Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς
Υπόμνημα στους Ψαλμούς Α΄ - Ι΄
Ερμηνευτικά υπομνήματα στους πρώτους δέκα ψαλμούς, με έμφαση στον μακάριο άνδρα, τον προφητικό χαρακτήρα της έλευσης του Χριστού και τη θεία δικαιοσύνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στους Ψαλμούς Α΄ - Ι΄
Ερμηνευτικά υπομνήματα στους πρώτους δέκα ψαλμούς, με έμφαση στον μακάριο άνδρα, τον προφητικό χαρακτήρα της έλευσης του Χριστού και τη θεία δικαιοσύνη.
ΨΑΛΜΟΣ Αʹ. Μακάριος ὁ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἐπεὶ φυσικῶς ὀρεγόμεθα πάντες τοῦ μακάριοι εἶναι, τέλος ἀγαθοῦ τὸ μακάριον ὁριζόμενοι, πεπλανημένως γε μὴν πολλοὶ τοῦτο μεταδιώκειν ἐν σωμάτων ἡδοναῖς ἡγοῦνται, πλούτους θαυμάζοντες καὶ ἀξιώματα, καὶ τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς· εἰκότως ὁ λόγος ἐν τούτοις ὅθεν ἐχρῆν τὴν καταρχὴν ἐποιήσατο τῆς κατὰ Θεὸν ὑμνῳδίας, τὸν ἀληθῶς μακάριον καὶ τέλους ἀγαθοῦ τοῦ παρὰ Θεῷ ἠξιωμένον ὑπογράφων. Καὶ ἐνθάδε μὲν διὰ τὸ σπάνιον τῶν πάλαι πρότερον κατορθούντων ἕνα τινὰ μακαρίζει· ὁ δὲ Σωτὴρ ἡμῶν πλείονας ποιῶν μακαρίους, πληθυντικῶς τοὺς μακαρισμοὺς προσφέρεται. Πάντων δὲ πρῶτος αὐτὸς ἂν εἴη ὁ μακαριζόμενος· διὸ καὶ ἐπ᾽ αὐτὸν ἀνοίσει τις τὸν παρόντα ψαλμὸν, ἅτε γενόμενον ἄνδρα τῆς νύμφης αὐτοῦ Ἐκκλησίας· τοῦτο δὲ ἔοικεν ἡ Ἑβραϊκὴ φωνὴ παριστᾷν, καθ᾽ ἣν μακάριος ὁ ἀνὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται.
Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν. Πρῶτοί εἰσιν οἱ τὴν ψευδώνυμον ἔχοντες γνῶσιν, μηδὲν ἔχοντες ἑστηκὸς, ἀλλ᾽ ἀνεξετάστοις κινούμενοι λογισμοῖς ἐν οἷς ἂν βουληθῶσιν, οἱ ἀσεβεῖς. Δεύτεροι πάντες οἱ μετὰ γνῶσιν ἀληθείας ἐξαμαρτάνοντες. Οἱ δὲ λοιμοὶ τρίτοι, μὴ μόνον νοσοῦντες, ἀλλὰ καὶ φθοροποιοῦ διδασκαλίας μεταδιδόντες τοῖς ἄλλοις, ἢ κατὰ γνῶσιν ἢ κατὰ πρᾶξιν, ἢ κατ᾽ ἀμφότερα· οἳ καὶ ἐνίδρυνται τῷ κακῷ, τῶν δευτέρων ἑστηκότων ἐν ἁμαρτίαις, τῶν δὲ πρώτων ὁδευόντων ἐν πλάνῃ. Ὁ δὲ πάντων τούτων ἀπηλλαγμένος μακάριος.
Ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Ἐπειδὴ πολλή τίς ἐστι διαφορὰ τῶν φόβῳ τιμωριῶν εὖ πράττειν κατηναγκασμένων καὶ τῶν προαιρέσει αὐτὸ τὸ καλὸν αἱρουμένων, διὰ τοῦτό φησι· Ἐν τῷ νόμῳ Κυρίου θέλημα αὐτοῦ. Νόμον δέ φησιν οὐ πάντως τὸν σκιώδη καὶ τυπικὸν νόμον, πολὺ δὲ πρότερον τὸν ἐν αὐτῷ λεληθότα πνευματικὸν λόγον.
Εἴη δ᾽ ἂν νόμος Κυρίου καὶ ὁ κατὰ φύσιν πᾶσιν ἀνθρώποις ἐνεσπαρμένος, δι᾽ οὗ κατορθῶσαι λέγονται οἱ πρὸ τοῦ διὰ Μωϋσέως νόμου ἅγιοι· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, τὸν γραπτὸν δηλονότι, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Ἢ νόμος Κυρίου εἴη ἂν ὁ πρὸς αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένος εὐαγγελικὸς λόγος.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Ὁ διὰ πάσης τῆς ἑαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ νυκτός τε καὶ ἡμέρας τῷ θείῳ σχολάζων νόμῳ, καὶ τοῖς ἐξ αὐτοῦ λογικοῖς νάμασιν ἀρδόμενος, σφόδρα οἰκείως φυτῷ παρ᾽ ὕδασιν ἐῤῥιζωμένῳ παραβέβληται· διὸ καὶ μακάριος ὡς ἀληθῶς οὗτος, ἅτε μάλιστα ποτιζόμενος τοῖς θείοις μαθήμασιν, ὥριμον ἑαυτοῦ τὸν καρπὸν ἀποδίδωσιν.
Εἶτ᾽ ἐπειδὴ ξύλον ἐστὶ ζωῆς ὁ τοῦ Θεοῦ Υἱὸς κατὰ τὸν Σολομῶντα φήσαντα περὶ τῆς Σοφίας· Ξύλον ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ· εἰκότως ὁ μακαριζόμενος τῷ τοῦ Θεοῦ Υἱῷ ἀφωμοίωται τῷ παρὰ τὰς διεξόδους ὄντι τῶν ὑδάτων μαρτυρούμενος καὶ κηρυττόμενος ὑπὸ τῶν τῆς θείας Γραφῆς διδασκάλων καὶ προφητῶν· οἵτινες καὶ ἀφέσεις ὑδάτων παρὰ τῇ θεοπνεύστῳ λέγονται Γραφῇ. Τούτῳ οὖν ἀφωμοίωται ὁ μακαριζόμενος, ἀρδόμενος διεξόδοις τῶν ἀπὸ τῆς θείας Γραφῆς πνευματικῶν ναμάτων, καρπόν τε ἀγαθὸν προφέρων.
Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Καὶ τὰ φύλλα δὲ αὐτοῦ, ὡς ἄλλος φησὶν, ἕτερα ὄντα παρὰ τὸν τέλειον καρπὸν, τὰ κατὰ τὸν θνητὸν δηλαδὴ βίον πράγματα, τά τε κατὰ τὴν ἀνθρωπίνην ζωὴν, καθ᾽ ἢν καὶ ὁ τέλειος καρπὸς σκέπτεταί τε καὶ φυλάττεται καὶ οὐκ ἀποῤῥεῖ, μέχρι καὶ τούτων ἀκριβῶς βιοῦν παραφυλαττομένου· διὸ καὶ ἐν πᾶσιν οἷς ἂν ποιῇ ὑπὸ τοῦ Θεοῦ κατευοδωθήσεται. Καὶ ἄλλως ὁ μακάριος διὰ παντὸς ἀρδόμενος ὕδασι λογικοῖς τῆς ἐνθέου διδασκαλίας, καὶ τῆς προσηκούσης γεωργίας κατὰ τὸν παρόντα βίον τυγχάνων ἐν καιρῷ τῷ ἑαυτοῦ δώσει τὸν ἑαυτοῦ καρπόν. Καιρὸς δὲ αὐτοῦ ὁ μέλλων ἐστὶν αἰών· ἐπειδὴ τοῦ παρόντος οὐκ ἔστιν οἰκεῖος, ἀλλ᾽ ἀλλότριος· διὸ ἐν ἐκείνῳ τῷ ἑαυτοῦ καιρῷ τῆς ἐνταῦθα γεωργίας ἀποδώσει τῷ Θεῷ τοὺς καρπούς.
Καὶ καθ᾽ ἕτερον δὲ τρόπον, ὁ μακαριζόμενος, μεταφυτευθεὶς ἐκ τοῦ θνητοῦ βίου, ἐπαγγελίαν ἕξει ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἔσεσθαι, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾽ ἢ ὡσεὶ χοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Ὁ μὲν μακάριος τοιοῦτος οἷον ὁ λόγος διέγραψεν· σπάνιος δὲ οὗτος καὶ ἐν ὀλίγοις εὑρισκόμενος.
Πολλοὶ δὲ οἱ ἀσεβεῖς, οἵτινες ὡς μηδὲν ἔχοντες τῷ μακαρίῳ διαβέβληνται. Καρπὸν γὰρ πρόσκαιρον καὶ σκεδαστὸν, καὶ ἀπολλύμενον κτησάμενοι, γεγόνασιν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Κατὰ κοινοῦ τὸ, ἐν βουλῇ δικαίων, ἀκούσεις· ὡς εἶναι τὴν διάνοιαν τοιαύτην· Ἐπεὶ μηδὲν γόνιμον μηδὲ ζωτικὸν, ἀλλ᾽ οὐδὲ καρπὸν Θεοῦ ἄξιον τοῖς δικαίοις παραπλησίως οἱ ἀσεβεῖς προηνέγκαντο, διὰ τοῦτο ἐν τῷ τῆς κρίσεως καιρῷ, οὔτε οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων ἀναστήσονται. Ἀντὶ δὲ βουλῆς ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. Βουλὴν τοίνυν ἡγητέον ἐνταῦθα εἰρῆσθαι τὴν σύνοδον τῶν ἁγίων, ὡς καὶ ἐν ἀρχῇ εἴρηται.
Κατὰ δευτέραν διάνοιαν τὴν σύνοδον τῶν ἀσεβῶν δηλοῦσθαι ἐκ τοῦ ἐν βουλῇ ἀσεβῶν. Πλὴν ἀναστήσονται ἐπὶ κολάσει καὶ τιμωρίᾳ· Πᾶν γὰρ τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ᾖ, ἐάν τε πονηρόν. Σημείωσαι δὲ, ὅτι πρῶτος Δαυῒδ καὶ ἀνάστασιν καὶ κρίσιν μετὰ τὴν ἀνάστασιν ἐσομένην, καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωϋσέως μηδὲν τοιοῦτον παραδεδωκότος.
Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Σημείωσαι καθολικῶς, ὅτι καλὸν μὲν γινώσκεται ὑπὸ Κυρίου, φαῦλον δὲ οὐδὲν οὐδέποτε. Καλὸν γὰρ ὁδὸς δικαίων, καὶ οὐκ εἶπε· Γινώσκει Κύριος ὁδὸν ἀσεβῶν, ἤτοι τῶν ἀπολλυμένων· ἀλλά· Καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.
Ὁδὸς δὲ δικαίων, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός· καὶ τό· Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. Ἐπὶ τούτων ἀναφέρεται.
ΨΑΛΜΟΣ Τῼ ΔΑΥΪΔ Βʹ. Ἐξήγησις ψαλμοῦ βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Προφητείαν ἐντίθησι Χριστοῦ παρουσίας προσαγορευτικήν· καὶ ὡς ὑπὸ Ἰουδαίων μὲν ἐπιβουλευθήσεται, κρατήσει δὲ τῶν ἐθνῶν ἁπάντων, καὶ ὡς δι᾽ αὐτοῦ πάντες μακάριοι ἔσονται οἱ πεποιθότες ἐπ᾽ αὐτῷ. Ὁ μὲν οὖν πρῶτος ψαλμὸς ἕνα τινὰ σπανίως σωζόμενον ἐμακάριζεν· ὁ δὲ παρὼν ὁμοῦ πλήθη καλεῖ ἐπὶ τὸν μακαρισμόν· ἐπεὶ καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων περιέχει, καὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τὴν σωτηρίαν καλεῖ. Ταῦτα δὲ πάντα διὰ τοῦ Χριστοῦ προξενηθήσεσθαι ἀνθρώποις θεσπίζει σφόδρα ἀκολούθως. Ἔδει γὰρ ἡμᾶς προμεμαθηκότας περὶ τῶν δύο ὁδῶν, ἑξῆς καὶ τὰ περὶ τοῦ Σωτῆρος παιδευθῆναι· δι᾽ οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσεβῶν ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ παρίστησιν φάσκων ὁ λόγος· Μακάριοι πάντες οἱ πεποιθότες εἰς αὐτόν.
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Σωτὴρ ἀνθρώποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ Θεοῦ· Σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμὼν, δικαιοσύνης ἀρχηγὸς, ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. Τί δὲ οὖν, φησὶ, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγαθῶν παρουσίᾳ; Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ τὰ τῶν προφητῶν λόγια δι᾽ αὐτοῦ τέλους ἐτύγχανε· τί δὲ οἱ ταῦτα μελετῶντες, καὶ διὰ στόματος αὐτὰ φέρειν σπουδάζοντες, οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν ἐποιήσαντο περὶ αὐτοῦ μελέτην;
Ἀλλὰ καὶ οἱ καθ᾽ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες, οἵ τε κατὰ χρόνους βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν, ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν, ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων δεσπότου τε καὶ βασιλέως Θεοῦ, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οἱ γοῦν τὸν ὑπὸ τοῦ πάντων Κυρίου τε καὶ Θεοῦ ἀπεσταλμένον ἀνθρώποις Σωτῆρα πολεμοῦντες, ἐλαύνοντές τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν Ἐκκλησίαν αὐτοῦ κατὰ χρόνους διώκοντες βασιλεῖς καὶ ἄρχοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν Χριστὸν, ἀλλὰ καὶ εἰς τὸν ἀπεσταλκότα αὐτὸν ἐκτείνοντες τὰ τῆς ἀσεβείας. Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ ἀνθρώπων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θεσπίζει.
Προϊὼν δὲ καὶ Υἱὸν τοῦ Θεοῦ ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ Πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει· ἃ δὴ ἐπὶ μόνῳ τῷ ἡμετέρῳ Σωτῆρι πεπληρωμένα δείκνυται. Ἐπεὶ δὲ γεγόνασι παρὰ Ἰουδαίοις καὶ ἕτεροι Χριστοὶ, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπήσεις ἐπὶ τίνος τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβουλεύεται, εἴ τις Υἱὸς Θεοῦ κέκληται, εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ᾽ ὅλης Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης.
Ἀλλ᾽ οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε κόσμον, Χριστιανῶν ἐξ αὐτοῦ πᾶσαν τὴν οἰκουμένην πληρώσας, καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν εἰρημένων τέλους ἔτυχεν.
Διάψαλμα. Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκέτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. Καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως τοῖς Ἑβδομήκοντα. Διὸ εἰκὸς, εἰ καὶ τὸ πρόσωπον μεταβέβληκε, τὸν μουσικὸν ῥυθμὸν τετηρεῖσθαι, καὶ διὰ τοῦτο μὴ προστεθεικέναι τὸ διάψαλμα τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Πρὸς τοὺς πρώτους στίχους τοὺς πρὸ τοῦ διαψάλματος ἡγούμεθα τούτους ἀποδίδοσθαι. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ ἔθνη, σειραῖς τῶν ἰδίων ἁμαρτιῶν σφιγγόμενα καὶ οὐκ ὄντα ἐλεύθερα, δέδεται τοῖς ἰδίοις αὐτῶν κακοῖς· καὶ ὁ Χριστός φησιν, ἤτοι πρὸς τοὺς διακονοῦντας αὐτῷ ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ τρίτον τοὺς ἀποστόλους καὶ ὑπηρέτας τοῦ Εὐαγγελίου, παρακαλῶν αὐτοὺς ἐπὶ τὸν διασπασμὸν καὶ τὴν διάῤῥηξιν αὐτῶν, τό· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οἱ δὲ λαοὶ, ὑπὸ τὸν ζυγὸν σωματικῶς τοῦ νόμου τυγχάνοντες, οὗ διδάσκει καταφρονεῖν, ὡς περιέχοντος δικαιώματα οὐ καλὰ, καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ ἔχοντι τὰ καλὰ δικαιώματα καὶ προστάγματα καλὰ, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος φάσκοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τὸ, Ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὸ δὲ, ἀφ᾽ ἡμῶν, δύναται τοιοῦτον εἶναι· Ἀφ᾽ ἑαυτῶν ποιήσωμεν μὴ περιμείναντες τὴν δέησιν τῶν βαρουμένων.
Δύναται δὲ τὸ, ἀφ᾽ ἡμῶν, καὶ οὕτω νοεῖσθαι· Κἀγὼ παρὰ τοῖς λαοῖς τοῖς μελετῶσι τὰ κενὰ γεγενημένος καὶ ἀνατρεφόμενος ὑπὸ τὸν ζυγόν εἰμι αὐτῶν περιτμηθεὶς, Καὶ ἀποῤῥίψωμεν αὐτῶν τὸν ζυγὸν, τουτέστιν ἀπ᾽ ἐμοῦ καὶ ἀπὸ τῶν συγκατατιθεμένων μοι τὸν μὴ σώζοντα νόμον ὡς σώζοντα ἀσκούντων. Ἤ· Νομίζοντες εἶναι βάρος ἐπικείμενον καὶ ἡμῖν, τὸν ζυγὸν αὐτῶν ἀποῤῥίψωμεν. Τολμητέον γὰρ λέγειν ταῦτα εἶναι ἐν τῷ Χριστῷ διὰ τὴν πρὸς τοὺς βαρουμένους ὑπὸ τοῦ ζυγοῦ ἀγάπην, ἅπερ ἐστὶ καὶ ἐν πᾶσι τοῖς εὐσπλάγχνοις, τὰ τῶν ἄλλων ἁμαρτήματα ἴδια κρίνουσιν.
Ταῦτα μὲν οὖν περὶ ἀνθρώπων τῶν τε ἀπὸ τῶν ἐθνῶν καὶ ἀπὸ τοῦ λαοῦ. Τὸ δὲ, Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται, προσαρμοστέον πρὸς τὸ, Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, οὓς ἐκγελάσεται ὁ Θεὸς ἐν οὐρανοῖς κατοικῶν φρόνημα ἔχοντας γήϊνον.
Οὐ γὰρ νενοήκασι τὴν οἰκονομίαν καὶ τὴν σοφίαν τοῦ Θεοῦ τὴν περὶ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ. Τὸ δὲ, Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτοὺς, πρὸς τὸ, Οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό· ἵνα μυκτηρίζωνται οἱ ἄρχοντες ὑπὸ τοῦ Χριστοῦ, οἱ συναχθέντες κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Πρέπουσαι δὲ ἀγαθοῦ Θεοῦ Υἱῷ φωναί· ὅτι, εἰ καὶ τὰ ἔθνη ἐφρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς γε τοὺς δεσμοὺς αὐτῶν τῶν φρυαξάντων ἐθνῶν διασπάσωμεν, καὶ τὸν ζυγὸν τῶν μελετησάντων κενὰ λαῶν ἀποῤῥίψωμεν.
Ἐπεὶ δὲ οὐκέτι εὐχερῶς δέχονται τὴν θεραπείαν οἵ τε τηλικοῦτοι προειρημένοι τῆς γῆς βασιλεῖς καὶ οἱ ἄρχοντες, τῶν κατὰ τοῦ Κυρίου καὶ τοῦ Χριστοῦ αὐτοῦ συναχθέντων ἐθνῶν τε καὶ λαῶν, βασιλέων τε καὶ ἀρχόντων, ὁρωμένων τε καὶ ἀφανῶν, προστάττει τὸ Πνεῦμα τὸ ἅγιον τοὺς τῆς εἰδωλολατρείας δεσμοὺς διαῤῥηγνύναι, καὶ τὸν βαρὺν τῆς ἁμαρτίας ζυγὸν ἀποῤῥίπτειν τῆς ἑαυτῶν ψυχῆς· οἷς καταδεδουλωμένοι πρότερον ἑτέροις ἄρχουσιν ὑπεκείμεθα· ἵνα ἐκείνων ἐλευθερωθέντες τὸν ἐλαφρὸν τοῦ Σωτῆρος ζυγὸν ἀναδεξώμεθα, ἐφ᾽ ὃν προκαλεῖται λέγων· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου, καὶ ἴδετε, ὅτι χρηστός ἐστι.
Λέλεκται δὲ ταῦτα πρὸς τὰ ἔθνη τὰ τῷ Χριστῷ ὑπὸ τοῦ Πατρὸς δεδομένα, προλαμβάνοντος τοῦ λόγου τοὺς μέλλοντας προσιέναι τῇ Χριστοῦ διδασκαλίᾳ, καὶ παραινοῦντος μηκέτι τὸν παλαιὸν ζυγὸν ἐπὶ τῶν ὤμων φέρειν, μηδὲ ταῖς σειραῖς τῶν προτέρων ἁμαρτημάτων ἑαυτῶν παραμένειν· ἀλλ᾽ εἰ καί τινες ἦσαν αὐτῶν πρότερον κύριοι ἄρχοντές τε πικροὶ, οἱ πάλαι τῶν ἐθνῶν κατατυραννοῦντες δαίμονες πονηροὶ, οὓς δὴ θεοὺς ὠνόμαζον, ζυγὸν αὐτοῖς ἐπαιωροῦντες βαρὺν καὶ συγκύπτειν τὴν ψυχὴν ἐπὶ τὸ κάτω ποιοῦντες, δεσμοῖς τε αὐτοὺς ἀσεβείας καταδεσμοῦντες· τούτων ἁπάντων τὴν δυναστείαν φεύγειν παρακελεύεται· προσφεύγειν δὲ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, καὶ δὴ κλῆρον αὐτοὺς παρὰ τοῦ ἰδίου Πατρὸς εἰληφότι. Ταῦτα δὲ, φησὶ, πράξωμεν οἱ τῆς τοῦ Χριστοῦ κληρονομίας ἄξιοι γενόμενοι, εἰδότες, ὅτι Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, τὰ ἔθνη δηλαδὴ καὶ τοὺς λαοὺς τοὺς ἐπαναστάντας τῷ Χριστῷ αὐτοῦ, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Ταῦτα πάλαι μὲν προφητικῶς ἀνεφωνεῖτο· πέπονθε δὲ αὐτὰ τὸ Ἰουδαίων ἔθνος πολιορκηθὲν παραχρῆμα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν· καὶ κατὰ χρόνους δὲ οἱ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολέμιοι, κρυφαίᾳ ἀεὶ χειρὶ πολεμούμενοι, ὑπὸ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς Κυρίου, τοῦ πρὸς αὐτῶν πολεμουμένου.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργῆς Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου λόγου πολέμιοι. Ἐπείπερ αὐτὸς ὁ ὑπ᾽ αὐτῶν προσηλωθεὶς καὶ θανάτῳ παραδοθεὶς, κατοικῶν ἐν οὐρανοῖς καὶ τὰ πάντα περιέχων, ἐκγελάσεται αὐτοὺς, καὶ ὁ τούτου δὲ Πατὴρ ὁ σὺν τῷ Χριστῷ πολεμούμενος ἐκμυκτηριεῖ αὐτοὺς, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην· εἰ οἱ λόγοι τῶν ἀπειλῶν λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι.
Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οἵδε μὲν, φησὶ, τάδε πείσονται οἱ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ συνελθόντες, καὶ τοιοῦτον μὲν ἐκείνων τὸ τέλος· ἐμὲ δὲ τότε μετὰ τὴν τοσαύτην ἐπιβουλὴν καὶ τοσαῦτα πάθη βασιλέα πρὸς αὐτοῦ τοῦ Πατρὸς καθεστάσθαι, καὶ τὸ πατρικὸν ὑμῖν πρόσταγμα διαγγέλλειν· τοῦτο δ᾽ ἂν εἴη τὸ εὐαγγελικὸν κήρυγμα. Εἰ δέ ἐστιν ὄρος ἅγιον Θεοῦ τὸ ἐπουράνιον περὶ οὗ φησιν ὁ Παῦλος· Προσεληλύθατε Σιὼν ὄρει· καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἐνταῦθά φησι τὰ βασίλεια αὐτῷ συνεστάναι· μέρος δ᾽ ἂν τῆς ἄνω Ἐκκλησίας καὶ ἡ ἐπὶ γῆς εἰς ἐκεῖνο τέλους καὶ αὐτῇ σπεύδουσα. Ὅπως δὲ ὑπὸ τοῦ Πατρὸς ἐν τῇ ἐπουρανίῳ Σιὼν κατεστάθη βασιλεὺς ὁ Χριστὸς αὐτοῦ, πάρεστι γνῶναι καὶ ἀπὸ τοῦ λέγεσθαι αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ ἐχθροὺς ἢ τοὺς προλεχθέντας, τοὺς δὴ συναχθέντας κατ᾽ αὐτοῦ καὶ παραστάντας ἄρχοντας καὶ βασιλεῖς, καὶ λαοὺς, καὶ ἔθνη; τούτους γὰρ ὑποτάξειν τοῖς αὐτοῦ ποσὶν ὁ Πατὴρ ἐπηγγείλατο.
Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ σήμερον ὄνομα χρόνου ἐστίν· ἰσοδυναμεῖ δὲ τῇ ἐνεστώσῃ ἡμέρᾳ· ἡμέρα δὲ διάστημά τι χρονικόν ἐστι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ Κύριος· Ἐγὼ σήμερον γεγέννηκά σε; δηλονότι περὶ τῆς χρονικῆς ἔφη γενήσεως τῆς κατ᾽ οἰκονομίαν· περὶ γὰρ τῆς ἀνάρχου φησὶν αὐτὸς ὁ Δαυΐδ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
Γεννᾶται δὲ σήμερον οὐχὶ ἀρχὴν συστάσεως ἐν τῷ γεννᾶσθαι λαμβάνων, κατὰ δὲ τὴν σαρκικὴν οἰκονομίαν εἰς υἱοθεσίαν ἐλθών. Καὶ ὁ παρ᾽ αὐτοῦ δὲ λαβὼν ἐξουσίαν τέκνον Θεοῦ γενέσθαι, ὅτε γίνεται τέκνον διὰ τοῦ βαπτίσματος ἀναγεννώμενος, ἕτερόν τι πρὸ τοῦ εἶναι τέκνον ὑπάρχων, ἐξευγενίζεται. Ὁ μέντοι γε Ἑβραῖος ἐλέγετο κύριον εἶναι τῆς λέξεως, ἔτεκον, ὅπερ καὶ Ἀκύλας πεποίηκεν. Ὁ δὲ Ἀπόστολος, νομομαθὴς ὑπάρχων, ἐν τῇ πρὸς Ἑβραίους τῇ τῶν Ἑβδομήκοντα ἐχρήσατο.
Καὶ ὅτι γε εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, καὶ οὐκ εἰς ἄλλον, πεπλήρωται ταῦτα, παρίστησι· τὸ γάρ· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐδεὶς ἂν ἔχοι φάναι ἐφ᾽ ἑτέρου τῶν πάλαι τοῦ Θεοῦ προφητῶν πεφανερῶσθαι καὶ πεπληρῶσθαι.
Οὔτε γὰρ Μωϋσῆς τῶν ἐθνῶν ἁπάντων ἐκράτησεν, οὔτε Δαυῒδ, οὔτε Σολομὼν, οὔτε τις ἕτερος προφητῶν ἢ βασιλέων τῶν ἐξ αἰῶνος γενομένων· μόνῳ δὲ τῷ ἡμετέρῳ Σωτῆρι ἡ τῶν πραγμάτων ἐνάργεια μαρτυρεῖ· ἐπειδήπερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διῆλθεν.
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν, τοὺς προτέρους ἐκείνους τοὺς κατὰ σοῦ φρυάξαντας καὶ κενὰ μελετήσαντας, ἀλλὰ καὶ τοὺς παραστάντας καὶ συναχθέντας κατὰ σοῦ βασιλεῖς τε γῆς καὶ ἄρχοντας ποιμανεῖς, οὐ τῇ τῶν ἡμέρων προβάτων ποιμαντικῇ ῥάβδῳ, τῇ διὰ λόγων καὶ σωτηρίων μαθημάτων· τοιαύτῃ γὰρ λογικῇ ῥάβδῳ τὰ Χριστοῦ πρόβατα ἐν ταῖς μάνδραις αὐτοῦ, ἐν ταῖς Ἐκκλησίαις καὶ ταῖς τῶν ἱερῶν Γραφῶν πνευματικαῖς νομαῖς ποιμαίνεται· ἀλλ᾽ ἐν ῥάβδῳ σιδηρᾷ, δι᾽ ἧς συντρίψειν αὐτοὺς, καὶ τὸ οἴημα αὐτῶν κατεάξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται. Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρατεστέραν γενομένην μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν.
Ἐξ ἐκείνου γὰρ τῶν κατ᾽ ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν, ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ Δανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ, καὶ τὴν ἑρμηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· Βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προφήτου· Καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερὸν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.
Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι φάσκοντος λόγου· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Δυνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ Πατρὸς κλῆρον παραλαβὼν τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χριστὸς, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν, καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξάγων εἰς ἀγαθὰς νομὰς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε· τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συντρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. Οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρεψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν μέσοις αὐτῶν συστῆναι τοῦ Χριστοῦ διδασκαλίαν, ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνουσαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φόβος, καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφαλὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου καὶ συνέτριβε.
Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀποῤῥήτῳ δυνάμει ὁ Χριστὸς τὰ μὲν αὑτοῦ πρόβατα ἡμέρως ποιμαίνει, μηδέποτε ἀναχωρῶν ἀπ᾽ αὐτῶν, καθ᾽ ἣν πεποίηται ἐπαγγελίαν φήσας· Ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τοὺς δ᾽ ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, ἀλλὰ καὶ τὴν ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζονείας ὡς σκεύη κεράμια συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομένους δοῦναι δόξαν τῷ Θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς· οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι συντρίβει, ἀλλ᾽ ὥστε ἀναπλάσαι· πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν ἔτι ὑγιῆ καὶ ἀκέραιον σώζῃ τοῦ κεραμέως τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Τούτοις δὲ μαρτυρεῖ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, λέγων ὡς ἐκ τοῦ Θεοῦ· Ἢ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραὴλ, λέγει Κύριος; τουτέστιν, οὕτω καὶ διαπεσόντας ἀναπλάσαι, καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος. Τῆς εὐαγγελικῆς δηλονότι νομοθεσίας. Ἐντεῦθεν μεταβατικῶς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί φησιν· ὅτι Γνῶντες, ὦ οὗτοι, καὶ συνόντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ τοῦ Πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ᾽ ὑμῶν ἐπεγειρομένη, παύσασθε πολεμοῦντες αὐτῷ· ἀπολαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε ἑαυτοὺς τῇ λογικῇ παιδείᾳ.
Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ· Ὅτι δὲ μὴ πάθη Θεοῦ ὀργὴ καὶ θυμὸς, ὁ μακάριος ἐδήλωσε Παῦλος εἰπών· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι᾽ ὧν σημαίνει τὴν ἐφ᾽ ἁμαρτίαις κόλασιν εἰρῆσθαι θυμὸν καὶ ὀργήν. Ἐπ᾽ αὐτῷ δὲ, λέγει, πεποιθότες τῷ προφητευομένῳ Χριστῷ διὰ παντὸς τοῦ ψαλμοῦ, οἱ μικρὸν ὕστερον (βραχὺς γὰρ ἅπας ὁ παρὼν βίος) εὑρεθήσονται μακάριοι. Τὸ δὲ λεῖπον τοῖς ἐν τῷ πρώτῳ ψαλμῷ διὰ τούτων ἀπέδωκεν.
Οὐ γὰρ ἀρκεῖ μόνον τὸ μὴ πορεύεσθαι ἐν βουλῇ ἀσεβῶν, οὐδὲ τὸ μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν καὶ μελετᾷν ἐν τῷ νόμῳ· ἀλλὰ γὰρ δὴ καὶ μὴ διακενῆς μελετᾷν, ἀλλὰ γνῶναι Χριστὸν ἐξ αὐτῶν, καὶ τῆς αὐτοῦ γενέσθαι μερίδος τε καὶ κληρονομίας, καὶ διὰ πίστεως καὶ ἔργων ἐπ᾽ αὐτῷ πεποιθέναι. Εἰκότως ἄρα, μιᾶς οὔσης τῆς διανοίας, συνημμένοι παρ᾽ Ἑβραίοις εἰσὶν οἱ δύο ψαλμοί.
ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΨΑΛΜΟΥ Γʹ. Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρμόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν Βασιλειῶν ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρτῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο μετανοίας καρπὸν, ὡς πάλιν ἐν θείῳ Πνεύματι ψάλλειν.
Ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσσαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Γένοιτο δ᾽ ἂν ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κακῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνησίας πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Πάντας διωγμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ Θεὸν ζῇν προῃρημένους.
Ἐπεὶ κατὰ τὸν Ἀπόστολον· Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Ἀλλ᾽ ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπομένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγὼν, μηδὲ πρὸς μικροὺς, ἀλλὰ πρὸς πλείονας καὶ μεγάλους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. Καὶ κατὰ τὸ ῥητὸν δὲ, Δαυῒδ, ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν καιρὸν τῆς φυγῆς ἔλεγεν. Ἐχθρῶν δέ ἐστι τὸ ἐπεμβαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι᾽ ἐναντίας· διόπερ καὶ τῷ Δαυῒδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. Πάλαι καὶ ἐκ μακροῦ διὰ φθόνου ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεγεθισμένου, παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας. Οὕτω διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς καὶ εἰς ἐπίδοσιν ἀναβεβηκυίας τοῦ ὡς ἐν ψυχαῖς μεγέθους, ἡ κεφαλὴ ὑψοῦται Θεοῦ συνεργοῦντος αὐτῇ καὶ πρὸς ἑαυτὸν εἰς οὐρανὸν ἀνάγοντος, τὸν ἐμπαρέχοντα αὐτὸν τῇ πρὸς τὸ ἀνωτάτω ἀκολουθίᾳ. Ἐπεὶ δὲ πολλῷ πλέον τῆς προαιρέσεως τῆς τἀνθρώπου χαρίζεται, νικῶν ἐν τῷ δωρεῖσθαι ὁ εὐεργέτης τὸν κατὰ δύναμιν ποιοῦντα τὸ καλόν· καὶ διὰ τοῦτο παντὸς καλοῦ τὴν αἰτίαν ὁ Παῦλος ἀνατιθεὶς τῷ Θεῷ φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.
Ὁ Θεὸς μὲν οὖν καὶ ἡ ἀρετὴ μεγεθύνει, καὶ δι᾽ ὅλων ἐπαινεῖ τὴν τοῦ ἁγίου ψυχήν· κακία δὲ καὶ ἡ συνεργὸς ταύτῃ ἐχθρὰ τοῖς ἀνθρώποις δύναμις, συστέλλει καὶ εἰς στενὸν συνάγει τὴν μὴ ἑπομένην Θεῷ, καὶ οὕτω βραχεῖα γίνεται καὶ κολοβὴ, ὥστε τῆς χύσεως τῆς κακίας ἐπιγινομένης εἰς τὸ μηδὲν, τὴν τοιαύτην ψυχὴν λογισθῆναι κατὰ τὸν Ἡσαΐαν· οἱ γὰρ ἁμαρτάνοντες εἰς οὐδὲν ἐλογίσθησαν. Καὶ ὥσπερ σωμάτων ἐλάχιστόν ἐστιν ὁ χοῦς, οὕτως αἱ πάντη μοχθηραὶ ψυχαὶ, ἐπὶ πολὺ σμικρυνθεῖσαι, εἰσὶν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος. Κεφαλὴν δὲ τῆς ψυχῆς νοητέον τὴν διανοητικὴν δύναμιν· ταύτης γὰρ διαφέρουσαν οὐδὲ μέχρι τοῦ ἐπινοῆσαι δυνατόν· εἴ γε καὶ τοῦ σώματος ἡ κεφαλὴ τιμιωτέρα. Αὕτη τοίνυν ἡ νοητικὴ δύναμις, τροπικώτερον κεφαλὴ λεχθεῖσα τῆς ψυχῆς, οἷς μὲν ὕψωται ἄνω βλέπουσα, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ πάντα τὰ σώματα ὑπερκύψασα, ὡς φθάνειν μέχρι Θεοῦ. Παρατηρητέον δὲ τριχῶς τῆς σχέσεως τοῦ Θεοῦ ὑμνουμένης ὑπὸ τοῦ λέγοντος τὴν τάξιν τοῦ πρώτου λεχθέντος, καὶ τοῦ ἑξῆς καὶ τοῦ λοιποῦ. Πρῶτον γάρ φησιν εἶναι τὸν Θεὸν ἀντιλήπτορα αὐτοῦ, ἔπειτα δόξαν, ἔπειτα ὑψοῦντα τὴν κεφαλήν. Καὶ ἡμῖν ἀντιλήπτωρ, καὶ τὸ ὄνομα δηλοῖ ἀντιλαμβανόμενον, ἵνα ῥύσῃ τε ἀπὸ πολλῶν θλιβόντων καὶ ἐπανισταμένων καὶ ἀπογινωσκόντων τὴν τοῦ λέγοντος ταῦτα σωτηρίαν.
Ἑξῆς δὲ τῷ ἀντιλήπτορι ἡ δόξα ἐστί· πρότερον γὰρ ἀντιλαμβάνεται ὁ Θεὸς, εἶτα δοξάζει καὶ ἑξῆς ὑψοῖ τοῦ δεδοξασμένου τὴν κεφαλήν. Εἰ γὰρ συνηγέρθη Χριστῷ, καὶ τὰ ἄνω φρονεῖ, οὐ τὰ ἐπὶ τῆς γῆς, ὑψωθήσεται αὐτοῦ ἡ κεφαλὴ ἀπὸ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Λόγος, δόξα ὢν τοῦ χωρήσαντος αὐτὸν, ἣν ἀπὸ τοῦ μόνου ἐξῄτησεν ὁ μὴ λαμβάνων δόξαν παρὰ ἀνθρώπου.
Ὅπως δὲ ὑψώθη τοῦ Δαυῒδ ἡ κεφαλὴ, νοήσεις ἐπιστήσας, ὡς καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ Δαυῒδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν τὸν τοῦ Θεοῦ Υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεύων, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανάστασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ᾽ αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ Δαυῒδ ἐξ ὄρους ἁγίου αὐτοῦ. Τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ᾽ ἢ τὸν Κύριον τὸν καταστάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; Διὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν, αὐτὸν δὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κεφαλὴν αὐτοῦ. Σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρξεν αὐτῷ τοῦτο διδάσκει λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Τὰ μέλλοντα ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέγετο· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν καὶ συνέστησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ταῦτά τε ἐνοεῖτο μελλητικῶς· οὕτω καὶ νῦν τὸ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, προφητικῶς εἴρηται, ἀντὶ τοῦ, Κοιμηθήσομαι καὶ ὑπνώσω, καὶ ἐξεγερθήσομαι· ὅτι σὺ Κύριος ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ᾽ ὃν ὑπάρξει αὐτῷ ταῦτα.
Μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεται, φησὶν, ὅτι Κύριος ἀντιλήψεται αὐτοῦ. Κοίμησιν δὲ σημαίνει τὸν θάνατον, μεθ᾽ ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφητεύει, ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ Σωτῆρος παρουσίας, μεθ᾽ ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς, καὶ τῶν ἐκεῖ προσδοκώντων ἄφιξιν Σωτὴρ ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συναναστῆναι αὐτῷ, ἐν οἷς εἰκὸς εἶναι καὶ τὴν τοῦ Δαυῒδ ψυχήν. Θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ Σωτῆρος, δι᾽ ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξεγερθήσεσθαι, φησίν· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Προεώρα γὰρ ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ· ὧν ἐγὼ, φησὶν, λόγον οὐδένα ποιήσομαι, θαῤῥῶν τῷ ὑπερασπιστῇ μου, τῷ τοῦ θανάτου νικητῇ· ὃς δὴ θύρας χαλκὰς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, τὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς αὐτῶν ἦν ὁ Δαυΐδ.
Διὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τοῦ θανάτου διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας· ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ Σωτῆρος ἀναστάσει, ἀκολούθως εὔχεται ἐπιταχῦναι τοῦ Κυρίου τὴν ἀνάστασιν, ὅπως δι᾽ αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.
Νικητὴν δὲ τὸν Σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβουλῶν τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ δυνάμεων ἀντικειμένων, φησίν· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Οὕτως τὸ Ἑβραϊκὸν οὐκ ἔχει, ματαίως, ἀλλὰ, σιαγόνα· οἱ δὲ Ἑβδομήκοντα, ματαίως, ἐξέδωκαν, ἢ κατὰ τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκότα, καθά φασί τινες τῶν Ἑβραίων, ἢ τῆς λέξεως τὸ εὐτελὲς ἀποφεύγοντες.
Οἱονεὶ δὲ κοιμώμενον δεικνὺς τὸν Θεὸν, ὅτε πείρας ἕνεκα παρέδωκεν ἡμᾶς ταῖς ἀντικειμέναις δυνάμεσι, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκάθευδεν αὐτῷ ὁ Πατήρ· Ἀνίσταται δὲ σώζων αὐτὸν πατάσσων αὐτοῦ τοὺς ἐχθροὺς, ἢ τοὺς Ἰουδαίους, ἢ τοὺς νοητοὺς ἀλόγως ἐχθραίνοντας. Μετὰ γὰρ τῶν μισούντων ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς· ἀνθρωπινότερον ὁ μὴ ματαίως ἐχθραίνων ἀμύνεσθαι θέλει· θεοσεβέστερον δὲ διὰ τὸ ἀληθεύειν Ἔφη γὰρ ὁ Παῦλος· Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύειν ὑμῖν· Ὁποῖον καὶ ἐν Ψαλμοῖς τὸ, Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ἀλλ᾽ οὐκ ἐπιβουλευτικὴν ἔχθραν νοητέον, ἀλλὰ κωλυτικὴν, χεομένης κακίας εἰς πολλούς.
Δι᾽ ἑαυτοῦ γὰρ ἢ καὶ δι᾽ ἄλλου χρὴ τὴν δυνατὴν προσάγοντα βοήθειαν θεραπεύειν· ἢ τὸ τελευταῖον εὔχεσθαι περὶ τοῦ κολασθῆναι τὴν μοχθηρὰν ἕξιν, ἤγουν ἐκριζωθῆναι ἀπὸ τοῦ ἔχοντος· οὗ διδακτικὸν καὶ τό, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ὁ δὲ μὴ ψιλῶς ἀγαπῶν, καὶ περὶ τὸ καλῶς γενέσθαι αὐτῷ συνεργεῖ, καὶ τὸ ἐν ἑβδόμῳ δὲ ψαλμῷ λεγόμενον· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, σαφῶς διδάσκει μηδένα μισεῖν. Πῶς οὖν εἴρηται· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Μᾶλλον δὲ τίς ἐστιν οὕτως ἄθεος, ὡς μισεῖν ὃν ἡγεῖται Θεόν; Δῆλον οὖν, ὡς οἱ μισοῦντες καὶ καταθεματίζοντες Ἰησοῦν μισοῦσι τὸν Θεόν· Ὁ γὰρ ἐμὲ, φησὶ, δεχόμενος δέχεται τὸν ἀποστείλαντά με· καὶ, Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· οὐκοῦν καὶ ὁ μισῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα μισεῖ. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεόν· μισεῖ γὰρ σοφίαν καὶ δικαιοσύνην, ἅπερ ἐστὶ Χριστός. Καὶ τί θαυμαστὸν, ὅπου ἑαυτὸν ὁ ἁμαρτάνων μισεῖ; Κατὰ γὰρ Σολομῶντα· Ὁ ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν. Οὐκοῦν ὁ μισῶν τοὺς μισοῦντας τὸν Θεὸν πλὴν λογίων τῶν εὐσεβεστάτων πάντας μισήσει καὶ ἑαυτὸν ἁμαρτάνοντα.
Ὥστε οὐ ζῶα νομιστέον τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα, οἷον ἡ ἀδικία· καὶ ὁ ἄδικος καθὸ ἄδικος μισεῖ τὸν Θεὸν, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο ποιούσης. Καὶ δεῖ ταῦτα μισεῖν ἐχθρὰ τυγχάνοντα προηγουμένως ἡμῶν. Καὶ ὥσπερ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτω καὶ τὸ τοιόνδε μῖσος. Οὐκοῦν πᾶς ἐχθραίνων τινὶ ματαίως ἐχθραίνει· ὃ δὴ προὔκειτο δεῖξαι. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐμίσησάν με δωρεάν.
Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, νῦν φησιν· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας, τουτέστι τοὺς λόγους καὶ τὰς κατ᾽ ἐμοῦ βλασφημίας περιεῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ᾽ ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρεσικάκους, συνέτριψας, καὶ τὰς φωνὰς αὐτῶν κατῄσχυνας. Καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν σου λαῷ. Τηρητέον δὲ, ὡς, ἀντὶ τοῦ Σωτηρία, ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείληπται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέχει διδασκαλίας· ὅτι τε ἡ τοῦ Κυρίου δύναμις σωτήριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ, τῷ δι᾽ αὐτοῦ σεσωσμένῳ, τὴν εὐλογίαν παρέξει, Εὐλογία δὲ πάντως πνευματικὴ κατὰ τὸν Ἀπόστολον εἰπόντα· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.
Ἔνθεν ἐπὶ τῆς τοῦ Σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε. Ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. Εἴποι δ᾽ ἄν τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα μὲν ὑπὸ τοῦ Δαυῒδ προφητικῶς ἐν καιρῷ τῆς περιστάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτὸν, ἐπὶ πέρας δὲ ἠγμένα μετ᾽ οὐ πολὺ, ὅτε ἐν τῇ τοῦ πολέμου συμβολῇ πίπτει μὲν ὁ Ἀβεσσαλὼμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ Δαυῒδ πρόῤῥησις ἡ φήσασα· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου, καὶ ὑπὸ τοῦ Δαυῒδ γενημένου.
ΕΞΗΓΗΣΙΣ ΨΑΛΜΟΥ Δʹ. Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυΐδ. Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Δαυΐδ. Ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης τέλος ἐστὶν ......... καταντῆσαι τὸν μετερχόμενον· οὕτω πάσης λογικῆς φύσεως, τὸ ἐν Χριστῷ ζωοποιηθῆναι τέλος ἐστὶν, ὡς ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ὁ Παῦλός φησι λέγων τῷ ἰδίῳ τάγματι· Δοκεῖ μη ......... εν ὑπογράφειν ἁπάντων, ὡς αἱ ἑκάστου ζωοποιουμένου πρὸς τὴν ἀξίαν μετὰ βασάνους. Ἢ καὶ τούτων χωρὶς ζωοποιήσας δὲ πάντας Χριστὸς ἐν ἑαυτῷ τοὺς τῷ Ἀδὰμ ἀποθνήσκοντας βασιλεύει τῶν ζωοποιηθέντων· ἐφ᾽ ὃ παρεκάλει τοὺς συνιέντας ἡ εἰς τὸ τέλος ἐπιγραφή.
Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη. Πολλαὶ μὲν οὖν αἱ κατὰ μέρος νίκαι, καὶ τέλος ἢ ποτὲ μὲν λέγοντος Παύλου· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· ποτὲ δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος. Οἱ οὖν ἐπιγεγραμμένοι εἰς τὸ τέλος τῷ Δαυῒδ, τέλος καὶ νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ λεγομένου Δαυΐδ· καὶ ἀντὶ τοῦ, εἰς τέλος, κατὰ τὸν Ἀκύλαν, νικοποιοῦ.
Παντὶ γὰρ νενικημένῳ περιποιήσεται νίκην. Ὑπὸ Χριστοῦ γάρ τις νικώμενος, τὴν κακίαν νενίκηκε, ταύτην ἐξαφανίζων τῷ ὑποτετάχθαι Χριστῷ. Νικᾷ γὰρ οὐκ ἄκοντας, ἀλλὰ πείθων ὡς λόγος Θεοῦ. Τοὺς δὲ τοιούτους ὕμνους ἢ ψαλμοὺς, εἰς τὸ νῖκος, Θεοδοτίων ἐπέγραψε· Σύμμαχος δὲ, ἐπινικίους. Οὕτω δὲ νοεῖν εὔλογον, κἂν μὴ τῷ Δαυῒδ ὦσιν ἐπιγεγραμμένοι, ἀλλ᾽ εἰς τὸ τέλος τυχὸν τῷ Ἀσὰφ, ἢ τοῖς υἱοῖς Κορὲ, τῷ τοὺς ἁγίους ἀναδεδέχθαι πάντας τὴν εἰκόνα Χριστοῦ. Τὸ δὲ ἐν ψαλμοῖς παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλας, σαφέστερον ὁ Σύμμαχος, διὰ ψαλτηρίων ἐξέδωκε διδασκο ......... τὴν ᾠδὴν εἰρῆσθαι ......... τὰ ψαλτήρια πλείω ......... ὄργανα δι᾽ ὧν ᾄδεται τὸ εἰς τὸ τέλος, ἢ ὁ ἐπινίκιος, ἢ τῷ νικοποιῷ, ὃ δηλοῦν ἔοικε καὶ τὸ εἰς νῖκος ἐν ὕμνοις παρὰ τῷ Θεοδοτίωνι. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ψαλμὸς τὴν εἰρημένην ἔχων ὑπόθεσιν ἐπαγγέλλεται ταύτην κοινώτερον μὲν ἐν τῷ προφήτῃ Δαυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ, τὸ πρόσωπον τῶν ἁγίων ἀναλαμβάνοντι, τὰς δὲ θλίψεις αὐτῶν ἰδιοποιημένῳ καὶ τοὺς πλατυσμοὺς ἁγίων· ἁγίων γὰρ, φωνὴ τὸ, Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἐπιστρέφοντι δὲ καὶ τοὺς ὅσοι τυγχάνουσι βαρυκάρδιοι, τούς τε ἀγαπῶντας τὰ μάταια καὶ ζητοῦντας τὸ ψεῦδος.
Τὸ δὲ μελῴδημα παρὰ τὴν ᾠδὴν ἔοικε δηλοῦν καὶ τὸ τοῦ μυστικοῦ ῥυθμοῦ τεχνικόν· κατὰ δὲ ἀναγωγὴν ὀρθὴν, πολιτεία πρὸς δόξαν Θεοῦ μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων.
Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδράσκειν Δαυῒδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ᾽ ὃν ὕμνον ἐπινίκιον τῷ νικοποιῷ Θεῷ ἀνατίθησι τὸν παρόντα ψαλμὸν, δι᾽ οὗ καὶ ἡμεῖς παιδευόμεθα μὴ ἀμνημονεῖν τῶν τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. Εἰκότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· Ἐν θλίψει ἐπλάτυνάς με. Λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς· καθ᾽ ἣν τὸν Θεὸν ἐπικαλεσάμενος, ἔτυχεν αὐτοῦ ἐπηκόου· καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. Ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις, καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ ἃ συμβέβηκεν αὐτῷ.
Ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας, μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς, καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος, ἔργοις τε δικαιοσύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν Θεὸν ἱλασάμενος, καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι᾽ ἣν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν Κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀποῤῥᾳθυμεῖ· ἀλλ᾽ εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν Θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ᾽ οἶκτον ἐπακουσθῆναι, οὐ κατ᾽ ὀφειλήν. Εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης, ἀλλ᾽ οὐκ ἐπὶ τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ᾽ ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ.
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Τοὺς τὴν διάνοιαν πεπαχυμμένους, καὶ περὶ τὴν ὑπακοὴν τοῦ θείου λόγου βραδεῖς, βαρυκαρδίους ὠνόμασεν, ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογισμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· Ἕως ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε, σπεύδειν δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ Θεῷ ἐξομολόγησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ Δαυῒδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι ταραττομένους, καὶ θορυβουμένους, καὶ πάντα μᾶλλον πράττοντας ἢ ἐπὶ τὸν Θεὸν καταφεύγοντας, ταῦτα λέγειν. Τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φησὶν, ἐν τοῖς περιστατικοῖς καιροῖς; Τί δὲ χρὴ ματαιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες;
Τί δὲ τὸ ψεῦδος μετιέναι, τὸ ἀληθὲς καταλιπόντας; Ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι Θεὸς καὶ Κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς, ὁ μηδέποτε καταλείπων πάντα ὅσιον αὐτοῦ, ἀλλ᾽ ἀεὶ θαυμαστὰ ἐπ᾽ αὐτῷ δεικνὺς, σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γενέσθαι, εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ οὖν καὶ ἐμοῦ αὐτοῦ Κύριος εἰσακούσεται, ἐν τῷ κεκραγέναι πρὸς αὐτόν. Ἐπακούσαντος δὲ ὑμῶν τοῦ Κυρίου, οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν, ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ᾽ αὐτοῦ βοηθείας. Δόξα τε τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον· ὁ μὲν γὰρ Ἀκύλας· Ἕως πότε, οἱ ἔνδοξοί μου; ὁ δὲ Σύμμαχος· Ἕως πότε, ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λογικὴν τὴν κατ᾽ εἰκόνα τοῦ Θεοῦ πεποιημένην. Οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονειδίζει, βαρυκαρδίους καλῶν, καὶ ἀνθρώπων υἱούς· δέον εἶναι υἱοὺς Θεοῦ, κατὰ τό· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.
Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ὁ προφήτης περὶ Χριστοῦ διδάσκει ἡμᾶς, ὅς ἐστιν ἀληθὴς ὅσιος, κατὰ τὸ εἰρημένον ἐν τῷ ιεʹ ψαλμῷ· καὶ οἱ ἀπόστολοι δὲ ἐμαρτύρησαν, ὡς περὶ Χριστοῦ προφητευομένου λέγοντες εἰρῆσθαι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι ἡμᾶς. Οὐ ταυτὸν δέ ἐστι πιστεῦσαι, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, καὶ γνῶναι, ὡς οὐδὲ ταυτόν ἐστι τῇ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι τῷ Θεῷ καὶ γνῶναι τὸν Θεόν. Οἱ ἀπόστολοι οὖν τῇ ἀληθείᾳ ἐπίστευον· ἀλλ᾽ οὐ πάντως ὅτε ἐπίστευον ἐγνώκεισαν αὐτήν. Ἀπόδειξις δὲ τῶν εἰρημένων τὸ Εὐαγγέλιον, ἔνθα εἴρηται· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πιστεύουσι γὰρ τῇ ἀληθείᾳ, φησὶ, τὸ γνώσεσθαι τὴν ἀλήθειαν· κατὰ γὰρ τοὺς προφήτας πιστεῦσαι δεῖ πρὶν συνιέναι καὶ λαλῆσαι· τοῦ μὲν Ἡσαΐου λέγοντος· Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε· τοῦ δὲ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα.
Ὅτι δὲ τὸ γινώσκειν τὸν Θεὸν τοῦ πιστεύειν αὐτῷ διαφέρει, ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται διὰ τοῦ, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· οὐ γὰρ τοῖς ἀπιστοῦσί φησι· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐπὶ γνῶσιν οὖν ἡμᾶς ὁ λόγος προκαλούμενος ὑποβάλλει καὶ τὴν τίνος γνῶσιν ἀναλαβεῖν ἡμᾶς χρὴ, ὥς εἰσιν ὑπὸ Θεοῦ τεθαυμαστωμένοι οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημάτων, καὶ αὐτοὶ δι᾽ αὐτὴν τοῦ Θεοῦ χάριν καὶ θείαν ἐπισκοπὴν θαυμαστοὶ γενόμενοι.
Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται, μηδὲ εἰς ἔργον τὸν θυμὸν κινεῖσθαι παραινῶν. Οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ᾽ ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον, μετ᾽ ὀργῆς ἐξῄεσαν, ὡς εἰκὸς, οἱ μετὰ τοῦ Δαυῒδ, ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά τινα πρὸς αὐτοὺς λέγειν· Ὑμεῖς μὲν, ὦ ἄνδρες σύμμαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες, καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν, θυμοῦσθε κατὰ τοῦ ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι, καὶ ἀγανακτικῶς ὀργιζόμενοι, ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, εἰ καὶ εὔλογος ἡ ὀργὴ, ἀλλ᾽ ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικακίας, οὐδ᾽ ἐπὶ πλέον ἐξάπτεσθαι, ὡς καὶ ἐπὶ ἁμαρτίας ἐκπίπτειν. Διό φημι· Ὀργίζεσθε, ἀλλὰ μὴ ἁμαρτάνετε.
Εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν, τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ᾽ ὁρᾶτε μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν, τῇ ὀργῇ ἐπιμένοντες. Εὕροις δ᾽ ἂν καὶ κατὰ τὴν ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσασθαι τοῦ παιδός.
Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ᾽ ἡμέραν ὀργιζόμενοι· ἀλλ᾽ ἐπὶ ταῖς κοίταις ὑμῶν ἐφ᾽ ἡσυχίας, παρ᾽ ἑαυτοῖς γενόμενοι, κατανύγητε, τὰ δι᾽ ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. Μὴ γοῦν, φησὶν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμελούντων, μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρτίας, ἀλλ᾽ ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, καὶ μηκέτι ταράττεσθε, οἰκειωθέντες τῷ Κυρίῳ διὰ τῆς δικαιοσύνης. Ἐπείπερ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ᾽ ἀρετὴν πράξεσι. Καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπουδάζειν.
Διὸ δὴ καὶ αὐτὸς, ἐπαναστάντος τοῦ υἱοῦ, περὶ τοῦτο μόνον ἐσπούδασα διὰ δικαιοσύνης τὸν Θεὸν ἱλασκόμενος· ὅθεν, Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, καὶ, ἐν θλίψει ἐπλάτυνάς μοι· ἐπειδὴ, θύσας θυσίαν δικαιοσύνης, ἐπ᾽ αὐτὸν ἤλπισα.
Πολλοὶ λέγουσιν· Τίς δείξει ἡμῖν ἀγαθά; Ἄλλοι μὲν, φησὶν, ἄλλως διανοούμενοι, καὶ μάλιστα οἱ βαρυκάρδιοι υἱοὶ τῶν ἀνθρώπων, οἱ τὴν τοῦ βίου ματαιότητα ἀγαπῶντες. οὐκ εἰδότες τ᾽ ἀληθῶς ἀγαθὰ, οὐδὲ ἐλπίζοντες, οὐδὲ πιστεύοντες ταῦτα ὄψεσθαι, φασί· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐ γὰρ συνορῶσιν αὐτὰ, τῷ μὴ καταυγάζεσθαι τῷ φωτὶ τοῦ προσώπου σου· διὸ δὴ μόνα τὰ γεώδη καὶ φθαρτὰ ὑπολαμβάνοντες εἶναι ἀγαθὰ, περὶ ταῦτα ἀσχολοῦνται καὶ ταῦτα μεταδιώκουσιν. Εἰ δέ τις αὐτοῖς περὶ τῶν θειοτέρων καὶ ἐπουρανίων λέγοι, ἐρωτᾷν εἰώθασιν· Καὶ τίς ἆρά ἐστιν ὁ δείξων ἡμῖν ταῦτα; Ἀλλ᾽ ἐκεῖνοι μὲν τοιοῦτοί τινες. Ἡμεῖς δὲ παρ᾽ οἷς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου σου, ὦ Κύριε, καὶ τὸν δείξοντα καὶ τὸν δώσοντα ἡμῖν αὐτὰ ἐπιστάμεθα ὑπὸ τοῦ σου φωτὸς εἰς τὴν γνῶσιν αὐτῶν ἐληλυθότες· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.
Ἀπὸ καρποῦ τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐπεὶ δὲ πολλαχοῦ τῶν Γραφῶν ἐν εὐλογίαις σῖτος καὶ οἶνος τοῖς ἁγίοις κεῖνται ἐν ἐπαγγελίᾳ, ὡς τοῦ ἐναντίου τοῖς ἁμαρτωλοῖς ἡ τούτων στέρησις· ἄξιον ἀποστῆσαι τῆς κατὰ τὸ ῥητὸν ψιλὸν ὑπολήψεως, τούς τε ἀκεραιοτέρους τῶν πεπιστευκότων, καὶ τοὺς διὰ τὴν μικρότητα τῆς ἐπαγγελίας ἑτέρῳ Θεῷ ἀναπλαττομένῳ ὑπ᾽ αὐτῶν βουλομένους προσκυνεῖν· καὶ φιλοτιμητέον τὸ ποικίλον τῶν σωματικῶν βρωμάτων ἀναγαγεῖν ἐπὶ ταῦτα, ὧν μεταλαμβάνουσα κατ᾽ ἀξίαν ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ καὶ ἰσχυροποιεῖται πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν· Ἐγὼ δὲ οἶμαι αὐτὰ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἀνάγεσθαι. Καὶ ἵνα μὴ περὶ τῶν τηλικούτων ἀμαρτύρως δόξωμεν ἀποφαίνεσθαι, ἀρκέσει ἡμῖν Παῦλος σαφέστατα τοῦτο διδάσκων ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ οὕτως· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων.
Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με. Ἔοικε δηλοῦν τὴν ἀβλαβῆ ἄνεσιν καὶ ἀνάπαυσιν τῆς ψυχῆς, συμφώνως τῷ θείῳ λόγῳ ἐσομένην μετὰ τὰς πρὸς τὰ κάλλιστα θεωρίας. Τάχα γὰρ ὃν τρόπον κατὰ τὸ σῶμα φαγόντες καὶ πιόντες ἀνέσεως δεόμεθα τῆς κατὰ τὸν ὕπνον· οὕτως οὐ πάντοτε δυναμένη διαρκεῖν ἡ ψυχὴ πρὸς τὸ θεωρεῖν, ἐν καιρῷ ἐνατενίζει τοῖς κατὰ τὴν ἑαυτῆς δύναμιν τῷ αὐτάρκει· εἶτα διανάπαυσιν ἡγούμεθα δηλοῦσθαι διὰ τοῦ· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.
Ἐκεῖνοι μὲν, φησὶν, οἱ πολλοὶ ἅτε δὴ πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες, δι᾽ ἧς οἱ πολλοὶ βαδίζουσι, οὐκ ἐλπίζοντες, τίς δείξει αὐτοῖς τὰ κατὰ ἀλήθειαν ἀγαθὰ, ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ σίτῳ πληθύνοντες, ὡς ἀγαθῶν τούτων ἀπολαύειν ἡγοῦνται· ἐμοὶ δὲ τῷ καταξιωμένῳ τοῦ φωτὸς τοῦ προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην καρδίας· ἀλλ᾽ οὐδὲ σαρκῶν οὐδὲ σωμάτων, καὶ οὐ τὴν ἐξ οἴνου καὶ σίτου καὶ ἐλαίου σώμασι χορηγουμένην, ἀλλ᾽ εὐφροσύνην τὴν κατὰ διάνοιαν. Μαθὼν γὰρ παρὰ τοῦ Σωτῆρος καὶ τῶν σῶν ἐπαγγελιῶν, ὅτι, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἐνεστῶτα βίον λύπαι μοι καὶ θλίψεις καὶ πειρασμοὶ καὶ περιστάσεις οὐ διαλείπουσιν, ἀλλ᾽ ἔσται μοι καιρὸς ὁ τῆς ἀπαλλαγῆς τοῦ σώματος, καθ᾽ ὃν ἐν εἰρήνῃ ποιήσομαι τὴν κοίμησιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος· εὖ δὲ ἀκριβῶς πέπεισμαι, ὅτι τότε μοι παρέσται τὰ τέλη τῆς εὐφροσύνης, ἐπειδὰν ἡ κοίμησίς με καταλάβῃ καὶ ὁ κατὰ τὸν θάνατον ὕπνος. Τότε γὰρ σὺ αὐτὸς ὁ, Κύριε, μετὰ τῆς ἀγαθῆς ταύτης ἐλπίδος ἀναλαβών με κατοικιεῖς ἐν ταῖς ἐπουρανίοις μοναῖς. Σημείωσαι δὲ κἀνταῦθα τὰς ἐπὶ τοῖς διαψάλμασι διαστολὰς, ἤτοι τῆς διανοίας ἐναλλαγὴν παριστώσας, ἢ τάχα μεταβολὴν τοῦ μέλους ἐναλλάττοντος, ἢ τὸν ῥυθμόν.
Ἀστέριος δὲ ὁ ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· Διὰ τί, εἰς τὸ τέλος ἐν ὕμνοις, ἐπιγέγραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσε· ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην καὶ ἐμοίχευσε· καλῶς δὲ, μετανοήσας, τὸν βίον ἐτέλεσε· διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ Δαυῒδ ἡ πρᾶξις τῆς μετανοίας· καὶ ἐπειδὴ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλεγεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυῒδ τὴν μετάνοιαν. Εἶδεν ὁ Θεὸς καθαρθεῖσαν τὴν ψυχὴν, καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο· προσευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἀνεῖλεν· ὡς, ἐρωτηθεὶς πῶς τοῦ Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν τοῦ ψαλμοῦ. Ὥσπερ γὰρ, φησὶν, ἁμαρτήσαντί μοι ὁ Θεὸς αὐτὸν κατ᾽ ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ᾽ αὐτοῦ ἐδωρήσατο νίκην. Διὰ τί δ᾽ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυΐδ; Ἐπειδὴ, ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη, διὰ τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται, ὁ Θεὸς, ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ Θεός· Ἰδοὺ πάρειμι.
Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχιον εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν Θεὸν, καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ κύματα τῶν θλίψεων, φησὶν, ἡ ταχεῖα γαλήνη διέλυσε, καὶ λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισας, ὡς μὴ μόνον ἐμὲ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ᾽ ἐμὲ ἀπολαῦσαι. Διὸ ὑπωκαταβὰς ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων συνουσία εὐφροσύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ᾽ αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἔφυγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη· ἀλλ᾽ ὁ Θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο. Πρῶτος γὰρ ὁ Σίβα ὁ ἐκ τοῦ οἴκου τοῦ Σαοὺλ ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους, καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας· εἶτα μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης, καὶ αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλουμένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν, καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα, καὶ γαλαθηνὰ μοσχάρια· Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· Ἐν θλίψει ἐπλάτυνάς μοι.
Τί δὲ, λέγων εἰσηκούσθην, μὴ μακρὸν κατέτονας λόγον; Μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ Δαυΐδ· οὐ γὰρ χρῄζει πολυλογίας ὁ Θεὸς, ὁ καὶ μόνῳ στεναγμῷ ἀρχούμενος. Τοῦτο μόνον ἔλεγον προσευχόμενος· Οἰκτείρησον, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Εἴποι δὲ ταῦτα καὶ ὁ λῃστὴς ἐν τῷ σταυρῷ πρὸς τὸν Κύριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ θλίψει· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, εἰσηκούσθη, καὶ ἀντὶ σταυροῦ τὸν παράδεισον ᾤκησε, καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ.
Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; θεάσασθε τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν. Εἰ, τὸν Λάζαρον τετραήμερον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες, οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ Σταυρωθέντος τὴν δύναμιν· νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. Διὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθε.
Μάρτυς ἡ Γραφὴ εἰποῦσα· Βαρὺ λίθος καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα· ὅτι οὔτε νουθεσίᾳ θέλγεται, καὶ θαύματα βλέπων ὀργίζεται. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββὰν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιὸν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν;
Ἀλλὰ πρὸς τούτοις καὶ ζητεῖσθε ψεῦδος, ψευδομάρτυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα τῷ Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; ὅτι νοσοῦντας ἰάσατο, ὅτι δαίμονας ἐφυγάδευσεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἐν ἐρήμῳ διέθρεψε χωρὶς γυναικῶν καὶ παίδων;
Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενωθεῖσιν ἔλεγεν ὁ Δαυΐδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὸν Υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολουθήσατε; Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀποθανεῖν;
Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα μάταιον, ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.
ΕΡΜΗΝΕΙΑ ΨΑΛΜΟΥ Εʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυΐδ. Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς, ἤτοι Ἐκκλησίας, εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ Θεοῦ θεραπευταῖς. Ἐστὶ γὰρ κληρονομία τοῖς θεραπεύουσι Κύριον· Ἔστι δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ ἔχουσα εἶναι.
Εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς. Εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ Σωτήρ· Δεῦτε ἐκ δεξιῶν μου, εἶπερ οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων, εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν Θεῷ, ἵνα ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι· ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνει τὴν ἐπιγραφὴν τὴν ὑπὲρ τῆς κληρονομούσης.
Τὰ ῥήματά μου ἐνωτίσαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Τὰ μὲν οὖν ῥήματα διὰ στόματος ἐπαγγελλόμενα ὠσὶν ἀκούεται καὶ ἐνωτίζεται· ἡ δὲ κραυγὴ οὐ διὰ τῶν λόγων, κἂν αὐτοὶ εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χείλεσι φάσκοιεν· ἀλλ᾽ ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ· οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρχεν ἔννοια.
Τοιοῦτος μὲν οὖν ἐτύγχανεν πᾶς ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμασται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας.
Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψῃ με. Παιδεύεται διὰ τούτων ἡ κληρονομοῦσα τὴν ἀπαρχὴν τῶν ἡμερινῶν πράξεων τῇ πρὸς Θεὸν ἀνατιθέναι λατρείᾳ· ὅπερ οὐκ ἂν ἐποίει μὴ καὶ ἀπὸ κοίτης ἔχουσα τὴν ἀγνωσίαν.
Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ὡς ἂν ἠξιωμένη τῶν ἐπηγγελμένων ἀγαθῶν ἡ κληρονομοῦσα, τοὺς ἀνόμους ἐπιδείκνυσιν ἑαυτῇ. Οἱ γὰρ παράνομοι, εἰ καὶ πρὸ τοῦ παρανομῆσαι παρῴκησάν σοί ποτε, καθάπερ οἱ τὸν Μωϋσέως δεξάμενοι νόμον, ἀλλὰ παραβάται γεγονότες οὐ μένουσιν. Μισεῖς δὲ καὶ τοὺς ἔξω τῆς θεοσεβείας ἐν ὅσῳ μίσους ἄξια πράττουσιν.
Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Οὐ τούς ποτε ἐργασαμένους, ἀλλὰ καὶ τοὺς ἔτι καὶ νῦν ἐργαζομένους, ὡς ἂν ἐπιμένοντας τῇ κακίᾳ, μισεῖ ὁ Θεός. Παρὰ πάντας δὲ τούτους ἀπωλείᾳ παραδίδωσι τοὺς μὴ μόνον κατὰ ἀπάτην λογιζομένους τὰ ψευδῆ, ἀλλὰ καὶ λαλοῦντας αὐτὰ, καὶ ἑτέροις διακονουμένους, ὁποῖοι τυγχάνουσιν οἱ ἄθεοι, αἱρεσιῶται. Καὶ ἐπὶ πᾶσι τούτοις τὸν ἄνδρα αἱμάτων βδελύσσεται Κύριος, καὶ ἐν τῇ ἴσῃ τούτῳ τιμωρίᾳ καὶ τὸν δόλιον τίθησιν. Ὁ δὲ βδελυγμὸς ὑπερβάλλουσαν ἀποστροφὴν, ὡς ἐπὶ μεγάλῳ βιάσματι, τοῦ βδελυσσομένου πρὸς τὸν βδελυκτὸν παρίστησι.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Χριστὸς δὲ ἡ δικαιοσύνη· αὐτὸς γὰρ ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Ματαία δὲ καὶ τῶν ἔξω σοφῶν ἡ καρδία περὶ ὧν εἴρηται· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ὧν ὁ λάρυγξ ἀπέπνει νεκρὰ δόγματα, τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον μὴ διδασκόντων, τὸν δὲ ψευδῆ καὶ νεκρόν· Κρῖνον αὐτοὺς, ὁ Θεὸς, τοὺς ἐπιβουλεύοντάς μου ταῖς περὶ τῆς κληρονομίας ἐλπίσιν· οὗτοι γάρ σε παραπικραινοῦσι. Κρῖνον· σοῦ γὰρ σώζειν σπουδάζοντος, πολεμοῦσιν ἐπιβουλεύοντες. Βούλεται δὲ καὶ αὐτοὺς ἐντεῦθεν ἤδη κριθέντας ὠφεληθῆναι, τοῦ πλήθους τῶν ἀσεβημάτων ἔξω γεγενημένους.
Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἀλλὰ καὶ ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ηὐφράνθησαν οἱ τὴν αὐτοῦ καραδοκήσαντες ἐνανθρώπησιν· ἥτις τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰ τούτων ἠλπίζετο. Ἐπεδήμησε γὰρ ὁ Θεὸς Λόγος σὰρξ γεγονὼς, προσλήψει σαρκὸς, ἵνα σκηνώσῃ ἐν τοῖς πεπιστευκόσιν αὐτῷ, κατὰ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οἳ καὶ εἰς αἰῶνα ἀγαλλιάσονται, ὁρῶντες τοῦ σαρκωθέντος Λόγου τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. οἳ καί φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ἔχοντες θεωρίαν τῆς δόξης αὐτοῦ, καθ᾽ ἣν Μονογενὴς παρὰ Πατρός ἐστιν.
Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον. Οὔσης λόγου καυχήσεως, περὶ ἧς ὁ Παῦλός φησιν· Μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, καὶ ὁ προφήτης· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τὰ ἑξῆς· οὐ τοιαύτη τυγχάνει ἡ τοῦ λέγοντος· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Τοιοῦτοι περὶ ὧν ὁ λόγος, ἠγαπηκότων αὐτοῦ τὸ ὄνομα. Προαιρέσει γὰρ, οὐ φόβῳ, τετιμηκότες ἐκαυχῶντο. Αἴτιον δὲ τῆς καυχήσεως τὸ τῶν ἐπουρανίων τυγχάνειν εὐλογιῶν· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.
Καὶ τέλος δὲ ἀγαθῶν τῆς ἐλπιζομένης κληρονομίας ὁ τῆς δικαιοσύνης στέφανος, οὗ τεύξονται οἱ κατὰ Παῦλον λέγειν δυνάμενοι· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ᾧπερ ηὐδόκησεν ὁ Θεὸς ὅπλῳ χρήσασθαι φυλακτικῷ πάσης ἐφόδου πολεμίων ἐπιούσης κατὰ τῶν οἰκείων αὐτοῦ.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ϛʹ. Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Ὀγδόη ἡ ἀναστάσιμος τοῦ Σωτῆρος ἡμέρα κυριακὴ σωτήριος, ἐν ᾗ πάντων ἁμαρτημάτων καθάρσιον εἶναι πιστεύομεν· ἐν ᾗ συμβολικῶς μὲν ἅπαν περιετέμνετο βρέφος, κατὰ δὲ τὸ ἀληθὲς καθαίρεται δι᾽ ἀναγεννήσεως πᾶσα ἐν Θεῷ ψυχὴ γεννωμένη. Τοσοῦτον δὲ κρεῖττον αὐτὴ τῆς ἑβδόμης, ὡς ἐν αὐτῇ λύεσθαι τὴν περὶ τοῦ σαββάτου νομοθεσίαν, εἰ καταλάβοι κατ᾽ αὐτὴν ἡ τοῦ βρέφους ὀγδόη· περιτέμνεται γὰρ ἄνθρωπος ἐν σαββάτῳ.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ἐξ ἀσθενείας γὰρ ἅπαν ἁμάρτημα γίνεται, πρὸς τὸ πάθος ἀεὶ τῆς ψυχῆς ἐνδιδούσης· διὸ καταφεύγει πρὸς τὸν Σωτῆρα καὶ ἰατρὸν, τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγγενόμενος γὰρ ψυχῇ τῇ λογικῇ, ὡς μὲν λόγος Θεοῦ τὴν ἀλογίαν αὐτῆς ἀφαιρεῖται· ὡς δὲ σοφία τῆς ἀφροσύνης αὐτὴν ἀπαλλάττει, καὶ ὡς δικαιοσύνη τῆς ἀδικίας, καὶ ὡς ἀλήθεια τοῦ ψεύδους ἐλευθεροῖ.
Τὰς νεανικὰς δὲ τῆς ψυχῆς ὑποφαίνει δυνάμεις, τεταράχθαι φήσας αὐτοῦ τὰ ὀστᾶ, δι᾽ ὧν εἴωθεν ἀντιβαίνειν τοῖς πάθεσιν ἀνδρικῶς· ὃ δὴ σαφηνίζων ἐπήγαγε· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἴασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ Θεοῦ δύναμις· ἧς ὁ τυχών φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ὅτι δὲ μὴ πάντως αἰσθητὰ τὰ ὀστᾶ, δηλοῖ τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι; Καὶ τὸ, Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
Καὶ σὺ, Κύριε, ἕως πότε; Τὴν ἐπὶ μακρῷ χρόνῳ παράτασιν τῆς ἑαυτοῦ μετανοίας ἐμφαίνει. Ὁ γάρ τοι σοφὸς τῶν ψυχῶν ἰατρὸς οὐ παραχρῆμα κατὰ τὴν πρώτην ἐπιστροφὴν ἐπακούει τοῦ δεομένου, ὡς ἐν ἕξει παραμόνῳ γένηται τἀγαθοῦ, βεβαίαν δείξας μετάνοιαν· καὶ μετὰ τὴν ἱκανὴν καρτερίαν τὴν ἐν ἐξομολογήσει· φησὶν ἐνέπεισας· καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῖς γὰρ μὴ ἐξ ἁμαρτίας αὐτὸν ἐπικαλουμένοις ἐρεῖ· Ἔτι λαλοῦντός σου, Ἰδοὺ πάρειμι.
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Σοφὸς ὢν ὁ Δαυῒδ οὐκ ἠγνόει τὴν παροῦσαν ζωὴν θεραπείας εἶναι καιρὸν, μεθ᾽ ὃν οὐ δεὶς κατορθοῖ· καὶ πάντα πράττει θεραπευθῆναι βουλόμενος, πρὶν ὑπὸ τοῦ κοινοῦ καταληφθῆναι. Διό φησιν· Ἀντὶ μιᾶς νυκτὸς καθ᾽ ἣν ἥμαρτον, πάσας ἐξομολογοῦμαι τὰς νύκτας, ἀποπλῦναι πειρώμενος ἐμαυτὸν καὶ τὴν ἐφ᾽ ἣν ἥμαρτον κλίνην δάκρυσι μετανοίας.
Οἶδα γὰρ δὲ κἂν τύχῃ τῆς ἀφέσεως ἐπαγγέλληται, δακρύων πέρας οὐχ ἕξειν. Τὸ δὲ, Τίς ἐξομολογήσεταί σοι; ἀντὶ τοῦ, οὐδείς, κεῖται· νῦν γὰρ οὐ σημαίνει τὸ σπάνιον. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἡ μνήμη, φησὶ, τοῦ θυμοῦ σου καὶ τῆς ὀργῆς τὸν ἐμὸν ἐτάραξε νοῦν· ὃ δὴ διδάσκων ὁ Σωτὴρ ἔλεγεν· Ὁ λύχνος τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμός. Οὐ γὰρ ἐγχωρεῖ ἕνα τῶν δυεῖν ὀφθαλμῶν τοῦ σώματος λύχνον εἶναι· ἀλλ᾽ οὐδὲ σωματικὸς ὀφθαλμὸς ὑπὸ θυμοῦ ταράσσεται τοῦ Θεοῦ. Ἀντὶ κατορθώματος δὲ καταριθμεῖται τὰς ἰδίας κακοπαθείας· ἐν αἷς καὶ τὴν κάκωσίν τε καὶ ταπείνωσιν, ἣν ἐπὶ πλεῖστον χρόνον ἐν μέσοις ἐποιεῖτο τοῖς ἰδίοις ἐχθροῖς.
Ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους. Ἐπηκόου τυχὼν τοῦ Θεοῦ, ἐπιστρέφει πάλιν πρὸς αὐτὸν τὴν εὐχὴν, καὶ παρακαλεῖ πρὸς τὸ ἀναχωρῆσαι καὶ αἰσχυνθῆναι αὐτοῦ τοὺς ἐχθροὺς, ἀποτυχόντας ἐν οἷς ἐπεβούλευσαν, δι᾽ ὧν αὐτῷ Θεὸς τὴν σωτηρίαν παρέσχετο. Ἀξιοῖ δὲ καὶ λίαν αὐτοὺς ταραχθῆναι· ὃ δὴ πάντως αὐτοὺς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἐκδέξεται.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ζʹ. Ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Οὐκ ἐπ᾽ ἀνθρώποις, οὐδὲ συμβουλαῖς ἀνθρώπων, ἢ στρατοῦ πλήθει τὰς ἐμὰς ἐλπίδας ἀπήρτησα· Διό με ῥῦσαι πολεμίων μοι τοσούτων ἐπικειμένων διὰ παντός. Οὐ μόνον νῦν Ἀβεσσαλὼμ, καὶ Ἀχιτόφελ, καὶ τῶν σὺν αὐτοῖς· ἀλλὰ καὶ πάλαι νέῳ ὄντι Σαούλ τε καὶ πλείστων τῶν τε δι᾽ αὐτῶν ἀφανῶς μοι πολεμούντων δαιμόνων· ὧν περὶ τοῦ ἄρχοντος εἴρηται· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ· ἐξ οὗ μάλιστα ῥυσθῆναι παρακαλῶ.
Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Ὅσην ἄγει παῤῥησίαν ἐπὶ τῷ μὴ μνησικακεῖν! Ἐξαίρετον γὰρ τοῦτο κατόρθωμα τοῦ Δαυΐδ· ὡς τοῦ μὲν Μωϋσέως τὸ πρᾶον· Πρᾶος γὰρ ἦν παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς· τοῦ Ἀβραὰμ δὲ ἡ πίστις· Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· καὶ τοῦ Ἰὼβ ἡ καρτερία, καὶ Ἰωσὴφ ἡ σωφροσύνη, καὶ ἡ σοφία τοῦ Σαλομῶντος. Καὶ τὸ στεῤῥὸν τῶν ἁγίων οὐκ ἐπὶ τοῖς αὐτοῖς μεμαρτύρηται· ἀλλ᾽ ἐν ᾧ κρατεῖ παραδόξῳ παλαίσματι. Δαυῒδ τοίνυν ὁ διὰ παντὸς ἀμνησίκακον ᾔτησε, προτείνει Θεῷ τῶν ἔσων ἐξ αὐτοῦ τυχεῖν ἐξαιτούμενος. ᾜδει γὰρ ἐκ τοῦ θείου Πνεύματος τὴν μέλλουσαν τοῦ Σωτῆρος ἐπαγγελίαν τὴν, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Διὸ μετὰ τὴν ἱκανὴν μετάνοιαν ἔτυχε τῆς ἀφέσεως.
Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Διατεινόμενος δέ φησιν· Εἰ μὴ κατώρθωσα τοῦτο, μὴ ἐλευθερωθείην πρὸ τοῦ θανάτου τῆς ἁμαρτίας, μηδὲ τὴν ἐμὴν ἀπολάβοιμι δόξαν, ἐν αὐταῖς δέ μου καταληφθείην ταῖς ἁμαρτίαις, ἵν᾽ ὡς ὅτε ἥμαρτον οὕτω μέχρι παντὸς τὴν ἐμὴν ὁ δυσμενὴς καταπατήσῃ ψυχὴν, μέχρι τοῦ εἰς χοῦν ὑποστρέψαι θανάτου. Εἰ δὲ κατώρθωσα, τύχοιμι τῶν ἴσων λυτρούμενος, καὶ μὴ εἰς ὃν ἐξ ἁμαρτίας κατέπεσα χοῦν ἐπιμένων τῆς σαρκικῆς ἁμαρτίας. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν· οὗτος δὲ, κἂν δοξάζεσθαι ποτὲ δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων διὰ δόξαν, καὶ τὸν παρ᾽ αὐτῶν ἔπαινον, ἢ τὴν παρ᾽ αὐτοῖς ἀποδοχήν.
Ἀνάστηθι, Κύριε, ἐν τῇ ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Οἷα δὴ στρατηγὸν διαναστῆναι σὺν ἀγανακτήσει κατὰ τοῦ τῶν ἀοράτων πολεμίων ἄρχοντος στρατοπέδου, λέγων· Ὃ τοῖς ἀνθρώποις ἡμῖν προσέταξας ἀγωνίζεσθαι κατὰ τῶν ἀοράτων δυνάμεων, τοῦτο δράσον αὐτός. Τούτων γὰρ ὑπὸ σοῦ καθῃρημένων, κἀγὼ σωθήσομαι, οὐ μόνος, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν Ἐκκλησία κυκλώσει σε, πάσης δαιμόνων πλάνης ἀπελασθείσης. Ταύτης δὲ καθάπερ χοροῦ μέσος γενόμενος ὕμνον ἀναπέμψεις πρέποντα τῷ Πατρὶ καθάπερ ἔφης· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.
Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεφον, Κύριος κρινεῖ λαούς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμέ. Ἐπειδὴ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ τοὺς πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, εἰκότως μαθὼν ὁ Δαυῒδ, ὅτι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι· Γενοῦ, φησὶ, κἀμοῦ κριτὴς, ὦ Κύριε, μὴ κατὰ τὰς λοιπάς μου πράξεις, ἀλλὰ κατὰ τὴν ἁπλότητά μου καὶ δικαιοσύνην.
Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Ἐπιστημονικὸν καὶ μέγα τὸ πέρας αἰτεῖσθαι γενέσθαι κακίας, κυβέρνησιν δὲ τῷ δικαίῳ πρὸς τὸ μηκέτι χειμάζεσθαι. Περὶ δικαιοκρισίας εἰπὼν τοῦ Θεοῦ, μόνον δίκαιον ἀποφαίνει κριτὴν, ὡς καὶ μόνον ὁρῶντα καρδίας· αὐτὸς γὰρ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἄνθρωπος μὲν γὰρ εἰς ὄψιν ὁρᾷ· αὐτὸς δὲ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· οὐκ ἔστι κρίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοιοῦτον δείξας τὸν Θεὸν, πεπαῤῥησιασμένῳ συνειδότι φησίν· Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Χρηστὰ γὰρ ἐλπίζει διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ὡς δὴ σκολιὸν ἔχων οὐδὲν ἐν καρδίᾳ.
Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου λέγεται· οὗτος γὰρ πρὸς τούτους καὶ ὠδίνησεν ἀδικίαν, καὶ τὰ ἑξῆς.
Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
Ταῦτα ῥητῶς ἐπ᾽ Ἀχιτόφελ πεπλήρωται. Παρευδοκιμηθεὶς γὰρ ὑπὸ τοῦ Χουσὶ, καὶ τὰ πράγματα τοῦ Ἀβεσσαλὼμ, ὡς δὴ σοφὸς, ἀπογνοὺς, καὶ τὴν μέλλουσαν ἐκ τοῦ Δαυῒδ φοβούμενος δίκην, οἴκαδε ἀναχωρήσας ἀπήγξατο, παθὼν ἅπερ ἐπεβούλευε παθεῖν τὸν Δαυῒδ, καὶ τὴν κατ᾽ αὐτοῦ κακίαν ἐπὶ τὴν αὐτοῦ κεφαλὴν ἀπεμάξατο. Καὶ καθόλου δὲ πᾶς δι᾽ ὧν εἰργάσατο κακῶν καθ᾽ ἑαυτοῦ τὴν ψῆφον ἐν ἡμέρᾳ κρίσεως φέρει.
Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου. Ὡς δὲ μηδενὶ αὐτὸς ἐπιβουλεύσας, μηδὲ λάκκον ὀρύξας, παρορῶν δὲ τοὺς ἀδικοῦντας τῶν ἀσεβῶν ἀπολλυμένων ἐν κρίσει, Ἐξομολογήσομαι, φησὶ, τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ· Τὰ ἐμαυτοῦ δίκαια καθάπερ ἐν δικαστηρίῳ προθείς· καὶ ψαλῶ δὲ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· πιστεύων καταξιωθήσεσθαι τοῦ χοροῦ τῶν παρ᾽ αὐτοῦ σωζομένων.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ηʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Τὰ ἐπὶ τῇ συντελείᾳ νῦν τῶν αἰώνων προφητευόμενα τὴν ἐπιγραφὴν, εἰς τὸ τέλος, ἐποίησεν. Ὑπὲρ δὲ τῶν ληνῶν διὰ τὰς ἐν πάσῃ τῇ γῇ συστάσας Ἐκκλησίας, ἀλληγορίας νόμῳ λεγομένας ληνούς. Ὅτε μὲν εἷς ἦν λαός· ἦν δὲ οὗτος Ἰσραὴλ, ᾧ ἐχρημάτιζε καὶ πύργος ὁ παρὰ τούτοις νεὼς, καὶ προλήνιον τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον κατὰ τὴν Ἡσαΐου φωνήν.
Τὸ δὲ πλῆθος νυνὶ τῶν ληνῶν τὰ πολλὰ μηνύει θυσιαστήρια, ταῖς κατὰ μέρος ἐκκλησίαις συνδιαιρούμενα. Διὸ καὶ ἐν πγʹ ψαλμῷ τὸν αὐτὸν ἐπιγραφέντι τρόπον πολλὰ θυσιαστήρια καὶ σκηνώματα θεσπίζονται καὶ αὐλαὶ, κατὰ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μεθ᾽ ἃ ἐπάγει· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
Οὐ πάλαι θαυμαστὸν ἐν πάσῃ τῇ γῇ· μετὰ δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο, ὅτε καὶ συναγωγὴ λαῶν ἐκύκλωσεν αὐτόν· συμφώνως τῷ νῦν ῥηθέντι· Ἐκ στόματος νηπίων, καὶ τὰ ἑξῆς. Τὴν γὰρ νέαν καὶ καινὴν συναγωγὴν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων διδάσκει συνεστάναι ψυχῶν διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συστᾶσαν τῆς οἰκουμένης μετὰ τὴν ἀνάληψιν τὴν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτῷ τῶν παίδων, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀγανακτοῦσί φησιν· Οὐδέποτε ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ μήποτε τό· Ἕνεκα τῶν ἐχθρῶν σου.
Καὶ διὰ τοὺς ἀρχιερεῖς λέγεται καὶ Φαρισαίους· ἐχθρὸς καὶ ἐκδικητὴς ὁ λέων εἰρημένος ἐν τῷ πρὸ τούτου ψαλμῷ. Τὸ οὖν μέγιστον θαῦμα, ὅτι ὁ τοσοῦτος, ἐχθρός τε καὶ λέων, ὁ ἄρχων τοῦ αἰῶνος τούτου, διὰ νηπίων καὶ θηλαζόντων καθῄρηται· μεθ᾽ ὃ πανταχοῦ Θεὸς ἐν πᾶσι θαυμάζεται. Ἐχθρὸς δὲ ὢν ἐνεδρεύει πρὸς ἁμαρτίαν ὑποσκελίζων, καὶ τοὺς ἡμαρτηκότας μετὰ ταῦτα κολάζει.
Καὶ πῶς ἐν πάσῃ τῇ γῇ τὸ πάλαι μηδενὶ γινωσκόμενον ὄνομα τοῦ Κυρίου καὶ θαυμαστὸν κατέστη, διασαφεῖ λέγων ἑξῆς· Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ τὸ ἐπιλεγόμενον δὲ τρίτον ἐν τῷ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἔχοι ἂν συμφωνίαν πρὸς τό· Συναγωγὴ λαῶν κυκλώσει σε. Τὸ γὰρ νέαν καὶ καινὴν συναγωγὴν τῶν κυκλούντων τὸν Θεὸν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων ψυχῆς καὶ θηλαζόντων συνεστάναι διδάσκει· οὕτω καλῶν τοὺς ἀναγεννωμένους ἐν Χριστῷ λαούς. Εἰς ὕψος γὰρ ἀναβὰς μετὰ τὴν εἰς οὐρανὸν κάθοδον, ὁ διὰ τῆς προφητείας παριστώμενος Κύριος κατηρτίσατο ἑαυτῷ ἐπὶ τῆς γῆς τὴν τῶν λαῶν συναγωγὴν, ἐκ νηπίων καὶ θηλαζόντων αὐτὴν συστησάμενος.
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Εἰ καὶ θαυμαστά σου, φησὶ, δημιουργήματα οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἅπερ ἥδρασας δι᾽ ὅλου τοῦ αἰῶνος ἑστάναι· ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα, καθά φησιν ἐν ἑτέροις, καὶ πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται· οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν ἡδρασμένα μένει· ἄνθρωπον δὲ τὸν καθ᾽ ἕνα παρερχόμενον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου, καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν εἰ μικρόν τι καὶ φθαρτὸν ἐτύγχανε ζῶον· οὕτω δὲ τίμιον ὡς ἐκ στόματος νηπίων καὶ θηλαζόντων ὕμνον αὐτῷ κατηρτίσθαι.
Εἰ καὶ σμικρὸς τοίνυν κατὰ τὸ σῶμα· ἀλλὰ κατὰ ψυχὴν τὴν κατ᾽ εἰκόνα τετίμηται· ὥστε διὰ τούτου θαυμαστόν σου καταστῆναι τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Ἀποθαυμάζει τὸ θεῖον Πνεῦμα καὶ εὔχεται τοῦ θαυμασμοῦ λέγων· Οὐρανοὺς μὲν ὁρῶ τοὺς τὸν σύμπαντα κόσμον περιέχοντας· ὁρῶ δὲ καὶ σελήνην καὶ ἄστρα, καὶ ταῦτα πάντα γνωρίζω τῇ φύσει ὄντα μεγάλα καὶ θαυμαστὰ τῆς ὅλης δημιουργίας μέρη· ἀλλ᾽ ὅμως, καίπερ ὄντα τοιαῦτα, οἶδα, ὅτι βραχύτατα τῶν σῶν ἔργων τυγχάνει. Ἔργα γοῦν ἐστι ταῦτα τῶν σῶν δακτύλων· οὐχὶ δὲ χειρῶν, οὐδὲ μεγάλης τινὸς δυνάμεως· ἀλλ᾽, ὡς ἂν εἴποι τις, ἄκρων δακτύλων, τροπικῶς οὕτως τῶν δυνάμεων ὀνομαζομένων τοῦ Θεοῦ, δι᾽ ὧν τὰ αἰσθητὰ καὶ ὁρώμενα δημιουργήματα συνεστήσατο.
Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Καὶ μὴν ἑτέρως δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ Θεὸς, ἐπὶ μόνου τοῦ ἀνθρώπου φήσας· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν, καὶ διαφόρως τοῖς ἁγίοις ἀνθρώποις ἐπιφανεὶς, καὶ Πνεύματος ἁγίου, καὶ δυνάμεως οὐρανίου μεταδοὺς, ὡς τὸ μέλλον εἰδέναι, καὶ νόσους ἐλαύνειν, καὶ νεκροὺς ἀνιστᾷν· καὶ τὸ μέγιστον ἁπάντων, τῇ τοῦ Μονογενοῦς τιμήσας αὐτὸν παρουσίᾳ.
Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν ὡμοιωμένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν καὶ δύναμιν ἐδωρήσατο. Ὁ ἄνθρωπος, τῆς θεϊκῆς εἰκόνος λαβὼν, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· λέγει δὲ ἀλλαχοῦ· Καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοὶ, δῆλον ὡς καὶ ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτόν. Καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανῷ διατριβὴν σημαίνει, τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων, ὅτε μέλλουσι βασιλείαν κληρονομεῖν οὐρανῶν ὡς ἐπήγγελται. Λέγει δὲ ὁ Παῦλος· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.
Οὕτω καὶ τὸ, Πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, νοητέον νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ καὶ βίος ἰσάγγελος ἀπόκειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν, ἐν αἰῶνι τῷ μέλλοντι γενησόμενον. Διό φησι πρὸς αὐτὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Θʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ. Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πεπραγμένα ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς καὶ ἡ εἰς ᾅδου κάθοδος καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ αὐτῷ πάντα κρυφίως πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ Προφήτης λέγει· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοιαῦτα καὶ αὐτὸς ἐν Εὐαγγελίοις φησίν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας ταῦτα νηπίοις. Καὶ ἐν τῷ ψαλμῷ γὰρ περὶ τῶν κρυφίων εὐχαριστεῖ. Μετὰ δὲ τὴν εὐχαριστίαν, ἣν ὑπὲρ τῆς ἡμετέρας ἐποιήσατο σωτηρίας, περὶ τῶν θαυμασίων τοῦ Πατρὸς διδάξειν ἡμᾶς ἐπαγγέλλεται τῇ τοῦ Πατρὸς ἐναγαλλόμενος θέᾳ. Ὡς δὲ Υἱῷ καὶ ἡ γνῶσις παρῆν τοῦ ὀνόματος τῆς θεότητος τοῦ ἀῤῥήτου καὶ ἀκατονομάστου Πατρός. Ταῦτα δὲ μάλιστα, φησὶ, ποιήσω τὸν τῆς ζωῆς νικήσας ἐχθρὸν θάνατον, περὶ οὗ λέλεκται· Ἔσχατος ἐχθρὸς καταργήσεται ὁ θάνατος. Ἀποστραφήσεται γὰρ εἰς τὰ ὀπίσω, τουτέστι τὴν πρώτην αὐτοῦ κατάστασιν, ὅτε μὴ ὑφεστήκει.
Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· οὗ δὴ γεγονότος καὶ οἱ λοιποὶ πάντες ἐχθροὶ τοῦ λόγου σου καὶ πολέμιοι ἀσθενήσαντες ἀπολοῦνται.
Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἰ οἱ ἐν τῇ οἰκουμένῃ οὐκ ἐν ὁμοίοις εἰσὶν ἔργοις, οὐκ ἂν εἶεν δικαιοσύνη ἡ κρίσις τοῦ Θεοῦ· ὁμοίως τοὺς ἁμαρτάνοντας κολάζει, ἣ τοὺς δικαίους δοξάζει. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, ἥτις οἰκεῖται ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμως ἁμαρτανόντων ἀνόμως ἀπολλυμένων.
Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. Καὶ ἐλπιζέτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ποίῳ δὲ πένητι καταφυγὴ γέγονεν ὁ κριτὴς, ἀλλ᾽ ἢ τῷ κατὰ τὸν πρῶτον βίον τὴν στενὴν ὡδευκότι καὶ τεθλιμμένην, καὶ τῷ μακαριζομένῳ πτωχῷ, δηλονότι τῷ πνεύματι; Τοῦτο δὲ μαθόντες οἱ γινώσκοντες τὸ ὄνομά σου, καὶ ὅτι ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ τοὺς ἐκζητοῦντάς σε νῦν οὐκ ἐγκαταλείψεις, ἐντεῦθεν ἐλπιζέτωσαν ἐπὶ σὲ πάντα διὰ τὰς ἀμοιβὰς ὑπομένοντες.
Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. ᾨδὴ διαψάλματος. Ἀλλὰ καὶ τοῖς εὐσεβέσιν ἐπιβουλεύσαντες, ἑαυτοὺς περιέπειραν ἀπωλείᾳ. Τότε καὶ γνωσθήσεται δικαίᾳ κρίσει χρώμενος ὁ Θεός. ᾨδὴ δὲ διαψάλματος· ὡς ἂν μεταβολῆς γεγενημένης ἤτοι μέλους κατὰ τὴν Ἑβραΐδα φωνὴν, ἢ μελῳδίας, ἢ καὶ τῆς διανοίας αὐτῆς τῶν λελεγμένων ἐφ᾽ ἕτερον νοῦν μεταβαλλόντων τὸν λόγον.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Εἰ γὰρ καὶ νῦν ἀναισθητοῦσι, ἀλλ᾽ ἥξει τῆς κρίσεως ὁ καιρός. Θεοῦ δὲ ἄνθρωπος, κἂν δοκῇ καταπεφρονῆσθαι παρὰ Θεοῦ, τῷ παρὰ τῶν ἁμαρτωλῶν ἀνήκεστα πάσχειν· ἀλλ᾽ οὐ παραδέδοται λήθῃ. Οὐ γὰρ εἰς τὸ τέλος ἐπιλησθήσεται ὁ πτωχὸς τῷ πνεύματι· ἕξει δὲ καρπὸν καὶ τέλος ἀγαθὸν διὰ τὴν ἐν τοῖς παροῦσιν ὑπομονήν.
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ᾽ αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διεγείρει τὸν Θεὸν ὡς τῆς ἀνοχῆς αὐτοῦ καὶ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας, ἀναβολὴν μὲν ἐμποιούσης αὐτῷ, ἐπιτριβὴν δὲ τοῖς ἀσεβέσιν ἀνθρώποις. Εὐξάμενος δὲ ἐνώπιον τοῦ Θεοῦ κριθῆναι τὰ ἔθνη, νῦν ἀκολούθως πρὸ τῆς μελλούσης κρίσεως ἀξιοῖ δοθῆναι τοῖς ἔθνεσι νομοθέτην, ἵνα μάθωσιν, ὡς εἰσὶν ἄνθρωποι, ἀλλ᾽ οὐκ ἄλογα ζῶα· οὐ γὰρ ἀλόγοις δίδοται νόμος. Οὐκ ἂν δὲ λέγοι Μωϋσῆν τὸν ἐξ ἀνθρώπων πάλαι γεγενημένον, οὐδὲ νόμον τὸν μόνοις τεθέντα τοῖς Ἰουδαίοις· ἀλλ᾽ οὐδὲ προσδοκᾷν ἕτερον εἶναι, τὸ διὰ πάσης ἐλθεῖν τῆς οἰκουμένης τῆς Καινῆς Διαθήκης τὸν νόμον.
Χριστὸς γὰρ ὁ νομοθέτης, καὶ τοῦ Εὐαγγελίου τὸ κήρυγμα κεκράτηκε τῶν ἐθνῶν. Περὶ οὗ διὰ τοῦ προφήτου φησὶν ὁ Πατήρ· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Καὶ τῷ νόμῳ αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἐξέδωκαν.
Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται. Ἢ ἐπειδὴ ὁ Θεὸς ὁ δρασσόμενός ἐστι τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, κατὰ τὸν Ἀπόστολον, τοῦτο αὐτὸ ἤδη γενέσθαι παρακαλεῖ; Ἐπὶ πολλαῖς γὰρ ἀσεβείαις ὁρῶντες αὑτοὺς οἱ πολλοὶ εὐθυνουμένους τε καὶ μηδενὶ λυπηρῷ περιπίπτοντας, μακαρίους αὑτοὺς ἡγοῦνται καὶ ἐπαίνων ἀξίους. Κἀκεῖνοί τε μεγάλα βλάπτονται καὶ οἱ ζηλωταὶ τῆς κακίας γενόμενοι.
Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ, βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῇ παρούσῃ τῶν ἀσεβῶν ἐπεξέρχεται καταστάσει, τὴν μέλλουσαν κρίσιν ἀναγκαίαν δεῖξαι βουλόμενος. Τὸ δὲ παρώξυνε, διέσυρεν Ἀκύλας ἡρμήνευσε. Τοὺς περὶ Θεοῦ γὰρ κρίσεως λόγους ἀληθῶς διασύρουσιν. Ἐπιμένων δέ τις ἁμαρτίαις, πρὸς τὸ Θεὸν ζητεῖν ἐμποδίζεται, συνάγων ἑαυτῷ πλῆθος ὀργῆς. Διὸ μὴ ζήτει καὶ τὰς περὶ Θεοῦ φυσικὰς ἐννοίας περικοπτόμενος, καὶ τοῦ βίου τὰς ὁδοὺς ἀκαθάρτους ἔχων· τούτου γε χάριν διὰ παντὸς καὶ τοῦ Θεοῦ τὰ κρίματα μὴ λαμβάνων εἰς νοῦν, ἐν τῷ συγχωρεῖσθαι μάλιστα κατακυριεῦσαι τῶν ἐχθρῶν.
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶτταν αὐτοῦ κόπος καὶ πόνος. Τῶν γὰρ ἑτεροδόξων τὸ στόμα ἀρᾶς γέμει, κακολογούντων τὸν Δημιουργὸν, καὶ τῶν λοιδόρων· πικρίας δὲ τῶν θυμικῶν, δόλου τῶν δολίων.
Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Καὶ ταῦτα πράττει παραλογιζόμενος ἑαυτὸν, ὡς οὐχ ὁρῶντος Θεοῦ. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ εἰδεῖν εἰς τέλος. Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται, ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός.
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Οὕτως ἐπὶ τὴν τῶν ἀσεβῶν κρίσιν διεγείρει λοιπὸν τὴν ἀνοχὴν τοῦ Θεοῦ. Ἡ δὲ χεὶρ ὑψουμένη δύναμιν ἐδήλωσε κριτικήν. Ἐν ὅσῳ γὰρ αὐτὴ μὴ τιμωρεῖται τοὺς ἀσεβεῖς, τετιμωρεῖσθαι δοκεῖ· ἀποδιδοῦσα δὲ ἑκάστῳ κατὰ τὸ δίκαιον, ὑψοῦσθαι λέγεται, καὶ ταύτην οὐδεὶς ἀποδράσεται. Διό φησι· Τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρά σου. Τοιγαροῦν ὁ σὸς πτωχὸς ἀκούσας τῶν σῶν λόγων φασκόντων· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ιʹ. Ἐπειδὴ καὶ τῷ Δαυῒδ εἰς τὸ τέλος γέγραπται· καὶ κατὰ τὸν Ἀκύλαν, τῷ νικοποιῷ, κατὰ δὲ τὸν Σύμμαχον, ἐπινίκιος τοῦ Δαυῒδ, φήσεις, ὅτι καὶ ὁ Δαυῒδ μετὰ τὴν συμβᾶσαν αὐτῷ συμφορὰν ἔφασκε τὰ προκείμενα.
Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Τελείου φωνὴ, καὶ κατὰ τὸν Ἀπόστολον εἰπεῖν δυναμένου, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Οὐ κατὰ τὸν ἀτελῆ τὸν φυγῇ μεταναστεύοντα τόπον ἐκ τόπου, καὶ περιφεύγοντα τοὺς διώκοντας.
Καθὰ δὴ στρουθίον τοὺς θηρεύοντας, ὃς, κἂν διαφύγοι, λέγοι ἄν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Ὁ μόνος δίκαιος καὶ κριτὴς Θεὸς, τοὺς ἑαυτοῦ πολεμουμένους ὁρῶν, τί ἐποίησεν; Ἐν οὐρανῷ κατοικῶν καὶ βασιλείαν ἔχων ἀσάλευτον, οὐδὲν τῶν ἐπὶ γῆς παρορᾷ. Χαρίζεται δὲ τῷ πένητι τῶν εὐεργετικῶν αὐτοῦ δυνάμεων τὴν ἐπισκοπὴν, ἅς φησιν ὀφθαλμούς· ὥσπερ οὖν βλέφαρα τὴν κριτικὴν αὐτοῦ καὶ πάντα διακρίνουσαν πρόνοιαν. Διὰ δικαιοσύνην δὲ κρινεῖ καὶ τοὺς δικαίους, μή τι καὶ αὐτὸς πεπλημμέληται.
Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Τὰς ἐπιπόνους κολάσεις πολλαχῆ δηλοῖ τὸ ποτήριον, ὡς ἐν Ἡσαΐᾳ· Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον εἰσπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ. Λέγει δὲ καὶ τῷ Ἱερεμίᾳ Θεός· Λάβε τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτίσεις αὐτὸ πάντα τὰ ἔθνη, πρὸς οὓς ἐγὼ ἀποστελῶ σε. Ὁποῖον τὸ προκείμενον ποτήριον, οὗ τὸ πλήρωμα πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος· οὗ δὴ σύμβολα τὰ κατὰ Σοδόμων ἐπενεχθέντα. Δηλοῖ δὲ τὸ πῦρ τὴν διακαύσεως ἀπειλὴν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ἔτι μᾶλλον τὸ πῦρ ἀφορμὴν, τὸ δὲ πνεῦμα τῆς καταιγίδος, πειρασμοῦ συστροφήν. Εἴρηται γὰρ ἐν Ἡσαΐᾳ· Ὡς καταιγὶς δι᾽ ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἔστι δὲ καὶ τοῖς εὐσεβέσι ποτήριον τὸ μεθύσκον ὡς κράτιστον, περὶ οὗ τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου. Καὶ δι᾽ ἔργων ἀγαθῶν τὸ μὲν φυγεῖν, τὸ δὲ αἱρήσασθαι.
Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὡς γὰρ δίκαιος ἐπιβλέπει μὲν τὸν πένητα, παιδεύει δὲ τοὺς ἁμαρτωλούς· οὐσίᾳ δὲ δίκαιός ἐστιν, οὐ μετοχῇ. Πλὴν καὶ οὕτως ἔχων ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος.
Ἀλλὰ καὶ ἑκάστου κρίματός ἐστί τις δικαιοσύνη· πολλὰ δὲ τὰ κρίματα τοῦ Θεοῦ, περὶ ὧν γέγραπται· Τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Πολλαὶ ἄρα καὶ αἱ δικαιοσύναι. Βλέπει δὲ καὶ εὐθύτητα, τὴν πρὸς τὸν ὀρθὸν λόγον γνώμην· χαίρει γὰρ ἐπὶ τοῖς ἔχουσι, κἂν ὀνειδιζομένους ὁρᾷ. Μήποτε δὲ ὡς πολλαὶ δικαιοσύναι ἐπὶ τοῖς κρίμασιν, οὕτως εὐθύτητες. Διὰ δὲ τὸ ἀποδέχεσθαι τὴν εὐθύτητα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷ. Ἐπιφαίνεται γὰρ παρὼν ὁ Θεὸς τοῖς ἔργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασι τῶν κριμάτων.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΑʹ. Εἰς τὸ τέλος περὶ τῆς ὀγδόης. Ἡ αὐτή ἐστι τῇ τοῦ ϛʹ ἐπιγραφή. Ἐλέγομεν δὲ, ὡς καὶ τὸν νόμον λύει Μωϋσέως, εἰ ἄγοι βρέφος ἐν Σαββάτῳ, ἡμέραν ὀγδόην τῆς περιτομῆς ἐν αὐτῇ γινομένης.
Τὴν ὁμοίαν ἔχειν ἐλέγομεν δύναμιν καὶ τὴν Κυριακὴν, τὴν ἀναστάσιμον οὖσαν τοῦ Κυρίου, καὶ τυγχάνουσαν ἀπὸ τῆς πρώτης ὀγδόην, πρώτην δὲ κατὰ φύσιν ὑπάρχουσαν· καθαρτικὴ γάρ ἐστι πάσης ψυχῆς. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
Μάταια ἐλάλησαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. Διαβάλλει πᾶσαν τὴν καθ᾽ ἑαυτὸν γενεάν· λέξει γὰρ καὶ προϊών· Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Τοιαύτη γὰρ ἡ προτέρα γενεὰ, περὶ ἧς ἔφη καὶ ὁ Σωτήρ· Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· καὶ βασίλισσα Νότου, καὶ τὰ ἑξῆς· καὶ πάλιν οὕτως· Ἔσται τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. Οὐκ ἀδίκως δὲ ταύτης κατηγορῶ, φησὶν ὁ Προφήτης· ἀλλ᾽ ὅτι μηδεὶς ὅσιος ἐν αὐτῇ, μηδεὶς ἀληθής. Ἐπεὶ οὖν μηδένα μοι σωτηρίας αἴτιον εὑρίσκω, αὐτός μοι, Κύριε, τοῦτο γενοῦ. Διελέγχει δὲ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, περὶ ὧν φησι καὶ Μωϋσῆς· Υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὅτι δὲ μάταια ἐλάλουν ἐπιβουλεύοντες τῷ Σωτῆρι καὶ δολίως αὐτῷ προσερχόμενοι, σαφῶς ἡ τῶν Εὐαγγελίων διδάσκει γραφή.
Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστι; Θεοῦ γὰρ ἦν, οὐκ ἀνθρώπου, τῆς ἐκείνων περιγενέσθαι κακίας, καὶ σβέσαι λόγους βλασφημοῦντας τὸν Ἰησοῦν. Ὁμοίως δὲ τῷ Φαραὼ φήσαντι· Οὐκ οἶδα τὸν Κύριον, καὶ αὐτοί φασι· Τίς ἡμῶν Κύριός ἐστι; νομίσαντες εἶναι κύριοι διὰ τῶν ἰδίων λόγων τὴν τοῦ Σωτῆρος σβέσαι διδασκαλίαν, ὡς ἂν ὄντες αὐτεξούσιοι. Ταῦτα δὲ ἦν τὰ Φαρισαίων καὶ Σαδδουκαίων χείλη, μεθ᾽ ὑποκρίσεως προσιόντων τῷ Σωτῆρι, καὶ Ῥαββὶ καλούντων αὐτὸν, λάθρα δὲ κατ᾽ αὐτοῦ τυρευόντων. Μεγαλοῤῥήμονες δὲ ἦσαν οἱ πρεσβύτεροι καὶ οἱ ἀρχιερεῖς τοῦ λαοῦ, τολμῶντες ἀνακρίνειν τὸν Σωτῆρα καὶ λέγειν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
Ἕνεκε τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἢ καὶ οὕτως· Οἱ πτωχοὶ δι᾽ ἐμὲ καὶ πένητες γεγονότες τῷ πνεύματι στένουσιν ἀεὶ ταπεινούμενοι προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον τῇ ἐμῇ ἀναστάσει σωτήριον στήσομαι πᾶσιν ἀνθρώποις· ἐφ᾽ ᾧπερ ὡς μεγάλῳ παῤῥησιάσομαι κατορθώματι.
Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Ὁ δὲ ἄργυρος πολλάκις πυρούμενος ἀμιγὴς ἑτέρας ὕλης ἐστίν· οὕτω καθαρὰ ψεύδους τοῦ Κυρίου τὰ λόγια. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
Ἐπειδὰν φυλάξῃς τοὺς σοὺς πτωχοὺς, καὶ ἐπειδὰν ἡμᾶς περιτειχίσῃς ἅμα τῇ ἐρχομένῃ γενεᾷ, τῇ καλουμένῃ αἰωνίᾳ, οἱ παράνομοι τότε, ἐκτὸς γενόμενοι τῆς εἰς πάντας ἀνθρώπους χυθησομένης σου χάριτος, κύκλῳ περιπατήσουσι, θεωροὶ γενησόμενοι τῶν σωζομένων καὶ τοῦτο ἔσται ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν ἀνθρώπων.
Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων, Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθεῖαν περιπατοῦσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.