Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. —Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ᾽ αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι᾽ ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;