιν ἐξαιρέτοις κοσμηθήσονται· διὸ λέλεκται· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» ἀντὶ τοῦ· «Ἐνδύσονται.» Κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας τοὺς ἡγουμένους τῶν προλεχθέντων νοήσεις, οἵτινες ἐνεδύσαντο ἢ καὶ μᾶλλον ἐνδύσονται. Τί δὲ ἐνδύσονται, ἡμῖν καταλέλοιπεν νοεῖν· διδάσκει δὲ τὸ ἔνδυμα τούτων ὁ θεῖος Ἀπόστολος λέγων· «Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν·» καὶ πάλιν· «Ἐφ᾽ ᾧ οὐ θέλομεν ἐνδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ἐνδύσονται τοίνυν οἱ κριοὶ τὸ ἐμπρέπον αὐτοῖς ἔνδυμα, τοῦ φθαρτοῦ σώματος αὐτοῖς μεταβάλλοντος εἰς ἀφθαρσίαν, καὶ τοῦ θνητοῦ εἰς ἀθανασίαν. Οὕτω γοῦν κατὰ τὸ παράδειγμα καὶ οἱ κριοὶ οἴκοθεν ἐπάγονται τὸ ἔνδυμα, τοῦ σώματος αὐτοῖς καρποφοροῦντος τὸν πόκον. Ἀλλὰ καὶ αὐτὸν ἐνδύσονται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸ ἐξαίρετον ἔνδυμα τὸ φῶς τῆς θεότητος αὐτοῦ περιβαλούμενοι. Ἔτι μὲν καὶ «αἱ κοιλάδες» τότε «πληθυνοῦσι σῖτον.» Ἔδει γὰρ μηδὲ τῶν κοιλάδων ἀμνημονῆσαι· ἀνωτέρω μὲν γὰρ πεδιάδες ὠνομάσθησαν καὶ ὄρεα ἐρήμου καὶ βουνοί.

Ἐπειδὴ δέ εἰσι καὶ παρὰ τὰ λεχθέντα τάγματα ἄλλοι τινὲς ταπεινότεροι, καὶ οὐκ ἀπόβλητοι μὲν τῆς βασιλείας, πλὴν ὡς ἐν παραθέσει τῶν προλεχθέντων σμικροὶ καὶ βραχεῖς, πάντων τε ὡς ἂν εἴποι τις, ἔσχατοι· ἀναγκαίως οὐδὲ τούτων παρῆλθε τὴν μνήμην ὁ λόγος· ἀλλὰ καὶ αὐτοὺς καρπὸν οἴσειν τὸν ἐπιβάλλοντα διδάσκει λέγων· «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον» προφέρουσαι, ἢ, «τὴν τροφὴν,» κατὰ τὸν Σύμμαχον. «Κεκράξονται.» Τί δὲ κεκράξονται, ἑρμηνεύει ἑξῆς λέγων· «Καὶ γὰρ ὑμνήσουσιν·» ὡσεὶ σαφέστερον εἰρήκει· Εἰ γὰρ κοιλάδες τυγχάνουσιν, ὅμως δ᾽ οὖν ὑμνήσουσι τὸν καὶ αὐτοῖς τῶν ἀγαθῶν πάροχον. Ὑμνοῦσαι δὲ κεκράξονται, παῤῥησίᾳ χρώμεναι καὶ βοῇ μεγάλῃ. Βοῶσαι δὲ κραυγῇ καὶ ὑμνοῦσαι ποίας προήσονται φωνὰς, ἢ τὰς ἐν ἀρχῇ παντὸς ψαλμοῦ φερομένας· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν,» λέγουσαι; Ἀναγκαίως δὲ πρόκειται τό· «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσι,» περὶ τῶν κοιλάδων, ἢ καὶ περὶ τῶν προλεχθέντων ἁπάντων, ὡς ἂν μάθοιμεν, ὅτι μὴ περὶ αἰσθητῶν καὶ σωματικῶν τόπων ὁ λόγος ταῦτα διδάσκει· καίτοι καὶ περὶ τούτων εἰκὸς ἦν τὰ προλεχθέντα λέγεσθαι νομίζειν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ Θεοῦ δωρήμασιν, ὥστ᾽ εἶναι εὐχαριστήριον ὕμνον, ὡς πρὸς τὴν λέξιν, ὑπὲρ τῶν κατ᾽ ἔτος ἀνθρώποις χορηγουμένων τὸν παρόντα λόγον.

Καθ᾽ ἕκαστον γοῦν ἐνιαυτὸν ὁ φιλάνθρωπος καὶ παντὸς ἀγαθοῦ δοτὴρ Θεὸς, ἐπισκεπτόμενος τὴν γῆν, μεθύσκει αὐτὴν, ἄρδων τοῖς συνήθεσιν ὄμβροις, πληροῖ τε αὐτῆς τοὺς αὔλακας ταῖς τῶν ὑετῶν χορηγίαις.

Τά τε γεννήματα αὐτῆς πληθύνων εὐλογήσει. Ἡ δὲ εὐφραίνεται, νεαροποιηθεῖσά τε ἀνατέλλει. Κἄπειτα πληρουμένη παντοίων καρπῶν, σπορίμων τε καὶ ἀκροδρύων στεφανοῦται, ὡς μὴ ἂν ὀκνῆσαι κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐστεφανῶσθαι λέγειν αὐτὴν, τά τε πεδία πληθύεσθαι πιότητος· καὶ μὴν καὶ τὰ ὄρεα τῆς ἐρήμου ἀνθεῖν, καὶ τοὺς βουνοὺς ἀγαλλίασιν περιζώννυσθαι· ἀλλὰ καὶ τοὺς κριοὺς τῶν προβάτων τοῖς ἑαυτῶν πόκοις ἐνδιδύσκεσθαι, αὐτάς τε τὰς κοιλάδας χώρας πολλάκις πληροῦσθαι σίτου, καὶ μονονουχὶ τῷ ἔργῳ βοᾷν καὶ τὸν Θεὸν δοξάζειν.

Ταῦτα δὲ εἰ καὶ ὅτι μάλιστα αἰσθητῶς πληροῦται καθ᾽ ἕκαστον ἔτος, ἀλλ᾽ ἡ σύμφρασις τῆς τοῦ παντὸς λόγου ἀκολουθίας ἐπὶ τὴν θεωρίαν ἡμᾶς ἀναπέμπουσα ἀποδέδεικται. Ὁμοῦ δὴ οὖν τὰ προλεχθέντα πάντα, λέγω δὲ τὰ πεδία καὶ τὰ ὄρεα τῆς ἐρήμου, οἵ τε βουνοὶ καὶ οἱ κριοὶ τῶν προβάτων, καὶ πρὸς τούτοις αἱ ἀποδοθεῖσαι κοιλάδες κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, κατά τε τὴν πρόχειρον διάνοιαν, μίαν ἀφήσειν φωνὴν καὶ σύμφωνον μελῳδίαν τῷ Θεῷ εἴρηνται. Διὸ κατὰ πάντων ἀκούσῃ τό· «Κεκράξονται καὶ ὑμνήσουσιν.»

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ῼΔΗ ΨΑΛΜΟΥ. ΞΕʹ. «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.» Εὐαγγελικὸς ὑπάρχει καὶ ὁ παρὼν ψαλμὸς, τὴν τῶν ἐθνῶν περιέχων κλῆσιν. Ἤμελλε δὲ ἄρα οὐ καθ᾽ οὓς ᾔδετο χρόνους τέλους τυγχάνειν, ἀλλ᾽ ἐπὶ συντελείᾳ τῶν αἰώνων. Διὸ ἀναπέμπει τὴν τῶν δηλουμένων προφητείαν εἰς τὸ τέλος. Ἔστι δὲ ᾠδὴ ψαλμοῦ ἔμπαλιν· ἢ κατὰ τὸν πρὸ αὐτοῦ, ὡς ἐπεγέγραπτο, «Ψαλμὸς ᾠδῆς» ᾞδε γὰρ καὶ ἔψαλλε τὸ Πνεῦμα τὸ ἅγιον σὺν πολλῇ χαρᾷ διὰ τῆς ὑποδεξαμένης αὐτὸ προφητικῆς ψυχῆς ἐπὶ τοῖς δι᾽ αὐτοῦ θεσπιζομένοις ἀγαθοῖς, ἐφ᾽ οἷς καὶ πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν σωτήριον χάριν ὑποδεξομένοις παρακελεύεται πράττειν τινὰ, ἅπερ ἀναγκαῖον ἐπιτελεῖν ἡμᾶς, οἷς ταῦτα προανεφωνεῖτο. Προστάττει τοίνυν πάσῃ τῇ γῇ, τουτέστι τοῖς τὸ τῆς γῆς στοιχεῖον οἰκοῦσιν ἅπασι, μὴ τοῖς Μωϋσέως παραγγέλμασι καὶ τῷ βαρεῖ ζυγῷ τοῦ νόμου ἑαυτοὺς ὑποτάττειν· μόνα δὲ τὰ διὰ τῶν μετὰ χεῖρας κελευόμενα ποιεῖν· καὶ πρῶτον μὲν ἀλαλάζειν τῷ Θεῷ, δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ, τρίτον δόξαν διδόναι τῇ αἰνέσει αὐτοῦ· τέταρτον λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου·» καί· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.»

Τὸ μὲν οὖν πρῶτον δι᾽ ἐπιστήμης καὶ γνώσεως ἀληθοῦς ἐπιτελέσωμεν ἀλαλάζοντες τῷ Θεῷ, δίκην τῶν ἐν πολέμοις ἀναφωνούντων καὶ ἀλαλαζόντων στρατιωτῶν, οἳ τῇ δυνάμει τῆς φωνῆς καταπληκτικοὺς καὶ φοβεροὺς ἑαυτοὺς τοῖς πολεμίοις ἐμφαίνουσιν. Ἐπεὶ τοίνυν τοὺς ἡμετέρους ἐχθροὺς, τοὺς πάλαι τὴν ψυχὴν ἡμῶν εἰς τὴν πολύθεον πλάνην ᾐχμαλωτικότας, ἐλαύνων καὶ πολεμῶν ὁ Σωτὴρ ἡμῶν, καὶ πάντας ἡμᾶς τοὺς αὐτοῦ στρατιώτας κατ᾽ αὐτῶν ὁπλίζει, εἰκότως διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν ἀλαλάζειν κελευόμεθα· στεναγμοῖς τε ἀλαλήτοις συμπράττειν τῇ νίκῃ τοῦ Βασιλέως ἡμῶν. Γίνεται δὲ ὁ ἀλαλαγμὸς δι᾽ εὐχῶν, γίνεται καὶ διὰ θεολογίας, γίνεται δὲ καὶ δι᾽ ὑγιοῦς καὶ τετρανωμένης γνώσεως, γίνεται καὶ διὰ τῆς πνευματικῆς ἱερουργίας, ἣν ἐν ταῖς εὐχαριστίαις κατὰ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης καθ᾽ ὅλης τῆς οἰκουμένης ἐπιτελοῦμεν, ὁπηνίκα, τῆς θυσίας τοῦ Ἀμνοῦ τοῦ Θεοῦ τὴν ἀνάμνησιν ποιούμενοι, τὴν προφητείαν πληροῦμεν τὴν φάσκουσαν· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.» Διὸ καὶ ἕτερον λόγιον τὸν τούτων ἐπιστήμονα λαὸν μακαρίζει φάσκον· «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Τοῦτο δὴ οὖν πρῶτον ἀναγκαίως τὸ προφητικὸν Πνεῦμα πᾶσιν ἀνθρώποις πράττειν διακελεύεται φάσκον· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.»

Εἶτα δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ προστάττει· ὃ καὶ αὐτὸ κατὰ πάντα τόπον εἴωθεν ὑφ᾽ ἡμῶν ἐπιτελεῖσθαι.

Ἐπεὶ κατὰ πᾶσαν ἐκκλησίαν τοῦ Θεοῦ τὴν ἐν τοῖς ἔθνεσιν ἱδρυμένην, αὐτὰ δὴ ταῦτα μελῳδεῖσθαι καὶ ψάλλεσθαι, οὐχ Ἕλλησι μόνοις, ἀλλὰ καὶ βαρβάροις παραδέδοται. Καὶ ἄλλως δὲ, νόμοις ἀλληγορίας, τὸ σῶμα τὸ ἀνθρώπειον, ὥσπερ ὄργανον τῇ ψυχῇ δεδομένον, ψαλτήριον εἴωθεν ὀνομάζεσθαι· δι᾽ οὗ ὁ εἴσω ἄνθρωπος, ἀνακρουόμενος, ἐπιστημόνως τὰ μέλη καὶ τὰ αἰσθητήρια τῷ νόμῳ τοῦ Θεοῦ λέγοιτ᾽ ἂν εἰκότως ψάλλειν. Τὰ μὲν οὖν τῆς γνώσεως καὶ διὰ τοῦ ἀλαλαγμοῦ αὐτὴ καθ᾽ ἑαυτὴν ἡ ψυχὴ κατώρθου· διὸ αὐτῷ τῷ Θεῷ ἠλάλαξε· τὰ δὲ τοῦ ψάλλειν διὰ τῆς τοῦ σώματος ἠθικῆς καὶ πρακτικῆς κινήσεως ἐνεργεῖ· διὸ λέλεκται· «Τῷ ὀνόματι αὐτοῦ.» Εὐφημίαν γὰρ τῷ τοῦ Θεοῦ ὀνόματι φέροι ἂν ἡ διὰ τῶν πράξεων τοῖς πολλοῖς θεωρουμένη κατόρθωσις. Καὶ τρίτον δὲ, πρόσταγμα πᾶσιν ἡμῖν τοῖς ἐξ ἐθνῶν τὸν Θεὸν ἐπεγνωκόσι παρήγγελται, τὸ κελεῦον διδόναι δόξαν οὐ τῷ Θεῷ, ἀπήρκει γὰρ ἀλαλάζειν αὐτῷ· ἀλλ᾽ οὐδὲ τῷ ὀνόματι αὐτοῦ, τούτῳ γὰρ ψάλλειν ἐκελευόμεθα· τῇ δὲ αἰνέσει αὐτοῦ. Αἰνοῦντας γὰρ αὐτὸν προσήκει μὴ ταπεινῶς, μηδὲ ἀδόξως αἰνεῖν, σὺν πολλῇ δὲ τιμῇ καὶ δόξῃ. Πρὸς γὰρ τῇ κατὰ διάνοιαν ἐῤῥωμένῃ περὶ Θεοῦ γνώσει δι᾽ ὀργάνου κατορθουμένῃ προσήκει καὶ διὰ λόγων θείων αἴνους καὶ ὕμνους τοὺς εἰς τὸν Θεὸν περιεχόντων σὺν εὐλαβείᾳ καὶ σεβασμίῳ τιμῇ τὸ πρῶτον ἀποπληροῦν πρόσταγμα.

Διὸ λέλεκται· «Δότε δόξαν αἰνέσει αὐτοῦ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Δότε δόξαν ὑμνήσει αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Τάξατε εἰς τιμὴν τὸν ὕμνον αὐτοῦ.» Ἔτι πρὸς τούτοις τὸ Πνεῦμα τὸ προφητικὸν παρακελεύεται πᾶσιν ἡμῖν τεθεωρημένως ἐνατενίζειν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐφιστᾷν, ὅπως φόβου καὶ ἐκπλήξεως γέμῃ τὸ τῆς σοφίας αὐτοῦ μεγαλουργήματα. «Ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται·» καί· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ταῦτ᾽ οὖν θεωροῦντας, ὑπερεκπλήττεσθαι δεῖ, καὶ λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου.» Ἀλλ᾽ ἡμῖν μὲν τοῖς ὑπὸ σοῦ πεφωτισμένοις ἔγνωσται καὶ κατείληπται τὰ ἔργα σου ὄντα φοβερά· οἱ δὲ ἐχθροί σου ἐν σκότῳ καλινδούμενοι, κἂν ἐθέλωσί ποτε περὶ τῶν σῶν ἔργων διεξιέναι, καὶ λόγους ὡς οἷόν τε φυσικοὺς ἀποδιδόναι, μακρὰν ἀποπίπτουσι τοῦ πλήθους τῆς σῆς δυνάμεως, οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχοντες λέγειν. Διό φαμεν· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. Διάψαλμα.»

Τὰ μὲν πρῶτα παραγγέλματα ἦν πάσῃ τῇ γῇ, δηλαδὴ πᾶσι τοῖς ἔθνεσι, προφητικῶς παρηγγελμένα· ἐπεὶ δὲ εὐχῆς ἦν χρεία εἰς τὸ δυνηθῆναι δι᾽ ἔργων ταῦτα χωρῆσαι, ἀναγκαίως τὸ θεῖον Πνεῦμα μετὰ τὰ πρῶτα πρὸς αὐτὸν ἐπιστρέφει τὸν Θεὸν, εὐχὴν ὑπὲρ πάσης τῆς γῆς ἀναπέμπον. Διό φησι· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» Ἀντὶ δὲ τοῦ· «Πᾶσα ἡ γῆ,» ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· «Πάντες οἱ ἐπὶ γῆς·» λευκότερον δηλώσας, ὅτι μὴ Ἰουδαίοις τὸ παράγγελμα δέδοτο, ἀλλὰ πᾶσι τοῖς ἐπὶ γῆς ἀνθρώποις.

Μεγίστης γὰρ ἐδέοντο εὐχῆς, ὡς ἂν δυνάμει Θεοῦ παράδοξος γένοιτό τις ἐν αὐτοῖς μεταβολὴ πρὸς τὸ μηκέτι μὲν τῇ πολυθέῳ προσέχειν πλάνῃ, μόνον δὲ σέβειν ὃν δεῖ καὶ προσκυνεῖν, τὸν ἕνα καὶ μόνον καὶ προσκυνητὸν Θεὸν, ἐπιτελεῖν τε τὸ πρόσταγμα δι᾽ οὗ ἐλέγετο· «Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.» Ἵν᾽ οὖν ταῦτα γένηται, εὔχεται τὸ Πνεῦμα τὸ ἅγιον λέγον· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὡς μακρὰν ἀφεστηκόσι τοῖς καλουμένοις τὸ θεῖον ὄνομα πλησίον ἔρχεσθαι προστάττει λέγον· «Δεῦτε.» Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος παρίστη εἰπών· «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς.» Καλεῖ δὲ ὁ λόγος τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἐπί τε τὴν θεωρίαν τῶν ἔργων αὐτοῦ. Μακρὰν γὰρ ἀφεστῶτα τοῦ Θεοῦ οὔτε ἑώρα, οὔτε ἐγίνωσκε. Διό φησι· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἀλλὰ πάλαι μὲν προσέταττε λέγειν· «Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἐπειδὴ δὲ εἰκὸς ἦν ἀγνοεῖν τοὺς μακρὰν ἀφεστῶτας τίνα ἦν τὰ ἔργα τοῦ Θεοῦ, ἀκολούθως ἐνταῦθα πρὸς τοὺς αὐτοὺς φάσκει· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» ἰδόντες δὲ ταῦτα μαθήσεσθε, ὅτι φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Τρανώτερον τὴν διάνοιαν ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔλθετε καὶ ἴδετε πράξεις τοῦ Θεοῦ, φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων.» Πάντα γὰρ ὑπὲρ σωτηρίας τῶν υἱῶν τῶν ἀνθρώπων ἐμηχανήσατο. Εἶτα διδάσκει ὅσα πρότερον παρὰ τοῖς παλαιοῖς πεποιηκὼς ὁ Θεὸς ἱστορεῖται.

Τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Κατὰ δὲ τὸν Σύμμαχον· «Μετέβαλε, φησὶ, τὴν θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν ποδί.» Ταῦτα δὲ φέρεται ἐν τῇ τῆς ἱστορίας γραφῇ· ἃ δὴ ἀναγκαίως ὡς μὴ εἰδόσι τοῖς ἔθνεσιν ἀπαγγέλλεται, ὡς ἂν μάθοιεν, ὅτι καὶ ὁ πάλαι τοῦ Θεοῦ λαὸς ἦν ποτε Αἰγυπτίοις δεδουλωμένος, καὶ τῇ πλάνῃ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας ὑπηγμένος· ἀλλ᾽ εἴργασται ὑπὲρ αὐτῶν ὁ Θεὸς μεγάλα καὶ φοβερὰ, πληγαῖς μὲν τοὺς Αἰγυπτίους θεηλάτοις μαστίξας, αὐτοὺς δὲ τῆς πικρᾶς δουλείας ἐλευθερώσας. Ταῦτα γὰρ ἦν τὰ φοβερὰ τοῦ Θεοῦ ἔργα, οὐ μόνα, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης τῆς Ἐρυθρᾶς· ἣν εἰς ξηρὰν μεταβαλὼν, διέσωσε μὲν τοὺς οἰκείους, τοὺς δὲ ἀσεβεῖς βυθῷ παρέδωκεν ἀπωλείας. Ταῦτα δὲ μανθάνοντες, ὦ οὗτοι, φησὶ, θαρσεῖτε, πιστεύοντες, ὅτι ὁ τὰ τοσαῦτα ἐργασάμενος ἐπὶ τῶν παλαιῶν οὐκ ἀδυνατήσει τὰ ὅμοια καὶ ἐφ᾽ ὑμῶν καταπράξασθαι. Διὸ «δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ,» ὡς φοβερός ἐστιν «ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Μετέστρεψε γοῦν τὴν θάλασσαν εἰς ξηράν· καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἄλλα τινὰ φοβερὰ θαύματα εἰργάσατο, ὅτε διῆλθον τοῖς ποσὶν, ὑποσταλέντος τοῦ ποταμοῦ, οἱ ἀπὸ τῆς ἐρήμου παριόντες ἐπὶ τήνδε τὴν γῆν.

Τούτοις δὴ οὖν αὐτοῖς ὑποδήμασι χρησάμενοι, θαρσεῖτε, ὡς καὶ τοὺς ὑμετέρους νοητοὺς Αἰγυπτίους, δαίμονας πονηροὺς, τοὺς πάλαι καταδυναστεύοντας τῶν ὑμετέρων ψυχῶν, ἀπελάσει ὁ αὐτὸς Θεός. Κἂν κυμαίνῃ δὲ ἡ τῶν ἀνθρώπων θάλασσα, κἂν ὁ τῶν ἀθέων καὶ ἀσεβῶν βίος κλύδωνας καὶ κινδύνους ἐγείρῃ καθ᾽ ὑμῶν· θαρσεῖτε ὑμεῖς, ἐναργὲς ἔχοντες ὑπόδειγμα τὴν πάλαι στραφεῖσαν θάλασσαν εἰς ξηράν.

Οὕτως γὰρ καὶ ὑμῖν ὁμαλή τις ἔσται, καὶ ἀπαραπόδιστος ἡ ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν διάβασις. Εἰ δὲ καὶ ποταμόν ποτε τὸν Ἰορδάνην παραδόξως διῆλθον οἱ παλαιοὶ, ἀλλὰ καὶ ὑμεῖς ἐντεῦθεν ἤδη εὐαγγελίζεσθε, γινώσκοντες, ὅτι ἡμεῖς αὐτοὶ οἱ ταῦτα λέγοντες καὶ ὑμεῖς οἱ ἀκούοντες «ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἐκεῖ, δηλαδὴ ἐν τῷ μνησθέντι ποταμῷ. Ἔσται γὰρ, ἔσται καιρὸς, καθ᾽ ὃν, ὥσπερ εἰς συμπόσιον παρασκευαζόμενοι, ἐπὶ λουτροῦ παλιγγενεσίας ἀπαντήσουσιν εἰς τὴν ἐν τῷ Ἰορδάνῃ ποταμῷ μυστικὴν ἀποκάθαρσιν οἱ τῆς Αἰγυπτιακῆς ἐλευθερούμενοι πλάνης. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀρξάμενον ἀπὸ τοῦ Ἰορδάνου ποταμοῦ, ὁπηνίκα ὁ Βαπτιστὴς Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας παρῄει, κηρύσσων βάπτισμα μετανοίας, προσίετό τε πάντας Ἕλληνας καὶ Ἰουδαίους ἐπὶ τὴν ἐξομολόγησιν τῶν παραπτωμάτων· ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστὰς τὸν αὐτὸν κατηξίωσε ποταμὸν τῆς θεϊκῆς αὐτοῦ ἐπιβάσεως.

Διὸ ἐν τοῖς προκειμένοις λέλεκται· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἔνθεν εἰκότως τὸ αὐτὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τὴν ἔρημον εὐαγγελιζόμενον καὶ αὐτοῦ μνήμην πεποίηται τοῦ Ἰορδάνου λέγον· «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀλλ᾽ ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδέδωκεν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Ταύτην διαλέλεκται ἐπὶ τοῦ παρόντος· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ·» ἃ δὴ ἐπληροῦτο κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους θεοφάνειαν. Ἔνθεν εἰκότως ὁ παρὼν ψαλμὸς ἅπασι τοῖς ἔθνεσι προσφωνῶν ἔλεγε· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» καὶ πάλιν· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Σφόδρα δὲ ἀκολούθως εἰπών· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ,» ἐπιφέρει· «Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.» Νοήσεις δὲ καὶ τοῦτο αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορεύοντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.»

Διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· «Τῷ ἐξουσιάζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ δι᾽ αἰῶνος.» Καὶ ἄλλως δὲ εὐφρανθησόμεθα ἐν αὐτῷ τῶν προειρημένων καταξιωθέντες.

Πότε δὲ εὐφρανθησόμεθα, ἀλλ᾽ ἐπειδὰν ὁ μέλλων ἐπιστῇ αἰὼν, οὗ τὴν δεσποτείαν καὶ τὴν ἐξουσίαν οὐδ᾽ ἕτερος ἕξει, ἢ μόνος αὐτὸς ὁ τὴν δυναστείαν παρὰ τοῦ Πατρὸς εἰληφώς; Νῦν μὲν γὰρ ἐν τῷ παρόντι αἰῶνι ἀρχαὶ πολλαὶ, καὶ ἐξουσίαι καὶ κυριότητες, καὶ πνευματικὰ πονηρίας καὶ κοσμοκράτορες· τότε δὲ, ὅτε καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, μόνος αὐτὸς ἐξουσιάσῃ τοῦ αἰῶνος, ἐν ᾧ ἐπαγγέλλεται ἡμῖν ὁ παρὼν λόγος τὴν εὐφροσύνην. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Διάψαλμα.» Διὰ τῶν ἔμπροσθεν ἐπεσκιασμένως τὴν τῶν ἐθνῶν κλῆσιν αἰνιξάμενος, πᾶσαν τὴν γῆν ἐκάλει· οὐ μὴν σαφῶς τὰ ἔθνη· νυνὶ δὲ λευκότατα τῶν ἐθνῶν μέμνηται καὶ τῆς τοῦ Θεοῦ διαλλαγῆς. Ἐπὶ μὲν γὰρ τῶν ἁμαρτανόντων εἴρηται· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου·» καὶ πάλιν· «Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου;» καὶ πάλιν· «Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ἐπὶ δὲ τῶν ἀγαθὰς ἐλπίδας ἐχόντων λέλεκται· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·» καὶ πάλιν· «Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας·» καὶ αὖθις· «Σημειωθήτω ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Μεγάλαι τοίνυν ἐπαγγελίαι διὰ τῶν προκειμένων τοῖς ἔθνεσι δέδονται· ἤδη ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι.

Καὶ θέα ὅπως οὐδαμοῦ τῶν προκειμένων Ἰουδαίων μέμνηται, δι᾽ ὅλου δὲ τοῖς ἔθνεσι τὰ χρηστὰ εὐαγγελίζεται. Ὁ μὲν οὖν φιλάνθρωπος τῶν ἐθνῶν Σωτὴρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, τὰς ἐπισκοπικὰς δηλαδὴ δυνάμεις, ἐξήπλωσεν ἐπὶ πάντα τὰ ἔθνη. Φωτὸς δὲ ἀκτῖνες ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ πεμπόμεναι τὰς χωρητικὰς αὐτῶν ψυχὰς καταλάμπουσιν. Ἐπεὶ δὲ ἤμελλον μὴ πάντες τὴν χάριν ὑποδέχεσθαι, παροργίζειν δὲ τὸ ὅσον ἐπ᾽ αὐτοῖς καὶ παραπικραίνειν τὴν τοσαύτην φιλανθρωπίαν, διὰ τὸ μὴ παραδέχεσθαι τὸ δῶρον, εἰκότως ἐπιλέλεκται· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Σημαίνει δὲ διὰ τούτων καὶ τοὺς ἐν τοῖς ἔθνεσιν ἀπειθεῖς καὶ ἀνυποτάκτους τῷ εὐαγγελικῷ λόγῳ. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· «Οἱ ὀφθαλμοὶ αὐτοῦ τὰ ἔθνη ἐπισκοπεύουσι· οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς.» Σημαίνει δὲ καὶ ἄλλως τοὺς ἐκ περιτομῆς ἀθετήσαντας τὴν χάριν καὶ τὴν τοῦ Σωτῆρος κλῆσιν ὑπερφρονήσαντας· διὸ πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον καὶ διὰ Ἡσαΐου ἀπετείνετο φῆσαν· «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε.» Εἰκότως τοιγαροῦν ἐπιῤῥαπίζων αὐτοὺς ὁ παρὼν λόγος, εἰκῆ φυσιουμένους ἐπὶ τοῖς προγόνοις, καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν προπατόρων εὐδοκιμήσει, φησίν· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.»

Παύσασθε γὰρ, φησὶ, βρενθυνόμενοι καὶ εἰκῇ τυφούμενοι, ὦ οὗτοι, γνόντες, ὅτι οὐ μᾶλλον ὑμῖν ἐπιβλέπει ὁ Θεὸς ἢ τοῖς λοιποῖς ἔθνεσιν. Οἱ γοῦν τῆς ἐπισκοπικῆς αὐτοῦ δυνάμεως ὀφθαλμοὶ, πάντων ἀνθρώπων πρόνοιαν ποιούμενοι, ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τί οὖν ὑμεῖς, ὥσπερ τι ἐξαίρετον κεκτημένοι, ὑψοῦσθε ἐν ἑαυτοῖς, καὶ ταῦτα ἄνδρες ὄντες ἀεὶ παραπικραίνοντες; Ὅτι δὲ αὐτοὺς αἰνίττεται ὁ λόγος, σαφῶς παρίστησι τὸ Πνεῦμα διὰ Ἰεζεκιὴλ λέγον· «Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραὴλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας·» καὶ ἑξῆς· «Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραινόντων ἐστί·» καὶ πάλιν· «Καὶ λαλήσω τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστί.» Καὶ ἐν ρεʹ δὲ ψαλμῷ λέλεκται· «Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ·» καὶ πάλιν· «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν.» Ναὶ μὴν καὶ Μωϋσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· «Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνομάσθησαν.

Ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος, παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν· ὃ καὶ δι᾽ ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. Ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας, σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμαθηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τῶν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακελεύεται λέγων· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Μὴ γὰρ τοὺς ὑμετέρους, φησὶ, τοὺς πάλαι πεπλανημένως νομιζομένους θεοὺς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα, τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν Θεόν. Νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, καὶ ὑμεῖς εὐλογεῖτε.

Εὐφημοῦντες δὲ αὐτὸν, καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν Θεὸν, μὴ σεσιωπημένως, μηδὲ ἠρεμέᾳ τῇ φωνῇ τοῦτο πράττετε· σὺν πολλῇ δὲ παῤῥησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ βοαῖς χρήσασθε μεγάλαις· ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εἰς Θεὸν ὑφ᾽ ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ Σωτὴρ ἐδήλου λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων.» Ταύτης οὖν ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον· «Καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.» Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν μέσαις ταῖς πόλεσι, ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ, οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάντων τῶν ἐθνῶν συνειλεγμένοι, τοὺς ὕμνους καὶ τὰς ψαλμῳδίας, οὐκ ἐπὶ τοῖς πατρῴοις θεοῖς, οὐδὲ τοῖς θεομάχοις δαίμοσι, μόνῳ δὲ τῷ παρὰ τοῖς προφήταις θεολογουμένῳ μετὰ μεγάλης ἀναπέμπουσι βοῆς, ὡς καὶ τοῖς ἐκτὸς ἑστῶσιν ἐξάκουστον εἶναι τῶν ψαλλόντων τὴν φωνήν· ἔργῳ πληρουμένου τοῦ φάσκοντος ἐνταῦθα λογίου· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εἶθ᾽ ἑξῆς συνῆπται· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.»

Ἀντὶ δὲ τοῦ, «τὴν ψυχήν μου, τὴν ψυχὴν ἡμῶν,» οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι· καὶ πάλιν ἀντὶ, «τοὺς πόδας μου, τοὺς πόδας ἡμῶν,» ὁμοίως οἱ πάντες ἡρμήνευσαν. Μὴ γὰρ ἐπὶ τοῖς παλαιοῖς, φησὶ, μόνοις ἔργοις τοῦ Θεοῦ, ἃ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, τὸν ὕμνον αὐτῷ καὶ τὰς αἰνέσεις ἀναπέμπετε· ἀλλὰ καὶ διὰ τὰς εἰς ἡμᾶς αὐτοὺς τοὺς ταῦτα λέγοντας εὐεργεσίας. Ἐπειδὴ γὰρ τοὺς ἡμετέρους πόδας, πολλὰ δραμόντας, ὥστε πᾶσιν ὑμῖν τοῖς ἔθνεσι κηρύξαι τὸ σωτήριον Εὐαγγέλιον, ἐδυνάμωσεν, ἐφύλαξέ τε ἀδιατρέπτους ἐν τοῖς τοῦ βίου ῥεύμασι τὰ ἐμποδὼν κωλύματα περιελών· πολλῶν τε τῇ ψυχῇ ἡμῶν ἐπιβουλευόντων, αὐτὸς ταύτης σωτὴρ καὶ φύλαξ ἐγένετο· καὶ τούτων αὐτῶν ἕνεκα «εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Ταῦτα δὲ ἄντικρυς ἐκ προσώπου τῶν κηρύκων τοῦ Εὐαγγελίου προανεφωνεῖτο, ὧν τὸν δρόμον καὶ τῶν ποδῶν τὴν ἀρετὴν Ἡσαΐας, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον δι᾽ αὐτοῦ ἀποθαυμάζον ἐβόα· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, τῶν εὐαγγελιζομένων εἰρήνην!» Ἐπεὶ τοίνυν, πολλὰ κεκμηκότες. καὶ τοὺς ἐκ τῶν ἀπίστων ἐθνῶν διωγμοὺς ὑπομείναντες, δεσμά τε καὶ φυλακὰς καὶ παντοίας ἐπιβουλὰς, ἀδιάτρεπτοι μεμενήκασιν· εἰκότως τὸν δυναμώσαντα αὐτοὺς, καὶ τὴν μὲν ψυχὴν εἰς ζωὴν φυλάξαντα.

ὡς μὴ ἐκπεσεῖν αὐτὴν εἰς τὸν τῆς ἁμαρτίας θάνατον, τοὺς δὲ πόδας αὐτῶν στεῤῥοὺς ἀπεργασάμενον πρὸς τὸ μὴ σάλον ὑπομεῖναι, μηδὲ ὄλισθον καὶ πτῶσιν, εὐλογεῖν πᾶσι τοῖς ἔθνεσι παρακελεύονται, ἐξάκουστόν γε ποιεῖν τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, οὐκ ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτοῦ παραδόξοις καὶ φοβεροῖς ἔργοις, ἀλλὰ καὶ ἐπὶ τοῖς νέοις ἀγαθοῖς, ἐφ᾽ οἷς τὴν ψυχὴν τῶν ταῦτα λεγόντων ἔθετο εἰς ζωὴν, μὴ δοὺς εἰς σάλον τοὺς πόδας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον πληθυντικῶς εἴρηται· «Τοῦ τάξαντος τὴν ψυχὴν ἡμῶν εἰς ζωὴν, καὶ μὴ δόντος σφαλῆναι τοὺς πόδας ἡμῶν. »Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Καὶ ταῦτα ἀκολούθως εἴρηται τοῖς ἔμπροσθεν. Ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, πῶς ὁ Θεὸς τὴν ψυχὴν ἔθετο εἰς ζωὴν τῶν ταῦτα φασκόντων, καὶ πῶς τοὺς πόδας αὐτῶν οὐ παρέδωκεν εἰς σάλον.

Τί γὰρ παθόντες ἤμελλον οὐ τὸ σῶμα, ἀλλ᾽ αὐτὴν τὴν ψυχὴν ἀπολλύναι, τίνος δὲ γενομένου εἰς τοσοῦτον ἤλασαν κινδύνου, ὡς τοὺς πόδας μέλλειν σαλεύεσθαι, κατὰ μέρος διεξέρχονται, εὐχαριστοῦντες ἅμα τῷ Θεῷ, καὶ διδασκαλίαν ποιούμενοι ὧν ὑπομεμενήκασι.

Πρῶτον οὖν φασιν· «Ἐδοκίμασας ὑμᾶς, ὁ Θεός.» Καὶ πῶς ἐδοκίμασας; Ἑρμηνεύουσι λέγοντες· «Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ᾽ ἂν καὶ τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εἰς σάλον· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οἰκείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εἰσιν, ἀλλ᾽ ἵνα, αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν.

Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ᾽ αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται, πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες, φασίν· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς καλάμην, οὐδ᾽ ὡς χόρτον, οὐδ᾽ ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ᾽ ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εἰσήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμαχον, «Εἰσήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εἰσήγαγες ἡμᾶς εἰς περιοχήν.» Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον.

Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εἰσάγονται, ἢ εἰς τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχὴν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν· «Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων· «Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων πληγάς· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Καὶ τοῦτο δὲ νοήσεις, ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσεβεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις. Ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ Θεοῦ κεφαλάς. Ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ Θεοῦ μάρτυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ Θεός. Μὴ γάρ σου βουλομένου, οὐκ ἄν τι τοιοῦτον καθ᾽ ἡμῶν ἐτολμᾶτο· συγχωροῦντος δέ σου, ταῦτ᾽ ἐγίνετο.

Διό φασι πρὸς αὐτόν· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.» Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γίνεσθαι.

Καὶ σὺ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Οὐ γὰρ ἂν ταῦτα καθ᾽ ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. Σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώπους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἤλθομεν, οἱ μὲν τὸν διὰ πυρὸς ὑπομείναντες θάνατον, οἱ δὲ τὸν δι᾽ ὕδατος.

Σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις, οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασι, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων. Διὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δὲ, ὡς ἐν δεινοῖς, οὐδὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι᾽ ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι.

Τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποταμοῖς παρεδόθησαν· οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέστησαν. Διὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, καὶ διὰ τούτων ἁπάντων ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐτὸς ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ μεγάλου Σωτῆρος· ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν. Ἐπειδὴ μὴ παράμονα εἴασας ἡμῶν τὰ σκυθρωπὰ, μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν, μηδὲ εἰς μακρὸν χρόνον συνεχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· ἀλλ᾽ οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐνυπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· «Διήλθομεν διὰ πυρὸς, καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν·» διὸ καὶ, «δι᾽ ὕδατος,» εἴρηται. Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυμνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτερίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ἢ κατὰ τὸν Σύμμαχον, «εἰς εὐρυχωρίαν.» Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεοσεβῶν σώματος, καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόντων ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα.

Οἱ μὲν γὰρ τοῦ Θεοῦ μάρτυρες διὰ τοῦ θανάτου τελειωθέντες, τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,» καὶ τὰ ἑξῆς.

Ἀδελφὰ γὰρ ἂν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·» καὶ πάλιν· «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οἱ δὲ ἐν τῷ βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι, ἐν εἰρήνῃ φαιδρᾷ καταστάντες, τῆς ἀναψυχῆς ἔτυχον, καὶ εἰς εὔδιον λιμένα καταντήσαντες, καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύνης ἀπολαύσαντες. Νοήσεις δὲ ὅπως εἴρηται ἐνταῦθα τό· »Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,» παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.» Ὥσπερ γὰρ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ Θεὸς ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτω μετὰ ταῦτα, ὅτε ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν.» Οἱ μὲν γὰρ ἅγιοι τοῦ Θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελήφθησαν.

Εἶτα τὸν ἐπουράνιον τοῦ Θεοῦ οἶκον τὸν ἀληθινὸν ἀπολαβόντες, φασίν· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι.» Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες, τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι Θεῷ, πολλῇ παῤῥησίᾳ χρώμενοι ἐφ᾽ αἷς ηὔξαντο εὐχαῖς.

Ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο τὴν ἐπαγγελίαν, τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. Ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο, φασίν· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου· καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Κατ᾽ αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλεγον· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,» τὴν πρὸς τὸν Θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι, εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρι θανάτου ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος;» καί· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέναι τῷ Θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν, καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν. Καὶ τοιαῦτά γε ἦν «τὰ ὁλοκαυτώματα» αὐτῶν «μεμυαλωμένα» ἀληθῶς.

Αἱ γοῦν ψυχαὶ αὐτῶν, φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως, εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελεγμένον· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Οὕτω γοῦν «μεμυαλωμένα» λέγεται τὰ εὐτραφῆ καὶ πίονα καὶ λιπαρά. Τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ Θεοῦ ψυχαὶ, ἐκ τῶν θείων καὶ λογικῶν τροφῶν «μεμυαλωμέναι,» καὶ μηδὲν ὑποκείμενον ἔχουσαι, μηδὲ ἀσθενές· διό φασιν· «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος.» Νοήσεις δὲ καὶ τὸ θυμίαμα ἀπὸ τῆς λεγούσης φωνῆς· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Αὗται μὲν οὖν αἱ ψυχαὶ, τῷ πνευματικῷ πυρὶ καθαρθεῖσαι, ὁλοκαυτώματα γεγόνασιν, ἢ δίκην ἱερείων αὗται τὰ ἑαυτῶν ὀνόματα, ὡς ἂν διὰ πυρὸς τελειωθέντα, ὁλοκαυτώματα προσηνέγκαντο. Αἱ δὲ προσευχαὶ αὐτῶν εἶεν ἂν τὰ θυμιάματα. Ἐπεὶ δὲ κριοὺς καὶ βόας μετὰ χιμάρων ἀνοίσειν ἐπαγγέλλονται, ἐπιστήσεις ὅπως εἴρηται καὶ ταῦτα ἐκ προσώπου τῶν ἀποστόλων τοῦ Σωτῆρος, τοὺς ὑπ᾽ αὐτῶν προηγμένους χιμάρους καὶ βόας καὶ κριοὺς νοήσας. Πρῶτοι μὲν γὰρ μάρτυρες αὐτοὶ τοῦ Θεοῦ γεγόνασιν· εἶτα μιμητὰς ἑαυτῶν καὶ ζηλωτὰς μυρίους ἄλλους κατεστήσαντο, οὓς ὥσπερ οἰκεῖα γεώργια τῷ Θεῷ προσφέρουσι.

Κριοὺς μὲν τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» οὓς ὥσπερ ποιμνίων ἡγουμένους αὐτοὶ κατέστησαν· βόας δὲ τὰς ἐν τῇ Ἐκκλησίᾳ ἀγελαζομένας ψυχάς· «Μὴ γὰρ τῶν βοῶν, φησὶ, μέλει τῷ Θεῷ;» ἢ δι᾽ ἡμᾶς πάντως λέγει· χίμαροι δὲ οἱ ἀρτιγενεῖς καὶ τῷ καιρῷ τοῦ χειμῶνος γεγενημένοι εἶεν ἄν. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «καὶ ἔρημοι,» ὡς τὸν τοῦ διωγμοῦ καιρὸν ἐκφυγόντες, ὠνομάσθησαν. Καὶ τούτους τοιγαροῦν ὡς ἂν νεογνοὺς καὶ ὑπ᾽ αὐτῶν προηγμένους τῷ Θεῷ προσάγουσιν ἕκαστος ἐφ᾽ οἷς προηγάγετο σεμνυνόμενος. Ταῦτα μὲν οὖν πνευματικῶς καὶ πρεπόντως τῇ τῶν θεοπνούστων Γραφῶν ἐπαγγελίᾳ τεθεώρηται ἡμῖν. Καὶ πρέπει γε ὄντως ἀκούειν τῶν προκειμένων, ἢ κατὰ τὰς Ἰουδαίων ταπεινὰς μυθολογίας ὁλοκαυτώμασι χαίρειν τὸν Θεὸν, ἢ θυμιάμασιν αἰσθητοῖς, ἢ κριῶν καὶ βοῶν καὶ χιμάρων αἵμασιν ὑπονοούντων. Ἃ δὴ πάντα διὰ τοῦ προφήτου αὐτὸς ὁ Θεὸς παραιτεῖται λέγων· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἵματα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;»

Καὶ ἄλλως γ᾽ ἂν εἴη ταῦτα ἐναντία τοῖς ἔμπροσθεν κατὰ τὸν μθʹ ψαλμὸν λελεγμένοις, ἐν οἷς ἐκ προσώπου τοῦ Θεοῦ ἐλέγετο· «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε·» καί· «Οὐ λήψομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·» καὶ ἑξῆς· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα κριῶν πίομαι;» Πῶς γὰρ ἐκείνοις σύμφωνα ἂν εἴη τὰ ὡς περὶ ὁλοκαυτωμάτων καὶ κριῶν καὶ βοῶν καὶ χιμάρων ἐνταῦθα λελεγμένα;

Καὶ μὴν αὐτὸς ὁ Δαυῒδ διὰ τῶν ἔμπροσθεν ἐξομολογούμενος ἔλεγεν· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Καὶ πάλιν ἐν ἑτέρῳ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας.» «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οἱ αὐτοὶ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» καὶ ταῦτα ἔλεγον τοῖς ἔθνεσι. Καὶ νῦν οὖν πάλιν οἱ αὐτοὶ αὐτοῖς τοῖς προσφωνοῦσι φάσκοντες· «Δεῦτε καὶ ἀκούσατε, καὶ διηγήσομαι.» Τίνες δὲ δεῦτε; ἐπιλέγει ἑξῆς· «Πάντες οἱ φοβούμενοι τὸν Θεόν·» οὓς ἀνωτέρω ποτὲ μὲν πᾶσαν τὴν γῆν ὠνόμαζον, ποτὲ δὲ πάντα τὰ ἔθνη. Τοὺς αὐτοὺς γὰρ καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσι φοβουμένους τὸν Θεὸν ἀποκαλοῦντες.

Πολλάκις δὲ καὶ ἐν ἑτέροις ἀπεδείξαμεν, ὡς τοὺς ἐξ ἐθνῶν θεοσεβοῦντας φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Ἐπεὶ τοίνυν μνείας δεῖται τὸ κήρυγμα τὸ ἀποστολικὸν, ἀναγκαίως ἐπαγγέλλονται τὴν ἑρμηνείαν παραδώσειν τοῖς ἔθνεσι λέγοντες· «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι·» Λέγουσι δὲ ταῦτα ὡς ἐξ ἑνὸς στόματος διὰ τὴν τελείωσιν· οἱ γὰρ πάντες ἓν γεγόνασι τελειωθέντες ἐν Κυρίῳ. Καὶ ταῦτα θεσπίζει τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς χοροῦ τοῦ ἀποστολικοῦ τοῖς ἔθνεσι προσφωνοῦν, ἐπαγγελλόμενόν τε διερμηνεύειν, ὅσα ἐποίησεν ὁ Θεὸς τῇ ψυχῇ αὐτῶν. Πάλαι μὲν οὖν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς μετέστρεψέ ποτε τὴν θάλασσαν εἰς ξηρὰν, καὶ ὡς ἐν ποταμῷ διῆλθον ποδί.» Νυνὶ δὲ οὐκέτι τὰ παλαιὰ, ἀλλὰ τὰ τῆς νέας καὶ καινῆς ἱστορίας παραδεδώκασι, τὰς ἑαυτῶν πράξεις ὑφηγούμενοι, καὶ τὰς εἰς αὐτοὺς ὑπὸ τοῦ Θεοῦ γενομένας εὐεργεσίας. Διό φασιν· «Ὅσα ἐποίησε τῇ ψυχῇ μου·» εἶτα διηγοῦνται τὴν ἐπαγγελίαν πληροῦντες. Τίς δὲ ἡ διήγησις; «Πρὸς αὐτὸν, φησὶ, τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.»

Ἐπειδὴ γὰρ τὰς εἰς αὐτοὺς εὐεργεσίας τοῦ Θεοῦ κατηριθμήσαντο, ὡς ἐπυρώθησαν, ὡς ἐδοκιμάσθησαν, ὡς εἰσῆλθον εἰς τὰς θλίψεις, ὡς ὑπέμειναν, ὡς διῆλθον διὰ πυρὸς καὶ ὕδατος, ὡς ἐξῆλθον εἰς ἀναψυχήν· ὅτι μὴ ἀργῶς ταῦτα αὐτοῖς πάντα, ἡ θεία δεδώρηται χάρις· ἀλλὰ γὰρ αὐτῶν τὰ μεγάλα συμβαλλομένων εἰς τὸ μαρτύριον διδάσκουσιν ἀναγκαίως.

Πρῶτον μὲν γὰρ, φασὶν, οὐδέποτε ἀνεχωροῦμεν εὐχόμενοι καὶ βοῶντες πρὸς αὐτόν. Ἐβοῶμεν δὲ οὐ κραυγῇ καὶ φωνῇ γεγωνῷ, ἀλλ᾽ «ὑπὸ τὴν γλῶσσαν» εἴσω συνέχοντες αὐτῶν τὰς βοάς· ᾔδειμεν γὰρ, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, καί εἰσι κραυγαὶ ψυχῆς οὐ διὰ γλώττης προφερόμεναι, ἀῤῥήτῳ δὲ δυνάμει πρὸς τὸν Θεὸν ἀναπεμπόμεναι. Καὶ τοῦτό ἐστιν ὃ ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλεῖσον τὴν θύραν σου, καὶ πρόσευξαι· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Οὕτως οὖν καὶ ἐνταῦθά φασιν, ὅτι «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου·» κατὰ δὲ τὸν Σύμμαχον, «Αὐτὸν, φασὶ, τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.» Ἀλλ᾽ οὐ μόνον ταῖς εὐχαῖς ἐσχολάζομεν καὶ ταῖς πρὸς τὸν Θεὸν δεήσεσι καὶ ἱκετηρίαις· ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπεστρεφόμεθα μὲν πᾶσαν ἀδικίαν, ὡς μηδὲ ἐμβλέπειν αὐτῇ ἐθέλειν, ἢ καὶ τῷ νῷ ἐνθυμεῖσθαί τι ἄδικον.

Εἰ γάρ τι τοιοῦτον ἐνενοοῦμεν, οὐδ᾽ εἰσακούεσθαι ἄξιοι ἂν ἦμεν· διό φασιν· «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος.» Ἐπεὶ τοίνυν καὶ τὴν διάνοιαν τοιαύτην εἶχε καὶ τὰς εὐχὰς τοιαύτας ἀνέπεμπεν, εἰκότως φησί· «Διὰ τοῦτο εἰσήκουσεν ὁ Θεὸς καὶ προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καὶ ταῦτα ἦν τὰ αἴτια δι᾽ ἃ ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν μετὰ τοὺς τοσούτους πειρασμούς. Ἐφ᾽ οἷς ἅπασι τὸν ὀφειλόμενον εὐχαριστήριον ὕμνον ἀναπέμποντες τῷ Θεῷ, ἐπισφράγισμα τοῦ παντὸς ποιοῦνται λόγου φάσκοντες· «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστρεψε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾽ ἐμοῦ.» Ταῦτα δὲ πάντα ὁ χορὸς ὁ ἀποστολικὸς ἐξ ἑνὸς προσώπου μετὰ πάντας τοὺς προλεχθέντας λόγους ἐπεσφραγίσατο, εὐλογίαν καὶ δοξολογίαν καὶ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς προλεχθεῖσιν ἀναπέμπων τῷ Θεῷ.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ ῼΔΗΣ, Ξϛʹ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.» Καὶ ὁ παρὼν ψαλμὸς εὐαγγελικὸς ὢν, τῆς αὐτῆς ἔχεται τῷ πρὸ αὐτοῦ διανοίας· διόπερ «εἰς τὸ τέλος» παραπέμπει καὶ αὐτὸς, «ᾠδή» τε «ψαλμοῦ» ἐπιγέγραπται· ἐπεὶ κἀκεῖνος ψαλμὸς ᾠδῆς ἐλέγετε εἶναι.

Μήποτε δὲ τὸ τίνος εἶεν λόγοι οὐδέτερος αὐτῶν ἐν τῇ προγραφῇ παρίστησι διὰ τὸ ἐναργὲς τῶν προφητικῶς εἰσηγμένων ἐν αὐτοῖς προσώπων. Οἱ κήρυκες γοῦν τῶν ἐθνῶν, οἱ ἀπόστολοι δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν, ἐν ἑκατέρῳ παρελήφθησαν. Αὐτίκα γοῦν καὶ διὰ τῶν προκειμένων ἀκαλύπτως ἀναβοῶσιν ἐν τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τό τε σωτήριον τοῦ Θεοῦ, καὶ τὴν ὁδὸν αὐτοῦ γνωσθῆναι εὐχόμενοι· εἶθ᾽ ἑξῆς· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ αὖθις δευτεροῦσι τὸν λόγον εἰς βεβαίωσιν τῶν θεσπιζομένων. Ὁ χορὸς τοίνυν ὁ ἀποστολικὸς, ὁ διὰ τῶν ἔμπροσθεν εἰρηκώς· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ·» καὶ αὖθις· «Πᾶσα ἡ γῆ προσκυνησάτωσαν·» καὶ πάλιν· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν·» καὶ ἐν τῷ μετὰ χεῖρας ὁμοίως, ὁρῶν, ὅτι πολλῆς δεῖται συνεργίας Θεοῦ εἰς κατόρθωσιν τοῦ εὐαγγελικοῦ κηρύγματος, ὥσπερ κατεπᾴδων ἑαυτῷ δι᾽ εὐχῆς φησιν· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.»

Ἡμεῖς μὲν γὰρ ἑαυτοὺς τὸ μηθὲν εἶναί φαμεν, καὶ τὸ μηδὲν δύνασθαι ὁμολογοῦμεν, εὐτελεῖς ὄντες καὶ ἰδιῶται, πένητές τε καὶ πάντων ἔσχατοι ἀνθρώπων· αὐτὸς δὲ ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπηρέτας γενέσθαι τῆς τῶν ἐθνῶν σωτηρίας, πρῶτον μὲν οἰκτειρήσειεν ἡμᾶς, οἶκτον ἡμῶν λαβὼν τῆς ἀσθενείας· εἶτα προσθείη τι τὸ δυνάμενον ἡμᾶς δυναμῶσαι· τοῦτο δὲ ἦν τὸ εὐλογῆσαι ἡμᾶς· εὐλογίᾳ δὴ πνευματικῇ, ὡς ἂν καὶ εἰς ἡμᾶς πληρωθείη πρεπόντως τῇ αὐτοῦ χάριτι ἡ φάσκουσα εὐλογία· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταῦτα μὲν γὰρ καὶ πάλαι κατ᾽ ἀρχὰς ἐπὶ τῆς κοσμοποιίας εἴρητο· ἐνομίσθη τε Ἰουδαίοις οὐκ ἄλλως ἢ σωματικῶς μόνως διὰ τῆς πολυτελείας πληροῦσθαι. Ἡμεῖς δὲ, εἰδότες, ὡς ἔστι καὶ ψυχῆς ἔκγονα, διδασκάλων τε παῖδες οἱ μαθητευόμενοι, τοιαύτης ἀξιοῦμεν τυχεῖν εὐλογίας, ὡς ἂν αὐξηθείημεν καὶ πληθυνθείημεν πλήθει τῶν μαθητευομένων, μυριάσι τε τῶν δι᾽ ἡμῶν σωζομένων, ὡς ἂν εἰπεῖν· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Οὕτως οὖν ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς πρότερον, εἶτ᾽ οἰκτειρήσας εὐλογήσαι ἡμᾶς.

Τοῦτο δὲ οὐκ ἄλλως ἔσται, εἰ μὴ ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, ὥστε καὶ ἡμᾶς εἰπεῖν· «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τὸ δὲ ἐπιλεγόμενον ἑξῆς, «καὶ ἐλεήσαι ἡμᾶς,» μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ, μήτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς, ἀναγκαίως ὠβέλισται. Τῶν δὲ προλεχθέντων εὐχόμεθα τυχεῖν, ἵνα δυνηθῶμεν τὴν ὁδὸν αὐτοῦ γνωστὴν ποιῆσαι ἐν πάσῃ τῇ γῇ. Διὸ λέλεκται· «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Τίς δὲ ἡ γῆ καὶ τίς ἡ ὁδὸς τοῦ Θεοῦ; Γῆ μὲν πάντες οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι καὶ πάντα τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη· ὁδὸς δὲ τοῦ Θεοῦ ὁ θεοσεβὴς βίος· οὗ τὸ τέλος πρὸς αὐτὸν ἄγει τὸν Θεὸν, ὡς ἐπὶ μητρόπολιν ἀγαθῶν. Καὶ αὐτὸς δὲ ὁ σωτήριος λόγος εἴη ἂν ὁδὸς τοῦ Θεοῦ. Διὸ ἑξῆς ὥσπερ διερμηνεύων τὴν διάνοιαν ἐπιλέγει· «Ἐν πᾶσι τοῖς ἔθνεσι τὸ σωτήριόν σου.» Ὅπως οὖν δυνηθῶμεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν γῆν οἰκοῦσι τὴν ὁδόν σου καὶ τὸ σωτήριόν σου, ταὐτὸν γάρ ἐστι, γνωστὸν ποιῆσαι, οἰκτείρησον ἡμᾶς, ὁ Θεὸς, καὶ εὐλόγησον ἡμᾶς, καὶ τὸ πρόσωπόν σου ἐπίφανον ἐφ᾽ ἡμᾶς, ἵνα πληρωθέντες φωτὸς ἐκ τοῦ προσώπου σου, καταλάμψωμεν πάντας ἀνθρώπους. Εἰ γὰρ μὴ ταῦθ᾽ ἡμῖν ὑπάρξειεν, οὐδέν ἐσμεν ἡμεῖς πρὸς τὴν τοῦ τηλικούτου πράγματος κατόρθωσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν.»

Τὰ μὲν πρῶτα ἑαυτοῖς ἐπηύξαντο οἱ τῶν ἐθνῶν κήρυκες· τὰ δὲ προκείμενα τοῖς τὸ δι᾽ αὐτῶν κήρυγμα παραδεξαμένοις.

Καὶ δὴ καὶ πρῶτον μὲν αὐτοῖς ἐξομολογήσεως ἐνδοθῆναι χώραν εὔχονται, ὅπως τὰ πρότερα ἑαυτῶν πλημμελήματα καὶ τὰς ἐν εἰδωλολατρείᾳ δυσσεβείας ἀποῤῥύψωνται διὰ τῆς ἐξομολογήσεως· δεύτερον καθαρθέντας αὐτοὺς τυχεῖν εὐφροσύνης καὶ ἀγαλλιάσεως τῆς παρὰ τῷ Θεῷ ἱκετεύουσι. Διὸ πρῶτον φασίν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ἀλλ᾽ ἐπεὶ συνέβαινε μήπω συνεῖναι ἡμᾶς ποίους εἰρήκασι λαούς· ἐπεὶ καὶ τὸ Ἰουδαίων ἔθνος ἀθροίσματα καὶ λαοὺς ἐκέκτητο· ἀναγκαίως, ἵνα νοήσωμεν ποίων ἐμνημόνευσαν λαῶν, δευτεροῦσι τρανοῦντες τὴν διάνοιαν ἐν τῷ λέγειν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Μήποτε δὲ διὰ τῶν προτέρων τοὺς παρὰ Ἰουδαίοις λαοὺς αἰνίττονται, ὑπὲρ αὐτῶν πρῶτον τὴν εὐχὴν ἀναπέμψαντες, διὰ δὲ τῶν δευτέρων τοὺς ἐξ ἐθνῶν λαούς; Ὅπερ ἵνα γνώριμον γένηται τοῖς ἐντυγχάνουσι, διασαφεῖ φάσκων ὁ λόγος· «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Ἐπειδὴ δὲ δὶς τὸ, «ἐξομολογησάσθωσάν σοι,» εἴρηται, ὅρα μήποτε τὸ μὲν πρῶτον ἐδήλου τῶν προτέρων ἁμαρτημάτων τὴν ὁμολογίαν, τὸ δὲ δεύτερον, τὴν ἐφ᾽ οἷς ἔτυχον ἀγαθοῖς εὐχαριστίαν. Λαμβάνεται γὰρ ἡ ἐξομολόγησις καὶ ἐπὶ εὐχαριστίας. Οὕτω γοῦν ὁ Σωτὴρ ηὐχαρίστει λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Μετὰ δὲ τὴν πρώτην καὶ δευτέραν ἐξομολόγησιν ἐπεύχονται τοῖς ἔθνεσι τοῖς ἐξομολογησαμένοις τὰ τρίτα. Τίνα δὲ ταῦτα; «

Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· «Ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,» καὶ ὅτι λαοὺς, οὐ τινὰς μὲν, τινὰς δὲ οὔ· ἀλλὰ πάντας κατὰ τὰ ἔμπροσθεν δεδηλωμένα. Ἔτι δὲ γνόντα, ὅτι ὁδηγηθήσεται ὑπὸ σοῦ πρὸς τὸ βαδίσαι τὴν ὁδὸν τὴν ὑφ᾽ ἡμῶν αὐτοῖς γνωριζομένην, εἰκότως εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται. Ἀντὶ δὲ τοῦ, «καὶ ἀγαλλιάσθωσαν,» «καὶ αἰνέσουσιν» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «καὶ εὐφημείτωσαν,» ἡρμήνευσαν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες· γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Ἐπὶ ταῖς χρησταῖς καὶ ἀγαθαῖς ἐπαγγελίαις εὐφραινόμενον τὸ Πνεῦμα τὸ ἅγιον, ταῖς αὐταῖς ἐνδιατρίβει φωναῖς, ὥσπερ ἐντρυφῶν τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ.

Διὸ ἐπαναλαμβάνει δεύτερον καὶ τρίτον, καὶ οὐ βούλεται ἀναχωρεῖν τοῦ σωτηρίου καὶ εὐαγγελικοῦ ᾄσματος. Πάλιν οὖν φησιν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ὃ δὴ μέγιστον ἦν θαῦμα, ὅτι Ἰουδαῖοι μὲν, ἐκ πατέρων τὸν τῶν ὅλων Θεὸν σέβειν δεδιδαγμένοι, συνεχῶς ἐξετραχηλίζοντο ἐπὶ τὴν πλάνην τῆς εἰδωλολατρείας· λαοὶ δὲ πάντες οἱ καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκ τοῦ μακροῦ αἰῶνος πεπλανημένοι εἰς τοσαύτην ἥξουσι μεταβολὴν, ὡς μὴ μόνον ἐπιγνῶναί σε τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ καὶ ἐπιστήμην ἀναλαβεῖν τοῦ ἐξομολογεῖσθαί σοι κατὰ τὸν ἀποδοθέντα διττὸν τρόπον· ὅπερ ἵνα γένηται ἤδη ποτὲ, τάχυνον τὰ τῆς προφητείας, ἵνα αὐτόπται τῶν αἰωνίων ἐπαγγελιῶν γενοίμεθα. Ἀκουστέον δὲ τῶν προκειμένων ὡς δυναμένων καὶ ἐκ προσώπου τῶν προφητῶν λέγεσθαι· ὥστ᾽ εἶναι τὰ μὲν πρὸ τοῦ διαψάλματος, ἁρμόζοντα τῷ προσώπῳ τῶν ἀποστόλων, τὰ δὲ μετὰ τὸ διάψαλμα, τῷ χορῷ τῶν προφητῶν, οἵτινες ἐπεθύμουν ἰδεῖν ἃ ἡμεῖς βλέπομεν, καὶ οὐκ εἶδον κατὰ τὴν σωτήριον φωνήν. Ἑξῆς τούτοις εἴρηται· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·» ἢ κατὰ τὸν Σύμμαχον· «Γῆ δώσει τὴν φορὰν αὐτῆς.» Καρπὸς γὰρ ὡς ἀληθῶς ὁ κατὰ φύσιν τῆς γῆς ἐστι τὸ γνωρίζειν τὸν ἐπὶ πάντων Θεὸν, καὶ τὰς ὀφειλομένας αὐτῷ ἐξομολογήσεις καὶ εὐχαριστίας ἀναπέμπειν τοὺς οἰκεῖν αὐτὴν ἐπιτραπέντας.

Ἐπὶ τοῦτο μὲν γὰρ κατεσκεύασται τὸ τῆς γῆς στοιχεῖον, ἐπὶ τὸ τοὺς ἐν αὐτῇ τὰς διατριβὰς ποιουμένους εὐσεβείας προσφέρειν καρπούς· διὰ δὲ τὴν τοῦ πρώτου ἀνδρὸς παράβασιν ἐλέχθη· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» Ἀλλ᾽ οὐκ ἦν οὗτος ὁ κατὰ φύσιν καρπὸς τῆς γῆς· πρόῤῥησις δὲ τῆς μελλούσης φύειν ἐν αὐτῇ παρὰ φύσιν κακίας.

Παρὰ φύσιν γὰρ αἱ ἄκανθαι καὶ τρίβολοι διὰ τὴν παράβασιν ὑποστᾶσαι οὐ μόνον τοῦ πρώτου ἀνθρώπου, ἀλλὰ καὶ τῶν μετ᾽ αὐτὸν ἠσεβηκότων· ἐπεὶ κατ᾽ ἀρχὰς, ὅτε εἶπεν ὁ Θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς·» οὐδαμῆ μνήμη γέγονεν ἀκανθῶν οὐδὲ τριβόλων· οὐδ᾽ ἂν ἔφυσε ταῦτα ἡ γῆ, εἰ μὴ τὰ τῆς παρακοῆς ἐπηκολούθησεν ἀνθρώπῳ. Τῆς γοῦν ὕστερον ἐπισυμβάσης ἀνθρώποις κακίας εἰκόνες ἐφύησαν ἄκανθαι καὶ τρίβολοι.

Ὅθεν ἵνα ταῦτα ἀπόληται, πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Σωτήρ. Καὶ δὴ τοῦ σωτηρίου λόγου δίκην πυρὸς τὰς ἀκάνθας καὶ τοὺς τριβόλους ἀφανίζοντος, νεωθεῖσα τῆς κακίας ἡ ψυχὴ, τὸν προσήκοντα αὐτῇ καὶ κατάλληλον καρπὸν ἀποδίδωσι. Διόπερ λαοὶ μὲν πάντες ἐξομολογοῦνται· ἔθνη δὲ ἐπὶ τῆς γῆς ὁδηγοῦνται. Τούτοις τε ἀκολούθως, ἐπενήνεκται τό· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Εἴτε οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, εἴτε οἱ παλαιοὶ τοῦ Θεοῦ προφῆται (ἑκατέρῳ γὰρ τάγματι ἐφαρμόζει τὰ λεγόμενα), εὔχονται τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας τυχεῖν, ἧς καὶ ἀνωτέρω τὴν διάνοιαν παρεστήσαμεν, δεικνύντες ὅπως τὸ, «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς,» ἐπὶ τούτων ἐπληροῦτο πνευματικῶς.

Πάρεστι γοῦν ἔργῳ παραλαβεῖν, ὡς ἡ σύμπασα γῆ τῆς ἐκείνων διαδοχῆς ἐπληρώθη. Αἵ τε καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαι τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαι, καὶ οἱ καθ᾽ ἑκάστην μυρίανδροι λαοὶ τῆς εὐλογίας αὐτῶν ἐμφαίνουσι τὰ ἀποτελέσματα. Πρεπόντως δὲ αὐτοῖς τὸ, «Ὁ Θεὸς ἡμῶν,» ἐν τῷ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν·» ὡς ἂν πάτριον κεκτημένοι τὸ τοῦ Θεοῦ αὐτῶν γνώρισμα. Ἀλλ᾽ ἑξῆς ἐπισυνάπτουσιν ἀορίστως λέγοντες τὸ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεός·» ὡς μηκέτι μόνων αὐτῶν, ἀλλὰ καὶ πάντων τῶν δι᾽ αὐτῶν σωθησομένων Θεὸν ὄντα. Καὶ μετὰ πάντα τὸ συμπέρασμα τῆς ὅλης προφητείας ἐπισφραγίζονται λέγοντες· «Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ἐπειδὴ γὰρ «ἀρχὴ σοφίας φόβος Κυρίου,» ἀναγκαίως ὥσπερ εἰσαγωγὴν τῆς θεοσεβείας τὸν φόβον τοῦ Θεοῦ ἐγγενέσθαι πᾶσιν ἀνθρώποις τοῖς καὶ μέχρι τῶν ἐσχάτων τῆς γῆς οἰκοῦσιν ἐπεύχονται· ὃ δὴ καὶ ἐπληροῦτο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν, μεθ᾽ ἣν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Περὶ τούτων δὲ τῶν περάτων τῆς γῆς καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ Τῼ ΔΑΥΙΔ ΨΑΛΜΟΣ ῼΔΗΣ ΞΖʹ. »Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.» Οἱ μὲν πρὸ τοῦ μετὰ χεῖρας τρεῖς ἐφεξῆς τὴν κλῆσιν τῶν ἐθνῶν προεφώνουν· ὧν ὁ μὲν ξδʹ «Ψαλμὸς ᾠδῆς» ἐπεγέγραπτο «Τῷ Δαυΐδ·» ὁ δ᾽ ἑπόμενος «ᾨδὴ ψαλμοῦ·» ὁ δὲ τρίτος «Ἐν ὕμνοις ψαλμὸς ᾠδῆς.» Εἰκότως τοιγαροῦν καὶ ὁ μετὰ χεῖρας, εὐαγγελικὸς ὢν καὶ αὐτὸς, καὶ οὐ περὶ τῆς κλήσεως τῶν ἐθνῶν μόνον, ἀλλὰ καὶ περὶ τοῦ Σωτῆρος αὐτοῦ προφητείαν περιέχων, «εἰς τὸ τέλος τῷ Δαυῒδ» ἐπιγέγραπται, καὶ «ψαλμὸς ᾠδῆς» ὁμοίως τοῖς πρὸ αὐτοῦ. Ἔδει γὰρ τοὺς τῶν ἀγαθῶν ἐπαγγελτικοὺς λόγους μὴ μόνον ψαλμοὺς, ἀλλ᾽ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ψαλμοὺς ᾠδῶν καὶ ᾠδὰς ψαλμῶν ὀνομάζεσθαι καὶ «εἰς τὸ τέλος» ἀναπέμπειν· ὡς ἂν μακροῖς ὕστερον χρόνοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μελλόντων πληροῦσθαι τῶν ἐν αὐτοῖς θεσπιζομένων. Λέλεκται δὲ καὶ αὐτὸς ὑπὸ τοῦ προφητικοῦ Πνεύματος ἐκ προσώπου τῶν ἀποστόλων. Ὥσπερ οὖν διὰ τῶν ἔμπροσθεν ἐπηύχοντο ἑαυτοῖς ἀνακαλούμενοι Θεὸν συνεργὸν εἰς τὸ εὐαγγελικὸν κήρυγμα, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς προκειμένοις οἱ αὐτοὶ προϊόντες, φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ᾽ ἡμέραν· κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν·» καὶ πάλιν· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.»

Ὁρᾷς γὰρ ὅπως κατευοδωθῆναι ὑπὸ τοῦ Θεοῦ καὶ δυναμωθῆναι εἰς τὸ ἀκωλύτως τὸν δρόμον τοῦ Εὐαγγελίου τελειῶσαι εὔχονται. Μέμνηνται δὲ σαφῶς καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος λέγοντες· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·» ἀλλὰ καὶ τίσιν ἤμελλον κηρύττειν τὸ Εὐαγγέλιον θεσπίζουσιν ἐν οἷς φασιν· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Σαφῶς γὰρ διὰ τούτων Αἴγυπτον εὐαγγελίζονται, τοὺς εἰδωλολάτρας αἰνιττόμενοι· ἐπεὶ ἐξ Αἰγύπτου κατήρξατο ἡ εἰδωλολατρεία. Ἀλλὰ καὶ τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ φασι, τὰ ἔσχατα τῆς οἰκουμένης δηλοῦντες. Εἶθ᾽ ἑξῆς τὰς βασιλείας τῆς γῆς πάσας ἀθρόως συγκαλοῦσι, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Ἵνα δὲ τὰ διὰ τῶν λόγων προφητευόμενα ἤδη ποτὲ καὶ δι᾽ ἔργων χωρήσῃ, ἀρχόμενον τὸ Πνεῦμα τὸ προφητικὸν, διὰ τοῦ Δαυῒδ εὐχὴν ἀναπέμπει λέγον· «Ἀναστήτω ὁ Κύριος, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.» Δεινοὶ γὰρ ἐχθροὶ τοῦ Θεοῦ κατετυράννουν πάλαι πρότερον τῶν ἐπὶ γῆς ἁπάντων, οἱ τὴν πολύθεον πλάνην καθ᾽ ὅλης τῆς οἰκουμένης συστησάμενοι πονηροὶ δαίμονες. Οὐδείς τε ἦν ἐπαμύνων τοῖς κακοῖς, οὐ σοφὸς ἀνὴρ, οὐ δίκαιος, οὐ προφήτης· ἀλλ᾽ οὐδὲ ἀγγέλων τις ἢ πνευμάτων ἁγίων, ἢ τῶν κατ᾽ οὐρανὸν θείων δυνάμεων.

Διὸ δὴ αὐτὸν ἀναστῆναι τὸν Θεὸν, καὶ τοῦ βασιλικοῦ διεγερθῆναι θρόνου παρακαλεῖ. Ἠρεμεῖν μὲν καὶ ἡσυχάζειν καὶ ὥσπερ διαναπαύεσθαι τὰ τῆς τοῦ Θεοῦ προνοίας λέγεται, ἐπειδὰν τῷ πλούτῳ τῆς χρηστότητος αὐτοῦ καὶ τῇ μακροθυμίᾳ φέρῃ τοὺς ἁμαρτάνοντας καὶ εἰς αὐτὸν ἀσεβοῦντας· τὸ δὲ κινεῖσθαι καὶ διανίστασθαι, ἐπειδὰν τὰς ἐκδικήσεις ποιῆσαι ἐπεξιὼν τοῖς ἁμαρτάνουσιν. Ἵν᾽ οὖν ἤδη ποτὲ παύσωνται ταῖς κατὰ τῶν ἀνθρώπων δυναστείαις οἱ προλεχθέντες ἐχθροὶ, διαναστῆναι τὸν Θεὸν καὶ διεγεῖραι ἑαυτὸν εἰς ἐκδίκησιν ἱκετεύει, ὅπως οἱ πάλαι κατὰ τὸ αὐτὸ συνηγμένοι καὶ κακὴν συμφωνίαν πρὸς ἀλλήλους θέμενοι, τὴν τῆς δαιμονικῆς εἰδωλολατρείας, διασκεδασθῶσι μακρὰν ἀλλήλων γενόμενοι.

Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ μισοῦντες αὐτὸν ἦσαν, οἱ τὸν ὑπὲρ γῆς ἀέρα πληροῦντες καὶ τὴν ἐν ἀνθρώποις πολυπλανῆ κακίαν ἐνεργοῦντες δυσσεβεῖς τινες καὶ ἄθεοι δαίμονες· οἳ, κινηθέντος αὐτοῦ μόνον τοῦ Θεοῦ, καὶ ἐπὶ τὴν τῶν πραττομένων ἐκδίκησιν ἑαυτὸν διεγείραντος, πρῶτον μὲν ἐσκορπίζοντο μακρὰν ἀλλήλων διασκεδαννύμενοι, εἰτ᾽ ἐχρῶντο φυγῇ· καὶ μετὰ ταῦτα ὡς ἐκλείπει καπνὸς ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἤμελλον ἀπόλλυσθαι. Νοήσεις δὲ ὅπως ὡς ἐκλείπει καπνὸς ἐξέλιπον οἱ ἐχθροὶ αὐτοῦ, ἐπιστήσας ὡς τὸ μὲν παλαιὸν μετεσχηματίζοντο εἰς ἀγγέλους φωτὸς, αὐτὸς δὲ ὁ διάβολος καὶ οἱ διάκονοι αὐτοῦ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.» Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης, ἐχρησμοδότουν τε τότε κατὰ πάντα τόπον, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς δεισιδαίμονας θύειν αὐτοῖς καθ᾽ ὑπερβολὴν μανίας καὶ τὰ ἑαυτῶν φίλτατα. Νυνὶ δὲ ἐκείνων πάντων ἀφανισμὸς καὶ ἐρημία γέγονεν, ὡς μηδὲ μνήμην αὐτῶν ἐπιλιπέσθαι· ἐξέλιπον δὲ ὡς ἐκλείπει καπνὸς ἀποσβεσθέντος αὐτῶν τοῦ πυρός· διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.» Ἡ γὰρ τοῦ Θεοῦ ὀργὴ τούτοις αὐτοῖς ἐπελθοῦσα, τὸ πῦρ αὐτῶν ᾧ κατέφλεγον τὰς τῶν ἀνθρώπων ψυχὰς κατέσβεσεν· οὗ σβεσθέντος, ἀνέβη καπνός.

Ἀλλὰ καὶ οὗτος ὁ καπνὸς μηκέθ᾽ ὑποκαιόμενος, μηδὲ ἔχων ὁπόθεν ὑποστῆ, ἐκλείπει. Ἐπεὶ, δὲ ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦτο τὸ φῶς τοῖς αὐτῷ φίλοις σοφίας καὶ γνώσεως, καὶ ἀληθείας μαρμαρυγὰς ἐκπέμπει, ὡς φάναι αὐτοὺς, «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τοῖς δὲ προλεχθεῖσιν ἐχθροῖς αὐτοῦ πῦρ καταφλέγον γίγνεται. Διὸ λέλεκται ἐν ἑτέροις· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·» καὶ, «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ ἐν τῷ μετὰ χεῖρας οἱ ἐχθροὶ οὐ μόνον ἐκλείπειν ὡς καπνὸς, ἀλλὰ καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἐκτήκεσθαι εἴρηνται· ἐπειδήπερ αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ πεποιήκασιν.

Ὁ γὰρ Θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύαζε· διὸ οὐδενὸς ἐχθρὸς αὐτός. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἀπ᾽ αὐτοῦ, καὶ ἐχθροποιοῦντες ἑαυτοὺς, ἐπισπῶνται τὴν ἀπώλειαν· ὡς λέγεσθαι· «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Οὕτω δὲ καὶ μισοῦσι τὸν Θεὸν οἱ τὰ ὑπ᾽ αὐτοῦ μεμισημένα πράττοντες. Ταῦτα μὲν οὖν καθ᾽ ἕνα λελέχθω τρόπον.

Ἐπεὶ δὲ ἡ πᾶσα προφητεία εὐαγγελικὴ τυγχάνει, θέα μήποτε ταῦτα εἰς τὸν Θεὸν Λόγον ἀναφέρεται, ὃς ἦν μὲν πάλαι ἐν τοῖς κόλποις ἀναπαυόμενος τοῦ Πατρός· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καί· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» αὐτὸς ἦν ὁ Μονογενὴς τοῦ Θεοῦ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.

Ἐπεὶ δὲ μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως τὴν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγον· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ·» Θεοῦ νοουμένου τοῦ Θεοῦ Λόγου.

Ἢ τῆς εὐχῆς περὶ μὲν τοῦ Χριστοῦ λεγούσης τὸ, «Ἀναστήτω,» πρὸς δὲ τὸν Θεὸν τῶν ὅλων ἀναπεμπομένης· ἵν᾽ ᾖ τὸ, «ὁ Θεὸς,» ἀντὶ τοῦ, ὦ Θεὲ, ἀναστήτω ὁ Χριστός σου, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Συνήχθησαν μὲν γὰρ οἱ ἐχθροὶ αὐτοῦ κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, ὁπηνίκα «ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Πάντων δὲ τούτων διασκορπισμὸν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ κατειργάσατο· ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Καὶ τοῦτόν γε τὸν Χριστὸν τοῦ Θεοῦ ἐμίσησαν, μισοῦσί τε εἰσέτι καὶ νῦν, οἱ συνεχῶς αὐτὸν ἀθέοις λόγοις καὶ λοιδορίαις βλασφημοῦντες, τήν τε Ἐκκλησίαν αὐτοῦ πολεμοῦντες, καὶ τὴν διδασκαλίαν διαβάλλοντες. Ἄλλως γὰρ τὸν ἐπὶ πάντων Θεὸν οὐκ ἂν εὕροι μισοῦντάς τινας· οὐδὲ γὰρ αὐτοὶ οἱ ἄθεοι καὶ δυσσεβεῖς· ἀλλ᾽ οὐδὲ οἱ πονηροὶ δαίμονες, οὐδὲ τὰ ἀκάθαρτα πνεύματα τοῦτ᾽ ἂν εἴποιεν. Τὸν δὲ Χριστὸν τοῦ Θεοῦ ὁμολογουμένως ἐμίσησαν· πρῶτοι μὲν ἐκεῖνοι, περὶ ὧν αὐτὸς διὰ τῆς προφητείας ἔφασκεν· «Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.

Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με. Καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·» ἔπειτα καὶ οἱ μετ᾽ ἐκείνους εἰσέτι νῦν αὐτὸν βλασφημοῦντες. Πλὴν πάντες οἱ ἐχθροὶ αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν διεσκορπίσθησαν καὶ πεφεύγασιν ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ. Ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Αὐτίκα γοῦν οὐδεὶς πώποτε τῶν μεμισηκότων αὐτὸν ἀτιμώρητος διεξῆλθε τὸν βίον· ἀλλὰ καὶ οἱ πάλαι τὴν ἐπιβουλὴν αὐτῷ τυρεύσαντες ἀρχιερεῖς καὶ γραμματεῖς, Φαρισαῖοι καὶ Σαδδουκαῖοι οὕτως ἐξέλιπον, ὡς μηδὲ μνήμην αὐτῶν εἰσέτι νῦν μηδ᾽ ὄνομα παρὰ Ἰουδαίοις σώζεσθαι. Τότε πᾶν ἔθνος αὐτῶν διασκεδασμὸν καὶ διασκορπισμὸν ὑπέμεινε εἰς πάντα τὰ ἔθνη· καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις πάντες ὅσοι τὴν Ἐκκλησίαν αὐτοῦ πεπολεμήκασιν, ὁμοίως ἐξέλιπον καὶ αὐτοὶ ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ Χριστοῦ καὶ οἱ μισοῦντες αὐτὸν τοιαῦτα πεπόνθασι, καὶ ἔτι μᾶλλον οἱ ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, πονηροὶ δαίμονες καὶ μοχθηρὰ πνεύματα, δι᾽ ὧν τὰ τῆς πολυθέου πλάνης ἐνηργεῖτο πάλαι· ὧν παντελὴς διασκορπισμὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν γέγονεν· οἱ δ᾽ αὐτοὶ, τηκόμενοι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, ἐβόων λέγοντες· «Ἔα· τί ἡμῖν καὶ σοὶ, Υἱὲ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.»

Αἱ γὰρ τῆς θεότητος αὐτοῦ ἀόρατοι καὶ ἀφανεῖς ἀκτῖνες, βασάνους καὶ ἀλγηδόνας τοῖς ταῦτα λέγουσι παρεῖχον. Τὸ δέ γε δεξιὸν τῶν φίλων τοῦ Θεοῦ τάγμα ὁποίων ἀπέλαυεν ἀγαθῶν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει, ἑξῆς διδάσκει ἡ προφητεία λέγουσα· «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.» Ὁποῖον δέ ἐστι τὸ μὴ ἁπλῶς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν, ἀλλ᾽ ἐνώπιον τοῦ Θεοῦ καὶ παρὰ τῷ Θεῷ τούτων ἀπολαύειν, ἡδονῇ τε θείᾳ ἐντρυφᾷν, οὐκ ἔστιν ἐπαξίως λόγῳ διηγήσασθαι. «ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.» Τὸν μὲν περὶ τῶν ἐχθρῶν καὶ μισούντων τὸν Θεὸν λόγον διὰ βραχέων ἐπετέμετο ἡ προφητεία· τὸν δὲ περὶ τῶν δικαίων ἐξαπλοῖ, ἐνδιατρίβουσα τῇ περὶ αὐτῶν μνήμῃ. Καὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται τοῖς δικαίοις ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὡς ἂν διὰ τούτων μέλλουσιν ἀπολαύειν τῆς θείας εὐφροσύνης καὶ τῆς προλεχθείσης τερπωλῆς καὶ ἀγαλλιάσεως. Καὶ ἐπείπερ τῶν δύο τούτων, λέγω δὲ τοῦ ᾄδειν καὶ ψάλλειν, τὸ μὲν κρεῖττον ἦν τὸ ᾄδειν, τὸ δὲ ὑποβεβηκὸς τὸ δι᾽ ὀργάνου ἀνακρούεσθαι, εἰκότως τὸ μὲν κρεῖττον ἀνέθηκε τῷ Θεῷ, τὸ δὲ διὰ τοῦ ὀργάνου ἐνεργεῖν τῷ ὀνόματι αὐτοῦ. «ᾌσατε» γὰρ, φησὶ, «τῷ Θεῷ, καὶ ψάλατε τῷ ὀνόματι αὐτοῦ.»

ᾌδει δὲ τῷ Θεῷ ὁ δι᾽ ὑγιῶν δογμάτων τὴν ψυχὴν πεπαιδευμένος καὶ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων· ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κινήσεων καὶ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας τοιαῦτα πράττων, ὡς δοξάζεσθαι δι᾽ αὐτοῦ παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα τοῦ Θεοῦ. Ταῦτα μὲν οὖν πρῶτα παρακελεύεται τῷ τῶν δικαίων χορῷ πράττειν ὁ λόγος· ἑξῆς δὲ πρᾶγμά τι ποιεῖν ἑτέροις χρήσιμον προστάττει. Ἵνα γὰρ ἐπιβῇ ὁ Θεὸς τῷ τῶν ἀνθρώπων βίῳ, καὶ ὅπως ἐμπεριπατήσῃ τοῖς ἐπὶ γῆς, τὴν ὁδὸν αὐτῷ λείαν καὶ ὁμαλὴν ἀπεργάζεσθαι διακελεύεται φάσκων· «Ὁδοποιήσατε·» ἢ κατὰ τὸν Σύμμαχον, «Καταστρώσατε·» κατὰ δὲ τὸν Ἀκύλαν, «Ἀποσκολοπίσατε,» τουτέστι πᾶν σκολιὸν ἀφέλετε, καὶ πᾶν τραχὺ καταστρώσατε, ὡς ἂν γένοιτο λεία καὶ ὁμαλὴ τοῦ Θεοῦ ἡ εἰς ἀνθρώπους πορεία. Τοῦτο δὲ καὶ Ἡσαΐας ἐδήλου λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ἐνταῦθα δὲ οὐ πρότερον ὁδοποιεῖν κελεύει ἢ πρῶτον αὐτοὺς μαθόντας ὅπως χρὴ ᾄδειν τῷ Θεῷ καὶ ὅπως ψάλλειν τῷ ὀνόματι αὐτοῦ.

Ταῦτα γὰρ προμαθόντας καὶ ἔργοις ἐπιτελέσαντας, ἑξῆς βούλεται ὁδοποιεῖν, τουτέστι τὰς παρὰ τῶν ἀνθρώπων ψυχὰς παρασκευάζειν, καθαράς τε καὶ ἑτοίμους αὐτὰς ἀπεργάζεσθαι εἰς τὴν ἐπιδημίαν τοῦ προδηλωθέντος Θεοῦ. Διό φησιν· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.» Κέκληκε δὲ τὸν Κύριον ἐνταῦθα καινοτέρᾳ φωνῇ κατὰ τὴν Ἑβραϊκὴν λέξιν· ἴα γὰρ αὐτὸν ὠνόμασεν· ὅθεν ὁ Σύμμαχος, «Διὰ τοῦ ἴα ἡ ὀνομασία αὐτοῦ,» ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «Ἐν τῷ ἴα τὸ ὄνομα αὐτοῦ.» ᾘνίξατο δὲ τὸ ὄνομα τοῦ Σωτῆρος Ἰησοῦ διὰ τῆς πρώτης συλλαβῆς. Καὶ τοῦτον τὸν Κύριον, οὗ τὸ ὄνομά φησιν εἶναι διὰ τοῦ ἴα, ἢ ἐν τῷ ἴα, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν διδάσκει· σημαίνει δὲ τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἔνσαρκον ἐπιδημίαν. Οὐ γὰρ τὸν ἐν μορφῇ Θεοῦ Θεὸν Λόγον γυμνὸν ἐπιδείξας φώτων δίκην ἐξήστραψε τὸν τῶν ἀνθρώπων βίον, μορφὴν δὲ δούλου λαβὼν καὶ τὰς ἀκτῖνας τῆς ἑαυτοῦ θεότητος συστείλας, καὶ ὥσπερ καταδὺς ἐν τῷ σώματι, ἐπὶ δυσμῶν τε γενόμενος τοῦ θνητοῦ βίου, (ὃν ὁ θεῖος Ἀπόστολος σκότος ὠνόμασεν εἰπών· «Πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·)» ἢ ἐν αὐτῷ καταδὺς τῷ θανάτῳ, λέλεκται ἐπιβεβηκέναι ἐπὶ δυσμῶν. Τούτῳ οὖν, φησὶ, τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν Κυρίῳ, οὗ τὸ Ἰησοῦ ὄνομα διὰ τοῦ ἴα σημαίνεται, ὁδοποιήσατε.

Προστάττει δὲ ταῦτα τὸ Πνεῦμα τὸ προφητικὸν τῷ ἀποστολικῷ χορῷ, καὶ τοῦτο πράττειν σὺν πολλῇ προθυμίᾳ καὶ παῤῥησίᾳ ἐπικελεύεται. Διὸ ἐπιλέγει ἑξῆς· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ γαυριᾶσθε εἰς πρόσωπον αὐτοῦ.» Καὶ ἄλλο δὲ γνώρισμα δίδωσι τοῦ προδηλωθέντος Κυρίου, λέγων· «Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Εἰ μὴ γὰρ ὀρφανῶν ἠξίωσε γενέσθαι πατὴρ, χηρῶν τε ἔκδικος καὶ κριτὴς, οὐδεὶς ἦν αὐτῷ λόγος πρὸς τοὺς ἐπὶ γῆς ταπεινούς. Ἐπεὶ δὲ καθ᾽ ὑπερβολὴν φιλανθρωπίας κατηξίωσεν ἐπιβῆναι ἐπὶ δυσμῶν, καὶ τῶν ἐν τῷ σκότῳ ὀρφανῶν χρηματίσαι πατὴρ, τῶν τε ἀπεριστάτων χηρῶν τε καὶ ἐρήμων ψυχῶν κριτὴς καὶ ἔκδικος γενέσθαι· εἰκότως τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τοὺς ὀρφανοὺς τοὺς τὸν ἐπουράνιον ἀγνοοῦντας Πατέρα, ἐπί τε τὰς ἐστερημένας τοῦ νυμφίου χήρας ψυχὰς ὁδοποιεῖν παρακελεύεται. Καὶ ἄλλως δὲ, τοῦ περὶ Προνοίας λόγου γένοιτ᾽ ἂν ἡ διάνοια παραστατικὴ, διδάσκουσα, ὅτι χῆραι καὶ ὀρφανοὶ ἔρημοι καὶ ἀπερίστατοι καταλείπονται ἐν τῷ βίῳ οὐκ ἄνευ λόγου καὶ σοφίας Θεοῦ, ἀλλ᾽ εἰς δόξαν αὐτοῦ καὶ εἰς ἔνδειξιν τῆς αὐτοῦ θείας ἐπισκοπῆς. Πολλάκις γοῦν οἱ γονέων ἐστερημένοι παῖδες ὀρφανοὶ μᾶλλον τῶν ὑπὸ πατράσι τραφέντων λόγων καὶ παιδείας μετέσχον, μακρόβιοί τε καὶ πολυχρόνιοι γεγόνασι· καὶ οὐ μόνον τροφῆς ηὐπόρησαν, ἀλλὰ καὶ εἰς ἐπισήμους ἄνδρας προῆλθον.

Καὶ γυναῖκες ὡσαύτως χηρείαν δυστυχήσασαι μᾶλλον τῶν ἐν συζυγίᾳ βίον εὔθυμον καὶ ἄλυπον καὶ θεοσεβῆ διεξῆλθον· τοῦ Θεοῦ τοῖς μὲν ὀρφανοῖς ὑπὲρ πάντα πατέρα καταστάντος, ταῖς δὲ χήραις ἀντιλήπτορος καὶ ἐκδίκου. Διὸ εἴρηται· «Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Ἀντὶ δὲ τοῦ, «Τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,» ὁ Σύμμαχος· «Τῷ ἐποχουμένῳ ἐν τῇ ἀοικήτῳ.» Ἀοίκητον δὲ καλεῖ τὴν τῶν ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν χώραν· ἣν ἔρημον ὀνομάζειν ἐν ἑτέροις εἴωθεν ὁ λόγος. Καὶ πάλιν ἀντὶ, «τοῦ κριτοῦ τῶν χηρῶν,» ὁ μὲν Ἀκύλας, «δικαστοῦ χηρῶν,» ὁ δὲ Σύμμαχος, «καὶ ὑπερδικοῦντος χηρῶν,» ἡρμήνευσαν. Σφόδρα δὲ ἀκριβῶς ὀρφανῶν μὲν αὐτὸν πατέρα ἀποκαλεῖ, χηρῶν δὲ κριτήν. Ἐπεὶ γὰρ μὴ πᾶσαι χῆραι τῆς ἴσης ὑπάρχουσι προαιρέσεως, διακρίνων τὰς ἀξίας αὐτοῦ καὶ τὰς μὴ τοιαύτας, κριτὴς αὐτῶν καθίσταται. Οὐ μὴν καὶ ὀρφανῶν ὁμοίως γένοιτ᾽ ἂν κριτής· ἐξ ἴσου γὰρ τούτων πατρὸς δίκην προνοεῖ. «Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.»

Ἐπειδὴ τὸν προδηλωθέντα Κύριον κάτω που ἐπὶ τὸ ταπεινὸν κατήγαγεν ὁ λόγος, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν φήσας αὐτὸν, ὀρφανῶν τε εἶναι πατέρα καὶ χηρῶν κριτὴν, ἀναγκαίως ἐπανέρχεται ἐπὶ τὴν περὶ αὐτοῦ θεολογίαν, διδάσκων, ὅτι ταῖς μὲν προλεχθείσαις δυσμαῖς διά τινας οἰκονομίας πρὸς βραχὺν ἐπιβαίνει χρόνον· τό γε μὴν οἰκητήριον αὐτοῦ καὶ ἡ πρέπουσα αὐτῷ διατριβὴ οὐκ ἐν δυσμαῖς ἐστιν, «ἀλλ᾽ ἐν τόπῳ ἁγίῳ·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν οἰκητηρίῳ ἡγιασμένῳ αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «ἐν βασιλείοις ἁγίοις αὐτοῦ.» Ἔστι μὲν γὰρ αὐτῷ τόπος ἐμπρέπων καὶ ἁρμόζων τῇ αὐτοῦ θεότητι· ὅμως δ᾽ οὖν, φιλάνθρωπος ὢν, τοῦ οἰκείου μεγέθους ὑποκαταβαίνει, συγκαταβαίνει τε τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ὀρφανοῖς καὶ χήραις. Διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ὅτι ἰδοὺ Κύριος Κύριος ἐκπορεύεται καὶ καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ.» Κατιὼν δὲ ἐνθένδε καὶ ἐπιβαίνων ἐπὶ δυσμὰς, ὁποῖα διαπράττεται θεασώμεθα. «Κατοικίζει, φησὶ, μονοτρόπους ἐν οἴκῳ.» Κατὰ δὲ τὸν Σύμμαχον, «Δίδωσιν οἰκεῖν μοναχοῖς οἰκίαν·» καὶ κατὰ τὸν Ἀκύλαν, «Καθίζει μονογενεῖς οἴκονδε·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Κατοικίζει μονοζώνους ἐν οἴκῳ.» Καὶ τοῦτ᾽ ἦν τὸ πρῶτον αὐτοῦ κατόρθωμα· ὃ δὴ καὶ μέγιστον τῶν αὐτοῦ κατορθωμάτων τῷ τῶν ἀνθρώπων δεδώρηται γένει. Τὸ γοῦν πρῶτον τάγμα τῶν ἐν Χριστῷ προκοπτόντων τὸ τῶν μοναχῶν τυγχάνει.

Σπάνιοι δέ εἰσιν οὗτοι· διὸ κατὰ τὸν Ἀκύλαν μονογενεῖς ὠνομάσθησαν ἀφωμοιωμένοι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα μονότροποι τυγχάνουσιν, ἀλλ᾽ οὐ πολύτροποι, οὐδὲ ἄλλοτε ἄλλως τὸν ἑαυτῶν μεταβάλλοντες τρόπον, ἕνα δὲ μόνον κατορθοῦντες, τὸν εἰς ἄκρον ἥκοντα ἀρετῆς. Μονοζώνους δὲ αὐτοὺς ἡ πέμπτη ἔκδοσις ὠνόμασεν, ὡς ἂν μονήρεις καὶ καθ᾽ ἑαυτοὺς ἀνεζωσμένους. Τοιοῦτοι δὲ πάντες εἰσὶν οἱ τὸν μονήρη καὶ ἁγνὸν κατορθοῦντες βίον, ὧν πρῶτοι γεγόνασιν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, οἷς εἴρητο· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.» Ἐν γὰρ τῷ λέγειν μὴ δεῖν κτήσασθαι χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας ἀνεζωσμένους αὐτοὺς εἰσάγει. Οὕτω δὲ καὶ πᾶσιν ἡμῖν ὁ Ἀπόστολος παρακελεύεται λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ οἱ τὸ Πάσχα δὲ ἐσθίοντες ἐκελεύοντο τὰς ὀσφῦς ἔχειν περιεζωσμένας. Τοῦτο δὴ οὖν πρῶτον κατορθοῖ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ἐπιδημήσας ὁ θεσπιζόμενος.

Ἀπὸ γὰρ τῶν προλεχθέντων ὀρφανῶν καὶ τῶν δηλωθεισῶν χηρῶν ἀφορίσας, ἐξαίρετον καὶ τιμιώτατον ἑαυτῷ τάγμα τὸ τῶν μονοτρόπων κατοικίζει αὐτοὺς ἐν οἴκῳ, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, παραμένειν καὶ κατοικεῖν ἐν αὐτῇ καταξιῶν αὐτούς. Μετὰ δὲ τούτους δεύτερον ἔργον κοινωφελὲς καὶ εἰς πολλοὺς διαβαῖνον κατορθοῖ, «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ·» τῇ γὰρ ἑαυτοῦ ἀνδρείᾳ ἐξάγει τοὺς πρότερον σειραῖς ἁμαρτιῶν πεπεδημένους. Ἀντὶ δὲ τοῦ, «ἐν ἀνδρείᾳ, εἰς ἀπόλυσιν,» ἡρμήνευσεν ὁ Σύμμαχος, εἰπών· «Ἐξάγει δεδεμένους εἰς ἀπόλυσιν.» Νοήσεις δὲ καὶ τοῦτο ἐκ τῆς λεγούσης ἐν Ἡσαΐᾳ προφητείας εἰς αὐτοῦ πρόσωπον τοῦ Κυρίου· «Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξάγειν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Τοὺς γὰρ πάλαι δεσμοῖς διαβολικοῖς κατεσφιγμένους, καὶ τῇ πολυθέῳ καὶ δαιμονικῇ πλάνῃ προστετηκότας, λύσας τῶν δεσμῶν ἐξήγαγε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὄντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν πικρῶν τοῦ θανάτου δεσμῶν. Καὶ τοῦτο ἔπραξεν «ἐν ἀνδρείᾳ·» ἀνδρὸς γὰρ σχῆμα λαβὼν, καὶ δι᾽ ἀνθρωπείου σώματος ἀνδρισάμενος, ἐξήγαγε τῶν δεσμῶν τοὺς προλεχθέντας.

Ταῦτ᾽ ἦν τὰ κατορθώματα τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Θεοῦ Λόγου, οἷς ἑξῆς εἴρηται· «Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε λευκότερον, διασαφήσας τὴν διάνοιαν καὶ εἰπών· «Οἱ δὲ ἀπειθεῖς κατοικήσουσι καύσωνος ξηρότητα·» ὁ δὲ Ἀκύλας, «Πλὴν ἀφιστάμενοι, φησὶν, ἐσκήνωσαν λεωπετρίανδε.» Ἐβούλετο μὲν γὰρ αὐτὸς καὶ τοὺς παραπικραίνοντας ἐξαγαγεῖν καὶ ἐλευθερῶσαι τῶν δεσμῶν. Ἐπιμένοντες δὲ οὗτοι τῇ ἀπειθείᾳ, παροξύνοντές τε ἐν αὐτῷ τούτῳ καὶ παραπικραίνοντες τὸν Θεὸν, κατοικήσουσι τοὺς ἑαυτῶν τάφους, ὡς λέγεσθαι περὶ αὐτῶν· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» ἢ «κατοικήσουσι καύσωνος ξηρότητα·» ὡς ἂν μέλλοντες πορεύεσθαι «εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Διάψαλμα.» Ὅτι μὴ μόνον ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἀνθρώποις ἐπεδήμει ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ καὶ πρότερον αὐτὸς ἦν ὁ διὰ Μωϋσέως χρηματίζων, ὁ παρὼν διδάσκει λόγος φάσκων· «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.»

Καὶ τότε γὰρ, φησὶ, καθ᾽ ὃν χρόνον ἐξῆγες τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ γῆς Αἰγύπτου, ἡ σύμπασα γῆ ἐσείετο τῆς φήμης τῶν ἐν Αἰγύπτῳ πεπραγμένων διατρεχούσης εἰς πάντας. Ἀλλ᾽ ἡ μὲν γῆ τότε ἐσείετο· ἤτοι τῆς φήμης, ὡς εἴρηται, τὰς πάντων τῶν ἐπὶ γῆς ἀκοὰς πληρούσης, ἢ καὶ αὐτοῦ τοῦ στοιχείου χαίροντος ἐπὶ τῇ ἐπιβάσει τοῦ Θεοῦ. Ὃ δὴ διδάσκει καὶ ἕτερος ψαλμὸς λέγων· «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡς κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ἡ μὲν οὖν γῆ χαίρουσα ἐσείετο· οἱ δὲ οὐρανοὶ ἔσταξαν. Τί δὲ ἔσταξαν, ἀλλ᾽ ἤτοι τὴν τροφὴν τὴν παραδόξως ἐνεχθεῖσαν τοῖς ἐπὶ τῆς ἐρήμου, ἢ καὶ τοὺς θείους λόγους τε καὶ νόμους τροφὴν ὄντας ψυχῶν λογικῶν; Ἐσείετο δὲ ἡ γῆ, καὶ ἔσταξαν οἱ οὐρανοὶ «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σιναῒ,» τουτέστι τοῦ ἐν τῷ ὄρει Σιναῒ χρηματίσαντος. Καὶ ταῦτα δὲ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Γῆ ἐσείετο, οὐρανὸς δὲ ἀπέσταξεν ἀπὸ προσώπου τοῦ Θεοῦ τούτου τοῦ Σιναῒ, καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Θεοῦ Ἰσραήλ.» Μήποτε δὲ καὶ αἱ οὐράνιοι δυνάμεις ὥσπερ τροφοί τινες καὶ τιθηνοὶ ἀπὸ θηλῆς γάλα νηπίοις ἀποστάζουσαι, οὕτως καὶ αὗται τὴν ἐξ αὐτῶν χορηγίαν παρεῖχον τοῖς τότε τὰς ψυχὰς νηπίοις; Δι᾽ ὃ καὶ παιδαγωγὸς ὠνόμασται παρὰ τῷ Ἀποστόλῳ ὁ διὰ Μωϋσέως λαληθεὶς λόγος. «

Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.» Τότε μὲν, φησὶν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, καὶ ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν·» ἐπὶ δὲ τοῦ παρόντος, ὅτε ἐπιβέβηκας ἐπὶ δυσμῶν, ἕτερα παράδοξα εἰργάσω. Τῇ γὰρ κληρονομίᾳ σου ἀφώρισας βροχὴν ἑκούσιον. Κληρονομία δὲ αὐτοῦ τίς ἦν μετὰ τὸν πρότερον λαὸν ἀλλ᾽ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Υἱὸς γὰρ Θεοῦ κελευόμενος πρὸς τοῦ Πατρὸς αἰτεῖν κληρονομίαν, οὔτε Ἰουδαίων ἔθνος, ἀλλὰ πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς, τίς ἂν γένοιτο ἢ ὁ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συστησάμενος; Ταύτῃ οὖν τῇ κληρονομίᾳ αὐτοῦ ἀφώρισε βροχὴν ἑκούσιον· διὸ λέλεκται περὶ αὐτοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Λόγος δὲ ἦν εὐαγγελικὸς ἡ βροχὴ ἡ ἑκουσία, καὶ τὸ τῆς Καινῆς Διαθήκης κήρυγμα τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ παραδεδομένον.

Καλὴ δὲ ἡ προσθήκη τῆς «ἑκουσίας βροχῆς·» διὰ Μωϋσέως μὲν γὰρ οὐχ ἑκούσιος τοῖς παλαιοῖς παρείχετο λόγος, ἐπεὶ οὐ κατὰ γνώμην τὴν αὐτοῦ ἐνομοθετεῖτο· διὸ πρὸς αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· «Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν·» ὁ δὲ λόγος ὁ εὐαγγελικὸς κατὰ βουλὴν καὶ κατὰ προαίρεσιν Θεοῦ ἀφωρίσθη «τῇ κληρονομίᾳ» αὐτοῦ, ἣν ἀσθενήσασαν σὺ, φησὶ, κατηρτίσω· κατὰ δὲ τὸν Ἀκύλαν, «Μεμοχθηκυῖαν, φησὶ, σὺ ἥδρασας αὐτήν·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἣν ἐξεπόνησας, φησὶ, καὶ ἥδρασας.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως ἡ ἐξ ἐθνῶν πάλαι πρότερον ἦν μεμοχθηκυῖα πόνοις καὶ μόχθοις τῆς εἰδωλολάτρου πλάνης καταπονηθεῖσα· ἀσθενήσασά τε ἦν εἰς ὑπερβολὴν, ὡς μηδεμίαν ἐν αὐτῇ καταλειφθῆναι δύναμιν.

Ἀλλ᾽ ἀναλαβὼν αὐτὴν ὁ Σωτὴρ κατηρτίσατο αὐτὴν, ἑδράσας ἐπὶ τὴν πέτραν τὴν ἀῤῥαγῆ καὶ ἄσειστον τῆς αὐτοῦ πίστεως· ὃ δὴ καὶ ἐπηγγείλατο ποιήσειν εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἑδράσας δὲ αὐτὴν καὶ καταρτισάμενος, τὰ ζῶα ἑαυτοῦ κατῴκισεν ἐν αὐτῇ. Ζῶα δὲ τίνα ἂν εἴποις τοῦ Θεοῦ ἢ τὰς ἐκ τῆς παρ᾽ αὐτῷ ζωῆς ἀρυομένας καὶ ζωοποιουμένας ψυχάς; Καὶ ταῦτα πάντα, φησὶν, «ἡτοίμασας» διὰ τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας, ἢ διὰ «τῆς σῆς ἀγαθωσύνης,» κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «τῷ πτωχῷ.» Πτωχὸν δὲ ἐνταῦθα κέκληκε μυστικῶς τὸν κατὰ σάρκα ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν, ὃς «πλούσιος ὢν ἐπτώχευσε δι᾽ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἐδήλου δὲ αὐτοῦ τὴν πτωχείαν καὶ αὐτὸς λέγων· «Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Τούτῳ οὖν τῷ πτωχῷ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι ἡτοίμασε τὰ προλεχθέντα πάντα· λέγω δὲ τὴν ἑκούσιον βροχὴν, τὴν δηλωθεῖσαν κληρονομίαν, τὰ προλεχθέντα ζῶα. Διὸ τοῖς πᾶσιν ἐπενήνεκται τὸ, «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. Κύριος δώσει τὸ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τὰ μὲν κατορθώματα τοῦ ἐπιβεβηκότος ἐπὶ δυσμῶν Κυρίου τοιαῦτα. Ἐπεὶ δ᾽ ἐχρῆν αὐτὰ ἐξάκουστα πᾶσιν ἀνθρώποις γενέσθαι, πάλιν ὁ αὐτὸς Κύριος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπιτελεῖ.

Πῶς δὲ καὶ τίνα τρόπον; Ἀνθρώποις μὴ ἔχουσιν ἴδιον λόγον, μηδὲ οἰκείαν σοφίαν, παντελῶς δὲ ἰδιώταις ἀνεπιστήμοσιν, αὐτὸς ἐπιχορηγήσει ῥῆμα μεστὸν ἀφάτου καὶ πολλῆς δυνάμεως. Οἱ δὲ δυναμωθέντες καὶ στομωθέντες ὑπὸ τοῦ δωρηθέντος αὐτοῖς ῥήματος κήρυκες ἀγαθῶν τοῦ παντὸς κόσμου καταστήσονται εὐαγγελιζόμενοι πᾶσιν ἀνθρώποις τὰ προλελεγμένα. Διὸ ἀκολούθως τοῖς τοῦ Κυρίου κατορθώμασιν ἐπενήνεκται τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἀναγκαῖον δὲ ἦν γνῶναι ἡμᾶς καὶ τοῦτο. Ἐπειδὴ ἀνωτέρω παρεκελεύετό τισιν ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὁδοποιεῖν τε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, παρέστησεν εἰπών· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τούτοις γὰρ τοῖς εὐαγγελιζομένοις καὶ ὁδοποιοῦσιν αὐτῷ τὴν εἰς ἀνθρώπους πάροδον αὐτὸς ὁ πρὸς αὐτῶν καταγγελλόμενος δώσει ῥῆμα θεϊκόν. Τοσοῦτοι γὰρ ἦσαν χωρητικοὶ σὺν πολλῇ δυνάμει· καὶ μέγα ἦν αὐτοῖς τουτὶ τὸ ῥῆμα καὶ αὔταρκες εἰς τὴν τοῦ Εὐαγγελίου διακονίαν. Αὐτὸς μὲν γὰρ ὁ Κύριος ὁ τέλειος ἦν τοῦ Θεοῦ Λόγος. Οἱ δὲ ῥῆμα λαβόντες καὶ βραχείας τινὸς τῆς αὐτοῦ δυνάμεως ἐμπνεύσεως καταξιωθέντες τὴν σύμπασαν ἐπλήρουν οἰκουμένην τοῦ Εὐαγγελίου σὺν πολλῇ δυνάμει κηρύττοντες. Τοῦτο γοῦν καὶ ἐπήγγελτο αὐτοῖς δι᾽ ἑαυτοῦ φήσας· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς.»

Κατὰ δὲ τὸν Σύμμαχον, «Κύριος, φησὶν, ἔδωκε ῥήσεις εὐαγγελιζομένῃ στρατιᾷ πολλῇ.» Στρατιὰ δὲ ἦν πολλὴ τοῦ Σωτῆρος ἡμῶν ἡ τῶν εὐαγγελιζομένων τὰς δοθείσας αὐτοῖς ῥήσεις, πρῶτον μὲν ἀποστόλων ιβʹ· ἔπειτα μαθητῶν οʹ· καὶ ἐπὶ τούτοις ἑτέρων φʹ, οἷς ἀθρόως ἐφάνη μετὰ τὴν ἀνάστασιν, ὡς ὁ θεῖος ἐμαρτύρησεν Ἀπόστολος εἰπών· «Ἔπειτα ὤφθη ἐπάνω φʹ ἀδελφοῖς ἐφάπαξ· ἐξ ὧν οἱ πλείονες μένουσι ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·» οἷς ἐπιλέγει· «Ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.» Ἦσαν γὰρ ἦσαν καὶ μετὰ τοὺς ιβʹ, καὶ μετὰ τοὺς οʹ, καὶ μετὰ τοὺς φʹ ἕτεροι πλείους κήρυκες τοῦ Εὐαγγελίου, κατά τε τοὺς χρόνους τοὺς ἀποστολικοὺς, καὶ μετ᾽ ἐκείνους ἕτεροι οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ τὸ Εὐαγγέλιον αὐτοῦ κηρύττοντες, οἷς ὁ βασιλεὺς τῶν δυνάμεων τὴν τοῦ Ἀγαπητοῦ δύναμιν ἐχορήγει. Ἕτεραι δὲ παρὰ ταύταις τοῦ Ἀγαπητοῦ δυνάμεις ἦσαν αἱ κατ᾽ οὐρανὸν στρατιαὶ, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πνεύματα θεῖα. Αὗται γὰρ ἦσαν αἱ δυνάμεις τοῦ Ἀγαπητοῦ.

Διὸ Κύριος τῶν δυνάμεων ἀνηγόρευται. Ἀγαπητὸς δὲ τοῦ Θεοῦ τίς ἦν ἢ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ; ᾧ ἡ πατρικὴ φωνὴ ἐμαρτύρει φήσασα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα·» Οὗτος τοίνυν ὁ βασιλεὺς τῶν τοῦ Ἀγαπητοῦ δυνάμεων, ὥσπερ ταῖς κατ᾽ οὐρανὸν δυνάμεσιν ἐχορήγει τὰς ἑαυτοῦ εὐεργεσίας, οὕτως καὶ τοῖς ἐπὶ γῆς εὐαγγελιζομένοις δίδωσι τὸ εὐαγγελικὸν ῥῆμα σὺν δυνάμει πολλῇ. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ ἐπὶ γῆς στρατιαὶ ἦσαν αὐτοῦ καὶ δυνάμεις αὐτοῦ. Διὸ κατὰ τὸν Σύμμαχον λέλεκται· «Βασιλεῖς τῶν στρατειῶν ἠγαπήθησαν,» ἢ, ἀγαπητοὶ ἐγένοντο. Τούτοις δὲ αὐτοῖς καὶ ἄλλο χάρισμα ἐδωρήσατο· τοῦτο δὲ ἦν τὸ διελέσθαι σκύλα εἰς ὡραιότητα τοῦ οἴκου. Ὡραιότης μὲν οἴκου τὰ διαπρέποντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εἴη ἂν τάγματα· ὧν καὶ ἐπιθυμητὴς ὁμολογεῖ τις γεγονέναι, φήσας· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Τὰ Ἅγια τοίνυν τῶν ἁγίων εἴη ἂν ἡ τερπνότης καὶ ὡραιότης τοῦ οἴκου τοῦ Θεοῦ. Ταῦτα δέ ἐστι τὰ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ, καὶ δικαιοσύνῃ, καὶ ταῖς λοιπαῖς ἀρεταῖς διαλάμποντα τῆς Ἐκκλησίας τοῦ Θεοῦ τάγματα.

Εἰς δὲ τὴν ὡραιότητα ταύτην σκύλα διελέσθαι τοῖς αὐτοῦ στρατιώταις ἐδωρήσατο ὁ βασιλεὺς τῶν δυνάμεων. Τῶν γὰρ πολεμίων ἀνατραπέντων καὶ εἰς φυγὴν κεχωρηκότων, λέγω δὲ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, φυγέτωσαν πάντες οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ,» οἱ τοῦ νικητοῦ βασιλέως στρατιῶται τὰ σκύλα τούτων εἰς ἑαυτοὺς διῃροῦντο.

Σκύλα δὲ ἦμεν ἡμεῖς καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, τὸ πάλαι πρότερον ὑποχείριον τῶν ἀντικειμένων δυνάμεων γεγενημένον· ὧν ἀπελασθεισῶν, οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, καὶ εὐαγγελισταὶ, ἥ τε λοιπὴ αὐτοῦ στρατεία, τὰς πάλαι πρότερον ἐσκυλευμένας ψυχὰς, κτῆμα ἴδιον ποιησάμενοι, διενείμαντο εἰς ἀλλήλους. Παῦλος μὲν οὖν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ τὰ ἐξ ἐθνῶν ἐκληροῦτο σκύλα· Πέτρος δὲ πάλιν ἑτέρων ἐθνῶν καὶ Ἰωάννης ὡσαύτως ἑτέρων, καὶ τῶν λοιπῶν ἀποστόλων ἕκαστος παραπλησίως. Ἀφ᾽ ὧν σκύλων τὰ ἐξαίρετα ἀναθήματα, εἰς ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἀφώριζον. Διὸ λέλεκται· «Καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.» Μνημονεύσας ὁ λόγος τῶν εὐαγγελιζομένων δυνάμει πολλῇ τοῦ τε οἴκου καὶ τῆς ὡραιότητος αὐτοῦ, ἔτι μὴν καὶ τῶν ἐν αὐτῷ σκύλων, δι᾽ ὧν ᾐνίττετο τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τοὺς ἐν αὐτῇ διαπρέποντας· ἀκολούθως διὰ τῶν μετὰ χεῖρας καὶ τῶν θεοπνεύστων ἀναγνωσμάτων τὴν μνήμην ποιεῖται ὡς πρὸς ἡμᾶς λέγων· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων.»

Κλῆροι δὲ τῆς Ἐκκλησίας εἰσὶν ἥ τε Παλαιὰ καὶ ἡ Καινὴ Διαθήκη τοῦ Θεοῦ· ὧν τοὺς ἐν μέσῳ διαστρεφομένους διδάσκει πτέρυγας περιστερᾶς περιηργυρωμένας εὑρήσειν· ἧς περιστερᾶς τὰ μετάφρενα εἶναι ἐν χλωρότητι χρυσίου. Τοῦ γὰρ ἁγίου Πνεύματος περιστερᾶς νοουμένου, οἱ ἐν Παλαιᾷ καὶ Καινῇ λελαλημένοι λόγοι, κατὰ μὲν τὴν ἐπιπόλαιον ἀνάγνωσιν, πτέρυξιν ὥσπερ ἐγκεκαλυμμένοι τυγχάνουσι, καὶ πτέρυξι περιηργυρωμέναις, ἐπειδὴ τὰ λόγια Κυρίου ἀργύριόν ἐστι πεπυρωμένον, δοκίμιον τῇ γῇ· τὰ δὲ κατὰ βάθους ἐγκεκρυμμένα νοήματα, ἅπερ ἔοικε μεταφρένοις τῆς ἀποδοθείσης περιστερᾶς, δηλαδὴ τοῦ ἁγίου Πνεύματος, ἐν χλωρότητι λέγεται εἶναι, τῆς ἐγκεκρυμμένης τῇ λέξει διανοίας καὶ τοῦ καθαρωτάτου νοῦ χρυσοῦ δίκην ἀπαστράπτοντος. Ταῦτα δὲ ἀναφωνεῖται πᾶσιν ἡμῖν τοῖς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ συνηγμένοις, οὓς διὰ τῶν ἔμπροσθεν σκύλα ὁ λόγος ὠνόμαζεν. Ἀντὶ δὲ τοῦ, «Ἐὰν κοιμηθῆτε,» κατὰ τὸν Σύμμαχον, «Ἐὰν ἀναπέσητε μεταξὺ τῶν κλήρων,» εἴρηται. Τὸ γὰρ κοιμηθῆναι νῦν διαναπαύσεσθαι δηλοῖ.

Τοῖς οὖν τῶν ἱερῶν ἀσκηταῖς λόγων προτρεπτικῶς ἡ προσφώνησις ἐπαγγέλλεται τὴν ἐκ τῶν θείων λόγων ὠφέλειαν· ἥ τε γὰρ λέξις τῶν ἱερῶν ἀναγνωσμάτων κεκάθαρται δίκην ἀργυρίου πεπυρωμένου, κατὰ τὸν φήσαντα λόγον· «Τὰ λόγια Κυρίου πεπυρωμένα·» καὶ πάλιν· «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως·» ἥ τε διάνοια ἡ πνευματικὴ ἐξαίρετος καὶ πολυτίμητος διὰ τοῦ λέγεσθαι, «Ἐν χλωρότητι χρυσίου,» παρίσταται. «Ἐν τῷ διαστέλλειν τὸν οὐράνιον βασιλεῖς ἐπ᾽ αὐτὴν, χιονωθήσονται ἐν Σελμών.» Ἀντὶ τοῦ, «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον» καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ὁπότε κατεμέριζεν ὁ ἱκανὸς βασιλεύειν αὐτὴν, ὡς χιονισθεῖσα ἦν. Σελμὼν ὄρος Θεοῦ, ὄρος εὐτροφίας, ὄρος ὑψηλότατον, ὄρος εὐτροφίας· εἰς τί περισπουδάζεται τὰ ὄρη τὰ ὑψηλά; Τὸ ὄρος ὅπερ ἐπόθησεν ὁ Θεὸς εἰς τὸ κατοικεῖν ἐν αὐτῷ, καὶ Κύριος κατασκηνώσει εἰς τέλος.»

Διδάσκει δὲ ὁ λόγος, ὡς ἄρα κατὰ τὸν καιρὸν ἐν ᾧ ὁ ἐπουράνιος, δηλαδὴ ὁ τῶν ἐν οὐρανοῖς οἰκούντων Θεὸς, τὴν προλεχθεῖσαν περιστερὰν κατεμέριζε τοῖς ἐπὶ τῆς γῆς βασιλεῦσι, τουτέστι τοῖς ἐν τῇ γῇ μετόχοις τῆς αὐτοῦ βασιλείας, (προφῆται δὲ ἦσαν οὗτοι, δίκαιοί τε καὶ θεοφιλεῖς ἄνδρες, οἵ τε μαθηταὶ καὶ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς διεμέριζεν ὁ ἐπουράνιος,) χιόνος δίκην ἐλαμπρύνοντο οἱ τῶν τοῦ θείου Πνεύματος χαρισμάτων καταξιούμενοι.

Διὸ λέλεκται· «Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα;» Ἐπιτιμῶντος τοῦ λόγου τοῖς ἕτερόν τι νομίζουσιν ὅμοιον αὐτῷ εἶναι. Ἐπιλέγει δὲ καὶ αἰτίαν δι᾽ ἣν οὐ προσήκει ἀντιπαραβάλλειν αὐτῷ ἕτερον· διό φησι· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μόνον γάρ ἐστι τοῦτο ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν, καὶ ἐν ᾧ ὁ Πατὴρ κατασκηνοῖ εἰς ἀπείρους αἰῶνας· διὸ οὐ προσήκει ἕτερον ἀντιπαραβάλλειν αὐτῷ.

Εἰ γὰρ καὶ λέλεκται περὶ ἑτέρων τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» ἀλλ᾽ οὐχ οὕτως ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τούτοις, ὡς ἐν τῷ αὐτοῦ ὄρει· ὁ γὰρ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί· «καὶ ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι·» καὶ οὐ ποτὲ μὲν ᾤκησεν ἐν αὐτῷ, ἄλλοτε δὲ αὐτοῦ ἀπέστη· ἀλλ᾽ εἰς τὸ ἄπειρον τέλος ἀεὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ κατοικεῖ. Αὐτὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸν Ἀπόστολον. Διὸ καὶ Σαλμὼν ὠνόμασται, ὅπερ ἐστὶν Εἰρήνη· καὶ τόπος τοῦ Θεοῦ ἡ εἰρήνη λέλεκται, κατὰ τὸ, «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ.» «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Ἀποδοὺς ὁ λόγος πρώτην τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν διὰ τῆς περιστερᾶς, ἔπειτα τὴν περὶ τοῦ Υἱοῦ διὰ τοῦ ὄρους τοῦ Θεοῦ, καταβαίνει λοιπὸν ἐπὶ τὰς ὑποβεβηκυίας δυνάμεις· παριστὰς, ὅτι, εἰ καὶ τὰ μάλιστα τὸ ὄρος τὸ ἀποδοθὲν τοιοῦτον τυγχάνει, ὡς ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος, ἀλλ᾽ οὐ μόνον τοῦτο κτῆμά ἐστι τοῦ Πατρὸς, ἔχει δὲ καὶ ἄλλας ὑποβεβηκυίας διακονικὰς καὶ λειτουργικὰς δυνάμεις, ἃς μυρίας οὔσας καὶ πολλὰς, τῇ τε ἀρετῇ διαφερούσας ὑφ᾽ ἕνα ζυγὸν καταδησάμενος, ἅρμα ἑαυτῷ κατέζευξεν ὁ παμβασιλεὺς Θεὸς, ὑφ᾽ ἡνιόχῳ τῷ Μονογενεῖ αὐτοῦ Λόγῳ.

Τὸ δὲ τούτων πλῆθος καὶ Δανιὴλ ὁ προφήτης ἐν τῇ θεοπτίᾳ παρίστησι λέγων· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.» ᾯ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων.

Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡ Ἑβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ᾽ Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ᾽ ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον. Σφόδρα δὲ ἀκολούθως ἐπιλέγει ἑξῆς· «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώποις.» Αἰνίττεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, «ἀνέβης·» οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον καταβεβήκει. «Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβὰς δὲ τί ἔπραξεν; ᾘχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ᾐχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται;

Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου, καθ᾽ ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα «ἐν ἀνθρώποις» παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις ἑξῆς εἴρηται· «Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι·» ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι.» Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατασκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ τοῦ Θεοῦ εὐσεβείᾳ. Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξουσίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόγματα.

Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἑξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ μεγάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν τοσούτων ἀγαθῶν δοτῆρα φάσκον· «Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ᾽ ἡμέραν.» Οὐκέτι γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πεπλανημένως δοξάζουσιν, ἀλλ᾽ ἐφ᾽ ἑκάστης ἡμέρας καὶ καθ᾽ ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλογοῦσιν.

Ὁ δὲ αὐτὸς Κύριος «κατευοδώσει ἡμῖν,» αὐτὸς ὢν «ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀποστόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρεστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώσεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ᾽ ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Ἀντὶ δὲ τοῦ, «τῶν σωτηριῶν ἡμῶν,» ὁ Σύμμαχος, «τοῦ Σωτῆρος ἡμῶν,» ἡρμήνευσεν· ἀνθ᾽ οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται. «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.» Πάλιν ἐκ προσώπου τῶν ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» ἢ κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνατον ἔξοδοι.» Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ.

Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησάμενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας.

Διὸ λέλεκται· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.» Διὸ καὶ τῷ Ἰὼβ ὁ αὐτὸς οὗτος χρηματίζων ἔλεγεν· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Διαῤῥήδην καὶ ἐν ἐκείνοις τὴν εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν ἐκεῖθεν διέξοδον παριστὰς, ὥσπερ οὖν καὶ ἐν τοῖς προκειμένοις, οἷς ἀκολούθως τὴν τῶν ἐχθρῶν αὐτοῦ συντριβὴν διδάσκει λέγων· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Καὶ τοῦτο δὲ νοήσεις παραθεὶς τὴν ἐν ἑτέρῳ λέγουσαν φωνήν· «Σὺ ἐκραταίωσας τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.

Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Διὰ γὰρ τούτων καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ ἐδηλώθησαν, περὶ ὧν ἐνταῦθα λέλεκται· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Ἦσαν δὲ οὗτοι δράκοντες οἱ ἐν θαλάσσῃ καὶ ἐπὶ ὑγρᾶς οὐσίας νηχόμενοι, δυνάμεις δηλαδὴ ἀντικείμεναι ἐχθραὶ τοῦ Θεοῦ, τοῖς ἁλμυροῖς καὶ ῥευστοῖς τοῦ βίου κύμασιν ἐγκαλινδούμεναι.

Ὅθεν καὶ ἐν τῷ Ἰὼβ ἐλέγετο· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου, ἰδόντες σε, ἔπτηξαν.» Συντριβομένων γὰρ τῶν κεφαλῶν τῶν δρακόντων, ἔπτησσον οἱ πυλωροὶ τοῦ ᾅδου· διὸ καὶ φόβῳ τὰς πύλας ἤνοιγον τοῦ θανάτου τῷ τὰς κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ συνθλῶντι. Οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸ πάντων ἀνθρώπων κατεπάτουν γένος. Διὸ λέλεκται ἑξῆς· «Κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.» Τούτων γὰρ ὁ Θεὸς συνθλάσει τὰς κεφαλὰς, φησὶ, τῶν διαπορευομένων τὰς τῶν ἀνθρώπων κεφαλάς. Ἀντὶ γὰρ τοῦ, «κορυφὴν τριχὸς, κορυφὴν ἔντριχον,» ἡρμήνευσεν ὁ Σύμμαχος. Κορυφὴ δὲ ἔντριχος ἡ κεφαλὴ τῶν ἀνθρώπων σημαίνεται. Τούτων οὖν αὐτῶν τῶν ἐχθρῶν ἑαυτοῦ, τῶν πρότερον τὰς τῶν ἀνθρώπων κεφαλὰς διαπορευομένων καὶ ὑπὸ τοῖς ἑαυτῶν ποσὶ καταπατούντων, ὁ τὰς διεξόδους τοῦ θανάτου πεποιημένος Θεὸς τὰς κεφαλὰς συνθλάσει. Ἀντὶ δὲ τοῦ, «ἐν πλημμελείαις αὐτῶν,» ὁ Σύμμαχος, «ἐν ταῖς πλημμελείαις αὐτῆς,» ἡρμήνευσεν εἰπών· «Κορυφὴν ἔντριχον ἀναστρεφομένην ἐν ταῖς πλημμελείαις αὐτῆς.» Οὐδὲ γὰρ ἄλλως δυνατὸν ἦν τοῖς ἐχθροῖς τοῦ Θεοῦ καταπατεῖν κορυφὴν ἔντριχον, τουτέστι τὰς τῶν ἀνθρώπων κεφαλὰς, εἰ μὴ ταῖς οἰκείαις πλημμελείαις καὶ ἁμαρτίαις τεταπείνωντο.

Διὸ τοῖς μὴ τοιούτοις ὁ Σωτὴρ ἔλεγεν· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Τῶν γὰρ αὐτῶν μαθητῶν καὶ ἑκάστη θρὶξ τοῦ τιμιωτέρου μέρους τοῦ σώματος, ὡς ἀναγκαία καὶ κόσμῳ τοῦ παντὸς συμβαλλομένη, ἀριθμοῦ κατηξίωται θείου καὶ φυλακῆς· ὡς ἂν μὴ ξυρηθῶσι τῷ ξυρῷ τῶν ἐχθρῶν τῶν ἐμπεριπατούντων καταπατούντων πᾶσαν κορυφὴν ἔντριχον τὴν ἀναστρεφομένην ἐν πλημμελείαις αὐτῆς. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ᾽ Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλμῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ᾽ Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ᾽ Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται.

Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ, «ἐπιστρέψω,» καὶ τοῦ δεύτερον, «ἐπιστρέψω,» ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Εἶπε Κύριος· Ἀπὸ Βασὰν ἐπιστρέψω, καὶ ἀναστρέψαι ποιήσω ἀπὸ βυθῶν θαλάσσης.» Ὁρᾷς ὁποῖα κατορθώματα εἰργάσατο καταβὰς εἰς τοὺς βυθοὺς τῆς θαλάσσης ὁ Κύριος; συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ τὰς τρίχας τῶν ἐχθρῶν αὐτοῦ τῶν «τὴν ἔντριχον κορυφὴν ἐν πλημμελείαις» διαπορευομένων ἐπιστρέψαι δὲ ἐποίει ἀπὸ Βασὰν καὶ ἀπὸ βυθῶν τῆς θαλάσσης τὰς πάλαι καταπεποντωμένας αὐτόσε ψυχάς. Βασὰν δὲ ἡρμήνευται αἰσχύνη, ἔνθα δι᾽ ἡμᾶς κατῆλθεν ὁ διὰ τῶν εἰρημένων στοιχείων δηλωθεὶς Κύριος, αἰσχύνης καταφρονήσας ὑπὲρ σωτηρίας τῶν αὐτόθι καταδεδουλωμένων. Διὸ λέλεκται· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» εἶθ᾽ ἑξῆς λέλεκται· «Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.» Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Ὅπως συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Συντρίβων γὰρ τοὺς ἑαυτοῦ ἐχθροὺς καὶ τὰς κεφαλὰς αὐτῶν συνθλῶν, ἐπλήρου τὸν ἑαυτοῦ πόδα αἵματος, τοῦ ἐκ τῶν κεφαλῶν τοῦ ἐχθροῦ αὐτοῦ ῥυέντος.

Διὸ ἐλέγετο ἐν Ἡσαΐᾳ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» καὶ ἑξῆς· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπατητοῦ ληνοῦ, πλήρης πεπατημένης;» Εἶθ᾽ ἑξῆς ἀποκρίνεται πρὸς τοὺς ἐρωτήσαντας, καί φησι· «Κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.» Καὶ ἐνταῦθα τοίνυν μετὰ τὴν συντριβὴν τῶν κεφαλῶν τῶν δρακόντων λέλεκται· «Ὅπως ἂν συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος,» ἢ, «Ὅπως βαφῇ ὁ ποῦς σου ἐν αἵματι, καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ.» Ἀνθ᾽ οὗ λευκότερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Κύνας δὲ τοῦ Κυρίου λάπτοντας τὸ αἷμα τῶν ἐχθρῶν αὐτοῦ τίνας ἂν εἴποις ἢ τοὺς τὰ ποίμνια αὐτοῦ φυλάττοντας φύλακάς τινας ἐγρηγόρους, τὴν Ἐκκλησίαν αὐτοῦ φρουροῦντας, ἢ τιμωρητικάς τινας δυνάμεις ἐπεμβαινούσας τῇ συντριβῇ τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ἀπογεύεσθαι πειρωμένας τῆς ἀπωλείας αὐτῶν; «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκολούθως ἐπενήνεκται.

Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα πρὶν γενέσθαι προεθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Ποῖαι δὲ πορεῖαι; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος αὐτοῦ ἡ ἐν Σιναῒ, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπιστροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος; Αὗται πᾶσαι πορεῖαι ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ᾽ ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι.

Ἀλλ᾽ ἐπειδὴ «προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου. Οὗτοι δὲ ἦσαν οἱ προφῆται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους. Δύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν θεολογίαν ἀνθρώποις παραδεδωκότων, ὁ μὲν προφθάσας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα.

Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν Δαυῒδ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις.

Διὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα. «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Μετὰ τοὺς προθεωρήσαντας τὰς τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προσφωνεῖ λέγων· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν·» καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθάσαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς προφητείας. Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ᾽ ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἑξῆς, «Κύριον.» Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν ἀναγκαίως παρίστησι λέγων· «Κύριον ἐκ πηγῶν Ἰσραὴλ,» τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αἱ προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται.

Εἶτα ἐπιλέγει· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ἀντὶ δὲ τοῦ «ἐκεῖ,» ὁ Σύμμαχος, «ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος·» καὶ ὁ Ἀκύλας ὁμοίως· «Ἐκεῖ, φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν.» Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς διδάσκει λέγων· «Περιτομὴ ὀκταήμερος ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων.» Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· «Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη καμοί.» Ἀντὶ δὲ τοῦ, «ἐν ἐκστάσει,» ὁ μὲν Ἀκύλας, «ἐπικρατῶν αὐτῶν·» ὁ δὲ Θεοδοτίων, «παιδευτὴς αὐτῶν·» ἡ δὲ πέμπτη ἔκδοσις, «παιδεύοντα,» ἢ, «διδάσκοντα» ἡρμήνευσαν.

Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον. Οὐ μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ «οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. Διὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἡσαΐου τοῦ προφήτου λέγον· »Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγαγὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδαξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν καὶ ἄρχοντας Νεφθαλείμ.

Ἐπὶ σχολῆς δ᾽ ἄν τις φιλοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία. «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν. Ἐπειδὴ γὰρ προφητικῶς προσέταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν ὁρμωμένους λόγων, ἀλλ᾽ ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευσάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν· ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι᾽ ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἑξῆς ἐπιφερόμενον, «Ἐπὶ τὸν ναόν σου τὸν ἐν Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα;» τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βασιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον.

Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ᾽ ὃν τὰ δῶρα οἴσουσιν οἱ βασιλεῖς, οὐδ᾽ ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φησὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δηλαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες, διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν.» Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ αὐτοὶ δῶρα προσοίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνεισερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γένηται καὶ δι᾽ ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.»

Ὥσπερ ηὔξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» καὶ «Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν·» οὕτω πάλιν εὔχεται τὰ κωλύματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆναι ὁ εἰπών· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι·» θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου· «Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.» Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν, τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγκαῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων.

Δεινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, «συνόδῳ παμμεγέθων,» καὶ ταῖς δαμάλεσι τῶν λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου.

Ὧν ἔργων τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῷ, «τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·» ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀργυρίου.» Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμεναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλεισθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ «τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύριον πεπυρωμένον,» οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος.

Ἢ, κατὰ τὸν Σύμμαχον, «Διαλακτίζουσι τούτους αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου.» Ἵν᾽ οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.» Καὶ ἄλλως ταύρους νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν.

Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος ἐν καʹ ψαλμῷ φωνὴ φάσκουσα· «Ὅτι ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν.» Δι᾽ ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ᾽ αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ᾽ αὐτοῦ. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδηλοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διωγμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον· «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Διασκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώτων ἄρχεσθαι τῶν καθ᾽ ὑπερβολὴν εἰδωλολατρῶν.

Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων ἐθνῶν δεισιδαιμονέστατοι. Διὸ ἑξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Κατὰ δὲ τὸν Ἀκύλαν, «Οἴσουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου.» Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἑξῆς ἐπιλεγομένου· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ,» τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν ἀπ᾽ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Αἰθίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ·» κατὰ δὲ τὸν Σύμμαχον· «Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ.» Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος.

Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ᾽ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ᾽ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι.

Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ᾽ ἐπὶ τὸν οὐρανὸν κατ᾽ ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προμεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι. Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ᾽ ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος.

Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ᾽ ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμενος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐνταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησάμενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου, τὴν χώραν διαπορευθεὶς, μετὰ ταῦτα λέγεται ἀναβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ᾽ ἀνατολάς.

Κατὰ δὲ τὸν Ἀκύλαν, «Τῷ ἐπιβεβηκότι ἐν οὐρανῷ οὐρανοῦ ἀρχῆθεν·» Κατὰ δὲ τὸν Σύμμαχον, «Τῷ ἐποχουμένῳ ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἐκ πρώτης,» εἴρηται. Τὸ δὲ, «ἐκ πρώτης» καὶ, «ἀρχῆθεν,» νοήσεις αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ.» Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν «τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν» Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶσθαι θείας. «Δώσει» γὰρ, φησὶ, «τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυνάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρίστησι δὲ τὸ ἔργον τὴν δύναμιν.

Ψιλῇ γὰρ φωνῇ τοῖς αὑτοῦ μαθηταῖς εἰπών· «Δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,» δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,» ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών· «Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι,» τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖχεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» αὐτῷ πράγματι τὴν δύναμιν παρεστήσατο. Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκραμένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρηται· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἑξῆς παρακελεύεται φάσκων· «Δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Τὸ μὲν οὖν, «Δότε δόξαν τῷ Θεῷ,» πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, «ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,» σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς, παρ᾽ οἷς ἡ μεγαλοπρέπεια αὐτοῦ ἐγνωρίζετο· οὕτω τῆς θεότητος αὐτοῦ καλουμένης. Διὸ λέλεκται ἐν ἑτέροις· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.»

Ὅτι δὲ οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· καὶ ὡς οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ· οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, διδάσκει σαφῶς ὁ Ἀπόστολος. Ἐπὶ τὸν Ἰσραὴλ τοίνυν ἡ μεγαλοπρέπεια αὐτοῦ· ἀλλὰ καὶ «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις·» περὶ ὧν Ἡσαΐας θεσπίζει λέγων· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα ὑετόν.» Ἐδήλου δὲ ἄρα τοὺς προφήτας καὶ τοὺς τῶν θείων μαθημάτων διδασκάλους, οἳ τῇ τοῦ Πνεύματος χορηγίᾳ τὸν οὐράνιον ὑετὸν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὥσπερ ἐν χώραις ἀγαθαῖς ἐπήρδευον. Οὕτως οὖν καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,» ἑτέροις οὖσι παρὰ τοὺς προωνομασμένους προφήτας καὶ ἀποστόλους. Τίνες δ᾽ ἂν εἶεν οὗτοι ἀλλ᾽ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἁγνείας καὶ ἁγιωσύνης ἠξιωμένοι; ἐν οἷς καὶ θαυμαστός ἐστιν ὁ Θεὸς, διδοὺς αὐτοῖς δύναμιν καὶ κραταίωσιν. Διὸ συνῆπται ἑξῆς· «Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.» Πάλιν δὲ κἀνταῦθα δύναμιν ἀναγκαίως διδόναι λέλεκται τῷ ἁγίῳ λαῷ αὐτοῦ, ἵνα δύνηται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.»

Ἔδει γὰρ, ὥσπερ τοῖς εὐαγγελιζομένοις δέδοτο ῥῆμα σὺν δυνάμει πολλῇ, οὕτω καὶ τῷ λαῷ αὐτοῦ κραταίωσιν καὶ δύναμιν παρέχειν, πρὸς τὸ δύνασθαι ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ λέγειν ὁμοίως Παύλῳ· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός;» καὶ τὰ τούτοις παραπλήσια.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, Τῼ ΔΑΥΙΔ. ΞΗʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Τέτταρές εἰσιν οἱ ἐπιγεγραμμένοι «Ὑπὲρ τῶν ἀλλοιωθησομένων·» δύο μὲν τοῦ Δαυῒδ, ὁ μετὰ χεῖρας καὶ ὁ νθʹ· τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὁμοίως ὁ οθʹ. Ἐπὶ πάντων δὲ ἀντὶ τοῦ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύλας, «Ἐπὶ κρίνων,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν.» Ὁ μὲν οὖν μδʹ τὴν περὶ τοῦ Ἀγαπητοῦ προφητείαν περιεῖχε, τῆς τε ἐξ ἐθνῶν Ἐκκλησίας τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἀλλοίωσιν· ὁ δὲ πεντηκοστὸς ἔνατος ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους καὶ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐπὶ τὰ κάλλιστα μεταβολήν· ὁ δὲ οθʹ αὖθις τὴν τοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσιν, καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν σημαίνει. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ἢ, «Ὑπὲρ τῶν ἀνθῶν,» κατὰ τὸν Σύμμαχον, ἢ, «Ἐπὶ κρίνων,» κατὰ τὸν Ἀκύλαν, ἐπιγέγραπται· ἐπειδὴ τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ αὐτὸς περιέχει, οὓς, κρίνα καὶ ἄνθη κατὰ καιρὸν ὀφθέντας, ἡ ἐπὶ τὰ χείρω διεδέξατο μεταβολή.

Ἄνθεσι δὲ αὐτοὺς παραβάλλει καὶ ὁ Ἡσαΐας λέγων· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·» δι᾽ ὧν τὸ πρὸς βραχύν τινα χρόνον ἀνθῆσαν καὶ ὡραῖον ὀφθὲν τῆς σωματικῆς Ἰουδαίων θρησκείας χόρτῳ καὶ ἄνθεσιν ἀπεικάζει. Καὶ διὰ τῶν προκειμένων τοίνυν τὴν ἀλλοίωσιν καὶ τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τῆς ἄνθης αὐτῶν παρίστησι προϊὼν ὁ λόγος ἐν οἷς φησι· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.

Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὰ ἑξῆς. Καὶ ἐπειδήπερ μακροῖς ὕστερον χρόνοις ταῦτα δι᾽ ἔργων χωρεῖν ἔμελλον, ἀναγκαίως «Εἰς τὸ τέλος» προγέγραπται. Οὔτε δὲ ψαλμός ἐστιν, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἐπεὶ μηδὲ κατάλληλα ἦν τὰ ἐπιλεγόμενα τοιαύτῃ προγραφῇ. Διὸ εἴποις ἂν προφητείαν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν διεξιόντος τὰ περὶ αὐτὸν συμβεβηκότα, προαναφώνησίν τε τῶν Ἰουδαίοις ἐπελθόντων μετὰ τὰ κατ᾽ αὐτοὺς τετολμημένα. Ἀρχόμενος δ᾽ οὖν ὁ Σωτὴρ, εὐχὴν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Καί μοι δοκεῖ κατὰ λόγον ταῦτα τοῖς ἐν τῷ προλεχθέντι συνῆφθαι ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἐλέγετο· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐν τούτῳ δὲ, «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἔδει γὰρ ἡμᾶς διδαχθῆναι πῶς εἰς τὴν Βασὰν κατῆλθεν ὁ Κύριος, ὅπερ ἐστὶν αἰσχύνη, καὶ πῶς ἔλεγεν, «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Διὸ δὴ ταῦτα αὐτὰ διὰ τῶν προκειμένων παρίστησι· περὶ μὲν τῆς αἰσχύνης προϊὼν καὶ λέγων· «Ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·» καὶ αὖθις· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·» περὶ δὲ τοῦ βυθοῦ τῆς θαλάσσης τὸ, «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.

Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ταῦτα γὰρ πλείστην ἔχοι ἂν ἀκολουθίαν πρὸς τὰ ἐν τῷ πρὸ τούτου ψαλμῷ λελεγμένα· ἐν τῷ, «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἐπειδὴ ἐν ἐκείνῳ αὐτὸς ἦν ὁ Κύριος ὁ ταῦτα λέγων· ἔπειτα καὶ νῦν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα διεξιόντα.

Αὐτὸς τοιγαροῦν, ὃν οὐδ᾽ ἕτερον εἶναι ἢ τοῦ Θεοῦ Λόγον διὰ τῶν ἔμπροσθεν παρεστήσαμεν, εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ᾽ οὗ ἀνείληφεν ἀνθρώπου πάθη· διό φησι· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς προσεφώνει φάσκων· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» εἶθ᾽ ἑξῆς τὴν ἅμα ἀνθρώποις διατριβὴν αὐτοῦ παρίστησι λέγων· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Καὶ τῶν μαθητῶν δὲ αὐτοῦ καὶ τῶν ἀποστόλων τὴν κλῆσιν ἐδήλου ἐν τῷ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εἶθ᾽ ἑξῆς εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν διέξοδον τὴν ἐντεῦθεν ἐδίδασκεν ἐν τῷ, «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ ἐν τῷ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐπὶ πᾶσι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἐπάνοδον αὐτοῦ διὰ τοῦ αὐτοῦ ἐδήλου λέγων· «Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ᾽ ἀνατολάς.»

Ταῦτα μὲν οὖν ἐν ἐκείνοις· διὰ δὲ τῶν προκειμένων τὰ ὡς ἐν παραδρομῇ τότε λελεγμένα πλατύνει, δεικνὺς ὅπως λέλεκτο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου,» καὶ τὸ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ταῦτα γὰρ εἰς πλάτος ἐπὶ τοῦ παρόντος διεξέρχεται λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.» Πειρασμοὺς δὲ καὶ διωγμοὺς καὶ ἐπαναστάσεις ἀσεβῶν ἀνδρῶν ὕδατα καλεῖν εἴωθεν ὁ Λόγος· Οὕτω γοῦν εἴρηται ἀλλαχοῦ· «Τὸν χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ ἀνυπόστατον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐδίδασκε τοῦτο λέγων· «Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Καὶ διὰ τῶν προκειμένων τοίνυν τοὺς πειρασμοὺς καὶ τὰς κατ᾽ αὐτοῦ ἐπιβουλὰς, ὕδατα ὀνομάζων εἰσεληλυθέναι ἕως τῆς ψυχῆς αὐτοῦ διδάσκει. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ, καίπερ ὄντος ἀθλητοῦ γενναίου, γέγραπται εἰρηκὼς ὁ Θεὸς τῷ πειράζοντι· «Ἰδοὺ πάντα ὅσα ὑπάρχει αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.»

Ἐνταῦθα δὲ τὴν ψυχὴν αὐτὴν ὁ πειράζων πειράζει, ἥτις ποτὲ ἦν αὕτη, ἧς μέμνητο καὶ αὐτὸς λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ πάλιν· «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων μου·» καὶ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ὅθεν καὶ νῦν φησιν· «Ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Ὅτι ἐπῆλθεν ὕδατα ἕως ψυχῆς μου.» Εἶτα ἐπιλέγει· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις,» ἡρμήνευσε· σφόδρα ἀκολούθως. Ἔνθα γὰρ οὐκ ἦν στάσις ἑτέροις, διὰ τὸ πάντας τοὺς αὐτόθι κατελθόντας ὀλίσθῳ περιπεσεῖν καὶ κατασύρεσθαι ὑπὸ τῶν τοῦ θανάτου ῥευμάτων, ἐνταῦθα καὶ αὐτὸς ἦλθον, ὁπηνίκα εἰς τὰ βάθη τῆς θαλάσσης ἐλήλυθα· ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰσῆλθον εἰς τὰ βάθη τῶν ὑδάτων, καὶ ῥεῖθρον ἐπέκλυσέ με.» Καὶ τὰ παραπλήσια δὲ τούτοις καὶ Ἰωνᾶς ὁ προφήτης ἀπὸ τῆς κοιλίας τοῦ κήτους ἀναγέγραπται ηὐγμένος. Λέγει δ᾽ οὖν καὶ αὐτός· «Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.»

Διόπερ τῷ παραδείγματι τοῦ Ἰωνᾶ κέχρηται ὁ Σωτὴρ πρὸς τοὺς αἰτήσαντας αὐτὸν σημεῖον, εἰπών· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Καρδίαν δὲ γῆς τὰ ἐνταῦθα λεγόμενα βάθη θαλάσσης ὀνομάζει, τὰ τοῦ ᾅδου χωρία αἰνιττόμενος. Διὸ καὶ ἐν τῷ Ἰὼβ χρηματίζων ὁ αὐτὸς Κύριος τὰ ὅμοια παρίστη λέγων· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας.

Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐν τούτοις πηγὴν θαλάσσης ὀνομάσας, καὶ προσθεὶς τὸ, «Ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας,» τὴν ἄβυσσον καὶ τὴν θάλασσαν τίνα ἐστὶ διασαφεῖ ἐπιλέγων· «Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Οὐκοῦν καὶ ἐν τοῖς προκειμένοις τὰ βάθη τῆς θαλάσσης τὰ τοῦ θανάτου χωρία αἰνίττεται, ἔνθα μόνος καταβὰς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεξῆλθεν. Διὸ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ πάλιν· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ· «Καὶ καταιγὶς κατεπόντισέ με,» ὁ μὲν Ἀκύλας, «Καὶ ῥοῦς ἐπέκλυσέ με·» ὁ δὲ Σύμμαχος, «Καὶ ῥεῖθρον ἐπέκλυσέ με,» ἡρμήνευσεν.

Εἰκὸς γὰρ περὶ αὐτὸν γεγονέναι τὰς ἀντικειμένας δυνάμεις, ὅτε, ἐπιβὰς τῇ θαλάσσῃ, συνέτριβε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Διὸ καὶ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ.» Οὐ γὰρ ἂν ἄλλως διεξεληλύθει τὰς διεξόδους τοῦ θανάτου ἢ συνθλάσας τὰς κεφαλὰς τῶν αὐτόθι ἐχθρῶν αὐτοῦ. Ἐὰν δέ τις ταῦτα νομίζῃ λέγειν τὸν Δαυῒδ διὰ τὸ πολλοῖς περιπεπτωκέναι πειρασμοῖς, ἐπιστησάτω πῶς οἷόν τε ἦν τῷ Δαυῒδ ἁρμόζειν τὸ λέγειν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἢ τὸ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλήσια συναγαγών τις ἑαυτῷ, εὕροι ἂν οὐδαμῶς ἁρμόζοντα τῷ τοῦ Δαυῒδ προσώπῳ.

Τὴν δέ γε ἐπὶ τὸν ἡμέτερον Σωτῆρα ἑρμηνείαν πιστώσεται σφραγῖσιν ἀναμφιλέκτοις ἡ τῶν ἱερῶν Εὐαγγελίων μαρτυρία, ἀπό τε τοῦ παρατεθέντος τοῦ Ἰωνᾶ παραδείγματος, καὶ ἀπὸ τοῦ λέγεσθαι ἐν τοῖς προκειμένοις, «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με·» ὅπερ αὐτολεξεὶ μεμαρτύρηται εἰς αὐτὸν πεπληρωμένον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ἐν ᾧ γέγραπται· «Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, καὶ εὗρεν ἐν τῷ ἱερῷ πρόβατα πωλοῦντας καὶ βόας καὶ περιστεράς.» Εἶθ᾽ ὡς ἤλασε τούτους εἰπών· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» ἐπιλέγει ὁ εὐαγγελιστής· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τὸ, «Ἔδωκαν εἰς βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ἐν τοῖς μετὰ χεῖρας κείμενον, ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν μεμαρτύρηται λελεγμένον, κατὰ τὸν Ἰωάννην, φήσαντα· «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή· σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς, ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφὴ,» καὶ τὰ λοιπὰ δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος ἡμῶν ἀναφερόμενα, σώζοι ἀναβίαστον τὴν ἑρμηνείαν. «

Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με εἰς τὸν Θεόν μου.» Καὶ ταῦτα ἐν τῷ κατὰ Ἰωάννην ἐπληροῦτο Εὐαγγελίῳ· ἐν ᾧ εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·» αὖθις δὲ εἴρηται· «Ἰησοῦς δὲ ἔκραζε καὶ ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.» Ἀλλὰ καὶ κατ᾽ αὐτὸ τὸ πάθος ἱστορεῖ ὁ Ματθαῖος λέγων· «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλεὶ, Ἠλεὶ, Λαμὰ Σαβαχθανεί.» Τότε μὲν οὖν συνὼν ἀνθρώποις, πάντας βοῶν παρεκάλει ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν αὐτοῦ διδασκαλίαν· καὶ τὸν τεταρταῖον δὲ νεκρὸν μετὰ μεγάλης ἀνεκαλεῖτο κραυγῆς. Ἀλλὰ καὶ περὶ τὴν ἐνάτην ὥραν τοῦ πάθους ἀνεβόα φωνῇ μεγάλῃ· καὶ μετὰ ταῦτα πάλιν· «Κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα.

Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν·» τὰ τοσαῦτα τῆς μεγάλης αὐτοῦ φωνῆς ἐνεργεῖν δυναμένης.

Εἰ δὲ ἐπιστήσειέ τις, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ βοᾷ, σπεύδειν ἐπὶ τὸ ζωοποιὸν αὐτοῦ πόμα παρακαλῶν, καὶ τοὺς ταῖς πρὸς θάνατον ἁμαρτίαις νενεκρωμένους ἀνακαλούμενος· τῷ τε βοωμένῳ αὐτοῦ πάθει τὴν σύμπασαν οἰκουμένην μᾶλλον ἢ τότε Σιὼν, ἐπείπερ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» εἴσεται ὅπως ἐν τοῖς προκειμένοις ἐξ αὐτοῦ προσώπου εἴρηται τὸ, «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.» Τὸ γὰρ παράμονον αὐτοῦ τῆς βοῆς διὰ τούτων σημαίνει. Οὐ γὰρ ἅπαξ ποτὲ βοήσας παρῆλθεν· ἀλλ᾽ ἀεὶ βοᾷ καὶ κέκραγεν εἰς τὰς πάντων ψυχὰς διὰ τῶν αὑτοῦ μαθητῶν· ἀεὶ δὲ καὶ πρὸς τὸν Πατέρα βοᾷ ὑπὲρ τῶν εἰς αὐτὸν πεπιστευκότων. Διὸ ἑξῆς ἐπιλέγει· «Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἀντὶ δὲ τοῦ, «ἐξέλιπον,» ὁ Ἀκύλας, «Ἐτελέσθησαν, φησὶν, οἱ ὀφθαλμοί μου περιμένοντες τὸν Θεόν.» Ἐβόα δὲ καὶ ἐκεκράγει διὰ τὸ πλῆθος τῶν ἐχθρῶν αὐτοῦ· ὃ δὴ παρίστησι λέγων· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.»

Εἰ δὲ σῶμα αὐτοῦ τυγχάνει ἡ Ἐκκλησία αὐτοῦ, κατὰ τὸν Ἀπόστολον, ὃς ἐδίδασκε λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» εἴποις ἂν τὰ μὲν ἀναγκαιότερα μέλη τοῦ σώματος, καὶ τὰ, ἵν᾽ οὕτως εἴπω, αἰσθητήρια, τοὺς ἀναγκαίους εἶναι τοῦ λαοῦ· οἷον κεφαλὴν τοὺς ἡγουμένους, στόμα τοὺς διδασκάλους, καὶ τοὺς συνετοὺς ἀκροατὰς τὰ ὦτα, τοὺς ὀφθαλμοὺς τοὺς διορατικοὺς τῶν Γραφῶν, χεῖρας τοὺς πρακτικωτέρους, τούτοις τε ἀναλόγως τὰ λοιπὰ μέλη τοῦ σώματος, οἷς ἀκόλουθον εἴη νοεῖν τρίχας εἶναι τοῦ παντὸς τὰ πλήθη, καὶ τὸν περιττὸν ὄχλον φέροντας μέν τινα κόσμον ὅλῳ τῷ σώματι, μὴ μὴν ἀναγκαίαν τινὰ χρῆσιν ὁμοίαν τὰ λοιπὰ μέλη. Τῶν οὖν τοιούτων τριχῶν πολλῷ πλεῖστοι εἶεν ἂν οἱ ἀλλότριοι τῆς πίστεως, ἅτε δὴ τὴν πλατεῖαν καὶ τὴν εὐρύχωρον βαδίζοντες. Διὸ λέλεκται· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Δωρεὰν δὲ μισεῖν λέγονται οἱ οὐκ ἔχοντες αἰτίαν εἰπεῖν τοῦ μίσους, ὡς οἱ τὸν σωτήριον λόγον διώκοντες καὶ μηδὲν καταμέμφεσθαι αὐτῷ δυνάμενοι. Ἀντὶ δὲ τοῦ, «οἱ μισοῦντές με δωρεὰν,» ὁ Σύμμαχος, «Οἱ μισοῦντές με, φησὶν, ἀναιτίως.» Οὗτοι οὖν μᾶλλον ἐπλεόνασαν, φησὶν, ἢ αἱ τρίχες τῆς κεφαλῆς μου. Ἀλλὰ καὶ ἐκραταιώθησαν οἱ ἐχθροὶ αὐτοῦ οἱ διώκοντες αὐτόν.

Ἴδοι γοῦν τις, καθ᾽ ἕκαστον καιρὸν καθ᾽ ὃν διώκειν συγχωροῦνται, κραταιουμένους καὶ ἐπαιρομένους, καὶ πολλὰ δυναμένους τοὺς ἐχθροὺς αὐτοῦ. Ἀδίκως δὲ αὐτὸν διώκουσιν οὗτοι, καὶ ἐμίσουν αὐτὸν δωρεάν. Μηδεμίαν γὰρ ἔχοντες ὑπόθεσιν ἔχθρας, μηδὲ αἰτίας εἰπεῖν εὐλόγους οἷοί τε δι᾽ ἃς διώκουσιν, ὅμως ἀδίκως αὐτὸν διώκουσιν. Ὁ δὲ ὑπὲρ ὧν μὴ ἥρπασε, μηδὲ ἠδίκησε, κόλασιν ὑπέμεινεν. Εἰ γὰρ κατὰ νόμους προσήκει δίκην εἰσπράττεσθαι τοὺς ἠδικηκότας, οὔτε δὲ αὐτὸς οὔτε οἱ αὐτοῦ γνήσιοι μαθηταὶ ἥλωσάν ποτε ἐπὶ παρανομίᾳ· εἰκότως φησίν· «Ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.» Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους αὐτοῦ δωρεὰν ἔπασχε, καὶ ὑπὲρ ὧν μὴ ἠδικήκει τιμωρίαν ἐδίδου. Διὸ καὶ τότε ἔλεγεν· «Ἃ οὐχ ἥρπαζον τότε ἀπετίννυον·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἃ οὐκ ἐβιασάμην τότε ἐπέστρεφον.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ὥσπερ ἀνεγκλήτως ὁ θεῖος Ἀπόστολος μωρὸν τοῦ Θεοῦ ὠνόμασε τὸ πάθος τοῦ Σωτῆρος, καὶ ἀσθένειαν τὸν σταυρὸν, εἰπών· «Ἐσταυρώθη ἐξ ἀσθενείας·» καὶ πάλιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων·» οὕτω καὶ νῦν οὐκ ἂν ἁμάρτοις τὴν ἐνταῦθα λεγομένην ἀφροσύνην παραπλησίως νοήσας τῇ ὀνομασθείσῃ παρὰ τῷ Ἀποστόλῳ μωρίᾳ.

Ἀλλὰ καὶ ὥσπερ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, ἐπείπερ ἐξαίρετοί τινές εἰσιν οἱ τῆς τοῦ Θεοῦ γνώσεως κατηξιωμένοι· οὕτως καὶ ἡ ἐνταῦθα ἀφροσύνη, ἀξία τῆς γνώσεως τυγχάνουσα τοῦ Θεοῦ, μέγαν τινὰ καὶ βαθὺν εἶχε λόγον. Οὐ γὰρ παρὰ τὴν σὴν βουλὴν, οὐδὲ παρὰ τὴν σὴν γνῶσιν ἐγένετο, φησὶν, ἡ ἀφροσύνη μου.

Ποία δὲ αὕτη εἰ μὴ ἡ νομιζομένη τοῖς πολλοῖς; Ὡς γὰρ ἡ μωρία Ἕλλησιν ἐνομίζετο μωρία, κατὰ βαθεῖς δὲ λόγους Θεοῦ συνεστελεῖτο· καὶ ἦν τὸ παρ᾽ ἀνθρώποις μωρὸν νομιζόμενον σοφώτερον τῶν ἀνθρώπων· ηὐδόκησε γὰρ ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτως καὶ ἡ ἀφροσύνη, ἣν δι᾽ ἡμᾶς ὑπῆλθε κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ μέχρις θανάτου παρελθὼν, σοφωτέρα τῆς τῶν ἀνθρώπων σοφίας ἦν.

Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶν ὁ Ἀπόστολος, μωρία ἐστὶν, εἰ δὲ μωρία, καὶ ἀφροσύνη, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Ταύτην οὖν τὴν ἀφροσύνην καὶ τὴν μωρίαν οὐκ ἠγνόησεν ὁ Θεός· αὐτοῦ γὰρ κρίσει γεγένηται. Διό φησιν· «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ἀπήλλαξε δὲ ἡμᾶς πραγμάτων ὁ Σύμμαχος, ἑρμηνεύσας καὶ εἰπών· «Ὁ Θεὸς, σὺ οἶδας τὴν ἀπειρίαν μου·» ἀπειρίαν δηλαδὴ τὴν ἐν ἀνθρώποις. Τῆς γὰρ ἐν ἀνθρώποις κακίας ἀλλότριος ὢν, τὴν καλὴν ταύτην ἀπειρίαν ἀνατίθησι τῇ γνώσει τοῦ ἑαυτοῦ Πατρός. Καὶ ἄλλη δὲ Γραφὴ θεία ἀφροσύνης μέμνηται τοῦ Σωτῆρος συμφώνως τῇ προκειμένῃ.

Γέγραπται γοῦν ἐν Παροιμίαις· «Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.» Καὶ ἐν τούτοις γὰρ πάντων μὲν ἀνθρώπων ἀφρονέστατον ἑαυτὸν εἶναι λέγει, καὶ φρόνησιν ἀνθρώπου μὴ ἐσχηκέναι· ὅμως δὲ παρ᾽ αὐτοῦ τοῦ Θεοῦ δεδιδάχθαι τὴν πνευματικὴν σοφίαν, καὶ τὴν γνῶσιν τῶν ἁγίων ἐγνωκέναι. Ἀλλὰ καὶ «αἱ πλημμέλειαί μου, φησὶν, ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Εἰ γὰρ ἦσάν τινες ἐν ἐμοὶ πλημμέλειαι, δι᾽ ἃς τῷ σταυρῷ με προσετίμησαν, τάχα που σὺ πρῶτος ἔγνως, ὃν λανθάνειν οὐδὲν οἷόν τε· ἀλλ᾽ οὐδένες ἦσαν. Διὸ οἱ μισοῦντές με δωρεὰν ἐμίσουν, καὶ οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα ἐξέπραττον. Ἐπεὶ δὲ ψευδομάρτυρας καὶ συκοφάντας ἔστησαν ἐν τῇ κατ᾽ ἐμοῦ κατηγορίᾳ, σὺ οἶδας, φησὶν, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται.

Οὐ γὰρ ἂν ἐκρύβησάν σε, εἴ τινες ἦσαν ἐν ἐμοὶ πλημμέλειαι. Καὶ ἄλλως, εἰ τὰς ἡμετέρας ἀνεμάξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, ὡς λέγεσθαι περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Καὶ ταύτας, φησὶ, τὰς πλημμελείας ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην· σὺ ἔγνως, ὁ Θεὸς, ἐπεὶ μὴ ἀπεκρύβησάν σε. Οὐ γὰρ δίχα τῆς σῆς βουλήσεως ταύτας ἀνεδεξάμην· διὸ καὶ ἀξίας τῆς σαυτοῦ γνώσεως αὐτὰς ἐποιήσω. «Μὴ αἰσχυνθείησαν ἐπ᾽ ἐμὲ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων.» Ἐπειδὴ τὴν ἐμὴν διδασκαλίαν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου διαβάλλουσιν, ἐλαύνουσί τε αὐτὴν ὡς μεστὴν ἀφροσύνης καὶ μωρίας διὰ τὸν ἐπονείδιστον σταυρὸν, ἀντιβολῶ καὶ δέομαι, τοὺς εἰς ἐμὲ πιστεύοντας φυλάττεσθαι ὑπὸ σοῦ ἀδιατρέπτους, ὡς μήποτε καταισχυνθῆναι. Διὸ σὺ αὐτὸς, ὦ Κύριε, Κύριε τῶν δυνάμεων, τοὺς πολεμουμένους διὰ τὴν σὴν γνῶσιν, ἣν ὑπ᾽ ἐμοῦ παρειλήφασι, πάντοτε ὑπομένοντας τὰ δεινὰ καὶ μέχρι θανάτου καρτεροῦντας, μὴ ἐγκαταλείπῃς, μηδὲ ἐντραπείησαν θαρσήσαντες ἐπ᾽ ἐμοὶ, οἱ σὲ τὸν Θεὸν τοῦ Ἰσραὴλ ἐκζητοῦντες.

Εἰ γὰρ καὶ τὰ μάλιστα ἦσάν ποτε ἀγνοοῦντές σε διὰ τὸ δαίμοσι πονηροῖς δεδουλῶσθαι, ἀλλὰ νῦν, ἐπιγνόντες σε, πάντων μὲν λήθην ἐποιήσαντο, σὲ δὲ μόνον διατελοῦσι ζητοῦντες. Διὸ ἱκετεύω μὴ καταισχυνθῆναι αὐτοὺς, μηδὲ «ἀσχημονῆσαι·» οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Μὴ καταισχυνθείησαν ἐπ᾽ ἐμοὶ οἱ προσδοκῶντές σε, Κύριε Θεὲ τῶν δυνάμεων· μὴ ἀσχημονήσαιεν ἐπ᾽ ἐμὲ οἱ ἐκζητοῦντές σε, Θεὲ τοῦ Ἰσραήλ.» Ἐπιτήρει δὲ ὅπως εἴρηται τὸ, «Κύριε, Κύριε τῶν δυνάμεων,» δευτεροῦντος τοῦ λόγου τὴν κυριολογίαν καὶ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναπέμποντος. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οἱ μὲν λοιποὶ, φησὶν, ἄνθρωποι δι᾽ οἰκείας ἁμαρτίας ἐλέγχοις καὶ ὀνειδισμοῖς ὑποβάλλονται· ἐγὼ δὲ ὁ μὴ γνοὺς ἁμαρτίαν ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐπειδήπερ σὺ αὐτὸς ὁ φιλάνθρωπος Θεὸς ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτίαν με ἐποίησας, ὅπως οἱ πιστεύοντες εἰς ἐμὲ γένωνται δικαιοσύνη. Ἀλλὰ καὶ «ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,» διὰ τὴν σὴν βουλὴν κενώσας ἐμαυτὸν καὶ μέχρι θανάτου ταπεινώσας, καθ᾽ ὃν καιρὸν οἱ παραπορευόμενοι ἐβλασφήμουν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· «Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.

Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν ἱερέων καὶ Γραμματέων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι.» Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν· «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οὐ γὰρ δι᾽ ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ᾽, «ἕνεκά σου» καὶ τὸν προλεχθέντα «ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυψεν ἐντροπή·» ἢ, κατὰ τὸν Σύμμαχον, «Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ.» Καὶ ταῦτα πάντα ὑπέμεινα. φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ «ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Δύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλοτριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐτοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ᾽ οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέντων ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.»

Καὶ ἐν τῷ Εὐαγγελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγε· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶπον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τούτοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ, ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα;» Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθένον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐτοῦ.

Ἀλλ᾽ ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλότριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνησίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοιποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ᾽ ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ᾽ οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ τῇ μητρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν δύναται τούτοις ξένος εἶναι νομίζεσθαι; Ὥστε μὴ χώραν ἔχειν περὶ τούτων λέγεσθαι τὸ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Οὐ γὰρ ἦν τούτων ξένος, ἀλλὰ καὶ ἄγαν τίμιος· ὡς μηκέτι τοὺς προλεχθέντας αὐτοῦ ἀδελφοὺς υἱοὺς εἶναι τῆς Μαρίας ἡγεῖσθαι, ἕτεροι δ᾽ ἂν εἶεν παρὰ τούτους οἱ διὰ τοῦ ψαλμοῦ λεγόμενοι υἱοὶ τῆς μητρὸς αὐτοῦ, οἷς ξένος ἐγενήθη.

Νοήσεις δὲ μητέρα μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ τῆς τοιαύτης μητρὸς τοὺς ἀρνησαμένους αὐτὸν, καὶ εἰρηκότας· «Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» Διὸ ἔλεγεν αὐτοῖς, ἐπειδὴ ξένον αὐτὸν ἐνόμιζον· «Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ξένον δὲ αὐτὸν πάλιν ἡγοῦντο λέγοντες· «Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Διὸ ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Οὕτω τοίνυν ξένος καὶ ἀλλότριος γέγονε τοῖς υἱοῖς τῆς μητρὸς αὐτοῦ. Ταῦτα δὲ πάντα ὑπέμεινε διὰ τὴν ἐπιλεγομένην αἰτίαν, ἣν ἀναγκαίως παρίστησι λέγων· «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.» Ἐπειδὴ γὰρ, πολλῇ παῤῥησίᾳ χρώμενος, τοὺς τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ οἶκον ἐμπορίου καὶ σπήλαιον λῃστῶν ποιοῦντας ἤλεγχέ τε καὶ ἤλαυνε, τούτου χάριν ἐπεβούλευον αὐτῷ· ὃ δὴ παρίστησιν ὁ εὐαγγελιστὴς εἰπών· «Καὶ ἦν ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα· καὶ εὗρεν ἐν τῷ ἱερῷ πωλοῦντας πρόβατα καὶ βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας.

Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» ἐπιλέγει· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τοὺς ὀνειδισμοὺς τῶν ὀνειδιζόντων τὸν Θεὸν εἰς ἑαυτὸν ἀναλαμβάνων, ἔκδικος ἐγένετο τούτων· διὸ ἔλεγε· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.» Οὐ γὰρ φέρων τοὺς διὰ τῶν οἰκείων ἔργων ὄνειδος προστρίβοντας τῷ τῆς θεοσεβείας νόμῳ, τοὺς ἐλέγχους ἐποιεῖτο κατὰ τῶν ἀρχόντων τοῦ ἔθνους. Διὸ τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ παρῄνει λέγων· «Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Εἶθ᾽ ἑξῆς ἀπελέγχων αὐτοὺς εἰς αὐτῶν πρόσωπον ἔλεγεν· «Οὐαὶ ὑμῖν; Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ πάλιν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις.» Τῶν γοῦν τοιούτων ἐλέγχων ἕνεκα τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο. Διόπερ ἐνταῦθά φησιν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.»

Ὅτε μὲν, φησὶν, ἑώρων τὸν σὸν οἶκον πάσης πληρούμενον ἀνομίας, καὶ ποτὲ μὲν γιγνόμενον οἶκον ἐμπορίου, ποτὲ δὲ σπήλαιον λῃστῶν, πυρούμενος ὑπὸ θείου ζήλου, ἤλαυνον τοὺς ἔνδον παρανομοῦντας· ἀλλὰ καὶ ὅτε ταῖς ἑαυτῶν ἀθεμίτοις πράξεσιν ὄνειδος περιῆπτόν σοι τῷ Θεῷ, οὗ τὴν θεοσέβειαν ἐπηγγέλλοντο, πάλιν εἰς ἑαυτὸν ἀναλαμβάνων τοὺς τοιούτους ὀνειδισμοὺς, ἠναγκαζόμην παῤῥησίᾳ χρῆσθαι, καὶ τοὺς ἐλέγχους αὐτοῖς θεραπευτικῶς προσφέρειν· ὅτε δὲ ἑώρων ἀναισθήτως αὐτοὺς ἔχοντας, καὶ μὴ ἐπιστρεφομένους τοὺς ἐμοὺς ἐλέγχους, ἀποκλαιόμενος αὐτῶν τὴν ἀπώλειαν, ἐνήστευον καὶ κατεπόνουν ἐμαυτὸν ὑπὲρ αὐτῶν.

Οἱ δὲ καὶ οὕτως ὠνείδιζόν μοι διασύροντες καὶ χλευάζοντες τὴν ἐμὴν νηστείαν. Βουλόμενος δὲ αὐτοῖς ὑπογραμμὸν μετανοίας δεικνύναι, οὐ μόνον νηστείαις ἐμαυτὸν κατεπόνουν, ἀλλὰ καὶ τὸ ἔνδυμά μου σάκκον ἐποιούμην, κολάζων καὶ τιμωρούμενος τὴν ἐμαυτοῦ σάρκα, αὐτῷ τε ἔργῳ τρόπον ἐξομολογήσεως καὶ τῶν προτέρων ἁμαρτημάτων καθάρσεως ἐπιδεικνὺς αὐτοῖς.

Οἱ δὲ καὶ ταῦτα γελῶντες ἀντὶ παραβολῆς με εἶχον, συνερχόμενοι μὲν ἅμα καὶ πρὸς ταῖς ἑαυτῶν πύλαις καθεζόμενοι, πᾶσαν δὲ τὴν ἑαυτῶν ὁμιλίαν περὶ ἐμοῦ ποιούμενοι, καὶ μονονουχὶ ἀδολεσχοῦντες πρὸς ἀλλήλους ἐν τῇ κατ᾽ ἐμοῦ χλεύῃ. Οὐκ ἀπήρκει δὲ αὐτοῖς διασύρειν καὶ χλευάζειν τὰς ἐμὰς ὑπὲρ αὐτῶν ἀσκήσεις, ἀλλὰ καὶ συμπόσια συγκροτοῦντες, ᾠδὰς καὶ ᾄσματα εἰς ἐμὲ διεξῄεσαν οἰνοφλυγοῦντες καὶ μεθυσκόμενοι ἐν ταῖς κατ᾽ ἐμοῦ παροινίαις. Ἐφ᾽ οἷς ἔτι μᾶλλον ἐγὼ συνεκάλυπτον ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐτιθέμην τὸ ἔνδυμά μου σάκκον, τὴν αὐτῶν ἀπώλειαν ἀποκλαιόμενος. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Καὶ ἔκλαυσα ἐν νηστείᾳ ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἔδωκεν ἔνδυσίν μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Ὡμίλουν ἐν ἐμοὶ καθήμενοι πύλην· καὶ ψαλμοὶ πινόντων μέθυσμα.» κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ κλάοντι μετὰ νηστείας τὴν ψυχήν μου ἐγένετο εἰς ὄνειδος ἐμοί. Καὶ τάσσων τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.

Διηγοῦντό με καθήμενοι ἐν πύλῃ, καὶ ἔψαλλόν με οἱ πίνοντες μέθυσμα.» Ἀλλὰ τούτοις συνεξετάσαι ἀναγκαῖον, πῶς εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίοις· «Ἦλθεν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Ἀλλ᾽ ἐρεῖς ταῦτα κατ᾽ ἀρχὰς τοῦ Εὐαγγελίου γίγνεσθαι, ὅτε διὰ τὸ μὴ νηστεύειν τοὺς μαθητὰς αὐτοῦ, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ποιούμενος, ἔφασκεν· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος· ἀρθήσεται ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Ὁρᾷς γὰρ, ὡς καὶ αὐτὸς ἠπίστατο τὸν τῆς νηστείας καιρόν;

Εἰ τοίνυν τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συνεξετάσειας τοῖς μετὰ χεῖρας προκειμένοις, εὕροις ἂν ὅπως ταῦτα ἐπληροῦτο, ὅτε λοιπὸν αἰρομένου τοῦ νυμφίου καὶ οἱ μαθηταὶ αὐτοῦ ἐνήστευον. Ἐφ᾽ οἷς οὐκ ἀπεικὸς ἦν καὶ αὐτὸν προορῶντα, ὡς μικρὸν ὕστερον ἀπηλλοτριωμένος ἔσται αὐτοῖς, καὶ ὡς τὸ πᾶν ἔθνος τοῦ ἐκ περιτομῆς λαοῦ τὸ αἷμα αὐτοῦ ἐξαιτήσεται, καὶ ὡς Πέτρος αὐτὸν ἀρνήσεται, καὶ τοιαῦτα κατ᾽ αὐτοῦ τολμηθήσεται, ὥστε σκότος διαλαβεῖν τὸ περιέχον, ἥλιόν τε αὐτὸν σκοτισθῆναι, καὶ τὸ καταπέτασμα τοῦ νεὼ σχισθῆναι, ἀνατραπῆναί τε πάντα τὰ πάλαι τοῦ Ἰσραὴλ σεμνὰ, λέγω δὲ τὴν βασιλείαν αὐτῶν καὶ τὴν ἱερωσύνην καὶ τὰ Ἅγια τῶν ἁγίων· πάντων τε τούτων ἀποβολὴν καὶ ἀνατροπὴν ἀθρόαν γενέσθαι· τούτων ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ σάκκον ἐφ᾽ ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ᾽ αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι᾽ αὐτῶν διερχομένους ταῖς κατ᾽ αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς, οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ᾽ αὐτοῦ. Διὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι᾽ ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων. «

Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς.

Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. Οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ τῆς ἀληθοῦς· Τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ᾽ ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;» Ἡ γὰρ ἀνωτέρω λεχθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται. Σημαίνει δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπάγησαν εἰς τὸν πηλόν. Ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώσας ἐμαυτὸν μέχρι τούτου· ἀλλ᾽ ἱκετεύω λέγων· «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρίστησιν· ἀφ᾽ ὧν ῥυσθῆναι εὔχεται λέγων· «Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.

Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.» Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἀλλὰ διὰ μὲν τῶν προτέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον. «Ῥυσθείην» γάρ φησιν «ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλινδρομῆσαι.

Ἐπ᾽ ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. Διὸ ἀντιβολῶ σε τὸν Πατέρα λέγων· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Μηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ νῦν μὲν ὑδάτων μέμνηται καὶ βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ καʹ ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ.» Καὶ ἐνταῦθα διὰ τοῦ παρ᾽ Ἑβραίοις ἀνεκφωνήτου τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἐπικαλεῖται λέγων· Ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπάγω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευσόν μου τῇ δεήσει, ὦ Κύριε, «ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ. Μὴ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.»

Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν᾽ ὥσπερ μέγας ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ᾽ ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν Πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ, ἀλλ᾽ ἐπιβλέψαι εἰς αὐτόν. Εἶτα ἐπιλέγει· «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.» Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς.» Πρῶτος γοῦν αὐτὸς τὴν στενὴν αὐτὴν καὶ τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν· «Ὅτι στενή μοι,» καὶ, «ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» Ἐδήλου δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν στένωσιν λέγων· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν Πατέρα ἐμβλέψαι καὶ θεάσασθαι τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε· «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει· «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γιγνώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.»

Ὡς γὰρ ἀνωτέρω ἔλεγε· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν·» οὕτω καὶ νῦν τῆς σῆς, φησὶ, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου. Ἐδήλου δὲ περὶ τούτων καὶ ἐν τοῖς ἔμπροσθεν λέγων· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.» Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ πνεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. Καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, «τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα,» γινώσκεις. Οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλίβοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. Διὸ περὶ αὐτῶν φημι, «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι· θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλίβουσι διὰ τῆς αὐτῶν ἀπωλείας. Εἶτ᾽ ἐπιλέγει· «Ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν·» ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ὀνειδισμὸς κατέαξε τὴν καρδίαν μου, καὶ ἠνιώμην·» ὁ δὲ Ἀκύλας, «Ὀνειδισμὸς, φησὶ, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.» «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.

Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρηγοροῦντα, καὶ οὐχ εὕρισκον· Καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολὴν, καὶ ἐν τῇ δίψει μου ἐπότισάν με ὄξος.» Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν, ἔφυγον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ᾽ ἐκτὸς λύπης οὐκ ἦσαν, διδάσκει τὸ Εὐαγγέλιον. Ὅτε γὰρ Πέτρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ᾽ ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον.

Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀποστόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν, περὶ ὧν ἔλεγεν· «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος· οἱ δὲ τὰ ἐναντία τούτοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ᾽ ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον ἢ συλλυπούμενοι.

Κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον· ἀλλ᾽ οὐδὲ παράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται. Πάντα δὲ τὰ κατ᾽ ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶμά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ ποτοῦ προσέφερον. Τοιαύτην δέ μοι ἐκίρνων χολὴν ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Νοήσεις δὲ ὅπως τρέφεται ὁ Σωτὴρ ἡμῶν ἐπακούων αὐτοῦ λέγοντος· «Ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με.» Εἰ δὲ ἀντὶ τροφίμων καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ᾽ αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρεμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκτροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον δίδωσιν. Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ἔνθεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαΐου καταμέμφεται τὸ Πνεῦμα λέγον· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» Καὶ πάλιν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.»

Ἔργοις τοιγαροῦν καὶ πράξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ Σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότισαν αὐτὸν ὄξος. Ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέγων· «Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή. Σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφή, Καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.» Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς Γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ περιγράφει πάθη. Εἶτ᾽ ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.» Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλλοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ Γραφή· ἀρτίως γοῦν ἔλεγε τὸ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν,» ἀντὶ τοῦ, δώσουσι, «καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἀντὶ τοῦ, ποτίσουσι.

Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ πάλιν· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. Οὕτω καὶ ὅσα νομίζεται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά ἐστι τὰ μετὰ χεῖρας. Τὸ γὰρ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν,» ἀκουστέον ἀντὶ τοῦ, «γενήσεται·» καὶ τὸ, «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν,» ἀντὶ τοῦ, «σκοτισθήσονται·» καὶ τὰ ἑξῆς τούτοις παραπλησίως.

Οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ καταρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις. Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προφητικῶς καὶ ταῦτα λέλεκται. Ἀνθ᾽ ὧν γὰρ τετολμήκασι καὶ διεπράξαντο κατ᾽ ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ᾽ εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, ἀνθ᾽ ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους Γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει.

Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων Γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον· καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλ᾽ αὐτοῖς ἔσεσθαι τοιαύτην. Τοῦτο γὰρ σημαίνει ὁ λόγος εἰπών· «Ἐνώπιον αὐτῶν γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.» Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. Ταῖς γοῦν θείαις Γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφοντες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ Σωτῆρος περιπειρόμενοι. Ἀλλὰ καὶ εἰς ἀνταποδόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. Ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβάνουσιν ὧν ἔδρασαν κατ᾽ αὐτοῦ τὴν τιμωρίαν. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, «καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν. Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. Σκανδαλίζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα· ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ, ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρουσίᾳ.

Οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον. Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχοντες οὐκ ἤκουον. Ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαΐαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. Διὸ προαγορεύει φάσκων ὁ λόγος· »Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπίζει λέγων· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον,» ἀντὶ τοῦ, «συγκάμψεις·» καὶ, «Ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου,» ἀντὶ τοῦ, «ἐκχεεῖς·» καὶ, «ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς,» ἀντὶ τοῦ, «καταλήψεται.» Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν.

Πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο· εἶτ᾽ αὖθις τὴν οἰκείαν ἐλευθερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωϋσέως νόμον λατρείαν διατρέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθησαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ᾽ ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, «διαπαντός·» οὐ γὰρ πρὸς ὀλίγον τινὰ χρόνον καθὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, «διαπαντὸς,» φησίν. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε· «Καὶ τοὺς νώτους αὐτῶν ἐνδελεχῶς ἀτόνωσον·» ὁ δὲ Σύμμαχος· «Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.» Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως κατ᾽ αὐτῶν ἐξεχύθη. Διὸ ἐπιλέγεται· «Ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλμῷ τῷ φήσαντι· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τούτοις συμφώνως ἔλεγεν· «Ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.»

Πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ Θεοῦ ὀργῆς ἐπ᾽ αὐτοὺς ἐκχεομένης. Μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων· «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη·» ἀντὶ τοῦ, γενηθήσεται· «καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἀντὶ τοῦ, μὴ ἔσεται. Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, «ἀοίκητος·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἠφανισμένη.» Ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομάζει, οὐκέτι Θεοῦ πόλιν οὖσαν, ἀλλ᾽ αὐτῶν ἔπαυλιν.

Διὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. Εἶτ᾽ ἐπιλέγει· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,» ἐξ αὐτῶν δηλαδὴ τῶν πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. Εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι· ἀλλ᾽ οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύνασθαι.

Διὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν. Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ᾽ «ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι᾽ οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ· «Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαΐας διδάξει λέγων· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ.

Ἀλλὰ καὶ «ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ Πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι.

Διὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ᾽ ἄνδρα πολίτην αὐτοῦ. Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτω τὰ πρόβατα τῆς ποίμνης·» ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτὸς ὁ Σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ ἐν τῷ μετὰ χεῖρας τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ, «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Ὁ μὲν οὖν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Δυνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐτὸν παθεῖν. Οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλασαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαΐου φωνῶν, δι᾽ ὧν ἐλέγετο· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ Κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ὅτι τε ἐτραυματίσθη οὐ δι᾽ ἄλλο τι, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.

Οἱ δὲ τούτων μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπεδίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι. Διό φησιν ἐνταῦθα· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐγὼ μὲν γὰρ τὰ ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά. «Ἔδωκαν» γοῦν «εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» οὐ μόνον καθ᾽ ὃν ἔπασχον ὑπ᾽ αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ᾽ ἐμοῦ βλασφημίαις παραμένοντες. Διὸ κατὰ τὸν Ἀκύλαν, ἀντὶ τοῦ, «προσέθηκαν,» διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, «ἐξηγοῦντο.» Οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ᾽ αὐτοῦ τολμῆσαι· ἀλλ᾽ ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυχώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ᾽ αὐτοῦ τολμηθέντα αὐτοῖς διηγοῦντο. Ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ᾽ ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις· «Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν·» ἀντὶ τοῦ, «προσθήσεις·» ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη.

Τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ᾽ ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ᾽ ἡμῖν. Διὸ λέλεκταί που πρὸς τὸν Θεόν· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις·» Καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. «Καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.» Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμενος.

Ἀλλὰ καὶ «Μὴ εἰσελθέτωσαν, φησὶν, ἐν δικαιοσύνῃ σου.» Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βασιλείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοιαῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνελευσομένων· ἀλλ᾽ οὐδὲ ἐγγραφήσονται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. Εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζώντων διὰ τοὺς παρὰ τῷ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ᾽ ἐπεὶ τοιαῦτα τετολμήκασιν, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Διασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν ζώντων, ἐπιλέγει ἑξῆς· «Καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀνθρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ Θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ᾽ αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. Καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ᾽ ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος. «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ὁ εἰπὼν ἐν Εὐαγγελίοις· «Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί.

Πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς αἰωνίου βασιλείας ἀποθέμενος Διό φησιν ὁ Παῦλος· «Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι᾽ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλὰ καὶ «ἀλγῶν» γέγονε· διὸ ἔλεγεν ἀνωτέρω· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι᾽ αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. Διὸ ὥσπερ ἀλγῶν ἐβόα· «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ᾽ ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν;» Διό φησι· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. Εἰ γὰρ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης, ὡς διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ πεπονθέναι τὰ προλεχθέντα. Διὸ καὶ ἐν καʹ ψαλμῷ τὸν «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἀνέπεμπεν ὕμνον.

Εἶθ᾽ ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λόγους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυτοῦ Πατρὶ, ἐν οἷς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ᾽ ᾠδῆς.» Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης.

Ἀλλὰ καὶ «μεγαλυνῶ αὐτὸν,» φησίν· δῆλον δ᾽ ὅτι τὸν αὐτοῦ Πατέρα. Πῶς δὲ καὶ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, «ἐν αἰνέσει·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν εὐχαριστίᾳ.» Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι᾽ ἧς ὁ Υἱὸς μεγαλύνει τὸν Πατέρα, ἐπιστήσας τοῖς μυστηρίοις τῆς Καινῆς Διαθήκης, ἐν οἷς καθ᾽ ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τοῦ Θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας ἀναφέρειν τῷ Θεῷ παρείληφεν. Αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σωματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωϋσέως νόμον πάλαι προσαγομένων. Διὸ ἐπιλέγει· «Καὶ ἀρέσει τῷ Κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ Θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέντων.

Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· «Καὶ ἀρέσει τῷ Κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κεράστης.» Διὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. Τῶν γὰρ κατὰ τὸν Μωϋσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν· καὶ τὰ μὲν ἄῤῥενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ λαοῦ, τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος. Πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ᾽ ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο. Ποτὲ δὲ ὁ μόσχος ὁ ἄῤῥην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸς τὸν μόσχον προσῆγε.

Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ γέγραπται· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ·» καὶ ἑξῆς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελῶσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας.» Καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· «Καὶ προσήγαγε Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.» Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσεφέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρχιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι, ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· «Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν·» ἀνθ᾽ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· «Εἰς πλημμέλησιν τοῦ λαοῦ.»

Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι· γέγραπται γάρ· «Καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν·» καὶ πάλιν ἑξῆς· «Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·» Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ τῆς προτεθείσης Γραφῆς· εἰκότως, Οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ Ἐκκλησίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι᾽ αἰνέσεως· ἥτις ἀρέσει τῷ Θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωϋσεῖ νενομοθετημένος μόσχος. Διὸ λέλεκται· «Μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ,» ἡ αἴνεσις δηλαδὴ, «ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἔτυχον δ᾽ ἂν ἀφέσεως καὶ καθάρσεως τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν καινὴν καὶ σωτήριον Διαθήκην παραδεξάμενοι.

Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί φησι διὰ τῆς εὐχῆς· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προλεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρημένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους. Ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδομασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» θεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν Εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Ταῦτα γὰρ σύμφωνα ἦν τῷ φήσαντι λόγῳ· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν Θεὸν ἐπαγγέλλεται· διό φησι· «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Πηγὴ γὰρ ζωῆς παρ᾽ αὐτῷ.

Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ᾽ ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακούσεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν πενήτων. Οὐ γὰρ τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. Διὸ εἴρηται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰσακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ.

Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκετεύοντες· διό φασι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου;» Οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθορὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ Θεοῦ τυγχάνουσι, καὶ πεπεδημένοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. Οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως. «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν πενήτων λόγον ἐπιφέρει· «Αἰνεσάτωσαν αὐτὸν οὐρανοί.» Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ θάλασσαν ἤμελλον Ἐκκλησίαι τῷ Θεῷ συνίστασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται, «καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θαλάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα.

Καὶ παρὰ τῷ Ἡσαΐᾳ θηρία καὶ ἑρπετὰ ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρηται· «Καὶ συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν·» ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν οὐρανῷ καὶ τοῖς κατ᾽ οὐρανὸν ἀγγέλοις τὰ ἀποδοθέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν Θεόν. Διὸ λέλεκται· «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Πῶς δὲ δύναται τὸν Θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι φρονήσεως καὶ Θεοῦ γνώσεως; Οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; Ὅτι δὲ ἀνθρώπους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ Εὐαγγέλιον, ἐν ᾧ γέγραπται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.» «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Αἰτίαν ἀποδίδωσι δι᾽ ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς αἰνέσειν λέγονται τὸν Θεόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη, «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις Ἰουδαίας.»

Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν; Πόλεις δὲ Ἰουδαίας μὴ ὄκνει λέγειν τὰς θεοπνεύστους Γραφὰς, δι᾽ ὧν ἡ Ἰουδαϊκὴ πολιτεία τετύπωται. Ἀλλ᾽ αὗται μὲν αἱ πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας· δι᾽ ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ πνευματικοῦ νόμου. Οὕτως οὖν οἰκοδομοῦνται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται· «Καὶ κληρονομήσουσιν αὐτήν.» Ἀλλὰ καὶ «τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.» Δοῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις Γραφαῖς καθέξει; Ἀλλὰ καὶ «οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,» δῆλον δ᾽ ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»

Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ Θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ,» εἶεν ἂν πόλις τῆς Ἰουδαίας; δι᾽ ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ Πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ Εὐαγγελίου αὐτοῦ.

Ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ Θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέλειον ἐλθόντες τῆς τοῦ Θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ᾽ αὐτοῦ, τὸ κατασκηνῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ Τῼ ΔΑΥΙΔ ΕΙΣ ΑΝΑΜΝΗΣΙΝ. ΞΘʹ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέλος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται.

Εἴρηνται δὲ «τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν᾽ ἔχοι προχείρως διὰ στόματος ἀπομνημονεύειν αὐτοὺς, καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι. Δύο δέ εἰσιν οἱ «εἰς ἀνάμνησιν» ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας, καὶ ὁ λζʹ ἐπιγεγραμμένος καὶ αὐτὸς «εἰς ἀνάμνησιν.» Ἀλλ᾽ ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμπεν, ἀλλ᾽ ἦν «ψαλμὸς τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» Οὗτος δὲ «εἰς τὸ τέλος» ἐπιγράφει. Ὁ μὲν οὖν λζʹ, οὐ μελλόντων ἦν προαγορευτικὸς, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ϛʹ λέγων· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Μίαν τε οἱ ἀμφότεροι ὑπόθεσιν περιεῖχον. Ὁ μὲν γὰρ ἕκτος προϊὼν ἐπιλέγει· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·» ὁ δὲ λζʹ τὰ ὅμοια διδάσκει λέγων· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέφερε.

Διόπερ «εἰς ἀνάμνησιν» ἐπέγραφεν, ἐπαναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξομολογήσεως. Διὸ οὐκ ἐπέγραφεν «εἰς τὸ τέλος.» Ὁ δὲ παρὼν «εἰς τὸ τέλος» εἴρηται, ἐπειδήπερ ἱκετηρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ Προφήτου προλαμβάνοντος καὶ εὐχομένου· ἵν᾽, εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ᾽ αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. Μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον ἀναφέρεται τὰ λεγόμενα τοῦ Σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· «Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.» Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν «εἰς τὸ τέλος.» Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυῒδ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν.»

Διὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐξῄτει λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοηθοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ᾽ ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «Εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ᾽ εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον.

Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμένους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ᾽ αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν Ἐκκλησίαν αὐτοῦ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε.» Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. Καὶ εἰ μὲν ὁ Δαυῒδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, «Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι᾽ αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ. Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.»

Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, «ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λεγέτωσαν, Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι᾽ ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. «Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.» Καὶ Δαυῒδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. Διὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέγων· «Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι᾽ ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. Διό φησι· «Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις.

Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ᾽ αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· «Μεγαλυνθήτω ὁ Θεὸς,» αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ.

Οʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με.» Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λʹ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου.» Ἀλλ᾽ ἐκεῖνος μὲν, «Εἰς τὸ τέλος,» καὶ «Ψαλμὸς τῷ Δαυῒδ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη.

Διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ Δαυΐδ.» Εἴποι δ᾽ ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·» καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν·» καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ Πατρί· Διά τε τὸ λέγεσθαι ἐν αὐτῷ· «Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου·» αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ καʹ ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ, «Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ,» ἰσοδυναμεῖν ἔοικε τῷ ἐν καʹ ψαλμῷ φάσκοντι λόγῳ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.» Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» ἐν δὲ τῷ προκειμένῳ, «Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.»

Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· «Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με;» Εἴτ᾽ οὖν ἐκ προσώπου τοῦ Σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἐφ᾽ ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. «Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Κέκραγέ τε βοῶν ὁ λόγος· «Μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας, μηδὲ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία·» καὶ πάλιν· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας.»

Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ᾽ ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μου καὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» —«Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, «Ὁ Θεός μου.»

Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει· «Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·» ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε διέλιπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. Ὧν χάριν ἱκετεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής.» Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ᾽ ἂν καὶ περὶ τοῦ Δαυΐδ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· «Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου.» Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν.

Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, «Ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Τὸ δὲ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστὴς,» μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ᾽ ὃν ἐκυοφορεῖτο καιρόν. Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν ἄν. Ὁ δὲ λέγων τῷ Θεῷ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς,» οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι᾽ ἧς ἐπ᾽ αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος.

Τὸ δὲ, «Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστής,» δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ᾽ ἂν συνέστη, οὐδ᾽ ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, «Σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο.

Οὕτως διαπαντὸς «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν Πατέρα. Διὸ ἐπιλέγει· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ᾽ αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ᾽, Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν.

Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. Διό φησιν· «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλ᾽ ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν ὑπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· «Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά.» «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.»

Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός· πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας.

Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμμαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε· «Πλησθείη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.» Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ᾽ οὔτι γε νικηθεὶς ὑφ᾽ ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνόμενος» τῷ Πατρὶ «μέχρι θανάτου, καὶ θανάτου σταυροῦ.» Διό φησιν· «Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.»

Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· «Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» «Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. Σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ᾽ ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συνήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσονται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «οἱ ἀντικείμενοι τῇ ψυχῇ μου.»

Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ᾽ αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ᾽ αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ᾽ αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ᾽ αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας;

Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι᾽ αὐτῶν σταυρῷ παραδοθέντα καθ᾽ ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,» ὑπ᾽ αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος, «καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Διαθήκην πρὸς τῇ Παλαιᾷ παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι᾽ ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος.

Διό φησιν ὁ Ἀπόστολος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» Διὸ ἐνταῦθα λέλεκται «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου·» ἢ κατὰ τὸν Σύμμαχον, «κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου.» Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ᾽ ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ᾽ ἑκάστης ἡμέρας τὴν δι᾽ αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, «Ὅτι οὐκ ἔγνων γραμματείας.» Τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων· «Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.» Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.

Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λατρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν. «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.» Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» ᾜδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν· «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου·» καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι᾽ ἐμοῦ, «ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.»

Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. Διὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ «τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.» Σὺ αὐτὸς ὁ Πατὴρ, δι᾽ ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων. Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ᾽ ἂν εἰκότως ἡ κατ᾽ ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ᾽ ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.»

Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· εἰ δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη.

Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς Ἐκκλησίας δι᾽ ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας.» Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ πάλιν· «Διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκκλησίας.

Ἀλλ᾽ ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά;» καὶ τὰ ἑξῆς. Τοὺς ἀκριβεῖς λόγους καθ᾽ οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Οὐδ᾽ ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ᾽ ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι᾽ οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ᾽ ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν. Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, «Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.» Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ᾽ αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι.» Ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύσσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· «Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;»

Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας.

Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁ δὲ εἰπὼν ἐνταῦθα, «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν.

Ὁ δ᾽ αὐτὸς ἐπιλέγει· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγαλοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. Διό φησιν· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου.» Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, «ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· «Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· «Διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου.»

Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ «ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, «ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι᾽ αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι᾽ ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωοποιήσας αὐτὴν μεθ᾽ ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι᾽ ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ᾽ ἑκάστην Ἐκκλησίαν λαούς; Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον.

Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι᾽ ὧν ὁ Υἱὸς τῷ Πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων· «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.» Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ «ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.» Ἀλλὰ καὶ «ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου.» Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας.

Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, «ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Ὅτι κατῃσχύνθησαν, ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι κατῃσχύνθησαν οἱ ζητοῦντες κακίαν μου.» Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλησιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι᾽ αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά. Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ᾽ αὐτοῦ περινοοῦντες, μηδεμίαν δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ᾽ αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· «Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι, καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ «ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.»

ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑʹ. «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός.» Οἱ λοιποὶ τοῦ «Σολομῶντος» ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» Ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ᾽ αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη. Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευόμενον.

Διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται. Ἀλλ᾽ ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» Δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ᾽ εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ᾽ ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ᾽ ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυῒδ, οὔτε τις τῶν μετ᾽ αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα.

Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυῒδ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι᾽ αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυῒδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία «εἰς Σολομῶντα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυΐδ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος.

Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι᾽ οὗ εἴρηται· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· «Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅρος παρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ τὸ κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι᾽ ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν᾽ ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.»

Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον ἐκ σπέρματος Δαυῒδ ἐξ αὐτοῦ τε τοῦ Σολομῶντος γεννώμενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Διὰ τούτων γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ Πατρός· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν Υἱὸν τοῦ Θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου ἐν Παροιμίαις τάδε φησίν· «Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.

Δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Γέννημα τοίνυν τοῦ Θεοῦ ἡ σοφία καὶ ὁ Υἱὸς αὐτοῦ ὁ Μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ᾽ ὅτι τῷ Μονογενεῖ Λόγῳ σου. Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆναι, ἵνα μὴ μόνον τῶν κατ᾽ οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ Θεός· υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ σάρκα νοουμένου ἐκ σπέρματος Δαυῒδ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ Θεοῦ Λόγος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροιμίαις αἰνίττεσθαι τὸν Σολομῶντα ἡγοῦμαι δι᾽ ὧν γράφει λέγων· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς;

Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» καὶ ὁ Θεοδοτίων ὁμοίως· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πεποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου·» Ὁ δ᾽ ἐνταῦθα λεγόμενος αὐτοῦ Υἱὸς εἴη ἂν ὁ κατὰ σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος Δαυῒδ καὶ Σολομῶντος γενομένην.

Ἀλλ᾽ ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνάξουσιν, οὐκ εἰδότες τὸν Υἱὸν τοῦ Θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς Υἱὸν Θεοῦ, σαφῶς καὶ διαῤῥήδην παρίστησιν ἡ Γραφὴ λέγουσα· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Φάσκων δὲ ὁ λόγος ἐν τῷ ψαλμῷ· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. Κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ Θεῷ καὶ τὸ κριθὲν παρ᾽ αὐτῷ τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ παρακολουθεῖ τὸ κατ᾽ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ.

Διόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βασιλεῖ· ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κριθὲν τῷ Πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας αὐτοῦ. Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. Δικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ Ἀπόστολος εἰπών· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» Αὕτη τοίνυν ἡ τοῦ Πατρὸς δικαιοσύνη τῷ Υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενομένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. Τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ βασιλέως, ἑξῆς διδάσκει λέγων· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ Θεοῦ καὶ τὸν ἐν ἀνθρώποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρίνεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξασθαι τὸν βασιλέα. Διόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι᾽ οὗ ἀνείληφεν Υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τοῦ δικαίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.»

Καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ Ἀπόστολος λέγων· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Πρὸς τοῖς προτέροις καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελίζωνται.

Πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσαύτως· ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλοτριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐνταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. Ὄρη δὲ καὶ βουνοὺς εἰρηνεύοντας ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυνάμεις; αἳ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ Θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ᾽ ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβαλόντες τῆς ἔχθρας. Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος.

Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ᾽ οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται. Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ᾽ αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην, ἢ τὸ σωτήριον Εὐαγγέλιον, δι᾽ ὃ λέλεκται· «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ᾽ ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.»

Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς τε ὁμοίως Πέτρῳ φήσαντας· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι.» Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. «Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Ἀλλ᾽ εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ πάλιν· «Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.»

Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, «Καὶ ταπεινώσει συκοφάντην.» Τίς γὰρ τῶν τυραννευσάντων, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται; Τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου Γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας;

Ἀλλὰ γὰρ πλείστων ὅσων ἐπισταμένων συκοφαντῶν κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θεσπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδασκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «Καὶ εἰς πρόσωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» Οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ᾽ ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελήνης.

Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος· σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφητευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συνεκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡσαύτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Κατάβασιν τοῦ Θεοῦ Λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμπεριφορᾷ καθ᾽ ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Δι᾽ ὃ λέλεκται· «Καταβήσεται.» Ἀναγκαίως δὲ καὶ παραδείγματι κέχρηται προφητεία φήσασα, «Ὡς ὑετὸς ἐπὶ πόκον.» Ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «Καταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως· παριστῶντες τοῦ Λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν.

Ὑετὸς γὰρ ἐπὶ πόκον κατιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. Ἐπεὶ τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ Σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοὺς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας Παρθένου. Τοῦτ᾽ αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος, εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ Σωτήρ· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ. Οὐ γὰρ ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ᾽ ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ᾽ οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο. Ἡ μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ κτύπος ἐξάκουστος γέγονε καθ᾽ ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ. Δι᾽ ὃ ἐπιλέγεται ἑξῆς, «καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Σταγόνες γὰρ ἢ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ᾽ ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι. Καὶ τοῦτο δὲ τέλος ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τούτοις ἑξῆς εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «Βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἀνθήσει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.» Ἡμέραι δὲ τοῦ Σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. Ὥσπερ γὰρ ἀκούομεν τὸ, «Ἐν ταῖς ἡμέραις Δαυῒδ,» καὶ, «Ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ Σωτῆρος ἡμῶν. Ἀλλ᾽ ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπεσβέσθησαν· δι᾽ ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ Σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών· «Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·» Οὕτω γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. Οὐκοῦν ἐν ταῖς ἡμέραις αὐτοῦ, καθ᾽ ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀναλάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ᾽ ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμένων.

Τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ Σωτῆρος ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόντων ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλήθους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντελεῖ ἁγνείᾳ κατορθούντων βίον. Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι᾽ ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευθέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχομένοις σὺν πολλῇ Θεοῦ δικαιοσύνῃ.

Ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ Σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. Καθ᾽ ἣν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολεμούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ ὀλιγαρχουμένων· τοπάρχων κατ᾽ ἔθνος καὶ τυράννων κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιοχώροις τὰ τῆς τῶν γειτόνων χώρας· πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶνος μέχρι τοῦ Σωτῆρος ἡμῶν συνεστάναι. Ἐξ ἐκείνου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρχία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖσθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ Σωτῆρι ἡμῶν ἐφαρμόττουσαν. Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης παραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» Πότε δὲ παλαιοῦται σελήνη;

Κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ᾽ ἣν πληρωθήσεται ἡ φάσκουσα προφητεία· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» Οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου, οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ᾽ αὐτοῦ προξενηθησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει. Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων.

Ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγραφήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν ἁπάντων. Δι᾽ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις· τοῦτο πάντων εἴσω τῶν ἁπανταχοῦ θαλασσῶν Κύριον ὁμολογήσει τὸν θεσπιζόμενον.

Δι᾽ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Γνῴης δ᾽ ἂν τοῦ λόγου τὸ ἀποτέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ Κύριον ἀναγορεύουσιν. Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης κατακυριεύσειν αὐτόν φησι σφόδρ᾽ ἀναγκαίως.

Ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδασκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. Ὅντινα ποταμὸν παρίστησι τὸ Εὐαγγέλιον φάσκον· «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἐξ ἐκείνου γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης. Παραδόξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαΐας ὁ προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυττεν Ἰωάννης ὁ Βαπτιστής. Ἐβόα δ᾽ οὖν λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἀντὶ τίνος γὰρ οὐχ ἑτέρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ᾽ αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἀλλ᾽ οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰουδαίᾳ εὐαγγελίζεται;

Οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ Ἠσαΐᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «Καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν προφητευόμενον.

Ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι᾽ ἔργων κεχωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν περάτων τῆς γῆς ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ κυριολογούμενον τὸν Χριστὸν τοῦ Θεοῦ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.» Σφόδρ᾽ ἀκολούθως μετὰ τὸ εἰπεῖν, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης,» Αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ᾽ ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. Ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ᾽ ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ,

Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν· Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ᾽ ἀνιόντος. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν οὐσίας μοι.» Καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» θεσπίζεται. Δι᾽ ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφητευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. Δι᾽ ὃ λέλεκται κατὰ τὸν Ἀκύλαν· «Εἰς πρόσωπον αὐτοῦ κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.» Διὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται Καὶ πρόδηλον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες, γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι᾽ αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμπουσι Θεῷ. Ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστίμησιν.

Οὕτω δ᾽ οὖν ὄψει τοὺς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδονὰς περιλιχμωμένους. Εἰ γὰρ τὸ σῶμα, ᾧπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν Γραφήν· «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκότως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου.

Ἀλλ᾽ οὗτοι μὲν τοιοῦτοι· τὸ δ᾽ ἕτερον τάγμα τῶν τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προσοίσουσιν αὐτῷ, προφητεύεται· δι᾽ ὃ λέλεκται ἑξῆς· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» Καὶ ἐν τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκουμένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι᾽ ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ νήσους. Οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀνέστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἀνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν. Ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ Ἑβδομήκοντα Καρχηδόνα ἡρμήνευσαν. Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβά.» Τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. Ἀντὶ δὲ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν.

Ὥστ᾽ εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ· τὸ μὲν γὰρ πρῶτον Σαβὰ διὰ τοῦ καλουμένου παρ᾽ Ἑβραίοις σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ σάδη στοιχείου κατὰ τὴν Ἑβραϊκὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. Καὶ ὁ Σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «Βασίλισσα Σαβὰ ἀναστήσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος·» σαφῶς παριστὰς ὡς ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. Ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν Βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα· «Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶντος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. Καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον.» Κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. Λέγει δ᾽ οὖν ἡ Μωϋσέως γραφή· «Υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» Γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος. Καὶ δεύτερον δὲ εἴρηται Σαβὰ, περὶ οὗ φησιν ἡ Γραφή· «Υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ Δαδάν.» Εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.»

Πλὴν ἀλλὰ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προσοίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. Μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προεστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ Θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς Ἐκκλησίας ὧν καθηγοῦνται ἐθνῶν; Δι᾽ ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. Οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν αὐτῷ. Ὃ δὴ καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «Εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν Κύριον, τὰς ὑπ᾽ αὐτοῖς ψυχὰς δῶρα προσῆγον αὐτῷ. Διόπερ τούτοις ἑξῆς συνῆπται τό· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Σύμφωνον δ᾽ ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ᾽ ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν. Τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. «

Καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ᾽ ἂν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅτ᾽ ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Ἀντὶ τοῦ· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «Ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» Οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ᾽ ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. Ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς ἐν κρίσει·» δεύτερον, «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις· «Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν, οἳ, τὴν δι᾽ αὐτὸν πτωχείαν ἀνειληφότες, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι᾽ ὃ περὶ αὐτῶν Ἡσαΐας μὲν προανεφώνει λέγων· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Αὐτὸς δὲ ὁ Σωτὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ Σωτῆρι. Τοῦτο γὰρ, φησὶ, γενήσεται, «ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ σαφέστερον ἔλεγεν· Ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι᾽ αὐτὸν πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παντὸς δυνάστου. Πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐτοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυνάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι᾽ αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν. Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ᾽ ἣν ποιήσεται πρὸς αὐτοὺς ἐπαγγελίαν φήσας· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν᾽ εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτων δὲ τῶν πτωχῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν.

Εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐτοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ᾽ αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωϋσέως νομοθεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ᾽ ὑπὸ κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάττειν.

Γέγραπτο γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα· καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. Διὸ λέλεκται ἑξῆς· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» Ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» Διὰ τί δὲ τὸ ὄνομα αὐτῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ᾽ ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέτρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν Δίδυμον, τούς τε οἱοὺς Ζεβεδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς;

Ἀλλὰ καὶ κατὰ τὸ κοινὸν πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ. Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου γραφὴ φήσασα· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.» Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «Καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·» ὁ δὲ Σύμμαχος· «Καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» Δι᾽ ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι᾽ αἵματος ὑπομείνας ἀγῶνα· ὥστ᾽ εἰρῆσθαι περὶ αὐτῶν· «Τίμιος ἐνώπιον Κυρίοι ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Τούτῳ γὰρ ὅμοιον τυγχάνει καὶ τὸ μετὰ χεῖρας φάσκον· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός.» Δοκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴδειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μαθητάς· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ ζήσεται.» Μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν τῶν εἰρημένων.

Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐτοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, κατακυριεύσει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης· εἰκότως μακροβίου ζωῆς ἔδει αὐτῷ.

Πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρσεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; Τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ ζωῆς ἔδει. Διὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγκαίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δηλουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθανάτου καὶ αἰωνίου ζωῆς. Ἑξῆς δ᾽ εἴρηται· «Καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ. Τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν. Καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν Σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν. Μή ποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρόνον, καθ᾽ ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» Τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον.

Διὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σαφέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» Ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν. Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα.

Εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίωσεν ὁ λόγος. Ἐπιλέγει δὲ ἑξῆς· «Καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς πᾶσι γιγνόμενον. Ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι; Νύκτωρ γοῦν καὶ μεθ᾽ ἡμέραν πλεῖον τῆς ἀναπνοῆς πᾶσα ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐτὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφειν τὴν εὐλογίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ὅθεν καὶ αὔξει ὁσημέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέχειν τῆς ἐκ Θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδιαλείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «Ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» Καὶ τὸ τούτων αἴτιον παρίστησι λέγων· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρου τῶν ὀρέων.»

Οὕτω δὲ σημαίνει τὴν Ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀῤῥαγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ Ἐκκλησία τοῦ Σωτῆρος ἡμῶν ἐποικοδομεῖται. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Ὅπως ὑπερήρθη τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγαγών.

Εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαΐᾳ· «Ἰδοὺ δὴ Κύριος Σαβαὼθ συνταράσσει τοὺς εὐδόξους μετὰ ἰσχύος·» καὶ ἑξῆς· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» Λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «Διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Εἴρηται δὲ καὶ ἐν κηʹ ψαλμῷ· «Συντρίψει τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» Ἐπιλύεται δὲ ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται· «Ὅτε ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» Σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμήνευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ. Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβάνου λελεγμένα τῇ Ἱερουσαλήμ. Ἀλλ᾽ οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱερουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λελεγμένα. «Ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λόγιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου Σωτῆρος.

Καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ Ἐκκλησία αὐτοῦ ἡ καθ᾽ ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρον τῶν ὀρέων;» Αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προφητεύεται· εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβανος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ᾽ ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ᾽ ὅλης δηλαδὴ τῆς οἰκουμένης Ἐκκλησία γέγονε. Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτουμένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Τὸ δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ᾽ ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον. Ἀλλὰ καὶ ἡ Ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ Θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. Διὸ λέλεκται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἡ πόλις τοῦ Θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῇ πλημμύροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ Ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.»

Προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλήθους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό· «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρετον, τοὺς ἐν τῇ Ἐκκλησίᾳ δηλαδὴ καρποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Εἶτ᾽ ἐπὶ τούτοις λέγεται· «Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.» Διαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χριστοῦ ὀνόματος, συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. Τοῦτο δὲ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαντες ἤδη παρεστήσαμεν. Μετὰ ταῦτα δὲ λέλεκται· «Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν Ἀβραὰμ χρησμόν· «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι᾽ ἑκάστου προφήτου.

Τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τό· «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·» μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ Μωϋσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· «Εὐφράνθητε, ἔθνη λαὸς αὐτοῦ· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.» Οὕτως οὖν καὶ ἐνταῦθα τὰ πρὸς τὸν Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένα ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρωθήσεσθαι, φάσκον· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Εἶθ᾽ ἑξῆς φησι· «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Πῶς δὲ μακαριοῦσιν αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφητευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ Θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει.

Διόπερ φησὶν ὁ θεῖος Ἀπόστολος· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» Οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον. Διὸ πρῶτον μὲν ἐμακάριζον αὐτὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μʹ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·» τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πηʹ τυγχάνει, οὗ τέλος· «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρεʹ, τέλος δὲ τούτου· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Τὸ δὲ πέμπτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπιφέρει τό· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.»

Ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται; ἐφ᾽ οἷς πᾶσι διδασκόμεθα λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ· «Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι᾽ ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.»

Καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.» Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης.

Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τοῦτο καὶ Ἡσαΐας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπληροῦτο πρότερον ἢ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γένει· ἰδοὺ γὰρ καθ᾽ ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ Ἐκκλησία Χριστοῦ, τὸν Θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. Καὶ ἐπειδήπερ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων· «Γένοιτο, γένοιτο·» ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται· «Ἐξέλιπον ὕμνοι Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί.» Ἀνθ᾽ οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «Ἐπετελέσθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί.» Οἱ μὲν οὖν ἄπειροι τῆς ἀκριβείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλμοῦ ἐξειλήφασι τὸ, «Ἐξέλιπον ὕμνοι Δαυῒδ υἱοῦ Ἰεσσαί·» ἀλλ᾽ ὡς ἔξωθεν τῆς προφητείας παραγεγραμμένον ἀνέγνωσαν.

Αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ. Ἐπειδὴ γὰρ Δαυῒδ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμπληροῦσθαι πάντα τὰ προπεφητευμένα· εἰκότως μετὰ τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ Δαυῒδ προσευχαί. Δύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέγεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμημένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί.

Εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ Δαυῒδ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συνάψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαΐου προφητείαν, δι᾽ ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν τὸ Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγεται· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥίζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεσσαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, Κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας.