Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΟΒ΄ - ΟΣΤ΄

Έναρξη του Τρίτου Βιβλίου με τους ψαλμούς του Ασάφ. Αναλύεται το μυστήριο της πρόνοιας του Θεού, η πτώση του ιουδαϊκού έθνους, η καταστροφή της Σιών και η αναμονή του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 9 από 16

ΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ. Αʹ. Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν ιβʹ, τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμένων ιαʹ συναφείας, κατατέτακται δὲ πρὸ τοῦ νʹ ψαλμοῦ.

Ὁ γοῦν μθʹ ἐπιγέγραπται τοῦ Ἀσάφ· τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι παρεθήκαμεν. Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ, τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρόθυμον τοῦ παναγάθου Θεοῦ, καὶ τὴν ἐπὶ τοῖς ἀσεβέσιν ἀνεξικακίαν αὐτοῦ, τήν τε ἐνδιδομένην συγχώρησιν τοῖς ἁμαρτάνουσιν· ἣν ὑπερεκπληττόμενος, ἑαυτοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σαλευθέντος, καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι᾽ ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας.

Πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις, προϊὼν τὴν καταστροφὴν αὐτῶν θεσπίζει λέγων· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα.

Βʹ. Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώτῳ λέλεκτο διδάσκει, ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Οἷς ἑξῆς ἐπιλέγει· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· οἷς αὖθις ἐπιλέγει· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· τῷ γὰρ φάσκειν μηκέτι προφήτας γεγονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. Ἕπεται δὲ ταῦτα σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προῤῥήσεσιν. Ἐπειδὴ γὰρ ἐλθόντα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ᾽ αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει.

Γʹ. Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα, καὶ παραινεῖ μὴ διαφθεῖραι. Ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή· ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων. Καὶ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν παρίστησι διδάσκων ὅπως ἔστησεν ἡμέραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμενοι τῆς παρὰ τῷ Θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦνται, οὔθ᾽ οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. Διὸ ἐκ προσώπου μὲν τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ἀναφωνεῖ τό· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· περὶ δὲ τῶν τὰ κατὰ τοῦ Σωτῆρος ἡ μῶν τολμησάντων προΐων ἐπάγει τό· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας.

Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Εἶθ᾽ ἑξῆς ἐξ αὐτοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

Δʹ. Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται Ἐν ὕμνοις· οὐ μόνον ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέλος. Διαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ Σωτῆρος καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν, καὶ τὴν ἐπὶ τῆς Ἰουδαίας παρουσίαν· καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις, καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται, οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνόμενον.

Ὃ δὴ σημαίνει λέγων· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐγενήθη εἰρήνη ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶθ᾽ ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς Ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρίστησιν ὧδε φάσκων· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· καὶ πάλιν· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν λέγων· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς.

Εʹ. Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπογράφει δὲ, Ὑπὲρ Ἰδιθούμ· περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. Ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάττειν τοὺς λόγους, πολλὰ ὡς εἰκότως ἐφ᾽ οἷς ἀκήκοεν περὶ τοῦ λαοῦ καταστενάζοντος, λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι᾽ αὐτὰς τῷ παντὶ ἔθνει. Δι᾽ ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησι τὸ, Φωνῇ μου πρὸς τὸν Θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· εἶθ᾽ ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυμίαν ὑποφαίνει λέγων· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ ἐπιλέγει· Νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Ταῦτ᾽ ἦν τὰ λυπήσαντα τὴν τοῦ Ἰδιθοὺμ ψυχήν. Δι᾽ ὃ καλῶς ὠλιγοψυχηκέναι ὡμολόγει. Ἀλλὰ τὸ θεῖον Πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησι· Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια.

Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι· πλῆθος ἤχους ὕδατος· καὶ ἐπισφραγίζεται λέγων· Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησε τὸν Ἰδιθοὺμ, ὡς ἂν μηκέτι λέγοι· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωϋσέως τοῦ Θεοῦ παραδόξοις ἔργοις, δι᾽ ὧν ἐλυτρώσατο τὸν λαὸν, τὰ ὅμοια καὶ εἰς τὸν ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι. {ϛʹ.} Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος. Ὅθεν οὐδὲν τούτων ἐπιγέγραπται· διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομένων.

Διὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ᾽ ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ, καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; Τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπολογίαν τῆς τοῦ Θεοῦ δικαιοκρισίας· μέλλων γὰρ θεσπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας, ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μικροῖς ἀσεβήμασι ταῦτα πείσονται. Διόπερ καταριθμεῖται ὁσάκις ἥμαρτε καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐτοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ Θεοῦ ὀργή. Ἵν᾽ οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει, Συνέσεως τῷ Ἀσὰφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας.

Ζʹ. Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ᾽ αὐτῶν κατηγορίας ἐντυπώσας, ἀκολούθως διὰ τῶν προκειμένων τὴν γενομένην κατ᾽ αὐτῶν ἐπανάστασιν κατὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει. Ὁ ἐπελθὼν τοῖς Ἱεροσολύμοις, οὐ καθαιρεῖ μὲν, βεβηλοῖ δὲ τὸ ἱερὸν, εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. Τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμμένων Μακκαβαίων βίβλος περιέχει· ἐν ᾗ καὶ τὰ πλήθη τῶν ἀνῃρημένων, οἵ τε τρόποι τῶν ὑπὸ εὐσεβείας μεμαρτυρηκότων παρ᾽ αὐτοῖς ἀνεγράφησαν.

Διὸ τὸ προφητικὸν Πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παῤῥησίᾳ πολλῇ λέλεκτο. Ἀλλ᾽ οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γʹ καὶ οʹ, δι᾽ οὗ ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Ἐν ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν.

Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί.

Ηʹ. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εἰς τὸ τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου. Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμῄνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.

Δι᾽ ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν· ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ᾽ ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. Δι᾽ αὐτοῦ γὰρ, φησὶν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι᾽ αὐτοῦ· δι᾽ ὃ καὶ ἱκετεύομεν λέγοντες· Κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, διὰ τοῦ δηλωθέντος ἀνδρὸς, καὶ σωθησόμεθα.

Θʹ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ᾽ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται.

Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαΐας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ᾽ ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. Διὸ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας.

Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν.

Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο.

Ιʹ. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ᾽ αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει.

Εἶτ᾽ ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγορουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν. Εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκραταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ᾽ ἐπὶ τέλει τοῦ παντὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθʹ ψαλμὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ᾽ οὖν Θεὸς θεῶν εἰσῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται.

Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθʹ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ ἑξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι᾽ ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται.

Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· εἰκότως ἐν τῷ μθʹ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι᾽ ὃ λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

ΙΑʹ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσὰφ, ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ᾽ ἀκολούθως. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ᾽ ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ᾽ Ἀντιόχου γενομένην ἔταξεν, εἶτ᾽ ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ᾽ ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ᾽ αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος φάσκων· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα.

Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν τὴν κατ᾽ αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστροφὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οηʹ ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν.

Οὐκέτι δὲ καὶ ἐν τῷ ογʹ, καθ᾽ ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή. Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ιαʹ. Ὁ δὲ ιβʹ πρὸ τοῦ νʹ ψαλμοῦ κατατέτακται δι᾽ ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι. Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ᾽ ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν.

ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΒʹ. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ Δαυῒδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραίτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυῒδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ᾽ εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ᾽ ἀπὸ δογματικῆς διδασκαλίας, δι᾽ ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὃ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς.

Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.

Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι᾽ ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος.

Ἀλλ᾽ ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ᾽ ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ᾽ ὀλίγον γὰρ ἐξεχύθη τὰ διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχῦσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος.

Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς· οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον.

Διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος· Πλὴν ὄντως, φησὶν, ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς καθαροῖς τὴν καρδίαν. Παρέστησε γάρ τίς εἴη ὁ Ἰσραὴλ, ἐπισυνάψας καὶ εἰπὼν, τοῖς καθαροῖς τὴν καρδίαν. Οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν Θεὸν ἑρμηνεύεται.

Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ᾽ ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα; Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ᾽ ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ᾽ αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα.

Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες, καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι᾽ ἐπιπόνου καὶ μοχθηροῦ βίου. Διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς· Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγένοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο. Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. Δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες.

Δι᾽ ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ᾽ οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἠμφιώσαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος ὀφθαλμοὶ αὐτῶν.

Εἶτ᾽ ἐπὶ τούτοις· Διήλθοσαν, φησὶν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι᾽ ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο.

Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔτασσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ᾽ ἦν δι᾽ ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ᾽ ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου, καὶ παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.

Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ. Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ᾽ ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι. Οὕτω λέλεκταί που, ὅτι Ἐκοιμήθη πλήρης ἡμερῶν. Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; εἰ γάρ ἐστιν ἐν τῷ Ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ, καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν, καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου;

Κἀγὼ δὲ, ταῦτα θεωρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν· Μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας; Εἰ γὰρ τοῖς μὴ ταῦτα πεποιηκόσι τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ, καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελόμενος· εἰκῆ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖρας καὶ τὰς πράξεις ἐξ ἀδίκων ἔργων· εἰκῆ καὶ νηστείαις καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῆ καὶ μάτην ἐπόνουν, ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ᾽ ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν ταῖς πρὸς τὸν Θεὸν ἐξομολογήσεσι. Ταῦτ᾽ ἦν ἃ ἐνθυμούμενος, παρὰ μικρὸν ἐσαλευόμην. Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνιπτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ᾽ ἕκαστον ὄρθρον.

Εἰ ἔλεγον, Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθεικα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυτοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ᾽ οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους. Εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύτην διδασκαλίαν προέφερον εἰς ἑτέρους· παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων, καὶ τὰς συνθήκας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων. Τέκνα γάρ σου τοῦ Θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες. Γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρεχάραξα ἂν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλεχθέντας ἐμαυτοῦ λογισμούς. Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι᾽ ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσι καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου, οἱ δὲ δίκαιοι ταπεινοῦνται· οὐδὲ οὕτω κατέλαβον ἂν τὰς ἀποῤῥήτους περὶ τούτων κρίσεις, κόπους δὲ μόνους ἐμαυτῷ συνῆγον, εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. Διό φησι· Καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι.

Διόπερ ὁρῶν ἀκατάληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν, εὐσεβεῖ χρώμενος λογισμῷ, διενοούμην παρ᾽ ἐμαυτῷ κρεῖττον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς τούτων γνώσεως καιρόν. Οὗτος δὲ ἦν, Ἕως εἰσέλθω εἰς ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ Θεοῦ, συνετισθῶ τὰ ἔσχατα αὐτῶν. Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου, καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας· εὖ εἰδὼς, ὡς ἐκεῖσε γενόμενος, συναισθήσομαι τοὺς λόγους τῶν ἐζητημένων, γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν. Μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐτῶν τρυφὴν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν.

Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέγοντα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· τὸν δὲ τῆς τούτων καταλήψεως, πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ Θεοῦ, καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ· ἐπὶ τὸν τρίτον οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. Τούτῳ δ᾽ ἐμπιστεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀληθεῖ, ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως. Ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ Πνεύματος, ὡς διὰ τὰς δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ Θεὸς, μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. Εἶτα φωτισθεὶς, καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταληψομένην αὐτοὺς προφητικῇ δυνάμει συνιδὼν, εἰκότως φημί· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, γεγόνασί τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένου. Ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴχεται αὐτῷ τὰ τῆς φαντασίας.

Οὕτω δὲ καὶ τῶν ἀσεβῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγεία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσι καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγοροῦσι καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾷν τε καὶ κατέχειν ταῖς χερσὶν ἐπειλημμένοις. Κατὰ δὲ τὸν Σύμμαχον, ἀντὶ τοῦ, Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· Ὄντως ἐν ὀλίσθῳ ἔταξας αὐτοὺς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαίφνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες, ὡς ὄνειρον ἐξυπνίσαντι. Εἰς δὲ τὸ, ἐξαίφνης, καὶ τὸ, ἐξάπινα, παραθήσεις τὴν σωτήριον φωνὴν τὴν λέγουσαν· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἥξει ὁ Κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει.

Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Ἀνωτέρω μὲν ἔλεγεν, Ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· νῦν δὲ τί ποτ᾽ ἦν τὸ ἁγιαστήριον διδάσκει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ἔνθεν εἰκότως ὁ θεῖος Ἀπόστολος, πόλιν οὐράνιον Θεοῦ εἰδὼς ἔλεγεν· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί. Ταύτην οὖν καὶ ὁ παρὼν Προφήτης τὴν πόλιν τοῦ Θεοῦ σημαίνει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

Εἰ μὲν γὰρ ἦσαν, φησὶ, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο· ἐπεὶ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν εἰς ἀγρίου θηρὸς τρόπον τε, γέγονέ τε ἵππος θηλυμανὴς, ἢ λύκος ἁρπακτικὸς, ἢ ὄφις καὶ γέννημα ἐχιδνῶν, ἢ ἄλλο τι τούτοις παραπλήσιον· τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀποῤῥίπτει ὁ Θεὸς, ἐξουδενῶν αὐτὴν, οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν.

Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· δι᾽ ὃ λέλεκται· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπεφθέγξατο, ὥσπερ ἐπιθειάσας, καὶ τὸ μέλλον πεφωτισμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος. Τὴν δὲ αἰτίαν δι᾽ ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ Θεοῦ συνιδεῖν, παρίστησι λέγων ἑξῆς· Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν, ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους· ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς· δι᾽ ὃ καὶ ἔλεγον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· τούτου χάριν ἠξιώθην φωτισθῆναι ὑπὸ τοῦ Πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ Θεοῦ, τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή. Ἀντὶ δὲ τοῦ, Ἐξεκαύθη ἡ καρδία μου, ὁ Σύμμαχος, Συνεστέλλετο, φησὶν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νεφρῶν μου διελεγόμην ἀντιλέγων. Εἶθ᾽ ἑξῆς εἴρηται· Καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπὼν, Ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς· καὶ πάλιν· Κτηνώδης ἐγενήθην παρὰ σοί· ἢ κατὰ τὸν Σύμμαχον, Κτηνωδῶς διετέλεσα παρὰ σοί. Καὶ ἐγὼ, φησὶν, διαπαντὸς μετὰ σοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός.

Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον ἀνοηταίνων, καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις· ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός· καὶ τοῦτ᾽ ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ᾽ ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ, τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπιλαβόμενος, συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ διαχεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως. Διό φημι· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. Εἶχον γὰρ καλὴν δεξιὰν, ἐῤῥωμένην καὶ πατρικὴν, τὰ δεξιὰ πάντα καὶ τά σοι ἀρεστὰ πράττουσαν· δι᾽ ὃ ἐπιλαβόμενος αὐτῆς, τῇ βουλῇ σου ὡδήγησάς με· ἢ κατὰ τὸν Σύμμαχον, τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με· ὡς, εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν, ὥσπερ ὑπὸ χειμάῤῥου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας, πτώματι περιέπιπτον ἐξαισίῳ.

Νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Καὶ τέλος μετὰ τοὺς δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν, διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα, μετὰ δόξης προσελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων. Κατὰ δὲ τὸν Σύμμαχον, Ὕστερον, φησὶ, τιμὴ διεδέξατό με.

Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἡ σὴ φιλανθρωπία, φησὶ, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία. Τῇ γὰρ σαυτοῦ χρησάμενος ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναι τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. Ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με· ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγαθῷ Θεῷ πάρεστιν· ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν· ἀλλ᾽ οὐδὲ ἔστι μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. Δι᾽ ὃ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμάτων.

Εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς· τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβὰς, καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην. Δι᾽ ὃ κατέτηκον τὸν ἐμαυτοῦ βίον, καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον, τήν τε καρδίαν μου κατεπόνουν, σὲ μόνον τὸν Θεὸν τῆς ἐμαυτοῦ ἐλπίδος μερίδα τιθέμενος. Ὅθεν φημί· Ἐξέλιπεν ἡ σάρξ μου καὶ ἡ καρδία μου· ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἀνωτέρω μὲν ἔλεγον, Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός· τῇ πίστει δηλαδὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανερὰν, δι᾽ ἣν συνήμην σοι διαπαντὸς, καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ. ᾜδειν γὰρ, καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· δι᾽ ὃ οὐκ ἐμάκρυνον ἐμαυτὸν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοικήσεως, ἀλλὰ συνήμην σοι διαπαντός. Μακρύνουσι δὲ ἑαυτοὺς οἱ ταῖς αὑτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ Θεοῦ· οἵτινες ὅσῳ ποῤῥωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν· ὡς ἔμπαλιν, συναπτόμενοι τῷ Θεῷ, τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ ἀπωλείας μακρύνονται. Τέλος δὲ τῶν ἑαυτοὺς μακρυνόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν οὖν Θεὸς οὐδένα μακρύνει ἑαυτοῦ, οὐδὲ ἀπωθεῖται· ἀλλ᾽ ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ Θεοῦ, ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον παραδιδοὺς τοῖς τοῦ Θεοῦ ἐναντίοις.

Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ᾽ ἑαυτῶν τὴν ἀπώλειαν. Τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέντας ὁ Θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησι. Τί δὲ ἦν τοῦτο;

Ἐξωλόθρευσας, φησὶ, πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Πορνεύει δὲ ἀπὸ τοῦ Θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν. Αὐτὸς μὲν γὰρ καὶ νυμφεύεσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι· ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐτὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκαθάρτοις, ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν, ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται.

Διὸ λέλεκται· Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ, καὶ ἀκριβῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως, τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσι, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοὶ, ὅμως συνήμην σοι διαπαντός. Οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ Θεῷ, καὶ ταῦτα αἱρεῖσθαι ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω. Οὕτω γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Διόπερ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ προσκολλᾶσθαί σοι. Διό φημι, ὅτι Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; Καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ, κολλώμενος καὶ συναπτόμενος τῷ Θεῷ· ὥστε λέγειν· Ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου. Καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέγραφον ἐλπίδας ἐμαυτῷ. Ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν, τὸ τίθεσθαι ἐν Κυρίῳ τὴν ἐλπίδα μου. Τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσόδου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβὰς, ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας.

Ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα φερόμενον, ὠβέλισται, διὰ τὸ καὶ περιττὸν εἶναι. Τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ᾽ αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιὼν, ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ Θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ᾽ ἡμῖν Ἐκκλησίας, ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.

ΣΥΝΕΣΕΩΣ Τῼ ἈΣΑΦ. ΟΓʹ. Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παραπλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων. Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι᾽ οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ Δαυΐδ· Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυῒδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. Δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων· τὴν μὲν πρώτην διὰ τοῦ οθʹ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβʹ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ᾽ ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ᾽ αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, δῆλον δ᾽ ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι᾽ ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη.

Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευε χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους, Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;

Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ᾽ ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκούσας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς· ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον· καθ᾽ οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφε.

Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ᾽ ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ᾽ ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ᾽ ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;

Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν· τὸ δὲ, καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι· ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ᾽ ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν.

Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ πολλῇ· καὶ αὖθις· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ᾽ οὐ τοιαύτη καὶ ἡ προτέρα ἐτύγχανε συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομασμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς, ἡ Ἐκκλησία. Εἰ δέ τις ἔροιτο τὴν αἰτίαν δι᾽ ἣν ἀπεβλήθη ἡ συναγωγὴ, ἣν ἐκτήσατο ἀπ᾽ ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ δι᾽ ἑτέρας προφητείας διδάξει λέγων· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ.

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτ᾽ ἦν τὰ αἴτια δι᾽ ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. Ἑξῆς δ᾽ ἐπιλέγει· Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· δυσωπητικῶς· Σὺ γὰρ, φησὶν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου· ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

Ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι. Ἀντὶ δὲ τοῦ, ῥάβδον κληρονομίας σου, σκῆπτρον κληρονομίας, ὁ Ἀκύλας ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, σκῆπτρον κληρουχίας σου· διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ Θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὥσπερ βασιλικὸν αὐτοῦ σκῆπτρον γεγονέναι.

Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ! Τίς ἦν ἡ ῥάβδος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί ποτ᾽ ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Βασιλικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατεσκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ Θεοῦ. Διὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζε, καὶ πόλις Θεοῦ Ἱερουσαλὴμ, εἰκόνα φέρουσα τῆς ἐπουρανίου, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγε· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Τοῦτο δ᾽ εἰπὼν, ἑξῆς θεσπίζει τὰ συμβησόμενα τῷ τόπῳ, τὰ μέλλοντα ἔσεσθαι ὡς παρῳχηκότα συνήθως προφωνῶν. Λέγει δ᾽ οὖν· Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἀλλὰ καὶ ἀντὶ τοῦ, Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτὴν, πάλιν ὁ Σύμμαχος, Ἐν ἀρμένοις ξυλίνοις ἀξίναις τῶνδε καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέῤῥιψαν.

Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα, καὶ πελέκεις καὶ ἀξίναι καὶ τοιαῦτα δόρατά τε καὶ ὅπλα; Εἰκὸς δὲ καὶ τὰς σημαίας τὰς πρὸ τῶν στρατοπέδων φερομένας διὰ τούτων δηλοῦσθαι. Ἀλλὰ καὶ Ἐνεπύρισαν, φησὶ, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέρω λελεγμένου. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρητο· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ· ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· Τὸ σκήνωμα τοῦ ὀνόματός σου· Σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ· Δυσωπεῖ δὲ ἐφ᾽ ἑκάστῳ, προστιθείς· Ἐν μέσῳ γὰρ, φησὶ, τῆς ἑορτῆς σου τὸ ἁγιαστήριόν σου καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου. Τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων, ἐφ᾽ ἣν παρορμᾷ ἑξῆς λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ὕψωμα, φησὶ, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὴν Θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως.

Ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ, βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο, ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ᾽ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι· εἰκότως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ Θεοῦ ὀργή· ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐτοὺς, δι᾽ ἧς εἴρητο· Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον.

Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκοπῷ, φησὶ, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγιαστήριόν σου ἐνεπύρισαν, καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου ἐβεβήλωσαν, καὶ τὰ λοιπὰ πάντα τετολμήκασιν· οὐκ ἀνθρώποις ἐπιβουλεύοντες, οὐδὲ τόπον πολιορκεῖν προθέμενοι· σοὶ δὲ τῷ Θεῷ πολεμοῦντες, καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. Ταῦτα δὲ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσι ἐλογίζοντο. Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ Θεῷ ἀφωρισμένον τόπον καθῄρουν· ὁ δὲ μέγας καὶ δυνατὸς Θεὸς ἀνθ᾽ ἑνὸς ἐκείνου τὰς ἀπ᾽ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. Καὶ οἱ μὲν ἐχθροί σου, φησὶ, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ ἐπισήμοις τόποις, παρ᾽ αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ· ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια· ἡμεῖς δὲ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμπεται, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Πῶς δὲ οὐκ εἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ᾽ ἐπεὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;

Πάλαι μὲν γὰρ καθ᾽ ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων, προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομένοις· ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις, ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη· καὶ ταῦτα ἦν τοῦ Θεοῦ τὰ σημεῖα. Νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι᾽ ἔργων χωρεῖ, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· δι᾽ ὃ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Εἰ μὲν γὰρ πρὸς καιρὸν βραχὺν διέλιπον οἱ προφῆται, εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο. καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ Σωτῆρος τολμηθέντα αὐτοῖς, Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων, οὐδαμοῦ προφῆται παρῆσαν τοῖς πολιορκουμένοις· ἀλλ᾽ οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν, οὐδ᾽ ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι· θαυμαστῶς ἡ πρόῤῥησις φήσασα, Οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγε, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ὅτι οὔτ᾽ ἐπὶ τῶν Βαβυλωνίων χρόνων ἥρμοττε λέγεσθαι, οὔτ᾽ ἐπὶ τῶν παλαιοτέρων.

Ἤκμαζε γοῦν καθ᾽ ἑκάστην γενεὰν παρ᾽ αὐτοῖς ἡ τῶν προφητῶν διαδοχὴ, ἣ καὶ διήρκεσε μέχρις Ἰωάννου τοῦ προφήτου. Ἕως πότε, ὁ Θεὸς, ὀνειδίζει ὁ ἐχθρὸς, παροξύνει ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ, εἰς τέλος.

Ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; εἶθ᾽ ἑξῆς· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· καὶ τρίτον· Παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος· καὶ αὖθις· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι᾽ ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. Πυνθανόμενος δὲ καὶ λέγων· Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ ἕως πότε ταῦτ᾽ ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων.

Εἶτ᾽ ἀκολούθως πυνθάνεται τὴν τούτων αἰτίαν ἀξιῶν· διό φησιν· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ Θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ ἔστιν ἀπόῤῥητος οὗτος τῆς Πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγαθῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. Ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρίσματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν, μηδὲν αὐτῶν τῶν ἐν αὐτῷ δηλωθέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος· εἰκότως πυνθάνεται λέγων· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Καὶ πάλιν προστίθησι τὸ, εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ Θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. Διὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐτοὺς ἀποβληθῆναι.

Εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρανομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πράξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος· μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδωλολατρείας, προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ᾽ οὐ πώποτε ἐγκατελείφθησαν εἰς τέλος. Συνῆσαν δὲ αὐτοῖς, καίπερ τοιαῦτα πράττουσιν, οἱ προφῆται· ἐγίγνοντο δὲ παρ᾽ αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι, καὶ Πνεύματος ἁγίου παρουσία. Τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι, καὶ τὴν δεξιὰν τοῦ Θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος; Λέγων δὲ ταῦτα, αἰνίττεται σεσιωπημένως τὸ πραχθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ τόλμημα.

Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Διελθὼν τὰ προλελεγμένα, ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους, καὶ τῆς δυνάμεως τοῦ Θεοῦ παρίστησι τὰς μεγαλουργίας, εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνὰς, ὡς ἂν μή τις νομίσειε, διὰ τὸ μὴ ἐφορᾷν αὐτὸν, μηδὲ ἐπιστατεῖν τοῖς πᾶσι τὰ προλεχθέντα γεγενῆσθαι.

Διό φησιν· Εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον· ἀλλ᾽ ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμῶν εἶναι γνωρίζομεν, κρίσει βασιλικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· Ὁ γὰρ Θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ὥστ᾽ εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου· ἀλλ᾽ ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ᾽ ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις, τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις Σωτῆρα. Καί μοι δοκεῖ δι᾽ ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπόδοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου, ἐργάσεται, φησὶν, ὁ Θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Συνήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπίζει.

Εἶτα διδάσκει ἑξῆς ὁποίας ἤδη πάλαι πρότερον ὁ Θεὸς κατειργάσατο θαυματουργίας λέγων· Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Ἀντὶ δὲ τοῦ, Σὺ δὲ ἐκραταίωσας, ὁ Σύμμαχος, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, ἡρμήνευσε.

Καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστορίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης. Διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν· κατὰ δὲ τὸν Θεοδοτίωνα, Σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.

Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί μοι δοκεῖ φάσκων· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· δράκοντα μὲν τὸν Φαραὼ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ᾽ αὐτὸν ἄρχοντας αἰνιττόμενος· ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφαλὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. Τὸ δὲ, Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν, ἐκβρασθέντα τῆς θαλάσσης, βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ἀντὶ δὲ τοῦ, τοῖς Αἰθίοψιν, ὁ μὲν Ἀκύλας, τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων, τῷ ἐσχάτῳ, καὶ ἡ πέμπτη ἔκδοσις, τῷ ἐξεληλυθότι, ἡρμήνευσαν. Τῶν μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος, ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει τὴν μνήμην λέγων· Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους.

Οὐ γὰρ Μωσῆς, φησὶν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάῤῥους· ἀλλὰ σὺ ἦσθα, ὁ Θεὸς, ὁ ταῦτα διὰ Μωσέως παραδοξοποιῶν. Καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ, Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνην, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ, ἡγουμένου αὐτῶν Ἰησοῦ. Ἔστι δὲ ὁ τρόπος περιληπτικὸς, ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. Τὸ δὲ Ἠθάμ, ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. Τροπικῶς δ᾽ ἄν τις ἐπιβαλὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους· θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον, αὐτόν τε τὸν ἄρχοντα τῶν πονηρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος· περὶ οὗ φήσειέ τις εἰρῆσθαι τὸ, Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Ζητήσει δὲ ὁ τοιοῦτος καὶ τινὰς Αἰθίοπας νόμοις ἀλληγορίας, τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα, ἀναλόγως τοῖς ἐσθίουσι τοῦ σωτηρίου Λόγου τὰς σάρκας· ἀκολούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χειμάῤῥους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικῶς ἀποδοῦναι πειράσεται.

Ἀλλ᾽ ἡμεῖς, πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες, ἐπὶ τὰ ἑξῆς διαβησόμεθα.

Παραστήσας ὁ προφήτης ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς Θεὸς, ἔτι καὶ ταῦτα προστίθησι λέγων· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος ὁ παντοδύναμος εἰργάσω. Ὡς γὰρ τὴν στερέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν, πηγὰς καὶ χειμάῤῥους ἐξ αὐτῆς εἰργάσω, καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας· οὕτω καὶ τὴν ἡμέραν ὅτε θέλεις νυκτοποιεῖς, ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς, καὶ ἡλίῳ διέταξας δρόμους, ὅρους τε τῷ παντὶ νομοθετήσας, ὥσπερ μεθορίους διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς. Ἑνὸς γὰρ ὄντος τοῦ χρόνου, καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης, σὺ ὁ πάντα δυνατὸς Θεὸς τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν, θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετόπωρον περιγράψας, χειμῶνά τε περιορίσας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας.

Ἐπεὶ τοίνυν σὺ ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν τοιαῦτα πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν, μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύματι παριστάμενα· εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι, μνησθῆναί τε ταύτης (ἀντὶ δὲ τοῦ, ταύτης, ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν)· ὅπως καὶ ἐφ᾽ ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν. Ἀντὶ δὲ τοῦ, Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας, Σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν.

Ἐχθρὸς ὠνείδισε τῷ Κυρίῳ, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα, ὁποῖα δεδήλωται τυγχάνει. Τούτων δέ σε μνησθῆναι καὶ ἐφ᾽ ἡμῶν ἱκετεύομεν. Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς, ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνήσθητι τῆς συνθήκης σου, δι᾽ ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας.

Τίνες δ᾽ ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ᾽ οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι πρὸς οὓς ἐλέγετο· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν;

Τούτοις γὰρ καὶ Ἡσαΐας ἐμαρτύρει ἐκ προσώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ Θεοῦ, δι᾽ αὐτὸν πτωχεύοντες, ταῦθ᾽ ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους.

Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμμαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστηκότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως;

Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ᾽ ἑτέρων εὑρεῖν. Διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι᾽ ὅλου τὸ, εἰς τέλος, ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει. Ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡῌΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΔʹ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Ἀντὶ τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος εἴρηται· ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.

Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ, Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ᾽ ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ᾽ ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.

Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τὸ, Ἐξομολογησόμεθά σοι· τοῦ μὲν πρώτου, ὡς εἰκὸς, ἐφ᾽ ἁμαρτίας τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ᾽ ἑξῆς τὴν ἐφ᾽ οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομολογησάμενοι εὐχαριστίαν.

Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι. Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ᾽ ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγεται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ λέγων· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου;

Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν.

Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ᾽ αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. Δικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι, μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ᾽ ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ᾽ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ.

Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ᾽ ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Κατὰ δὲ τὸν Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν· ἐγὼ ἥδρασα τοὺς στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· —Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· —ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασι.

Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ᾽ ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς Ἐκκλησίας. Διὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.

Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι᾽ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες.

Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ᾽ ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ᾽ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ᾽ ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρὶ Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ᾽ αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν.

Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ᾽ αὐτὰ, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ᾽ ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς.

Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες πίεσθε. Δι᾽ ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι· εἶτα δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν, ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ᾽ ἐπιδίδωσι τὸ κατ᾽ ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων.

Ἀντὶ δὲ τοῦ, Ἐξέκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος, Ὥστε ἕλκειν ἀπ᾽ αὐτοῦ, ἡρμήνευσε· τὴν δὲ τρύγα πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πλὴν τὰς τρυγίας ἐκστραγγιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς.

Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· καὶ πάλιν φήσας· Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ Ἰακώβ. Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ᾽ οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ᾽ ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα.

Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ, ῼΔΗ. ΟΕʹ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ᾽ ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας, καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες. Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα μεθ᾽ ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων.

Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον.

Διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν Ἰουδαίαν οὐδ᾽ ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλήμ· ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γεγονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκότες.

Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παιδευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπιστήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.

Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· Διότι ἀπ᾽ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ᾽ ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· Δι᾽ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ᾽ ᾧ τὸ τοῦ Θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ᾽ ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν;

Διὰ τί δὲ οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· καὶ αὖθις· Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ᾽ οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι;

Τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ᾽ ὅλης τῆς οἰκουμένης Ἐκκλησία Θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων Θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη. Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεόπνευστον καὶ Ἰουδαϊκὴν Γραφὴν, κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ, διὰ τὸ τὴν γνῶσιν τοῦ Θεοῦ ἐν αὐτῇ περιέχεσθαι. Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον.

Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ᾽ οὗτος μὲν ἐκ βάθρων ἀνῆρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. Διὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. Διὸ περὶ τῶν τοιούτων εἴρηται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.

Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ᾽ οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ᾽ ἐκείνοις εἴποι ἄν τις, κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. Διὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ᾽ οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος.

Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.

Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται τὰ κράτη τῶν τόξων, ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία· ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκολούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, διδάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά· ἀκτῖνας δ᾽ ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤῥωτάτω.

Διό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ᾽ ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. Διὸ ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ᾽ αὐτοὶ, καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. Διὸ λέλεκταί που· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.

Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρδίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, μνημονεύοντας θείου προστάγματος λέγοντες· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θηλυμανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι. Οὗτοι τοιγαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ καρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβεβηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ζωὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθησαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκδοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ. Οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμμένος ὦφθαι Θεὸς, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ Πατρὸς ἀναδεδεγμένος.

Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. Διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ᾽ ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δὲ, πότε, ἀλλ᾽ ἢ ἀφ᾽ οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ;

Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ἕκαστος γὰρ καθ᾽ ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν.

Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ᾽ ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι, τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φησὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσονται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.

Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἢ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐνθυμίου ἑορτάσει σοι. Τί δ᾽ ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐνθυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνοις περὶ ὧν εἴρηται· Λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας.

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ.

Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν· διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ καιρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. Κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων· τουτέστι, μεθ᾽ ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. Διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. Διὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ᾽ ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ᾽ ὧν ἀφαιρεῖται τὸ πνεῦμα, ὅπως, στερηθέντες αὐτοῦ, τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ. Κατὰ δὲ τὸν Σύμμαχον, Τῷ νομοδότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΙΔΙΘΟΥΜ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. Οϛʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο.

Ὅθεν ὁ Σύμμαχος, Διὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύλας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδωκεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτήριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυῒδ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. Διὸ ἐν μὲν τῷ ληʹ ψαλμῷ ἐπεγέγραπτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ Δαυΐδ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυῒδ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν Δαυῒδ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν· τὰ δὲ παιδία αὐτῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν.

Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ Δαυῒδ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ ληʹ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου.

Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς· ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. Ἐν δὲ τῷ ξαʹ πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται.

Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς τοιαῖσδε ἀμηχανίαις ἐπ᾽ αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε, κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρεσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ βοήσαντός μου πρὸς τὸν Θεὸν, παρέσχε τὰς ἀκοὰς αὐτοῦ. Διὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόῤῥω που ἀφεστάναι τὸν Θεὸν τῶν ἐπιβοωμένων αὐτόν. Εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ Θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ Θεῖον, καὶ τοὺς τῆς Προνοίας ὀφθαλμοὺς ἐφορᾷν τοὺς ἀξίους.

Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων (ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος), παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ᾽ ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ᾽ αὐτὸν τὸν τῆς θλίψεως καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ᾽ ἔπραττον οὐ δι᾽ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς, τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν.

Διὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλλως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. Διὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ᾽ ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύνην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχησα· ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσε, Διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ᾽ ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου· ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον.

Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὸν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν.

Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ᾽ ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου.

Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. —Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ᾽ αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι᾽ ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ Θεοῦ τὰς κρίσεις. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύλας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου· αὕτη ἀλλοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι᾽ ὧν ἀρτίως ἐπηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώσεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην. Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ εἶδον ἀλλοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ Ὑψίστου. Πάλαι μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα· νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ Ὑψίστου. Διὸ καὶ ὠδῖνές με κατέσχον· ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀῤῥωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως. Τὴν δὲ ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Θεοῦ ἑώρων, ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. Διό φησιν· Ἐμνήσθην τῶν ἔργων Κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ἀνθ᾽ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνεμιμνησκόμην τὰς περινοίας Κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην, ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ Θεοῦ περὶ τὸν λαὸν κηδεμονίας.

Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου συνιδὼν ὁποῖα εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη· οὐκέτι γὰρ ἑνὶ λαῷ τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι καὶ πᾶσι τοῖς λαοῖς ἐγνώρισε· διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων, φημί· ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατάληψις τῆς ὁδοῦ σου· ὥστ᾽ ἂν εὐλόγως φάναι τό· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὐκέτ᾽ οὖν προσήκει πολυπραγμονεῖν, οὐδὲ τὰ ἀπόῤῥητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;

Διὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας, ὑπερεκπλήττεται τὸ βάθος τῆς σοφίας τοῦ Θεοῦ, καί φησιν· Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια διερμηνεύει ἑξῆς εἰπών· Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐξέδωκε· Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Ὥσπερ γὰρ ἐλυτρώσω πάλαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσὴφ, ὅτ᾽ ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου.

Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι. Σφόδρα ἀκολούθως προειπὼν, Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἢ κατὰ τὸν Σύμμαχον, Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὴν δύναμιν τῆς Καινῆς Διαθήκης προφητικῶς τὰ μέλλοντα θεσπίζων. Διό φησιν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν.

Ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ, ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὸν αὐτὸν τρόπον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουὴλ, δηλαδὴ τοῦ μεθ᾽ ἡμῶν Θεοῦ, ὁπηνίκα παρῄει ἐπὶ τὸν Ἰορδάνην ποταμὸν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη.

Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα κατὰ τὸν φάσκοντα προφητικὸν λόγον, Φωνὴ ἐθνῶν πολλῶν ὁμοία ὑδάτων πολλῶν· ἰδόντα ψυχῆς ὀφθαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα Θεὸν, φόβον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· Ἀρχὴ σοφίας φόβος Θεοῦ. Ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν Θεὸν, οὐδὲ φόβον εἶχεν αὐτοῦ· νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου. Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ Σωτὴρ ἠνάγκασε τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν· εἶτα τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ τότε εἶδον αὐτὸν ὕδατα, καὶ ἐφοβήθησαν. Ἀλλὰ καὶ ὅτε ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι, καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν, τὰ μὲν ὕδατα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονε, τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τὸ, Ἀρχὴ σοφίας φόβος Κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα ἐταράχθησαν, ὡς ἦχον καὶ θόρυβον παρασχεῖν.

Εἴποις δ᾽ ἂν τὰς ἀβύσσους εἶναι τὰ τάγματα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ Ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμένων, καὶ τοὺς κατ᾽ αὐτῆς διωγμοὺς ἐπεγειρόντων· Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν Θεὸν, αἱ δὲ δηλωθεῖσαι ἄβυσσοι ἐταράττοντο· τρίτον δὲ τάγμα τυγχάνει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκε. Τίνες δὲ ἦσαν αἱ νεφέλαι, ἀλλ᾽ ἢ αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα, κατὰ τὸ φῆσαν λόγιον· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ᾽ αὐτὸν, δῆλον δὲ, ὅτι τὸν ἐκ περιτομῆς λαόν; Νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕουσαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ Σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, οἳ καθ᾽ ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Διὸ λέλεκται· Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται.

Ποῖα δὲ τὰ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, δι᾽ ὧν ἡ νύμφη Χριστοῦ ἡ Ἐκκλησία τετρῶσθαι ὁμολογεῖ φάσκουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ; Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προφήτην· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με· Ἀλλὰ τοῦ μὲν Πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ Λόγος· τοῦ δὲ Υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι, καὶ τὰ θεῖα καὶ πεπυρωμένα αὐτοῦ λόγια. Διὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· Τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ᾽ οὖν καὶ ἐνταῦθα εἴρηται· Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Περιτρέχονται γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κηρύττοντα· διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι· ἀλλὰ καὶ Φωνὴ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ· βροντὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττεται.

Ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν. Οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο· σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. Διὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ Σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς. Οὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον· ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμπας τῶν ἀνθρώπων βίος. Ἔστι μὲν οὖν τροχὸς ὁ κόσμος σφαιροειδὴς ὢν, κυκλοφορητικῶς τε κινούμενος.

Ἐνταῦθα δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶ βίος, ἄπαυστον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Σύμμαχον, Ἦχος βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ. Καὶ θέα ὅπως κατὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται· ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτω δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζεκιήλ.

Ἔνθα γενόμενος, παρασημειώσῃ, ὡς καὶ ἡ θεία Γραφὴ τὸ περιέχον τροχὸς οἶδε. Διὸ σφαιροειδῆ φασιν εἶναι τὸν κόσμον. Ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζοροβάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ εἰρηκώς· Μέγας ὁ οὐρανὸς, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐπανέρχεται εἰς τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ. Ταῦτα μὲν οὖν κατὰ φυσικὴν θεωρίαν. Τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν· καὶ ὡς δι᾽ αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν Θεὸν ἐπέγνω, αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνὴν, καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη, καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τροχῷ· καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ᾽ ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων τὰ ἀστράπτοντα καθ᾽ ὅλης τῆς οἰκουμένης; Διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα.

Καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, καὶ ἄλλῳ πίστις, καὶ τὰ λοιπά· ἅτινα, ἐξαίρετα ὄντα τοῦ Θεοῦ χαρίσματα, ἐξαστράπτει καὶ καταλάμπει τὴν Ἐκκλησίαν αὐτοῦ. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ. Ἀντὶ γὰρ τοῦ, καὶ ἔντρομος, κατὰ πάντας τοὺς ἑρμηνευτὰς, καὶ ἐσείσθη εἴρηται. Οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν Εὐαγγελίοις, Καὶ εἰσελθόντος τοῦ Σωτῆρος εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;

Ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησι καὶ σεισθῆναι τὸ λόγιον. Διὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένου.

Ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ, ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα. Εἰ γὰρ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, ἡ φωνὴ τῆς βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐτοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐτῶν ἔδωκαν φωνὴν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν. Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονε, καὶ αἱ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐτοῦ φησάσῃ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου· καὶ, Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀοράτως γὰρ ἁπανταχοῦ τῆς γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπορεύετο· καὶ τοῦτ᾽ ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· διὸ λέλεκται· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεοφάνειαν· Οὕτω δὲ ταῦτα, φησὶν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ, κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου διήγαγε διὰ τῆς θαλάσσης· καὶ τότε γὰρ δεικνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν ὕδασι πολλοῖς, ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν ἐν τῇ πορείᾳ τῆς θαλάσσης τὸν πάντα Ἰσραὴλ, ἄγνωστόν τε εἶναι καὶ ἀκατάληπτον ἀνθρώποις τὴν πορείαν αὐτοῦ, ὅτε καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἄλλος μὲν οὖν τὰ προκείμενα ἅπαντα ἐπὶ τὴν ἔξοδον τὴν ἀπ᾽ Αἰγύπτου ἀνοίσει, τότε πεπληρῶσθαι φάσκων τὸ, Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος· πᾶσάν τε τὴν περικοπὴν ἀκολούθως ἐπὶ τὴν τότε πραχθεῖσαν ἱστορίαν ἀναπέμψει· ἐγὼ δὲ, μὴ εὑρὼν ὅπως τὰ ἑξῆς εἰρημένα κατὰ τὴν λέξιν ἐπληροῦτο· οὐ γὰρ μέμνηται ὁ Μωϋσέως νόμος, ὡς νεφέλαι τινὲς κατὰ τὸν καιρὸν ἐκεῖνον φωνὴν ἔδωκαν σωματικῶς, οὐδὲ ὡς βέλη αἰσθητὰ διεπορεύετο, οὐδὲ ὡς ὅλῃ οἰκουμένῃ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ, καθ᾽ ὃν χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ, τὴν ὑποπεσοῦσαν εἰς τοὺς τόπους ἑρμηνείαν παρεθέμην. Ὁποίαν δὲ χρὴ τῶν εἰρημένων ἐκδοχῶν αἱρεῖσθαι θείᾳ κρίσει ὁ ἐντυγχάνων εἴσεται.