Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς
Υπόμνημα στους Ψαλμούς ΟΖ΄ - ΠΒ΄
Ερμηνεία των ψαλμών 77 έως 82, εξετάζοντας την ιστορία του αρχαίου Ισραήλ, την απείθεια του λαού στην έρημο, την κρίση των αρχόντων και τη συνωμοσία των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στους Ψαλμούς ΟΖ΄ - ΠΒ΄
Ερμηνεία των ψαλμών 77 έως 82, εξετάζοντας την ιστορία του αρχαίου Ισραήλ, την απείθεια του λαού στην έρημο, την κρίση των αρχόντων και τη συνωμοσία των εθνών.
ΣΥΝΕΣΕΩΣ Τῼ ΑΣΑΦ. ΟΖʹ. Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Παρορμῶν ἡμᾶς ὁ λόγος ἐπὶ τὴν σύνεσιν τῶν ἐμφερομένων, Συνέσεως τὴν ἐπιγραφὴν ἐποιήσατο· ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας.
Πρῶτον μὲν οὖν ζητήσειεν ἄν τις εὐλόγως, τίνος πρόσωπον τυγχάνει τὸ φάσκον ἐν ἀρχῇ, Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Οὔτε γὰρ τῷ Ἀσὰφ οὔτε τῷ Δαυῒδ ἁρμόζει ταῦτα λέγειν· ἐπεὶ μὴ νομοθέται γεγόνασιν οὗτοι· οὔτε τὸ, Οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, ἔπρεπε λέγειν ἤτοι τὸν Ἀσὰφ, ἢ τὸν Δαυΐδ· οὐ γὰρ οἰκεῖα ῥήματα προσέφερον, τῇ δὲ τοῦ θείου Πνεύματος βουλῇ διηκονοῦντο.
Διὸ συνέσεως ἐπιγέγραπται, ὡς ἂν συνῶμεν τίς τέ ἐστιν ὁ ταῦτα λέγων, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος· ἕτερος γὰρ ἔοικεν εἶναι παρὰ τὸν Μωϋσέως. Ταῦτα δ᾽ ἐπιλύεται τὸ Εὐαγγέλιον, ἐν ᾧ εἴρηται· Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
Διὰ ποίου δὲ προφήτου ταῦτα εἴρητο ἢ διὰ τοῦ προκειμένου Ἀσάφ; Ὃ μὴ συνιέντες τινὲς, προσέθηκαν ἐν τῷ Εὐαγγελίῳ τὸ, διὰ Ἡσαΐου τοῦ προφήτου· ἐν δέ γε τοῖς ἀκριβέσιν ἀντιγράφοις ἄνευ τῆς προσθήκης τῆς διὰ Ἡσαΐου, ἁπλῶς οὕτως εἴρηται· Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς, ἃ δὴ φέρεται ἐν τοῖς προκειμένοις, οὐ μὴν ἐν τῇ τοῦ Ἡσαΐου προφητείᾳ. Οὐκοῦν ἐκ τῆς εὐαγγελικῆς παραθέσεως ὁ Σωτὴρ ἂν εἴη, καὶ οὐδὲ ἄλλος, ὁ ἐξ οἰκείου προσώπου φάσκων ἐπὶ τοῦ παρόντος τό· Προσέχετε, λαός μου, τὸν νόμον μου. Ἵνα δὲ συνῶμεν αὐτὸν, συνέσεως τὴν προγραφὴν ἐποιήσατο· ὡς μήτε ψαλμὸν μήτε ᾠδὴν μήτε τι τοιοῦτον νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκαλίαν πρὸς τὸν αὐτοῦ λαὸν, δηλαδὴ τὴν Ἐκκλησίαν αὐτοῦ περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. Νοήσεις δὲ τὸν αὐτοῦ λαὸν ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον, τὴν Ζαχαρίου προφητείαν τούτοις παραθεὶς, δι᾽ ἧς εἴρηται· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς Θέα γὰρ ἐν τούτοις, ὡς ὁ Κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ᾽ ἑτέρου Κυρίου παντοκράτορος, ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. Αὐτὸς οὖν οὗτος ὁ τοῦ Θεοῦ Λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέγων· Προσέχετε λαός μου, τὸν νόμον μου. Νόμον δὲ αὐτοῦ τὸ Εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ καὶ Ἡσαΐας ἐθέσπιζε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. Τοῦτον δὲ καὶ Ἱερεμίας διαθήκην καινὴν ὠνόμασεν εἰπών· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι Διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν Καὶ Ἡσαΐας δὲ πάλιν περὶ τοῦ Σωτῆρος ἀνεφώνει λέγων· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Ἀντὶ γὰρ τοῦ, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, τὸ Ἑβραϊκὸν, καὶ τῷ νόμῳ αὐτοῦ, περιέχει, ὡς συμφώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες. Παραινεῖ τοίνυν ὁ Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προκειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ. Προσέχειν γὰρ βούλεται, καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν· θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐτοῦ, καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο.
Διὸ ἐπιλέγει· Ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων γραφὴ, δι᾽ ἧς εἴρηται, ὅτι Πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
Ἀντὶ γὰρ τοῦ, Φθέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος, οἰκείᾳ ἐκδόσει κέχρηται εἰπὼν, Ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, Ὀμβρήσω αἰνίγματα ἐξ ἀρχῆθεν, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, Ἀναβλύσω προβλήματα ἀρχαῖα. Μέλλων δὲ ὁ τοῦ Θεοῦ Λόγος τὰς κατηγορίας τοῦ προτέρου ποιεῖσθαι λαοῦ, καὶ τὰς αἰτίας δι᾽ ἃς ἀποβέβληται παρατίθεσθαι, ἀναγκαίως τῇ ἑαυτοῦ Ἐκκλησίᾳ παρακελεύεται προσέχειν τοῖς λεγομένοις, καὶ συνιέναι τὰς παραθέσεις τῆς τῶν παλαιῶν κατηγορίας, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπέσοι, μαθοῦσα δὲ ἐκ τῆς περὶ ἐκείνων διηγήσεως ὁποῖον αὐτοὺς διεδέξατο τέλος, σωφρονίζοιτο ἐκ τοῦ παραδείγματος. Εἰπών· Διανοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς, ἐπιφέρει τὰς τοῦ προτέρου λαοῦ κατηγορίας. Παραβολῇ γὰρ ἐκείνοις κέχρηται ἀντὶ ὑποδείγματος εἰς ἡμετέραν νουθεσίαν. Καὶ καθ᾽ ἑτέραν δὲ διάνοιαν ὁ παρὼν λόγος τὰς παρανομίας τοῦ Ἰουδαίων ἔθνους συγκαταριθμεῖται, ἐπειδήπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ ὅσα ἄλλα περὶ τῆς καταλαβούσης αὐτοὺς πολιορκίας ἐλέγετο. Τὰς γὰρ τούτων αἰτίας παρίστησι διὰ τῶν προκειμένων. Καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; εἰκότως ἐπειδὴ τοιαῦτα ἐπηπόρηται, τὰς αἰτίας ἐπὶ τοῦ παρόντος καταλέγει τῆς εἰς τὸ τέλος μετελθούσης τὸ Ἰουδαίων ἔθνος ὀργῆς. Καὶ αὐτὸς δὲ ἐν Εὐαγγελίοις ὁ Σωτὴρ παραπλησίως τοῖς προκειμένοις πρὸς τοὺς αὐτοὺς ἀπετείνετο λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Τὰ μὲν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου, ὅπερ τίνος ἦν ἀποδέδεικται μὲν ἐκ τοῦ αὐτοῦ. Συμπαραλαμβάνει δὲ καὶ ἕτερα ὑποκαταβὰς τῆς αὑτοῦ θεότητος, καὶ ἀνθρωπινώτερον φθεγγόμενος, ὡς ἂν ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα· οὗ τὴν γένεσιν ἱστορεῖ τὸ Εὐαγγέλιον φάσκον· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Διόπερ συμπαραλαμβάνων τοὺς κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ γενομένους μαθητὰς καὶ ἀποστόλους, πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Ὅτε μὲν γὰρ τὸν λαὸν ἑαυτοῦ ἀνεκαλεῖτο, καὶ οἰκεῖον νόμον αὐτοῖς προὐβάλλετο, παρῄνει τε κλίνειν τὸ οὖς τοῖς αὑτοῦ ῥήμασι, σὺν αὐθεντείᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν παραγγελίαν· νῦν δὲ, ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνεται τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον ὑπομιμνήσκων τὰ πάλαι πεπραγμένα, καὶ ὡς ἂν τοῖς πᾶσι γνώριμα ἐπαναλαμβάνων τὰ ἀπὸ τῆς ἱστορικῆς Γραφῆς δηλούμενα. Διό φησιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Οὐ πάντων δέ ἐστι τὸ ἀκούειν καὶ γινώσκειν, ἀλλ᾽ ἢ μόνων τῶν συνιέντων τοὺς λόγους. Διὸ καὶ ὁ Φίλιππος τῷ εὐνούχῳ ἔλεγεν· Ἆρα γινώσκεις ἃ ἀναγινώσκεις;
Ἀλλ᾽ οὐδὲ πᾶσιν οἱ πατέρες διηγήσαντο. Οὐκ ἔχομεν γοῦν ἡμεῖς οἱ ἐξ ἐθνῶν τῷ θείῳ λόγῳ προσελθόντες διδασκάλους ἐπιγράψασθαι τῶν θείων μαθημάτων τοὺς κατὰ σάρκα πατέρας· ἀλλ᾽ ὅ γε Σωτὴρ ἐξ αὐτοῦ προσώπου καὶ τῶν κατὰ σάρκα ἐκ τῶν αὐτῶν πατέρων γενομένων ἀποστόλων αὐτοῦ καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ταύτας προφέρεται τὰς φωνὰς λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν; Ταῦτα γὰρ ἐκ πατέρων αὐτοὶ παρειληφότες, ἡμῖν τοῖς ἐξ ἐθνῶν ὡς μὴ ἐπισταμένοις ἀπαγγελοῦσι, διδάσκοντες ἡμᾶς τὰ τοῖς παλαιοῖς συμβεβηκότα· ἃ δὴ κατὰ διαδοχὴν ἐκ πατέρων ἠκούσθη τοῖς παισὶ, καὶ πάλιν ἐξ ἐκείνων εἰς τοὺς μεταγενεστέρους ἐλήλυθεν, ἐκ τούτων τε αὖθις εἰς παῖδας παίδων τῇ μνήμῃ παρεδόθη. Διὸ λέλεκται· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε. Πολλὰ μέν ἐστι τὰ παραδοθέντα ἡμῖν ὑπὸ τῶν πατέρων, ἅπερ αὐτοὺς ὁ Θεὸς εὐεργετῶν διεπράξατο· ἓν δὲ τὸ πάντων ἀναγκαιότερον ἐκεῖνο ἦν, λέγω δὲ τὸ μαρτύριον, καὶ ὁ ἐν τῷ μαρτυρίῳ νόμος, ὃν ἐγγράφως αὑτοῖς παρέδωκεν, ἐντειλάμενος μελετᾷν ἐν αὐτῷ, καὶ τοῖς αὑτῶν παισί τε καὶ ἀπογόνοις τοῖς κατὰ διαδοχὴν γενησομένοις παραδιδόναι τὴν τούτου μελέτην. Διό φησι· Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ.
Μαρτύριον δὲ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου, ἐν ᾗ ἀπέκειτο ἡ κιβωτὸς τῆς Διαθήκης, καὶ ὁ ἐν τῇ κιβωτῷ νόμος, τά τε χερουβὶμ καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων· ἅπερ κελευσθεὶς ποιῆσαι Μωσῆς, κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ ἐν τῷ ὄρει κατεσκεύασεν. Ἀλλὰ πάλαι μὲν ἐκεῖνος ὁ νόμος καὶ τὸ μαρτύριον ἐκεῖνο τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ δέδοτο. Ἐπειδὴ δὲ παρέβησαν οἱ παρειληφότες, εἰκότως ἕτερον ἑαυτῷ καταρτισάμενος λαὸν καὶ μαρτύριον ἕτερον, τὸ Χριστοῦ σῶμα, ναὸν ὃν τοῦ οἰκοῦντος ἐν αὐτῷ Θεοῦ Λόγου, ὡς αὐτὸς ἐδίδαξεν εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πρὸς τούτοις καὶ νόμον ἕτερον τὸν εὐαγγελικὸν τῷ ἑαυτοῦ λαῷ παραδίδωσι.
Διὸ ἐν ἀρχῇ τῶν προκειμένων ἔλεγε· Προσέχετε, λαός μου, τὸν νόμον μου· πλὴν ἀλλὰ τὸν παλαιὸν νόμον καὶ τὴν παλαιὰν διαμαρτυρίαν (οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Καὶ ἔστησε διαμαρτυρίαν τῷ Ἰακώβ) τῷ προτέρῳ λαῷ διέθετο, ἐντειλάμενος αὐτοῖς γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν καὶ ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθοι γενεὰν, διαμένοι δὲ ἡ τοῦ νόμου διδασκαλία καὶ εἰς τοὺς μετὰ ταῦτα γενησομένους. Διὸ λέλεκται· Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι καὶ ἀναστήσονται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Τὸ δὲ συμπέρασμα τῆς τοῦ νόμου μελέτης καὶ ὁ σκοπὸς οὗτος ἦν, Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν· ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τίς δὲ ἦν ἡ προτέρα γενεὰ τῶν πατέρων ἀλλ᾽ ἢ ἐπ᾽ αὐτοῦ Μωσέως γενομένη; δι᾽ ἣν δεξάμενος Μωσῆς τὰς πλάκας τῆς νομοθεσίας συνέτριψεν· οὕτως γοῦν καὶ αὐτὸς Μωσῆς γενεὰν σκολιὰν καὶ διεστραμμένην αὐτοὺς ἐκάλει, εἰς αὐτῶν πρόσωπον ἀποτεινόμενος καὶ λέγων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός;
Ἀλλ᾽ ἵνα μὴ οἱ μετὰ ταῦτα γενησόμενοι τοῖς πατράσιν ἀποτελεσθῶσιν ὅμοιοι, ἔγγραφον αὐτοῖς παρέδωκε τὸν νόμον, καὶ τὴν διαμαρτυρίαν, δι᾽ ἧς κατηγορεῖ μὲν τῶν πατέρων, διεστείλατο δὲ καὶ διεμαρτύρατο τοῖς τέκνοις μὴ ἐξομοιοῦσθαι τοῖς πατράσι, μηδὲ τῇ προτέρᾳ γενεᾷ, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οὐ γὰρ φύσεως φαύλης ἦν, οὐδὲ κατασκευῆς πονηρᾶς, ἐκ προαιρέσεως δὲ ἀνανεύουσα πρὸς τὴν τοῦ Θεοῦ ὑπακοὴν παρεπίκρανε, καὶ ἐκ διαστροφῆς σκολιὰ γέγονε· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Γενεὰ ἀπροαίρετος τῇ καρδίᾳ, καὶ ἀβέβαιος πρὸς τὸν Θεὸν τῷ πνεύματι τῷ ἑαυτῆς.
Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Ὁ μὲν ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος τοῖς πρώτοις προπάτορσι τοῦ Ἰουδαίων ἔθνους ἔργα παντὸς λόγου κρείττονα ἐνεδείκνυτο τὰ διὰ Μωσέως· οἱ δὲ ἐγίνοντο σκληραύχενες καὶ ὡς ἀληθῶς λαὸς μωρὸς καὶ οὐχὶ σοφὸς, καὶ γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ἀλλὰ τῶν πρώτων τοιούτων ἀπελεγχθέντων, νόμον τοῖς μετὰ ταῦτα παρεδίδου, διαστειλάμενος καὶ διαμαρτυράμενος ἐν αὐτῷ τά τε πρακτέα καὶ τὰ μή· παραινῶν τε μὴ μιμεῖσθαι τοὺς πατέρας, μηδὲ τὴν γενεὰν τὴν σκολιὰν, μηδὲ τὴν παραπικραίνουσαν, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οἱ δὲ, χείρους τῶν πατέρων γενόμενοι, οὐδὲν μὲν ἀπὸ τῆς παραδοθείσης τοῦ νόμου γραφῆς ὠφελοῦντο εἰς βάθος κακίας ἐλαύνοντες. Καὶ πρῶτοί γε τούτων ἦσαν οἱ υἱοὶ Ἐφραῒμ, τιμηθέντες μὲν ἐξαιρετῷ τιμῇ διὰ τοῦ τὴν αὐτῶν φυλὴν καὶ τὸν αὐτῶν κλῆρον προκριθῆναι τοῦ παντὸς ἔθνους, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τὴν ὑπὸ Μωσέως ἐν τῇ ἐρήμῳ κατασκευασθεῖσαν ὑποδέξασθαι πρώτους· ὁ γοῦν τόπος ὁ ἐν Σηλῶ, ἔνθα ἡ σκηνὴ καὶ τὸ ἁγίασμα, πρὸ τῆς Ἱερουσαλὴμ, τῆς φυλῆς Ἐφραῒμ ἐτύγχανεν· ἀλλὰ πρῶτοι ταύτης τυχόντες τῆς τιμῆς, εἰδωλολάτραι γεγόνασι. Καὶ ἔστι γε τὴν ἱστορίαν τῶν πεπραγμένων αὐτοῖς ἀπὸ τῆς βίβλου τῶν Κριτῶν ἀναλέξασθαι.
Ἐλέγχει δὲ καὶ ὁ παρὼν ψαλμὸς προϊὼν ἑξῆς καὶ λέγων περὶ αὐτῶν· Ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καὶ πάλιν· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις· καὶ τὴν αἰτίαν παρίστησιν εἰπών· Μετεστράφησαν εἰς τόξον στρεβλόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Εἰκότως οὖν καὶ διὰ τῶν προκειμένων εἴρηται· Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
Πῶς δὲ ἐστράφησαν σαφέστερον παρίστησιν εἰπών· Καὶ ἐγένοντο εἰς τόξον στρεβλόν. Δέον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς τῷ Θεῷ πολεμίους, οἱ δὲ εἰδωλολατροῦντες πόλεμον ἤραντο κατὰ τοῦ Θεοῦ. Διὸ ἐπιλέγει· Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι. Καὶ τοὺς λοιποὺς δὲ τοῦ παντὸς ἔθνους δηλοῖ μεταφορικῶς διὰ τῶν υἱῶν Ἐφραῒμ, καὶ τοὺς ὁμοίους τοῖς τρόποις, εἰ καὶ μὴ τῆς αὐτῆς ἐτύγχανον ὄντες φυλῆς, σημαίνων. Ἐπεὶ καὶ οἱ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ καὶ ἐν τῇ Σαμαρείᾳ εἰδωλολατρήσαντες υἱοὶ ἦσαν Ἐφραΐμ.
Εἰκότως οὖν τοὺς παραβάτας τοῦ παντὸς ἔθνους υἱοὺς Ἀβραὰμ ὀνομάσας, ἀθρόως διαβάλλει τοὺς πάντας λέγων· Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς. Ἐναντίον τῶν πατέρων αὐτῶν, ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως. Πάντων γὰρ τούτων λήθην πεποιημένοι τῶν πρὸς τοὺς πατέρας αὐτῶν ἐπιδεδειγμένων, ὅπλα ἤραντο κατὰ τοῦ Θεοῦ, οὐ βουληθέντες [ἐν] τῷ νόμῳ αὐτοῦ πορεύεσθαι, καίτοι ἐπ᾽ αὐτοὺς κειμένου τοῦ δύνασθαι καὶ τοῦ βούλεσθαι. Οἱ δὲ τὴν δύναμιν ἔχοντες, οὐκ ἠβουλήθησαν ὀρθῇ χρήσασθαι προαιρέσει· νῶτα δὲ δόντες τῷ Θεῷ, λήθην ἐποιήσαντο τῶν πάλαι θαυμασίων αὐτοῦ. Ποίων δὲ θαυμασίων ἢ τῶν ἐν αὐτῇ γενομένων τῇ Αἰγύπτῳ, καὶ οὐκ ἐν πάσῃ Αἰγύπτῳ, ἀλλ᾽ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ὅπερ Μωσῆς μὲν οὐκ ἐδήλωσε διὰ τῆς ἑαυτοῦ Γραφῆς· ὁ δὲ Ἀσὰφ, προφήτης ὢν, διδάσκει διὰ τῶν προκειμένων, ὡς ἐν τῷ πεδίῳ Τάνεως τὰ ἐν Αἰγύπτῳ πραχθέντα θαύματα διὰ Μωσέως ἐπετελέσθη. Λέγει δ᾽ οὖν αὖθις προϊὼν διὰ τῶν ἑξῆς· Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Διὰ τί δὲ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ἐπειδήπερ ἐν τούτῳ μάλιστα τὰ τῆς δαιμονικῆς ἐνεργείας ἐπεκράτει· τότε πολλά τε ἴσχυον κατ᾽ ἐκεῖνο καιροῦ οἱ ἐν τῇ Τάνει ἱδρυμένοι δαίμονες.
Τοῦτο δὲ δηλοῖ Ἡσαΐας ὁ προφήτης ἐν τῇ ὁράσει τῆς Αἰγύπτου λέγων· Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. Πῶς ἐρεῖτε τῷ βασιλεῖ, Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσὶν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσάν σοι τί βεβούλευται Κύριος ἐπ᾽ Αἴγυπτον;
Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ἀπώλοντο οἱ ἄρχοντες Μέμφεως. Δαίμονες δὲ ἦσαν, ὡς εἰκὸς, πονηροὶ διὰ χρησμῶν καὶ μαντειῶν σοφίαν τινὰ ἐπαγγελλόμενοι, καὶ ἐν ταύτῃ τῶν κατὰ τόπους κρατούντων τῆς Αἰγύπτου σύμβουλοι γινόμενοι. Μήποτε δὲ καὶ οἱ ταῖς γοητείαις ταῖς Αἰγυπτιακαῖς προσανέχοντες, οἵ τε ἀντιστάντες Μωσεῖ ταῖς φαρμακείαις αὐτῶν, οἱ ἄρχοντες ἦσαν Τάνεως, καὶ οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως; Διόπερ εἰκότως ἐν πεδίῳ Τάνεως ὁ παρὼν λόγος διδάσκει πεπρᾶχθαι τὰ διὰ Μωσέως ἐν Αἰγύπτῳ γεγενημένα.
Διέῤῥηξε θάλασσαν καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν. Τὰ μὲν ἐν αὐτῇ πεπραγμένα τῇ Αἰγύπτῳ διὰ μιᾶς ἐπετέμετο λέξεως εἰπών· Ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, καὶ προσθεὶς ὅπερ οὐκ ᾔδειμεν, ἐν πεδίῳ Τάνεως. Τίνα δὲ ἦν τὰ θαυμάσια, εἰς πλάτος μὲν ἡ Μωσέως περιέχει Γραφή· ἐπιτέμνεται δὲ ταῦτα ὁ παρὼν ψαλμὸς ἐν τοῖς μετὰ ταῦτα λέγων· Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κοινόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ τὰ τούτοις ἐπιλεγόμενα.
Ταῦτα μὲν οὖν κατ᾽ Αἰγυπτίων ἐγίνετο ἐν πεδίῳ Τάνεως· ἃ δὴ παρελθὼν ἐπὶ τοῦ παρόντος ὁ λόγος, τὰς εἰς τὸν λαὸν εὐεργεσίας προτάττει· ὡς διῆλθον τὴν θάλασσαν, εἰς πολλὰ μέρη διαιρεθέντων τῶν ὑδάτων· ὃ δὴ παρίσταται διὰ τοῦ φάσκοντος λόγου· Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς. Φασὶ γοῦν Ἑβραίων παῖδες εἰς ιβʹ τμήματα διῃρῆσθαι αὐτὴν κατ᾽ ἀριθμὸν τῶν ιβʹ φυλῶν τοῦ λαοῦ· ὥστε ἀφωρισμένως ἑκάστην διελθεῖν φυλὴν, κατὰ τὴν ἀπονεμηθεῖσαν αὐτῇ πορείαν. Διισταμένων δὲ τῶν ὑδάτων, καὶ ξηρᾶς γῆς ἐν τῷ μεταξὺ συνισταμένης, ἀκόλουθον ἦν συνοχὴν γίνεσθαι τῶν ὑδάτων, ὡς κυρτοῦσθαι αὐτὰ συνεχόμενα πρὸς ἄλληλα καὶ ἐν αὐτῷ τῷ ἀέρι ἐπαίρεσθαι καὶ ὑψοῦσθαι κυρτούμενα καὶ μετεωριζόμενα, καὶ ὥσπερ ἐν ἀσκῷ τῷ ἀέρι περικλειόμενα· διὸ λέλεκται· Παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν.
Μετὰ δὲ τὸ τηλικοῦτον θαῦμα, ὡδήγησεν αὐτοὺς, φησὶν, ἐν νεφέλῃ ἡμέρας, ἐπισκιαζούσης καὶ σκέπην αὐτοῖς παρεχούσης τῆς νεφέλης, ὡς ἂν μὴ ὑπὸ τοῦ φλογμοῦ τοῦ ἡλιακοῦ καταπονοῖντο. Καταλλήλως δὲ τῇ τῆς ἡμέρας νεφέλῃ, στύλος πυρὸς διὰ τῆς νυκτὸς προῆγεν αὐτοὺς, ἡμέραν αὐτοῖς φωτεινὴν ἀπεργαζόμενος· διὸ λέλεκται, Καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
Ἐπὶ τούτοις λέγεται· Διέῤῥηξε πέτραν ἐν, τῇ ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Τήρει δὲ ὅπως καὶ ἐνταῦθα τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ὠνόμασεν. Ἀντὶ δὲ τοῦ, διέῤῥηξε πέτραν, ὁ Ἀκύλας, ἔσχισε πέτρους ἐν ἐρήμῳ, ἐξέδωκε, δουλεύσας τῇ Ἑβραϊκῇ γραφῇ, δι᾽ ἧς παρίσταται, ὡς οὐ μία πέτρα ἦν ἡ ἀναβλύσασα αὐτοῖς τὰ ὕδατα, ἀλλὰ πολλαί. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπισημαίνεται λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης αὐτοὺς * πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ὡς ἁπανταχοῦ παρεπομένης αὐτοὺς πέτρας, καὶ κατὰ σταθμοὺς καὶ κατὰ μονὰς καὶ κατὰ πάντα τόπον παρούσης. Ἐπιτηρήσας δὲ τοῦτο καὶ ἐν τῇ Μωσέως εὑρήσεις Γραφῇ· ἐν μὲν γὰρ τῇ Ἐξόδῳ εἴρηται· Καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν καὶ οὐκ ἦν ὕδωρ πιεῖν τῷ λαῷ. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν· καὶ ἑξῆς· Εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ, λάβε δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὴν θάλασσαν, καὶ πορεύσῃ. Ἰδὲ, ἐγὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρέβ· καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Ταῦτα μὲν οὖν ἐν Ἐξόδῳ· ἐν δὲ τοῖς Ἀριθμοῖς λέλεκται· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σεῖν, καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν.
Καὶ ἑξῆς· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσετε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ ἐξοίσεται αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Εἰκότως οὖν ἐπειδήπερ ἐν διαφόροις τόποις φαίνεται ἡ πέτρα χορηγήσασα τὸ ὕδωρ, περὶ μὲν τῆς προτέρας διὰ τῶν προκειμένων εἴρηται· Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ· περὶ δὲ τῆς ἑτέρας ἑξῆς ἐπάγει· Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Πλὴν ἀλλὰ τοσούτων αὐτοῖς χορηγηθέντων, ὅμως προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἁμαρτάνειν οὐχ ἑαυτοῖς, ἀλλ᾽ αὐτῷ. Κατ᾽ αὐτοῦ γὰρ τοῦ Θεοῦ τὴν ἁμαρτίαν ἡμάρτανον, ἀσεβοῦντες διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. Διὸ ἐπιλέγει· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ· ἢ κατὰ τὸν Ἀκύλαν, Τοῦ προτερίσαι Ὑψίστῳ ἐν ἀβάτῳ· ἢ κατὰ τὸν Σύμμαχον, Φιλονεικεῖν τῷ Ὑψίστῳ ἐν δίψει ἐν ἀβάτῳ. Διὰ τί δὲ παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐδίδαξε Μωσῆς· μετὰ γὰρ τὸ παρασχεῖν αὐτοῖς ἐκ πέτρας τὸ ὕδωρ, ἱστορεῖ λέγων· Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς καὶ λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν αὐτοὺς Κύριον λέγοντας· Εἰ ἔστι Θεὸς ἐν ἡμῖν, ἢ οὔ;
Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ. Ὅπως κατελάλησαν τοῦ Θεοῦ καὶ Μωσῆς διδάσκει λέγων· Καὶ ἐγόγγυζον πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων, καὶ ἐφάγομεν ἄρτους εἰς πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Καὶ μετὰ ταῦτα εἶπε Μωσῆς πρὸς τὸν λαόν· Ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ᾽ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλὰ κατὰ τοῦ Θεοῦ. Προσέλθετε ἐναντίον τοῦ Θεοῦ, εἰσακήκοε γὰρ τοῦ γογγυσμοῦ ὑμῶν. Καὶ μετὰ ταῦτα· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἐγὼ ἀκήκοα τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, καὶ τὰ ἑξῆς. Τούτων οὖν μεμνημένος καὶ ὁ παρὼν λόγος, εἶπε· Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Ἐν μὲν οὖν τῇ ἱστορίᾳ οὐ φέρεται ταῦτα· ἐνταῦθα δὲ τετήρηται, ὡς ἄρα ταῦτα διενοήθησαν· Ἐξεπείρασαν, γάρ φησι, τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, καὶ, Κατελάλησαν τοῦ Θεοῦ.
Πῶς δὲ κατελάλησαν ἢ τάδε διανοηθέντες, εἰ καὶ μὴ χείλεσι φθεγξάμενοι, ἀλλὰ ταῖς ψυχαῖς λογισάμενοι, ἃ δὴ ὁ καρδιογνώστης εἰδὼς ἤκουσε; Διὸ εἴρηται· Ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, Καὶ ἀνυπερθέτησεν, ἡρμήνευσε, τουτέστιν, οὐχ ὑπερέθετο· ὁ δὲ Σύμμαχος, Καὶ ἐχολώθη· εἶτα, Καὶ πῦρ ἀνήφθη, φησὶν, ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. Καὶ παρὰ Μωσεῖ δὲ γέγραπται· Καὶ ἦν ὁ λαὸς γογγύζων ἐναντίον Κυρίου, καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν· καὶ ηὔξατο Μωσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. Διὸ καὶ ἐν τῷ μετὰ χεῖρας εἴρηται· Καὶ ἀνήφθη πῦρ ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν ἐπ᾽ αὐτοὺς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Τὸ δὲ, Ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, αἰνίττεσθαί μοι δοκεῖ πρόσταγμα δεδόσθαι ἀγγελικαῖς δυνάμεσι, ταῖς εἰς τὰ παράδοξα τότε διακονουμέναις, δι᾽ ὧν καὶ τὸ μάννα ἐχορηγεῖτο τῷ λαῷ.
Διδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς ἄρα νεφέλαι αἱ ἀγγελικαὶ δυνάμεις κέκληνται, ὡς καὶ ἐν τῷ φάσκοντι προφήτῃ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὥστε τοὺς ἀγγέλους νοεῖσθαι τὰς νεφέλας, ὥσπερ οὖν καὶ ἐνταῦθα. Καὶ εἰκός γε ἦν διὰ μὲν πονηρῶν δυνάμεων τὰς κατ᾽ Αἰγυπτίων ἐπιτελεῖσθαι πληγὰς κατὰ τὸν φάσκοντα λόγον· Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν καὶ θυμὸν, θλίψιν καὶ ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν· τὰ δὲ χρηστότερα δι᾽ αἰσίων καὶ δεξιῶν ἀγγέλων γεγενῆσθαι. Διὸ λέλεκται· Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Θύρας δὲ οὐρανοῦ ἀνοιγνυμένας τὰς οὐρανίους νόει πράξεις. Πάντα γὰρ τὰ παραδόξως ὑπὸ τοῦ Θεοῦ πεπραγμένα θεῖα καὶ οὐράνια ἦν· ἃ δὴ καὶ ἀνθρώποις ἀποκέκλειστο, ὅτε μὴ ἐγίγνετο· ὅτε δὲ παραδόξως ἐγίγνετο, ὥσπερ θύρας τινὰς οὐρανίους ἀνέῳγεν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ὁ Ἀκύλας, Ἄρτον δυναστῶν ἔφαγεν ἀνὴρ, ἡρμήνευσεν ὁ δὲ Σύμμαχος, Καὶ πυρὸν οὐράνιον παρέσχεν αὐτοῖς, ἄρτον μεγάλων ἔφαγεν ἄνθρωπος. Καὶ τήρει ὅπως ἡ Ἑβραϊκὴ φωνὴ οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων· ἀλλ᾽ ἤτοι κατὰ τὸν Ἀκύλαν, ἄρτον δυναστῶν· ἢ κατὰ τὸν Σύμμαχον, ἄρτον μεγάλων· ἢ κατὰ τὸν Θεοδοτίωνα, ἄρτον δυναστῶν· ἢ κατὰ τὴν πέμπτην ἔκδοσιν, ἄρτον δυναστῶν. Ἀγγέλων δὲ, οὐδεὶς ἡρμήνευσεν.
Ἐπεὶ μηδὲ τὸ Ἑβραϊκὸν τοῦτον ἔχει τὸν τρόπον, ἵνα μή τις νομίσῃ καὶ τὰς ἀγγελικὰς δυνάμεις αἰσθητῇ χρῆσθαι τροφῇ. Μέμφεται δὲ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις τοῖς νομίζουσιν, ὅτι ἀγγέλων ἦν τροφὴ τὸ ἐν τῇ ἐρήμῳ χορηγηθὲν τῷ λαῷ μάννα· διὸ ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· καὶ πάλιν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθνήσκῃ. Εἰ μὲν οὖν, φησὶν, οὐράνιος ἦν ἄρτος, ᾧ χρῆσθαι τοὺς ἀγγέλους εἰκὸς, οὐδ᾽ ἂν ἀπέθανον οἱ ἐν τῇ ἐρήμῳ μετασχόντες ἄρτου· νῦν δὲ ἐπεὶ οὐκ ἦν οὐράνιος, οὐδὲ ἦν ἀληθῶς ἄρτος ἀγγέλων, διὰ τοῦτο ἀπέθανον. Οὗτος δέ ἐστιν ἀληθῶς οὐράνιος ἄρτος, οὗ ὁ μεταλαβὼν οὐκ ἂν ἀποθάνοι ποτέ. Καὶ τίς οὗτος ἦν διδάσκει λέγων· Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· παρίστησί τε αὐτὸν λέγων· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσει, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Οὐκοῦν καὶ αἱ ἀγγελικαὶ δυνάμεις ἐκ τῆς τοῦ Λόγου μεταλήψεως αἰώνιον ζωὴν καρποῦνται.
Μόνος γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πάσης λογικῆς οὐσίας θρεπτικὸς τυγχάνει. Διόπερ ἀκριβῶς ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐν τοῖς προκειμένοις οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.
Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Ἀπῆρεν Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ᾽ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά· καὶ ἐπέπεσεν ἐν μέσῳ τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾽ αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ὅτι μὴ μόνου ἄρτου, ἀλλὰ καὶ ὄψου προενόησεν αὐτοῖς, διδάσκει καὶ ἡ Μωσέως Γραφὴ, ἐν μὲν Ἐξόδῳ λέγουσα· Καὶ εἶπε Μωσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἑσπέραν γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου· πρωῒ δὲ ὄψεσθε τὴν δόξαν Κυρίου, ἐν τῷ εἰσακοῦσαι αὐτὸν πάντα τὸν γογγυσμὸν ὑμῶν, ἐν τῷ διδόναι τὸν Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονήν.
Καὶ ἐπιλέγει ἑξῆς· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωῒ δὲ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς· καὶ ἰδοὺ ἐπὶ προσώπου τῆς ἐρήμου, λεπτὸν ὡσεὶ κόνιον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἀλλ᾽ ἐπειδὴ μετὰ ταῦτα εἴρηται ἐν Ἀριθμοῖς· —Καὶ ὁ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαον οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, Τίς ψωμίσει ἡμῖν κρέα; Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμυα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος.
Εἶτα ἐπιλέγεται ἑξῆς· Καὶ ἀπῆλθε Μωσῆς εἰς τὴν παρεμβολὴν, αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραήλ. Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξέβρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας, ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ συνήγαγεν ἕκαστος τὸ ἀρκοῦν· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους. Καὶ ἔψυξεν ἐν τοῖς ψυκτῆρσι κύκλῳ τῆς παρεμβολῆς τὰ κρέα ἦν πρὶν ἢ ἐκλιπεῖν. Καὶ ὠργίσθη Κύριος. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν· —εἰκότως οὖν καὶ ἡ μετὰ χεῖρας περικοπὴ διδάσκει ταῦτα λέγουσα· Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονὴν, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ, ὡς ἄρα ὑπ᾽ ἀνέμων ἐλαυνόμενα τὰ πτηνὰ κατεφέρετο εἰς τὴν παρεμβολήν. Καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· Ὃς ἦρεν Εὖρον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ Νότον, ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Καὶ ἐπέβαλεν ἔνδον εἰς τὴν παρεμβολὴν αὐτῶν κύκλῳ τῶν σκηνῶν. Καὶ φαγόντες, ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἀπέστησαν τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τοῖς ὀδοῦσιν αὐτῶν, ὀργὴ οὖν Θεοῦ ἐπῆλθεν αὐτοῖς, καὶ ἀπέκτεινε τοὺς λιπαρωτέρους αὐτῶν καὶ τοὺς νεανίσκους τοῦ Ἰσραὴλ ὤκλασε.
Καὶ ταῦτ᾽ ἔπασχον εὐλόγως· ὁ μὲν γὰρ αὐτοῖς εἰς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως παραδόξως καὶ ταῦτα παρεῖχεν· οἱ δὲ ἀπλήστῳ χρώμενοι τῇ κρεωφαγίᾳ, χολερικῷ πάθει διεφθείροντο, μὴ προσέχοντες μὲν τῷ τοῦ παραδόξου θαύματι, μηδὲ δοξάζοντες τὸν παραδοξοποιόν· ὅλοι δὲ τῶν σαρκῶν γιγνόμενοι, διὸ καὶ ἐπεσπῶντο ἑαυτοῖς ὄλεθρον.
Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ἐλεγκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖ καὶ τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν, ὅτι μὴ μάτην αὐτοὺς τὰ τῆς ὀργῆς τοῦ Θεοῦ μετῆλθεν. Καὶ δὴ διδάσκει, ὡς καὶ μετὰ τὰ προλεχθέντα πάντα, αὔξοντες ἑαυτῶν τὰ κακὰ, ἥμαρτον ἔτι· καὶ ἥμαρτον, ἐπεὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Τοιαῦτα γὰρ ὀφθαλμοῖς ὁρῶντες, ἐνικῶντο ὑπὸ τῆς ἐπιθυμίας.
Εἶτα, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Δέον γὰρ θεωροὺς γενομένους τῶν τοῦ Θεοῦ μεγαλουργημάτων, ὅλους αὐτοὺς ἀναθεῖναι αὐτῷ· οἱ δὲ θρεμμάτων ἀλόγων δίκην τῇ τῶν σωμάτων προσεῖχον ματαιότητι, ἐν ἀλογίᾳ καὶ ἀνοίᾳ κατηγοροῦντες, καὶ μηδὲν πλέον ἐκ τῶν εἰς αὐτοὺς χορηγουμένων εἰς γνῶσιν Θεοῦ καὶ ψυχῆς σωτηρίαν ποριζόμενοι.
Οὕτως οὖν ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· οὐ μόνον, ἀλλὰ καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς ἐξέλιπον· κατὰ κοινοῦ γὰρ ἀκουστέον τοῦ, ἐξέλιπον· ἀνθ᾽ οὗ πεποίηκεν ὁ Ἀκύλας· Καὶ συνετέλεσεν ὡς ἀτμὸν τὰς ἡμέρας αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν κατέσπευσε. Τοῦ μὲν γὰρ ἐν ματαιότητι τὰς ἡμέρας καταναλίσκοντος καὶ τὰ ἔτη παρατρέχει κατεσπευσμένως· τοῦ δὲ τὰς ἡμέρας ἐν φωτὶ καὶ ἐν ἔργοις ἀγαθοῖς ἐκτελοῦντος αἱ ἡμέραι οὐκ ἐκλείπουσιν, ἀλλὰ πλήρεις γίνονται, καὶ τὰ ἔτη αὐτοῦ ἐντελῆ τυγχάνει καὶ μεμακρυμμένα. Διὸ κἀκείνοις τοῖς μετὰ τοιαύτας παραδοξοποιίας ἐν ἀπιστίᾳ καταγηράσασιν μάταιος καὶ ἐσπευσμένως παρατρέχων ὁ χρόνος. Αὐτίκα δ᾽ οὖν διὰ μὲν τῶν θαυμάτων καὶ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν οὐδὲν πλέον ἐκτῶντο πρὸς ὠφέλειαν, διὰ δὲ τῆς μετερχομένης αὐτοὺς ὀργῆς κρείττους ἐγίγνοντο.
Διὸ ἑξῆς ἐπιλέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Μαστιζόμενοι γὰρ καὶ κολαζόμενοι, κτηνῶν ἀλόγων δίκην αἴσθησιν ἀνελάμβανον τοῦ τύπτοντος, λόγῳ μὲν ὀρθῷ μὴ σωφρονιζόμενοι· πρὸς οὓς εἶπεν ἂν ὁ λόγος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν· τοὺς δὲ ἐλπίζοντας ἐπὶ Κύριον ἔλεος κυκλώσει.
Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾽ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. Τῶν μὲν παραδόξων ἀπολαύοντες οὐκ ἐπίστευον· μαστιζόμενοι δὲ καὶ ἀποκτεινόμενοι, ἐπέστρεφον πρὸς τὸν Θεόν. Ἀλλ᾽ οὐδὲ τοῦτο γνησίως ἐποίουν, προσποιήσει δὲ καὶ εἰρωνείᾳ μέχρι χειλέων εὐφημεῖν ἐδόκουν, οὐ μὴν καθαρῷ λογισμῷ τοῦτ᾽ ἔπραττον· ὡς καὶ ἐπ᾽ αὐτῶν ἁρμόττειν τὸ φῆσαν λόγιον· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ.
Μάτην δὲ σέβονταί με. Καὶ αὐτοὶ μὲν εἰς τοσοῦτον ἤλαυνον μοχθηρίας· ὁ δὲ, πατρὸς ἀγαθοῦ δίκην οἶκτον αὐτῶν πλείονα λαμβάνων, ἱλάσκετο ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ παρεδίδου αὐτοὺς εἰς ἐσχάτην διαφθοράν· ἀλλὰ καὶ τὸν φθοροποιὸν δαίμονα καὶ τὸν τῆς ὀργῆς ὑπηρέτην ἄγγελον τιμωρὸν, θυμὸν αὐτοῦ ὀνομαζόμενον, ἀπέστρεφεν ἐξ αὐτῶν, τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ αὐτῶν ἱλασκόμενος. Διὸ εἴρηται· Αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἔτι γὰρ τότε μακροθύμως αὐτοὺς ἔφερεν οὔπω εἰς τέλος αὐτοὺς ἀπωθούμενος.
Κατὰ δὲ τὸν Σύμμαχον· Αὐτὸς, φησὶν, ἐλεήμων, ἐξιλάσκων ἁμαρτίας, καὶ μὴ διαφθείρων. Καὶ ἐπὶ πολὺ ἀπέστρεψεν τὴν ὀργὴν αὐτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὐτοῦ. Ἐπὶ τούτοις ἄλλοτι αὐτῶν κατηγορεῖ λέγων· Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
Ἐπειδὴ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ ὁ κολλώμενος τῇ σαρκὶ ἓν σῶμα γίνεται, εἰκότως κρεώδεις τινὰς καὶ σαρκώδεις φησὶν αὐτοὺς γεγονέναι διὰ τὸ φιλήδονον καὶ φιλοσώματον, καὶ οὕτως αὐτοὺς γενέσθαι σάρκας. Διό φησιν· Ἐμνήσθη ὅτι σάρξ εἰσι. Πῶς δὲ σάρκες ἦσαν διασαφεῖ λέγων ἑξῆς· Πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
Τὸ γὰρ πνεῦμα τῆς σαρκὸς τοιοῦτον, γεῶδες καὶ θνητὸν καὶ ἀπολλύμενον. Τοιοῦτοι δέ τινες γεγόνεισαν καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, περὶ ὧν εἴρητο· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ὡς ἑτέρου μὲν ὄντος τοῦ θείου πνεύματος τοῦ κατ᾽ ἀρχὰς ἀνθρώποις ἐμπνευσθέντος, ἑτέρου δὲ τοῦ τῆς σαρκὸς πνεύματος. Τό γέ τοι τῆς σαρκὸς πνεῦμα τοιοῦτον ἂν εἴη, οἷον καὶ τὸ ἐν τοῖς ἀλόγοις ζώοις, ὅπερ ἐστὶ πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ὀνομάζει δὲ αὐτὸ οἰκείῳ ὀνόματι ὁ Ἀπόστολος, φρόνημα σαρκὸς, ἐν οἷς φησι· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. Οὕτω δὲ σάρκες οἱ κατηγορούμενοι γεγόνεισαν ἐκ τοῦ φιλοσωματεῖν· ὡς καὶ περὶ αὐτῶν δικαιότατα ἂν εἰρῆσθαι τό· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.
Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ! Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.
Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.
Μετὰ τὰ προλεχθέντα πάντα παρέμενον παραπικραίνοντες, τουτέστι πικρὸν ἑαυτοῖς τὸν Θεὸν καθιστῶντες, χρηστὸν ὄντα τῇ φύσει καὶ ἀγαθὸν καὶ γλυκὺν, τοῖς δὲ τιμωρίας ἀξίοις πικρὸν νομιζόμενον. Οὗτοι γοῦν οἱ ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν, ἑαυτοῖς τὴν ὀργὴν ἐπισπώμενοι. Καὶ πάλιν ἐπέστρεφον καὶ ἐπείραζον τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυνον.
Καὶ ταῦτα πάντα διέπραττον μὴ ἀναλαμβάνοντες τῇ μνήμῃ τὰς πάλαι δειχθείσας αὐτοῖς παραδόξους δυνάμεις· καθ᾽ ὃν καιρὸν λυτρούμενος αὐτοὺς ἐκ χειρὸς θλίβοντος τοῦ Φαραὼ, ἠλευθέρου τῆς τῶν Αἰγυπτίων δυναστείας, διαφόρως τοὺς ἐχθροὺς αὐτῶν αἰκιζόμενος ἐν τῷ Τάνεως πεδίῳ· ἐν ᾧ πρῶτον ἐγίγνετο ἡ τοῦ ποταμοῦ εἰς αἷμα μεταβολὴ, Αἰγυπτίοις οὖσα τοιαύτη, οὐ μὴν καὶ τοῖς βοηθουμένοις. Ὅθεν καὶ τὰ ὀμβρήματα αὐτῶν, ἢ κατὰ τὸν Ἀκύλαν, αἱ κατάῤῥοιαι αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον, τὰ ῥεῖθρα αὐτῶν, μετεβάλλετο εἰς αἷμα. Πᾶσα γὰρ σύστασις ὑδάτων τὰ ὅμοια τῷ ποταμῷ ἔπασχεν. Ἀλλὰ τούτων οὐδεμίαν ἐποιοῦντο μνήμην οἱ κατηγορούμενοι, οὐδὲ τῇ διὰ τῆς κυνομυίας κατ᾽ Αἰγυπτίων πληγῇ προσεῖχον τὸν νοῦν, οὐδὲ τῇ διὰ τῶν βατράχων μάστιγι, οὐδὲ τῇ διὰ τῆς ἐρυσίβης· ἀλλ᾽ οὐδ᾽ ὅπως δι᾽ αὐτοὺς οἱ Αἰγύπτιοι ἀκρίδι καὶ χαλάζῃ, καὶ πάχνῃ καὶ πυρὶ παραδοθέντες ἐκολάζοντο. Τούτων δ᾽ ἔργοις τὴν πεῖραν εἰληφότες, ἀμνήμονες ἁπάντων ἐγίγνοντο.
Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Οὐκ ἀνεμιμνήσκοντο τὴν χεῖρα αὐτοῦ, τὴν ἡμέραν ἐν ᾗ ἐῤῥύσατο αὐτοὺς ἐκ τοῦ θλίβοντος· τοῦ ποιήσαντος τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως· τοῦ μεταβαλόντος εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ῥεῖθρα αὐτῶν, ἵνα μὴ πίωσι· τοῦ ἐπιπέμψαντος αὐτοῖς κυνόμυιαν φαγεῖν αὐτοὺς, καὶ βάτραχον διαφθεῖραι αὐτούς· τοῦ δόντος τῷ μυζήτῃ τὰ γεννήματα αὐτῶν, καὶ τοὺς κόπους αὐτῶν τῇ ἀκρίδι· τοῦ ἀποκτείναντος ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκομόρους αὐτῶν ἐν σκώληκι· τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς.
Ἀντὶ δὲ τοῦ, τῇ ἐρυσίβῃ, ὁ μὲν Σύμμαχος ὁμοίως τῷ μυζήτῃ, ὁ δὲ Ἀκύλας τῷ βρούχῳ, ἡρμήνευσε· καὶ πάλιν ἀντὶ τοῦ, τῇ πάχνῃ, ὁ μὲν Σύμμαχος τῷ σκώληκι, ὁ δὲ Ἀκύλας ἐν κρύει, ἐκδεδώκασι. Σεσιωπημένα δὲ ταῦτα παρὰ Μωσεῖ τὸ παρὸν λόγιον ἐδίδαξεν. Ἔοικε δὲ ἡ ἐρυσίβη καὶ ὁ μυζήτης αὐτὸς εἶναι ὁ παρὰ Μωσεῖ κεκλημένος κνίψ.
Τῆς γὰρ Μωσέως Γραφῆς μνημονευούσης δέκα πληγῶν, ὁ παρὼν λόγος τοῦ αἵματος ἐμνημόνευσε καὶ τῶν βατράχων καὶ τῆς κυνομυίας καὶ τῆς ἀκρίδος καὶ τῆς χαλάζης, καὶ τοῦ θανάτου τῶν κτηνῶν, καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· σκνιπῶν τε οὐκ ἐμνήσθη, οὐδὲ τῶν φλυκτανῶν, οὐδὲ τοῦ σκότους· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ᾽ ὧν μυζήτην ἢ βροῦχον, ἢ σκώληκα, ἢ κρύος οἱ λοιποὶ ἡρμήνευσαν.
Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτηνὴ αὐτῶν εἰς θάνατον συνέκλεισε.
Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. Πρὸς τοῖς λεχθεῖσι καὶ ταῦτα κατὰ τῶν Αἰγυπτίων ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ ὁ Θεὸς εἰργάζετο· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν. Πολλαχοῦ δὲ τῆς ὀργῆς ὀνομαζομένης καὶ τοῦ θυμοῦ, ὁ παρὼν λόγος τὴν διάνοιαν ἑρμηνεύει τῆς τοιαύτης φωνῆς ἑξῆς ἐπιλέγων· Ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπαποστολὴν ἀγγέλων κακούντων. Ἡ γὰρ τῶν κακούντων ἀγγέλων ἐπαποστολὴ ὡς πρὸς ἀνθρώπους ἐνομίζετο θυμὸς εἶναι καὶ ὀργὴ Θεοῦ. Οὐ γὰρ δὴ πάθος εἶναι ὀργῆς περὶ τὸν Θεὸν προσήκει νομίζειν· τὰς δὲ κατὰ τῶν ἀσεβῶν τιμωρίας κρίσει δικαίᾳ Θεοῦ δι᾽ ἀποστολὴν ἀγγέλων τῶν εἰς τοῦτο τεταγμένων γιγνομένας ὀργὴν καὶ θυμὸν καλεῖσθαι. Πλὴν ἀλλὰ τοῖς Αἰγυπτίοις ἐπαποστολῆς ἀγγέλων κακούντων γενομένης, αὐτὸς ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, διέστρωσε ἀτραπὸν τῇ ὀργῇ αὐτοῦ. Καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν παραδοθεῖσαν τῷ λαῷ μυστικὴν λατρείαν κατὰ τὸν καιρὸν τῆς ἐπελθούσης τοῖς Αἰγυπτίοις ὀργῆς.
Τότε γὰρ διατάττεται τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελέσαι, θύσαντας μὲν πρόβατον κατὰ σύμβολον τοῦ μέλλοντος ὑπὲρ ἀνθρώπων τυθήσεσθαι Ἀμνοῦ τοῦ Θεοῦ, χρίσαντας δὲ ἑαυτῶν τὰς φλιὰς τῶν οἴκων τῷ αἵματι· ὡς ἂν, τοῦτο θεασάμενος ὁ ὀλοθρευτὴς, ἀναχωρήσειε τῆς κατὰ τῶν τοῦτο πραξάντων ἐπιβολῆς. Γέγραπται γοῦν· Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους· καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ᾽ ἀμφοτέρων τῶν σταθμῶν. Καὶ παρελεύσεται Κύριος τὴν θύραν· καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.
Ἀλλὰ τούτοις μὲν ὡδοποίησε τρίβον πρὸς τὸ ἐκφυγεῖν τὴν ὀργὴν αὐτοῦ· τῶν δὲ Αἰγυπτίων οὐκ ἐφείσατο· παρεδίδου δὲ εἰς θάνατον τὰς ψυχὰς αὐτῶν, ἀξίων ὄντων τῆς τοιαύτης τιμωρίας· ἐπειδήπερ, ἀσεβείαις ἐκδεδομένοι καὶ τῇ πολυθέῳ καὶ Αἰγυπτιακῇ δεισιδαιμονίᾳ, ἄλλῳ θανάτῳ τὰς ψυχὰς ἐτύγχανον βεβαπτισμένοι. Διόπερ ὁ παρὼν λόγος οὐ κοινὸν θάνατον ἐπεληλυθέναι αὐτοῖς διδάσκει, ἀλλὰ ψυχῶν θάνατον.
Ὁ γὰρ ὀλοθρευτὴς, ᾧ παρεδόθησαν, ἅμα τῇ τοῦ σώματος διαλύσει, τὰς ψυχὰς αὐτῶν παρελάμβανεν, εἰς ὄλεθρον αὐτὰς ἀπάγων. Διὸ καὶ αὖθις γέγραπται· Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Εἶτα διασαφεῖ λέγων ἑξῆς· Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν. Ἀντὶ δὲ τοῦ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ· ὁ Σύμμαχος· Πρωτεῖον δυνάμεων αὐτῶν, ἡρμήνευσε.
Τὰ γὰρ πρωτότοκα καὶ πρωτεῖον ἦν τῆς δυνάμεως τῶν γεννησάντων. Διὰ μὲν οὖν τῶν πρώτων πληγῶν, ὥσπερ εἰς μετάνοιαν αὐτοὺς προσκαλούμενος διὰ τῆς ἀνοχῆς καὶ μακροθυμίας, πεφεισμένως αὐτοῖς ἐπῆγε τὰς τιμωρίας. Ἐπὶ τέλει δὲ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· ἀλλὰ καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν. Ἐπεὶ καὶ πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀνῃρεῖτο, κτηνῶν τε καὶ ἀνδρῶν. Σφόδρα δὲ ἀκριβῶς ἐπὶ μὲν τῶν ἀνθρώπων θανάτῳ φησὶ τὰς ψυχὰς αὐτῶν παραδεδόσθαι· ἦν γὰρ ὁ ὀλοθρευτὴς δαίμων, ὁ τὰς ψυχὰς αὐτῶν καὶ μετὰ θάνατον παραλαμβάνων· ἐπὶ δὲ τῶν κτηνῶν οὐκέτι ψυχῶν ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου· οὐ γὰρ μετέχει ψυχῆς τὰ κτήνη τῆς μετὰ τὴν τοῦ σώματος λύσιν παραμενούσης ὁμοίως ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Τὴν δὲ αὐτὴν ἱστορίαν διαφόρως Μωσῆς τε καὶ ὁ παρὼν λόγος ἡρμήνευσεν· ὁ μὲν ὀλοθρευτὴν εἰπὼν διακονῆσαι τὸν θάνατον τῶν πρωτοτόκων· ὁ δὲ παρὼν λόγος δι᾽ ἀγγέλων πονηρῶν ταῦτα γεγονέναι. Κἀκεῖ μὲν ὁ Μωσῆς τῷ αἵματι κεχρῖσθαι τὰς φλιὰς, καὶ τοῦτο φυλακτήριον γεγονέναι τῶν διαφυγόντων τὸν ὀλοθρευτήν· ἐνταῦθα δὲ ὡδοποιηκέναι τρίβον εἴρηται ὁ Θεὸς πρὸς τὸ ἀποφυγεῖν τὴν ὀργὴν αὐτοῦ. Ταῦτα δὲ, φησὶ, συνετελεῖτο ἐν τοῖς σκηνώμασι Χάμ· ἢ, ἐν ταῖς σκηνώσεσι Χὰμ, κατὰ τὸν Σύμμαχον· ἢ, ἐν ταῖς σκέπαις Χὰμ, κατὰ τὸν Ἀκύλαν.
Δι᾽ ὧν διδασκόμεθα τὴν Αἴγυπτον γεγονέναι σκηνώματα τοῦ Χάμ.
Τριῶν γὰρ παίδων τοῦ Νῶε γενομένων, Σὴμ, Χὰμ, Ἰάφεθ, ὁ Χὰμ γέγονε πατὴρ τοῦ Χαναὰν, Χαναὰν δὲ πατὴρ τοῦ Μεσραῒμ, ὃς ἦν Αἴγυπτος, ἀφ᾽ οὗ Αἰγύπτιοι πάντες· ὥστ᾽ εἰκότως τὴν τῶν Αἰγυπτίων χώραν σκηνώματα τοῦ προπάτορος τοῦ Μεσραῒμ εἰρῆσθαι.
Οὗτος δὲ ἦν ὁ Χὰμ τὴν Αἴγυπτον πρῶτος οἰκήσας. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Μετὰ τὴν κατὰ τῶν Αἰγυπτίων δεκάτην πληγὴν, ὅπως τὴν ἀπ᾽ Αἰγύπτου πορείαν πεποίηνται διδάσκει φάσκων· Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς καὶ ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ καθωδήγησεν αὐτοὺς εἰς πεποίθησιν, καὶ οὐκ ἐπτοήθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Ὡδήγησεν αὐτοὺς ἀφόβους καὶ ἀπτοήτους· καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν ἡ θάλασσα. Καὶ ταῦτα μὲν πρότερα ἦν τῆς κατὰ τὴν ἔρημον διατριβῆς· οὐ μὴν καὶ ὁ λόγος τῇ τάξει κέχρηται τῶν πεπραγμένων· ὡς ἐν ὕμνῳ δὲ καὶ ᾠδῇ τὰ δεύτερα πρῶτα τίθησι καὶ τὰ πρῶτα δεύτερα. Διὸ τὰ κατὰ τὴν ἔρημον συμβάντα, καὶ ὅσα ἥμαρτον ἐν τῇ ἐρήμῳ, καὶ ὁσάκις παρεπίκραινον προδιηγησάμενος, μετὰ ταῦτα τὴν τῶν πρώτων μνήμην ποιεῖται, ὡς ἂν τὸν λόγον περιγράψειε μὴ εἰς λυπηρὰ, ἀλλ᾽ ἐπὶ ταῖς τοῦ Θεοῦ εὐεργεσίαις. Διόπερ ἑξῆς ἐπισυνάπτει τοῖς κατὰ τὴν Αἴγυπτον ὑπὸ τοῦ Θεοῦ πεπραγμένοις, καὶ τῇ διόδῳ τῆς Ἐρυθρᾶς θαλάσσης, τὸ, Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ· τὰ κατὰ τὴν ἔρημον ἐνταῦθα ἀποσιωπήσας, διὰ τὸ προειληφέναι αὐτῶν τὴν διήγησιν.
Ὄρος δὲ ποῖον ἢ τὸ Σιὼν, ἐφ᾽ ᾧ Ἱερουσαλὴμ ὕστερον μετὰ τοὺς χρόνους τοῦ Ἀσὰφ καὶ τοῦ Δαυῒδ ᾠκοδομήθη; εἶτ᾽ ἐπαναλαμβάνει τὴν διήγησιν διὰ τῶν ἑξῆς λέγων· Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Μνημονεύσας τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ὡς ἀπειλήφασι τὸ ὄρος τὸ Σιὼν, ὅπερ μακροῖς ὕστερον χρόνοις ἐκτήσατο Δαυῒδ ἐν ῥομφαίᾳ τὸν Ἰεβουσαῖον ἐλάσας, ἐπαναλαμβάνει τὴν ἱστορίαν ἐπιτεμνόμενος, ὡς μετὰ τὴν τελευτὴν Μωσέως, ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ναυῆ, παρῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὡς ἐξέβαλον τοὺς ἀλλοφύλους πολέμῳ κρατήσαντες τῆς χώρας, καὶ ὡς κλήρῳ διείλαντο σχοίνῳ μετρήσαντες τὴν γῆν. Εἶτ᾽ αὖθις αὐτῶν κατηγορεῖ, διδάσκων, ὡς πρὸς τοῖς ἡμαρτημένοις κατὰ τὴν ἔρημον προσθήκας κακῶν ἐποιήσαντο· καὶ μετὰ τὸ κτήσασθαι τὴν γῆν, ἐπείρασαν πάλιν ἐνταῦθα καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ τὰ διὰ Μωσέως αὐτοῖς παραδεδομένα οὐκ ἐφύλαξαν· ἀλλ᾽ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς οἱ πατέρες αὐτῶν, καὶ μετετέθησαν εἰς τόξον στρεβλόν. Δέον γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ τὰς πολεμίους αὐτῶν δυνάμεις τὰς ἀντικειμένας τοξεύειν καὶ βάλλειν, οἱ δὲ εἰδωλολατρήσαντες τὸν Θεὸν ἔβαλλον βλασφήμοις καὶ ἀθεμίτοις λόγοις.
Διὸ γεγόνασιν εἰς τόξον στρεβλόν· ὃ δὴ κατ᾽ ἀρχὰς ἐδήλου τὸ λόγιον φῆσαν· Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν εἰς τόξον στρεβλὸν διασαφεῖ λέγων ἑξῆς· Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Καταλέξας καὶ τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας πεπραγμένα αὐτοῖς κακὰ, παρίστησιν ἑξῆς τὴν δικαιοκρισίαν τοῦ Θεοῦ, δεικνὺς, ὡς εὐλόγως μετὰ πάντα τὰ προλελεγμένα μετῆλθεν αὐτοὺς ἡ ὀργή. Ὅτε γὰρ ἐστράφησαν εἰς τόξον στρεβλὸν, καὶ ὅτε παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτὸν, τὸ τηνικαῦτα οὐδὲ ἐμβλέπειν αὐτοὺς ὁ Θεὸς τοιούτους ὄντας, ἀλλ᾽ οὐδὲ ὁρᾷν ἠξίου· ἀλλ᾽ οὐδὲ ἀκούειν αὐτῶν τῆς ἀσεβοῦς φωνῆς. Διὸ ἐπιλέγει· Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, κατὰ τὸν Ἀκύλαν, καὶ ἀνυπερθέτησε· μηκέτι ἀναβολὴν μηδὲ ὑπέρθεσιν αὐτοῖς ἐνδούς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἀπεδοκίμασε σφόδρα τὸν Ἰσραήλ. Οὕτως δὲ ἤκουσεν ὁ Θεὸς, ὡς καὶ ἐπὶ Σοδομιτῶν εἴρητο· Φωνὴ Σοδόμων καὶ Γομόῤῥας βοᾷ πρὸς μέ. Τῶν γὰρ ἀσεβῶν αὐτὰ κέκραγε καὶ βοᾷ τὰ τῆς ἀσεβείας πράγματα· ὧν ἀκούσας ὁ Θεὸς ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἐν γὰρ τῇ Σηλὼμ πρῶτον ἔστη ἡ σκηνὴ, ἔνθα ἱερᾶτο Ἡλεὶ καὶ Σαμουὴλ, ὡς παρίστησιν ἡ Γραφὴ τῶν Βασιλειῶν.
Ταύτην οὖν ἀπώσατο πρώτην τὴν ἐν Σηλὼμ σκήνωσιν διὰ τὰς ἀσεβείας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Καὶ ἀπέῤῥιψε τὴν σκήνωσιν τὴν Σηλὼμ, καὶ τὴν σκήνωσιν τὴν ἱδρυθεῖσαν ἐν ἀνθρώποις. Ὅπως δὲ τοῖς ἀνθρώποις παρεδόθη ἡ κιβωτὸς διὰ τὰ ἀσεβήματα τοῦ λαοῦ, καὶ ὡς ἐκράτησαν αὐτῆς οἱ πολέμιοι, ἀπήγαγόν τε παρ᾽ ἑαυτοῖς, καὶ ὡς οἱ υἱοὶ Ἰσραὴλ ἐτροπώθησαν, καὶ ὡς οἱ υἱοὶ Ἡλεὶ πεπτώκασιν, οἱ ἱερεῖς ὄντες, ὅ τε τούτων πατὴρ ὡς ἀπώλετο ἐπὶ τῇ τῶν παίδων ἀγγελίᾳ, ἡ πρώτη παρίστησι τῶν Βασιλειῶν. Διὸ εἴρηται ἐνταῦθα· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλῶ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν. Ἀντὶ δὲ τοῦ, τὴν ἰσχὺν αὐτῶν, τὸ κράτος αὐτῶν ἡρμήνευσεν ὁ Ἀκύλας. Κράτος δὲ αὐτῶν καὶ ἰσχὺν καὶ καλλονὴν, εἰς αἰχμαλωσίαν καὶ εἰς χεῖρας θλίβοντος παραδοθέντα τίνα ἂν εἴποις ἢ τὴν κιβωτὸν, ἣν ὁ παρὼν αἰνίττεται λόγος φάσκων· Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ;
Ἀλλὰ ταῦτα μὲν παρέδωκεν εἰς χεῖρας ἐχθροῦ, τὸν δὲ λαὸν συνέτριψεν ἐν ῥομφαίᾳ. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Καὶ ἐξέδωκεν εἰς μάχαιραν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερίδεν· καὶ δὴ ὑπεριδόντος αὐτοὺς τοῦ Θεοῦ, τὰ ἑξῆς ἐγίνετο. Τίνα δὲ ταῦτα; Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν.
Κατὰ δὲ τὸν Ἀκύλαν, Οὐχ ὑπεμνήσθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Οὐκ ἐπῃνέθησαν. Οὐκέτι γὰρ μετὰ ὕμνων καὶ ἐπαίνων συνήθως ταῖς γαμουμέναις παρεδίδοντο ἀνδράσι, κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, διὰ τὴν καταλαβοῦσαν αὐτοῖς τότε συμφοράν. Κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἔκδοσιν, αἰχμάλωτοι ἀπαχθεῖσαι, ἐν τῷ θνήσκειν αὐτὰς οὐκ εἶχον τοὺς πενθοῦντας, διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τοὺς προσήκοντας· ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν (οὗτοι δ᾽ ἦσαν οἱ τοῦ Ἡλεὶ υἱοί), καὶ αἱ χῆραι δὲ αὐτῶν οὐ κλαυσθήσονται. Καὶ ἔστιν εὑρεῖν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν, ὅπως, τῶν υἱῶν Ἡλεὶ πεσόντων ἐν τῷ πολέμῳ, αἱ τούτων γυναῖκες, χῆραι καταλειφθεῖσαι, δεινὸν ὑπέμειναν θάνατον.
Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Καὶ αἱ χηρευθεῖσαι αὐτῶν οὐκ ἔκλαυσαν· οὐδὲ γὰρ ὑπέστησαν, ὥστε κλαῦσαι· συναπώλοντο δὲ καὶ αὗται τοῖς τικτομένοις κατὰ τὴν φάσκουσαν ἱστορίαν· Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· εἶθ᾽ ἑξῆς προελθόντος τοῦ λαοῦ εἰς τὸν πόλεμον, Πταίει, φησὶν, ἀνὴρ Ἰσραήλ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων· καὶ ἡ κιβωτὸς δὲ τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλεὶ ἀπέθανον, Ὀφνεὶ καὶ Φινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἰδοὺ Ἡλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν δίοδον· ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Εἶθ᾽ ἑξῆς εἴρηται· Καὶ Ἡλεὶ ὡς ϟηʹ ἐτῶν· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπε. Καὶ ὁ ἀνὴρ προσελθὼν εἶπεν· Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, καὶ ἐγὼ ἐκ τῆς παρατάξεως πέφευγα σήμερον.
Καὶ εἶπε· Τί ἐστι τὸ γεγονὸς ῥῆμα, τέκνον; Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν· ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς, Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀπαγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν αἱ ὠδῖνες αὐτῆς ἐπ᾽ αὐτήν· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. Καὶ εἶπαν αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. Καὶ ἑξῆς ἐπιλέγεται τούτοις· Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν εἰς Ἄζωτον. Καὶ ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγών.
Τούτων δὴ πάντων ἐπιτέμνεται τὴν μνήμην ὁ παρὼν λόγος, καὶ ἐπιλέγει· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου Μετὰ τὸ ληφθῆναι τὴν κιβωτὸν ὑπὸ τῶν ἀλλοφύλων, καὶ μετὰ τὸ πραχθῆναι τὰ προλελεγμένα κατὰ τοῦ λαοῦ, τὴν ἐπισκοπὴν αὐτοῦ δεικνὺς ὁ Θεὸς, μετέρχεται τοὺς ἀλλοφύλους ἀοράτῳ δυνάμει κολάζων αὐτούς. Διὸ λέλεκται· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου· κατὰ δὲ τὸν Σύμμαχον, Ὡς δυνατὸς διαλαλῶν ἐξ οἴνου· κατὰ δὲ τὸν Ἀκύλαν, Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Εἶτα διεγείρας αὐτὸς ἑαυτὸν, πατάσσει τοὺς ἐχθροὺς αὐτοῦ, δηλαδὴ τοὺς τὴν κιβωτὸν τῆς Διαθήκης ἀπολαβόντας· καὶ πατάσσει αὐτοὺς εἰς τὰ ὀπίσω, δίδωσί τε αὐτοῖς ὄνειδος αἰώνιον. Πῶς δὲ εἰς τὰ ὀπίσω ἐπάταξεν αὐτοὺς, διδάσκει ἡ ἱστορία τοῦτον ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἔχουσα τὸν τρόπον· Καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς· καὶ αὖθις· Καὶ μετῆλθε, φησὶν, ἡ κιβωτὸς τοῦ Κυρίου εἰς Γεθθά. Καὶ ἐγένετο μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου ἐν τῇ πόλει κράτος μέγα σφόδρα. Καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν.
Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· Τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ θανατῶσαι ἡμᾶς; Καὶ ἐπιλέγει ἑξῆς· Ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐκεῖ· καὶ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες ἐπλήχθησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. Διὰ δὴ ταῦτα λέλεκται ἐν τῷ παρόντι ψαλμῷ· Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Ὄνειδος γὰρ ἦν τὸ ἐν ταῖς ἕδραις πληγῆναι αὐτοὺς, ὡς ἂν ἀκολασταίνοντας ἐν ἐκείνοις τοῖς μέρεσι. Τοὺς μὲν ἐχθροὺς οὕτως ἐτιμωρήσατο· τοὺς δὲ οἰκείους ἑτέρῳ μετήρχετο. Διὸ εἴρητο· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Ποῖον δὲ τοῦτο ἀλλ᾽ ἢ τὴν Σηλώμ; Ἦν γὰρ αὐτὴ τῆς κληρονομίας Ἐφραΐμ· Ἐφραῒμ δὲ τοῦ Ἰωσὴφ υἱὸς ἦν. Διὸ ἐπιλέγει· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καίπερ αὐτὴν πρώτην ἐκλεξάμενος, καὶ τὸ σκήνωμα Ἰωσὴφ πρῶτον τιμήσας. Διὸ καὶ ἡ Σηλὼμ εἰς ἐσχάτην ἐρημίαν κατέστη.
Παιδεύει δὲ διὰ τούτων ὁ λόγος διὰ τοῦ παραδείγματος τῆς Σηλὼμ μὴ μέγα φρονεῖν τοὺς ἐν τῇ Ἱερουσαλὴμ, τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ὑποδεξαμένους· πείσεσθαι γὰρ τὰ ὅμοια τοῖς πρώτοις, εἰ μὴ ἄξιοι γίνοιντο τοῦ Θεοῦ· ὃ δὴ καὶ ἀπέβη ἐν τοῖς μετὰ ταῦτα χρόνοις.
Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος Σιὼν ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Φυλὴν μὲν φυλῆς ἀντικατηλλάξατο, τὴν φυλὴν Βενιαμὶν ἀντὶ τῆς φυλῆς Ἰωσήφ· καὶ τόπον δὲ ἀντὶ τόπου εἵλατο, τῆς Σηλὼμ τὴν Ἱερουσαλὴμ προκρίνας· ἀλλὰ καὶ ὄρος ἀντὶ ὄρους ἠγάπησε, τὸ Σιὼν δηλαδὴ ἀντὶ τοῦ ὄρους τοῦ ἐν Σηλώμ. Εἶτά φησι· Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ. Ὁμοίως οὖν ὑψηλοῖς καὶ ὡς τὰ ὕψη ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ. Ἀναπέμπει δ᾽ ἡμᾶς ὁ λόγος εἰς βαθὺ καὶ ἀπόῤῥητον νοῦν, διδάσκων, ὡς τὸ ἐπὶ γῆς ἁγίασμα τὸ ἐπὶ τῆς Ἱερουσαλὴμ καὶ τῷ ὄρει Σιὼν καταστὰν ὁμοίωσιν εἶχε τῶν ἐν τοῖς ὑψηλοῖς, καὶ ᾠκοδόμητο ὡς τὰ ὕψη κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γενόμενον τῶν ἐν οὐρανοῖς ὑψηλῶν· ἃ δὴ καὶ ὁ Ἀπόστολος παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.
Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Ὡς μονοκερώτων ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ· νοούντων ἡμῶν μονοκέρωτας εἶναι τοὺς τὸ ἓν κέρας ἐπιγραφομένους κατ᾽ οὐρανὸν, οὓς ἐδήλου λέγων ὁ Ἀπόστολος· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἀλλὰ καὶ ἐν τῇ γῇ, φησὶν, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Κατὰ δὲ τὸν Σύμμαχον, Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Τὸ γὰρ ἁγίασμα τὸ ἐν τῇ αἰσθητῇ καὶ ἐπιγείῳ Ἱερουσαλὴμ οὕτως ᾠκοδόμησεν εἰς τὴν γῆν. Ὥσπερ γὰρ ἡ γῆ μέση ἀπείληπται ὑδάτων κατὰ τὴν Γραφήν· οὕτω καὶ ἡ Ἱερουσαλὴμ μέση τῶν ἀλλοφύλων ἐθνῶν συνειστήκει. Διὸ λέλεκται ἐν προφητείαις· Αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτήν. Εἶτ᾽ ἐπὶ τούτοις· Ἐξελέξατο, φησὶ, Δαυῒδ τὸν δοῦλον αὐτοῦ, περὶ οὗ εἴρηται· Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃν ἐξελέξατο, οὐχ ὥστε πρῶτον ἐκ φυλῆς Ἰούδα βασιλεῦσαι μόνον, ἀλλὰ καὶ ὥστε ἄξιον κριθῆναι τοῦ προελθεῖν ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν τοῦ Θεοῦ. Ἐξελέξατο δὲ αὐτὸν τῶν ἀδελφῶν πλειόνων ὄντων προκρίνας. Ἀνέλαβέ τε αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐξόπισθεν τῶν λοχευομένων.
Ὁ γὰρ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα, καὶ τὸν Δαυῒδ ταπεινὸν ὄντα καὶ ἀπεῤῥιμμένον, ὡς μηδὲ συγκαταριθμεῖσθαι τοῖς αὐτοῦ ἀδελφοῖς, μηδὲ εἰς ἄνδρα λογίζεσθαι, ἐξελέξατο προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων θρεμμάτων προνοίας τὸ ἐπιμελὲς τῶν δεομένων κηδεμονίας ἐκδιδασκόμενον. Ἔνθεν αὐτὸν ἀναλαβὼν ἐκ τῆς τῶν ἀλόγων προβάτων ποιμαντικῆς, προήγαγεν ὁ Θεὸς καὶ κατέστησε ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. Ὡς γὰρ δοκιμὴν δεδωκότα ἐν τῇ τῶν ἀλόγων θρεμμάτων ποιμαντικῇ, ἐπὶ τὴν λογικωτέραν καθίστη ποίμνην.
Ὅπως δ᾽ ἐποίμαινε τὰ θρέμματα παρίστη λέγων αὐτὸς πρὸς τὸν Σαούλ· Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ, καὶ ἐπάταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ.
Καὶ ἐπανίστατο ἐπ᾽ ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτὸν, καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου. Καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς εἷς τούτων, ὃς ὠνείδισε παρατάξει Θεοῦ ζῶντος. Καὶ εἶπε Δαυΐδ· Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, οὗτος ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. Διὰ γὰρ τούτων δοκιμὴν δεδωκότα πίστεως καὶ εὐσεβείας, τῆς τε τῶν ὑπ᾽ αὐτὸν θρεμμάτων ἀλόγων προνοίας, ἐξελέξατο Θεὸς καὶ προήγαγεν ἐπὶ τὴν τῶν λογικωτέρων θρεμμάτων ἀρχήν. Ὁ δὲ, ὑποδεξάμενος τοὺς παραδοθέντας αὐτῷ, οὐκ ἀπηνῶς, οὐδὲ σκληρῶς, οὐδὲ ὑπερηφάνως, ἀλλ᾽ ἐν ἀκακίᾳ τῆς καρδίας αὐτοῦ ἐποίμαινεν αὐτούς· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, κατὰ τὴν ἁπλότητα τῆς καρδίας αὐτοῦ.
Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐν φρονήσεσι ταρσῶν αὐτοῦ καθωδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ἐποίμαινε τοίνυν ὁ Δαυῒδ τὴν ἀνθρωπίνην καὶ λογικὴν ποίμνην· ἀλλ᾽ οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, οὐδὲ ἐν τῇ ἑαυτοῦ συνέσει, ἀλλ᾽ ἐν ἀκακίᾳ καὶ ἁπλότητι, τὴν πᾶσαν ἐγχειρίζων τῷ Θεῷ φροντίδα. Τήν γε μὴν ἑαυτοῦ σύνεσιν διὰ τῶν χειρῶν ἐπεδείκνυτο, τουτέστι διὰ τῶν πράξεων καὶ διὰ τοῦ βίου, καὶ τῆς λοιπῆς πολιτείας. Καὶ μέχρι τούτου ἵσταται τὰ τῆς παρούσης ὑποθέσεως, κατηγορίαν περιέχοντα τῆς τοῦ Ἰουδαίων λαοῦ μοχθηρίας, διδασκαλίαν τε τῆς τοῦ Θεοῦ μακροθυμίας διὰ τὰς ἐν τοῖς ἔμπροσθεν ἐπηπορημένας φωνὰς, πρὸς ἃς ὥσπερ ἀπολογία τις ἀναγκαίως ἐπενήνεκται τῆς τοῦ Θεοῦ δικαιοκρισίας. Ταῦτα δὲ πάντα ἡμᾶς· τοὺς ἐξ ἐθνῶν ὁ Χριστὸς τοῦ Θεοῦ παιδεύει, σωφρονίζων ἡμᾶς διὰ τῶν παλαιῶν παραδειγμάτων, ὥσπερ οὖν ἀρχομένοις ἡμῖν εἴρηται τοῦ λόγου.
ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΗʹ. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ὅτι πρὸ τοῦ τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερουσαλὴμ, γέγονεν ὁ Ἀσὰφ τῷ Δαυῒδ συνακμάσας, δῆλον ἐκ τῆς ἱστορίας.
Προφητικῶς οὖν τὰ μέλλοντα μακροῖς ὕστερον χρόνοις συμβήσεσθαι καὶ διὰ τῶν παρόντων θεσπίζει. Ἀλλὰ διὰ μὲν τοῦ οʹ καὶ γʹ τὴν ὑστάτην τῆς πόλεως ἅλωσιν καὶ τὸν ἔσχατον ἀφανισμὸν τοῦ ναοῦ, τὸν ἐπὶ Ῥωμαίων γενόμενον μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῶν οἰκητόρων, προανεφώνει, ὡς προαποδέδεικται· διὰ δὲ τῶν μετὰ χεῖρας ἐπεληλυθέναι μὲν ἔθνη τῇ κληρονομίᾳ τοῦ Θεοῦ, καὶ τὸν ἐν αὐτῇ νεὼν μεμιαγκέναι, αὐτήν τε τὴν πόλιν εἰς ὀπωροφυλάκιον τεθεικέναι σημαίνει· οὐ μὴν πυρὶ παραδεδόσθαι τὸν τόπον, οὐδὲ τοιαῦτα πεπονθέναι ὁποῖα ἐδήλου διὰ τοῦ προλεχθέντος. Ἔτι δὲ διὰ τοῦ παρόντος προστίθησιν, ὡς ἄρα οἱ τὸν τόπον μιάναντες πολλοὺς ἀνεῖλον ὁσίους ἄνδρας καὶ Θεοῦ δούλους· ὧν τὰ νεκρὰ σώματα μὴ συγχωρήσαντες τῇ κατὰ φύσιν παραδοθῆναι ταφῇ, τοῖς πετεινοῖς τοῦ οὐρανοῦ βορὰν ἔθεντο. Ταῦτα δὲ οὐκ ἂν εὕροις πραχθέντα οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν τοῦ τόπου· ἐπεὶ μηδὲ ὑπῆρχεν τοῖς τότε παρ᾽ αὐτοῖς ὁσίοις, τῶν τὴν πόλιν οἰκούντων, ἀνοσίων καὶ ἀσεβῶν ἁπάντων γεγονότων διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν κατά τε τῶν ἀποστόλων αὐτοῦ τετολμημένα αὐτοῖς. Ἀλλ᾽ οὐδὲ ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εὕροις ἂν τὰ μετὰ χεῖρας γενόμενα· ἐπεὶ μηδὲ τότε ὁσίους ἄνδρας καὶ θεοφιλεῖς ὑπὸ τῶν Βαβυλωνίων ἀνῃρῆσθαι ἡ ἱστορία παραδίδωσι. Πότε τοίνυν ἐπληροῦτο ταῦτα;
Οὐκ ἔστιν ἕτερον εἰπεῖν χρόνον, ἢ τὸν ἐπὶ Ἀντιόχου, καθ᾽ ὃν ἡ τῶν Μακκαβαίων γραφὴ τὰ μετὰ χεῖρας προλεγόμενα δι᾽ ἔργων κεχωρηκότα δείκνυσι. Γέγραπται γοῦν ἐν αὐτῇ τοῦτον τὸν τρόπον· Καὶ ὑπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι τὴν Αἴγυπτον ἐν τῷ ρʹ καὶ μʹ καὶ γʹ ἔτει, καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ ἐν ὄχλῳ βαρεῖ· καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ. Καὶ ἔλαβε τὸ θυμιατήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδία, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν κατὰ πρόσωπον τοῦ ναοῦ. Καὶ ἐλέπισε πάντα· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε. Καὶ λαβὼν σύμπαντα, ἐπιστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Καὶ ἐποίησε φονοκτονίαν μεγάλην· καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραήλ. Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα, καὶ ἐγκαταλιπεῖν ἕκαστος τὰ νόμιμα αὐτοῦ. Καὶ ἀπεδέξαντο πάντα τὰ ἔθνη τὸν λόγον τοῦ βασιλέως· καί γε πολλοὶ ἀπὸ υἱῶν Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ Σάββατον. Καὶ μετὰ ταῦτα εἴρηται· Καὶ ᾠκοδόμησε βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον.
Καί γε ἐν πόλεσι Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· καὶ διὰ τῶν θυρῶν τῶν οἰκείων, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων ἐπ᾽ αὐτούς. Καὶ τὰ βιβλία τοῦ ψαλμοῦ ἃ εὗρον κατασχίσαντες, ἐνεπύρισαν ἐν πυρί. Καὶ ἐπιλέγεται· Καὶ πολλοὶ ἐν Ἰσραὴλ ὠχυρώθησαν ἐν αὐτοῖς τοῦ μὴ φαγεῖν κοινά. Καὶ ἀπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ ἀπέθανον. Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα. Ταῦτα δὲ μακροῖς ὕστερον ἐπληροῦτο χρόνοις μετὰ τὰ Ἀσσύρια καὶ Μηδικὰ, καὶ μετὰ τὰ Περσικὰ καὶ μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακέδονος τελευτήν. Τό γε μὴν Πνεῦμα τὸ θεῖον διὰ τοῦ μετὰ χεῖρας προφήτου αὐτὰ δὴ ταῦτα θεσπίζει λέγον· Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρῶμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Ἀντὶ δὲ τοῦ, εἰς ὀπωροφυλάκιον, ὁ μὲν Ἀκύλας, εἰς λιθολογίαν, ὁ δὲ Σύμμαχος, εἰς δρυμοὺς ἐκδεδώκασι.
Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Δοκεῖ μοι ὁ προφήτης Ἀσὰφ μετὰ τὴν τοῦ Ἰουδαίων ἔθνους κατηγορίαν, ἣν πεποίηται ἐν τῷ πρὸ τούτου, τὰ προκείμενα καὶ ἀκολούθως ἐπάγειν, ἐξιλεούμενα ὥσπερ καὶ θεραπεύοντα τὰ διὰ τῶν ἔμπροσθεν ἐληλεγμένα. Καταλέγει γοῦν τοὺς ὑπὲρ εὐσεβείας θανάτους τῶν παρ᾽ αὐτοῖς Ἰουδαίοις μεμαρτυρηκότων· ὧν τὰ θνησιμαῖα οἱ ἐχθροὶ τοῦ Θεοῦ ἔθεντο βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τὰς σάρκας τῶν ὁσίων τοῦ Θεοῦ τοῖς θηρίοις τῆς γῆς. Εὐκαίρως τοίνυν ἐπὶ τούτοις ἱλάσκεται τὸν Θεὸν, ὡσανεὶ θυσίας αὐτῷ προσενηνεγμένης τοῦ θανάτου τῶν ὁσίων αὐτοῦ. Διό φησιν· Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; Ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν μνήμην τῶν ἔμπροσθεν, δι᾽ ὧν εἴρητο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;
Βούλεται γὰρ τὴν εἰς τέλος ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ λαοῦ ἐπισχεθῆναι, καὶ τὰ τῆς ὀργῆς παύσασθαι διὰ τῆς μνήμης τοῦ αἵματος τῶν ὁσίων αὐτοῦ. Κατ᾽ ἀμφότερον δὲ ἀκούσῃ τὸ, Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγομένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι᾽ ὑπερβολὴν διαθέσεως ζηλούντων τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος. Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀντιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα, καθ᾽ ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐσεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ. Διό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσωπεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ παρόντα.
Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκήνωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Σηλὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ· διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπογόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τόπου αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ᾽ ἑξῆς ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων.
Οἱ δ᾽ ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος, Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλητὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκαταληφθῆναι καὶ βοηθείας τυχεῖν. Διό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασιλέα δεδιωγμένων προφέρεται· προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς.
Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς διωγμοῖς, μυρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλ᾽ ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πάλαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνομήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀναπέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν· ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυτοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμφανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκδίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
Ταῦτα λέγειν ἐν εὐχαῖς παιδευόμεθα κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, ἀντὶ θυσίας καὶ ὁλοκαυτωμάτων τὰ αἵματα τῶν ἁγίων μαρτύρων προβαλλόμενοι, καὶ τοιαύτας ἀναπέμποντες ἱκετηρίας. Ταῦτα δὲ καὶ πρὸ ἡμῶν οἱ ἐν τῷ Ἰουδαίων ἔθνει τὰ ὅμοια πεπονθότες κατὰ τὸν δηλωθέντα καιρὸν λέγειν ἐδιδάσκοντο· καθ᾽ ὃν παρ᾽ αὐτοῖς γενναῖοι μάρτυρες ἀπεδείχθησαν. Ὧν μέμνηται ἡ γραφὴ τῶν καλουμένων Μακκαβαίων· ἐν οἷς ἦν Ἐλεάζαρός τις, ἐπιφανὴς ἀνὴρ, προβεβηκὼς μὲν τὴν ἡλικίαν, τὸ δὲ μετ᾽ εὐκλείας θάνατον τῆς ζωῆς αὐτῆς προτιμήσας ὑπὲρ τῆς εἰς τὸν Θεὸν εὐσεβείας. Ἀλλὰ καὶ μήτηρ ἑπτὰ παίδων θαυμασία τις καὶ ὑπὲρ πάντα λόγον ἐναθλήσασα τῷ μαρτυρίῳ· παῖδές τε ταύτης ἑπτὰ διαφόροις ὑποστάντες ἄθλοις, ἐξαίσιον ἀρετὴν καρτερίας ἐνεδείξαντο.
Ἄλλοι τε παρὰ τούτοις πλεῖστοι ὅσιοι, ὧν τῆς τελευτῆς καὶ τῶν αἱμάτων τῆς ἐκχύσεως διὰ τῆς εὐχῆς μνημονεύων ὁ λόγος φησί· Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
Οἱ μὲν τὰ αἵματα ἑαυτῶν ὥσπερ σπονδὰς ὑπὲρ τοῦ παντὸς ἔθνους ἐκδεδώκασιν· οἱ δὲ, μὴ τὰ ὅμοια τούτοις πεπονθότες, ἄλλῳ τρόπῳ τὸν ὑπὲρ εὐσεβείας ὑπέμειναν ἀγῶνα, ἔργοις καὶ δεσμοῖς πεδούμενοι. Ὧν καὶ αὐτῶν τοὺς στεναγμοὺς καὶ τὰς ὀδύνας καὶ τοὺς πόνους εὐκαίρως διὰ τῆς εὐχῆς ἀναμιμνήσκει λέγων· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Πεπεδημένους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν καὶ τοὺς ἐν τοῖς θνητοῖς σώμασι πάντα τὸν τῆς ζωῆς αὐτῶν βίον κατατρυχομένους.
Ὁποῖος ἦν Παῦλος λέγων· Ἡμεῖς οἱ ζῶντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τοῦ Θεοῦ προφῆται, καὶ πάντες οἱ μὴ καθηδυπαθοῦντες ἐν τοῖς ἑαυτῶν σώμασι, μηδὲ τρυφῇ καὶ ἡδονῇ σχολάζοντες· τοὔμπαλιν δὲ πιέζοντες ἑαυτῶν τὴν ζωὴν ἀσιτίαις καὶ πόνοις καὶ ταῖς ἄλλαις ἀσκητικαῖς κακοπαθείαις· οἳ καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ παντὸς λαοῦ ἐκ βάθους καρδίας πρὸς τὸν Θεὸν ἔστενον. Διὸ λέλεκται· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Τίνες δέ εἰσι οἱ ταῦτα διδασκόμενοι λέγειν, ἑξῆς παρίστησι φάσκων· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.
Ἡμεῖς μὲν γὰρ οὐ κατηξιώμεθα μέχρι θανάτου ἀγωνίσασθαι, οὐδὲ ὑπὲρ Θεοῦ κενῶσαι τὰ ἑαυτῶν αἵματα· ἀλλ᾽ ἐπειδὴ τῶν ταῦτα πεπονθότων ἐσμὲν υἱοὶ, σεμνυνόμενοι ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ, δεόμεθα δι᾽ ἐκείνους ἐλεηθῆναι. Διό φαμεν· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.
Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.
Ἡμᾶς μὲν περιποίησαι, εἰ καὶ μὴ δι᾽ ἡμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας. Τοῖς δὲ γείτοσιν ἡμῶν, τουτέστι τοῖς ἐπανισταμένοις ἡμῖν καὶ τὸν καθ᾽ ἡμῶν πόλεμον διεγείρουσιν, ἀπόδος τὰ ἀμοιβαῖα, πολυπλασιάζων τὴν ὀφειλομένην αὐτοῖς ὑπὲρ ὧν ἔδρασαν τιμωρίαν, μὴ τοῖς καθ᾽ ἡμῶν ἀρκεσθέντες κακοῖς, ἀλλ᾽ ἤδη καὶ σὲ τὸν ἐπὶ πάντων Κύριον βλασφήμοις καὶ ὀνειδιστικοῖς περιβάλλοντες λόγοις. Ἀλλ᾽ ἐκείνοις μὲν, φησὶν, ἀπόδος τὴν ἀξίαν τιμωρίαν πρὸς ὠφελείας αὐτῶν γενησομένην, ἐπιστρεφομένων καὶ σωφρονιζομένων δι᾽ αὐτῆς· ἡμᾶς δὲ σῶζε, τοὺς υἱοὺς τῶν τεθανατωμένων· οἳ, εἰ καὶ μὴ τοῖς πατράσι γεγόναμεν ὅμοιοι, ἀλλ᾽ ὅμως σου τυγχάνομεν λαὸς καὶ τῆς σῆς νομῆς πρόβατα· διὸ ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εὐχαριστοῦντες δηλαδὴ καὶ τοὺς πρέποντας ὕμνους καὶ δοξολογίας ὑπὲρ ὧν εὖ πεπόνθαμεν σοὶ τῷ πάντων ἀγαθῶν δοτῆρι Θεῷ ἀναπέμποντες. Ἐφεξῆς τε κατὰ γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου παισὶν ἡμετέροις καὶ παίδων παισὶ, διαδόχοις τε αὐτῶν τοῖς μετὰ ταῦτα γενησομένοις, ὥσπερ ἀγαθὸν κλῆρον παραδώσοντες τῆς αἰνέσεως τὰ σωτήρια μαθήματα.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΜΑΡΤΥΡΙΟΝ Τῼ ΑΣΑΦ. ΟΘʹ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Τέσσαρές εἰσιν οἱ ἐπιγεγραμμένοι, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· δύο μὲν τοῦ Δαυῒδ, ὁ νθʹ καὶ ὁ ξηʹ, τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὡσαύτως ὁ μετὰ χεῖρας. Ὁ μὲν οὖν νθʹ ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐδήλου καὶ κλῆσιν ἐθνῶν· ἔλεγε δ᾽ οὖν ἀρχόμενος, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ τὰ τούτοις ἑξῆς. Εἶτα προϊὼν, ἐπῆγε· Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν· ἢ, ὑπετάγησαν.
Ὡσαύτως καὶ ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, τὰ πάθη τοῦ Σωτῆρος καὶ τὴν τοῦ Ἰσραὴλ ἀποβολὴν παρίστησι λέγων· Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτὸν διαπαντὸς σύγκαμψον.
Ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· ὅτι ὃν σὺ ἐπάταξας κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Οὗτοι μὲν οὖν οἱ τοῦ Δαυΐδ. Τῶν δὲ υἱῶν Κορὲ ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν ἔχων, ᾠδὴν ἀνέπεμπε ὑπὲρ τοῦ Ἀγαπητοῦ, οὗ τὴν παρουσίαν θεσπίσας ἐπισυνῆπτε τὴν κλῆσιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τοῦτον αἰνιττόμενος τὸν τρόπον· Ἄκουσον, θύγατερ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ, θυγάτηρ Τύρου ἐν δώροις. Κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ μετὰ χεῖρας Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, καὶ εἰς τὸ τέλος ἀναπέμπων, Χριστοῦ παρουσίαν, τοῦ τε Ἰουδαίων ἔθνους τὴν αἰχμαλωσίαν καὶ τὸν ἐμπρησμὸν τῆς Ἱερουσαλὴμ ὃν πέπονθεν ὑπὸ Βαβυλωνίων προαναφωνεῖ.
Πρῶτον μὲν οὖν διεξέρχεται τὴν ἀπ᾽ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τὴν κατοίκησιν αὐτῶν τὴν ἐπὶ τῆς τῶν Παλαιστίνων γῆς· ἔπειτα συνάπτει τὴν μετὰ ταῦτα εἰσελθοῦσαν αὐτοῖς πολιορκίαν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλωνίων καὶ πρὸς τούτοις ἱκετηρίαν ἐκτίθεται ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐπιφανείας· ταῦτα δὲ κατὰ μέρος δειχθήσεται ἐν τῇ τῶν προφητευομένων ἑρμηνείᾳ· κατὰ δὲ τὴν ἀρχὴν ἀνακαλεῖται ὁ ψαλμὸς τὸν ποιμαίνοντα τὸν Ἰσραήλ· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ὡς πολλάκις ἀπεδείξαμεν παριστῶντες, μὴ τὸν ἐπέκεινα τὸν ὅλων Θεὸν εἶναι τὸν ὦφθαι τῷ Ἀβραὰμ ἐν ἀνδρὸς σχήματι ἀναγεγραμμένον, καὶ τῷ Μωϋσεῖ κεχρηματικέναι, καὶ ἐν τῇ ἐρήμῳ προωδευκέναι τοῦ λαοῦ· εἶναι δὲ τοῦτον οὐδέτερον τοῦ ἐν Εὐαγγελίοις εἰρηκότος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἶδε καὶ ἐχάρη. Αὐτὸν δὴ οὖν ἐπὶ τοῦ παρόντος ἀνακαλεῖται φάσκων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, καὶ τὰ ἑξῆς, ἐπιφάναι τε τὸ πρόσωπον αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ἀντιβολεῖ, τήν τε παρουσίαν αὐτοῦ ᾗ τάχος γενέσθαι ἀξιοῖ λέγων· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ, εἰς τὸ σῶσαι ἡμᾶς. Τρίτον δὲ εἰπὼν, Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, τὸν τρόπον τῆς ἐπιφανείας παρίστησιν ἑξῆς ἐπιλέγων· Γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
Τὸν γὰρ ἀσώματον τοῦ Θεοῦ Λόγον ἀξιοῖ δι᾽ ἀνδρὸς δεξιᾶς αὐτοῦ καὶ διὰ Υἱοῦ ἀνθρώπου τὴν εὐεργετικὴν αὐτοῦ δύναμιν δωρήσασθαι τοῖς πᾶσι. Τῆς μὲν οὖν σωτηρίου θεοφανείας τὴν μνήμην τοῦτον ἐποιήσατο τὸν τρόπον, τὴν δὲ τοῦ Ἰσραὴλ ἀπόπτωσιν ὡδέπη θεσπίζει λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; δηλονότι τῆς ἀμπέλου, ἣν ἐξ Αἰγύπτου μετήγαγε, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ κατεσκαμμένη. Ταῦτα περὶ τῆς ἀμπέλου διελθὼν, τὴν τοῦ Ἰουδαίων ἔθνους ἐθέσπιζεν ἐρημίαν.
Εἰκότως οὖν ἐν τῇ προγραφῇ καὶ μαρτύριον κέκληται τὰ λεγόμενα· μαρτύριον γὰρ ταῦτα ἔσεσθαι, καὶ διεμαρτύρατο. Ὅθεν παρὰ τῷ Συμμάχῳ καὶ παρὰ τῷ Ἀκύλᾳ μαρτυρία εἴρηται. Ἀντὶ δὲ τοῦ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὁ μὲν Σύμμαχος, ὑπὲρ τῶν ἀνθῶν, ὁ δὲ Ἀκύλας, ὑπὲρ τῶν κρίνων, ἡρμήνευσαν· ἄνθεσι καὶ κρίνοις τὴν πρόσκαιρον βραχὺν γενομένην ποτὲ τοῦ Ἰουδαίων ἔθνους εὐπραγίαν παραβάλλοντος τοῦ λόγου. Ἀναπέμπει δῆτα ὁ Προφήτης ἱκετηρίαν πρὸς τὸν πάλαι ἐφορῶντα καὶ ἐπισκοποῦντα τὸν Ἰσραὴλ τοῦ Θεοῦ Λόγον, καὶ τοῦτον ἀνακαλούμενός φησιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· οὕτω δὲ δυσωπεῖ ὑπομιμνήσκων τῆς πάλαι αὐτοῦ ἐπισκοπῆς.
Τοῖς γὰρ σοῖς, φησὶ, θρέμμασι καὶ τοῖς σοῖς προβάτοις πρόσχες, ὁ ποτὲ ποιμάνας αὐτά. Εἰ γὰρ καί ποτε ἄλλοτε τὴν ποιμαντικὴν ὑπέμεινας ἀνθρώπων φροντίδα, ὡδήγησάς τε τὸν ἐν ἀνθρώποις γενόμενόν σου λαὸν, τούτων αὐτῶν μνήσθητι· καὶ μὴ παρίδῃς οὓς τοσαύτης ἠξίωσας προνοίας. Πρόσχες οὖν, φησὶ, καὶ κατανόησον ὁποῖα πέπονθεν ἡ σὴ ποίμνη, καὶ ὡς ἐλυμήνατο αὐτοὺς ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτὴν, καὶ ὡς γέγονεν ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου. Διδάσκει δὲ ταῦτα ἐν Πνεύματι ἁγίῳ ὁ Προφήτης τὸ Ἰουδαίων ἔθνος, μελετᾷν καὶ ἀπαγγέλλειν προλαβὼν τοὺς χρόνους καὶ τὰ πράγματα· ἵν᾽ ἐπειδὰν ἐπιστῇ καὶ δι᾽ ἔργων χωρήσῃ τὰ προπεφητευμένα, δέχοιεν ἐξ ἑτοίμου τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας τὴν γνῶσιν. Τίς δέ ἐστιν ὁ ποιμαίνων τὸν Ἰσραὴλ, αὐτὸς παρίστησιν ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Αὐτὸς δὲ ἦν καὶ ὁ τὸν Ἰωσὴφ ὡσεὶ πρόβατον ὁδηγῶν ἤτοι τὴν φυλὴν, ἢ τὸ πᾶν Ἰουδαίων ἔθνος μεταφορικῶς ἀπὸ μιᾶς ὀνομάζων φυλῆς τῆς τοῦ Ἰωσήφ· ἢ καὶ μᾶλλον αὐτὸν τὸν ἄνδρα τὸν τῆς φυλῆς προπάτορα.
Ἐπειδὴ συνῆν αὐτῷ ἐπιβουλευομένῳ ὑπὸ τῶν ἀδελφῶν, καὶ πιπρασκομένῳ τοῖς Ἰσμαηλίταις, καὶ εἰς Αἴγυπτον καταγομένῳ, καὶ τῷ Πετεφρῇ δουλεύοντι, τήν τε ἀκόλαστον δέσποιναν ἀποστρεφομένῳ, ὡς εἰς δεσμωτήριόν τε καθειργμένῳ. Ἐν πᾶσι γοῦν τούτοις ἐπισημαίνεται ἡ Μωϋσέως γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ. Ὅθεν μοι δοκεῖ κυριώτερον ἡρμηνευκέναι ὁ Θεοδοτίων φήσας· Ὁ καθοδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Οὕτω δ᾽ ἂν εἴποις καὶ πεποιμάνθαι αὐτὸν τὸν Ἰσραὴλ τὸν πρῶτον χρηματίσαντα ταύτῃ τῇ προσηγορίᾳ. Ἦν δὲ οὗτος Ἰακὼβ, ὁ παῖς τοῦ Ἰσαάκ.
Ἐπεὶ κἀκεῖνος μόνος εἰς τὴν μέσην τῶν ποταμῶν καταβὰς μετὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, αὐτὸν εὕρατο ποιμένα τὸν συνόντα αὐτῷ τοῦ Θεοῦ Λόγον, τὸν τὰς ἐπιφανείας αὐτῷ πεποιημένον. Εὐκαίρως οὖν δυσωπῶν ὁ λόγος τὸν Θεὸν, οὐ βούλεται μὲν τοῦ πλήθους τῶν ἀσεβῶν μνημονεύειν· ἑνὸς δὲ καὶ δευτέρου τῶν πάλαι θεοφιλῶν ἀνδρῶν μνήμην ποιεῖται, διὰ τῆς τῶν προπατόρων ἀρετῆς καὶ θεοσεβείας τοὺς ἐξ αὐτῶν γενομένους ἐλέου τυχεῖν ποτνιώμενος. Ὁ δὲ αὐτὸς οὗτος ὁ τῶν ἁγίων ἀνδρῶν ποτε γενόμενος ποιμὴν, καὶ τοῖς χερουβὶμ ἐποχούμενος ἦν. Ποίοις δὲ χερουβὶμ ἢ τοῖς παρὰ τῷ Ἐζεκιὴλ τεθεωρημένοις, ὧν εἰκόνας καὶ σύμβολα Μωϋσῆς διὰ χρυσοῦ ὑπεράνω τῆς κιβωτοῦ κελευσθεὶς ἐποίει; Μέμνηται δὲ τῶν χερουβὶμ ὁ Ἐζεκιὴλ, τοῦτον λέγων τὸν τρόπον· Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τοῦ χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾽ αὐτῷ. Καὶ μεθ᾽ ἕτερά φησι· Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ· καὶ ἀνέλαβε τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. Καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης τοῦ οἴκου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ᾽ αὐτῶν ὑπεράνω.
Ὁρᾷς ὅπως ἐν τούτοις τὸ ἅρμα τοῦ Θεοῦ διαγράφεται, περὶ οὗ λέλεκται ἐν ἑτέρῳ, Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων; Χερουβὶμ δὲ ἦν τὸ ἅρμα, ὡς ὑπὲρ κεφαλῆς θρόνου ὁμοίωμα, καὶ ἐπὶ τούτῳ δόξα Κυρίου. Τίς δὲ ἡ δόξα Κυρίου ἦν κατ᾽ ἀρχὰς τῆς βίβλου δηλοῦται, ἔνθα εἴρηται· Ὑπεράνω τῶν χερουβὶμ ὡς ὅρασις ἦν λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ᾽ αὐτοῦ· καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος ἕως ἄνω· καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, ὡς ὅρασις πυρὸς, καὶ φέγγος αὐτοῦ κύκλῳ· καὶ ἐπιλέγει· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.
Ὁρᾷς ὅπως ὁ λόγος τὴν ἐπὶ τοῦ θρόνου ὀχουμένην δόξαν Θεοῦ διερμηνεύων εἶδος ἀνθρώπου διέγραψε; Τί δ᾽ ἂν γένοιτο τοῦτο τὸ εἶδος τοῦ ἀνθρώπου, ὅπερ οὐκ αὐτὸς ὁ Θεὸς, ἀλλὰ δόξα τοῦ Θεοῦ εἴρηται, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὃν ποτὲ μὲν δόξαν Θεοῦ τοῦ Πατρὸς ὀνομάζει, ποτὲ δὲ εἶδος ἀνθρώπου δι᾽ ὃν ἀνείληφεν ἄνθρωπον; οὗ τὰ μὲν τῆς θεολογίας ἠλέκτρῳ τῷ πάσης ὕλης τιμαλφεστέρῳ παρεικάζετο, τὰ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, πὴ μὲν ὁράσει πυρὸς, πὴ δὲ φωτὸς φέγγει· ἐπειδὴ τὰ ἐκ γενέσεως μέτοχα, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι διαφόρων αὐτοῦ δυνάμεως ἐπιδέονται· οἱ μὲν φωτὸς ἄξια πράξαντες τῆς φωτιστικῆς ἐνεργείας, οἱ δὲ τὰ πυρὸς ἄξια τῆς καυστικῆς καὶ τιμωροῦ δυνάμεως.
Τῶν δ᾽ οὐρανίων εἰκόνας καὶ σύμβολα κατασκευάσαι Μωϋσῆς κελευσθεὶς, τὰ χερουβὶμ ἀπὸ χρυσοῦ κατεσκεύασεν· ἐπέκειτό τε ταῦτα τῇ κιβωτῷ, μέσον ἔχοντα τὸ ἱλαστήριον ἐκ χρυσοῦ πεποιημένον· καὶ ἦν τὸ ἱλαστήριον μέσον τῶν χερουβὶμ ἡνιόχου δίκην ἐπικείμενον αὐτοῖς· ὥστ᾽ εἶναι εἰκόνα καὶ τύπον τὸ ἀπὸ χρυσοῦ πεποιημένον ἱλαστήριον τοῦ ἐν τῷ προφήτῃ Ἐζεκιὴλ ὑπὲρ τὰ χερουβὶμ ὀφθέντος· ὃν ἀποδείκνυμεν εἶναι τὸν Λόγον τοῦ Θεοῦ. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἱλαστήριον αὐτὸν καλεῖ λέγων· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι.
Ταῦτα δὲ τυπικῶς παρὰ Μωϋσεῖ διὰ χρυσοῦ πεποιημένα, λέγω δὲ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον, προηγεῖτο τοῦ ἐν τῇ ἐρήμῳ λαοῦ κατὰ πρόσωπον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἐν γὰρ τῇ πορείᾳ τῶν ιβʹ φυλῶν ἔμπροσθεν μὲν τῆς κιβωτοῦ παρενέβαλον φυλαὶ τρεῖς, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών· εἵποντο δὲ τῇ κιβωτῷ ὁμοίως φυλαὶ τρεῖς, Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ, κατὰ νώτου ἀκολουθοῦσαι τοῖς χερουβίμ. Διὸ λέλεκται ἐνταῦθα· Ἐμφάνηθι καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Καθήμενε τοῖς χερουβὶμ, ἐπιφάνηθι εἰς πρόσωπον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ.
Σὺ γὰρ, φησὶν, ὁ εἰς πρόσωπον καὶ ἐνώπιον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ προπορευόμενος ἐμφάνηθι. Ἀνακαλεῖται δὲ ἐν τούτοις τὸν τοῦ Θεοῦ Λόγον ὁ Προφήτης ἀπὸ τῶν γνωριζομένων τῷ λαῷ τὴν ἐπίκλησιν ποιούμενος· ἀλλ᾽ οὐκ ἀπὸ τῆς θεοπτίας, τῆς τῷ Προφήτῃ Ἐζεκιὴλ τεθεαμένης. Δυσωπεῖ δὲ τὸν παρακαλούμενον διὰ τῆς εὐχῆς· Εἰ γὰρ ὑπέμεινας, φησὶ, καιρῷ τινι προοδεῦσαι ἀνθρώπων, καὶ τῶν προλεχθεισῶν ἡγήσασθαι φυλῶν, καὶ νῦν τοῖς αὐτοῖς χειμαζομένοις καὶ ἀπολλυμένοις ἐμφάνηθι· καὶ σύ γε αὐτὸς, ὁ καὶ τότε ποιμάνας καὶ προηγησάμενος τοῦ λαοῦ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἱκετεύει τε ἐν τούτοις τὴν εἰς ἀνθρώπους αὐτοῦ ἄφιξιν ποιήσασθαι καὶ τοὺς ἀποστραφέντας καὶ ἐν ἀποπτώσει γενομένους πάλιν ἀναλαβεῖν, πάλιν καὶ εἰς αὐτὸν ἐπιστρέψαι ποιῆσαι. Διὸ λέγει· Ὁ Θεὸς, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σοῦ; Ὁ λεγόμενος ἐπὶ τοῦ παρόντος Κύριος καὶ Θεὸς τῶν δυνάμεων, αὐτὸς ἦν ἐκεῖνος ὁ ποιμαίνων τὸν ἀληθινὸν Ἰσραὴλ, καὶ ὁδηγήσας ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· προοδεύων τε ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Κύριος δὲ καὶ Θεὸς τῶν δυνάμεων εἴρηται, ὡς ἐν ἑτέροις ἀρχιστράτηγος δυνάμεως Κυρίου καὶ μεγάλης βουλῆς Ἄγγελος.
Τῷ μὲν οὖν διαδόχῳ Μωϋσέως Ἰησοῦ, ἐν σχήματι ἀνδρὸς φανεὶς, ἑαυτὸν ὡμολόγει ὅστις ἦν λέγων· Ἐγώ εἰμι ἀρχιστράτηγος δυνάμεως Κυρίου. Ἐν δὲ τῷ Ἡσαΐᾳ λέλεκται, ὅτι Παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Θεὸς δυνατὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ αἰῶνος. Τοῦτο τοίνυν διδάσκεται ὑπὸ τοῦ Πνεύματος τοῦ προφητικοῦ εὐχὴν ἀναπέμπειν ὁ καταλειφθεὶς ἔρημος λαὸς, καὶ αὐτῷ λέγειν· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; Ἀνθ᾽ οὗ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, τοῦ λαοῦ σου, ἡρμήνευσαν. Διδάσκονται δὲ καὶ ἄρτον δακρύων ἐσθίειν ἐφ᾽ οἷς τετολμήκασιν· ἵν᾽, ἀποκλαυσάμενοι τὰ ἑαυτῶν κακὰ καὶ πενθήσαντες, τύχοιεν παρακλήσεως κατὰ τὸν φήσαντα μακαρισμόν· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται.
Κατὰ δὲ τὸν Σύμμαχον· Ἐψώμισας ἡμᾶς, φησὶν, ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κλαυθμοῦ καὶ δακρύων ἄξιοι γεγόναμεν, ὥστε ἀντὶ ἄρτου τρέφεσθαι κλαυθμοῖς καὶ στεναγμοῖς, καὶ ποτίζεσθαι δάκρυσι καὶ γόοις· ἀλλ᾽ αὐτὰ ταῦτα μεμετρημένα ἡμῖν γινέσθω, ὥστε μὴ εἰς ἄπειρον ἡμῖν παραταθῆναι· λῆξαι δέ ποτε, καὶ μεταβαλεῖν ἐπὶ τὸ φαιδρότερον.
Σὺ γὰρ ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς, μηδὲν τούτων πάλαι καθ᾽ ἡμῶν τολμῶντες, ὅτε σε προστάτην εἴχομεν. Διὸ δεόμεθα, καὶ τὸν Θεὸν τῶν δυνάμεων ἀνακαλούμεθα, ἐπιστρέψαι ἡμᾶς καθικετεύοντες.
Τοῦτο δὲ ἔσται εἰ ἐπιφανὴς γένοιο, καὶ τὸ σαυτοῦ πρόσωπον ἐπιδείξειας ἡμῖν. Τούτου γὰρ γενομένου, σωθησόμεθα λέξοντες ἂν καὶ ἡμεῖς· Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν. Ἀρχόμενος τῆς ἱκετηρίας ὁ Προφήτης, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ ἀνεκαλεῖτο. Ἦν δὲ ὁ Ἰσραὴλ ἕτερος τῆς ἐνταῦθα λεγομένης ἀμπέλου. Ὁ μὲν γὰρ ἀεὶ ποιμαίνεται ὑπὸ τοῦ Κυρίου· ἡ δὲ παροῦσα ἄμπελος πολλὴν ὑπέμεινε τὴν ἐπὶ τὰ χείρῳ ῥοπήν. Δυσωπεῖ δὲ διὰ τοῦ θεοφιλοῦς ἀνδρὸς τοῦ πάλαι Ἰσραὴλ τὸν Θεὸν εἰς τὸ ἐπιβλέψαι κακῶς πράττουσι τοῖς ἐκείνου ἀπογόνοις.
Εἴη δ᾽ ἂν Ἰσραὴλ καὶ πᾶσα διορατικὴ ψυχὴ ὑπὸ τοῦ καλοῦ ποιμένος διὰ παντὸς ποιμαινομένη. Λεχθείη δ᾽ ἂν καὶ ἄμπελος Θεοῦ ἡ τὴν εἰκόνα σώζουσα τοῦ φήσαντος ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἡ δ᾽ ἐξ Αἰγύπτου μετενηνεγμένη ἄμπελος ἡ παθοῦσα διαστροφὴν τυγχάνει ψυχή· ὁποῖος γέγονεν ὁ Ἰουδαίων λαὸς εἰδωλολατρήσας ἐν Αἰγύπτῳ μακροῖς χρόνοις, μικρούς τε προενεγκάμενος καρποὺς ὡς μαρτυρεῖ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ταῦτα περὶ αὐτῶν· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος· ἀλλὰ γὰρ καὶ οὕτως ἔχοντας αὐτοὺς ἐπισκεψάμενος ὁ Θεὸς μετεφύτευσεν, ἐκριζώσας μὲν τῆς Αἰγυπτιακῆς συμφυΐας, μεταφυτεύσας δὲ ἐν ἑτέρᾳ χώρᾳ καὶ τόπῳ πίονι, ὡς διδάσκει λέγων Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Καὶ δὴ ἐν τόπῳ πίονι καὶ πολὺ κρείττονι τῆς Αἰγύπτου χώρας μεταγαγὼν τὴν προλεχθεῖσαν ἄμπελον κατεφύτευσεν.
Εἶθ᾽, οἷα γεωργὸς ἄριστος, μετὰ τὴν πρώτην μεταμόσχευσιν, ὡδοποίησε ἔμπροσθεν αὐτῆς, πᾶν τὸ βλαστικὸν ἀποσκευάσας, καὶ πᾶσαν ἀλλοτρίαν ὕλην ἐκτεμὼν, ὡς μή τι κώλυμα ἐμποδὼν αὐτῇ γένοιτο πρὸς τὴν τῶν καρπῶν ἐκφυήν.
Ἀντὶ δὲ τοῦ· Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, ὁ Σύμμαχος· Ἀπεσκεύασας ἔμπροσθεν αὐτῆς, ἡρμήνευσεν. Εἶτ᾽ ἐπήγαγε, καὶ ἐριζοβόλησας τὰς ῥίζας αὐτῆς. Τοιαύτης δ᾽ ἐπιμελείας παρὰ τοῦ Θεοῦ Λόγου τυχοῦσα ἡ δηλωθεῖσα ἄμπελος, εἰκότως ἐπλήρωσε τὴν γῆν, ὡς ὄρη μὲν ἐπισκιάσαι, κέδρους δὲ καλύψαι ταῖς αὐτῆς ἀναδενδράσιν, ἐκτεῖναι δὲ τὰ κλήματα ἕως θαλάσσης, καὶ τὰς φυάδας μέχρι ποταμῶν.
Ταῦτα πάντα ὑπῆρξεν αὐτῇ. Καὶ ἐπειδὴ τοσούτων ἠξιώθη, εἰκότως ὁ λόγος ὡς ἐν εὐχῇ τοῦτον ὑπομνήσας τὸν γεωργὸν, δυσωπεῖ διὰ τῆς ἱκετηρίας καί φησι πρὸς αὐτόν· Ἐπειδὴ τοσαύτης κατηξίωσας προνοίας καὶ ἐπιμελείας τὴν εἰρημένην ἄμπελον, φιλανθρωπίᾳ καὶ χάριτι πάντα ταῦτα εἰς αὐτὴν ἐνδειξάμενος, τίς οὐκ ἂν ἀμηχανήσειε καὶ εἰς ἀπορίαν ἐμπέσοι ζητῶν, Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καταπατεῖν τε αὐτὴν ἅπασι τοῖς ἐθέλουσι συνεχώρησας· ὡς τρυγᾷν αὐτὴν τοὺς βουλομένους, μηδενός τε περιφράττοντος, ποτὲ μὲν ὗν ἐκ δρυμοῦ λυμαίνεσθαι αὐτὴν, ἄλλοτε δὲ μονιὸν ἄγριον καταβόσκεσθαι αὐτήν;
Ἀλλὰ γὰρ πρὸς ταύτην τὴν ἐπαπόρησιν ἀποκρίνεται διὰ Ἡσαΐου τοῦ προφήτου, ὥσπερ ἀπολογούμενος ὁ γεωργὸς, καὶ τὴν αἰτίαν παρίστησι λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ταῦτα δ᾽ ὅτι περὶ τοῦ Ἰουδαίων λέλεκται λαοῦ, οὐδεὶς ἂν ἀμφιβάλοι. Νοήσεις δὲ ὅπως ἐκάλυψεν ὄρη ἡ σκιὰ τῆς ἀμπέλου, ἐπιστήσας, ὡς σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, ποτὲ μὲν ἐπὶ τοῦ ὄρους συνετελεῖτο τοῦ ἐν Σηλὼμ, ἔνθα τὸ πρότερον ἵδρυτο ἡ σκηνὴ, ποτὲ δὲ ἐπὶ τοῦ Σιὼν ὄρους καὶ τῆς Ἱερουσαλὴμ, καὶ αἱ ἀναδενδράδες δὲ αὐτῆς ἐκάλυψαν τὰς κέδρους τοῦ Θεοῦ.
Τίνας δ᾽ ἂν εἴποις τὰς ἀναδενδράδας τῆς ἀμπέλου, ἢ τὰς προφητικὰς ψυχὰς καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ εἰς ὕψος ἐπηρμένους, Θεοῦ τε ἀξίως πολιτευσαμένους, οἳ καὶ ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ διανεπαύοντο, τὰς δυνάμεις δὴ τὰς ἀοράτους καὶ θείας; Μέχρι γὰρ τούτων ἐξετάθησαν αἱ διαπρέψασαι ἐν τῷ προτέρῳ λαῷ ψυχαὶ, ὡς καὶ Πνεύματος ἁγίου μετέχειν, καὶ τοὺς καρποὺς ἐκτείνειν μέχρι τῆς ἀγγελικῆς δυνάμεως.
Τὰ δὲ κλήματα τῆς ἀμπέλου, ἕτερα ὄντα παρὰ τὴν σκιὰν καὶ παρὰ τὰς ἀναδενδράδας, ἐξετάθη ἕως θαλάσσης. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ, τὰ κλήματα, τὰς χαίτας αὐτῆς, φησὶν, ἐξέτεινεν ἕως θαλάσσης. Εἶεν δ᾽ ἂν χαῖται καὶ κόμαι, ὥσπερ ἀναρίθμητοι τρίχες, ἢ καὶ κλήματα πληθύνοντα, κατὰ τὸ τῆς ἀμπέλου παράδειγμα, ὁ πολὺς τοῦ Ἰουδαίων ἔθνους ἀριθμὸς, ὃς δὴ ἔφθασε μέχρι θαλάσσης, πληρώσας πάντα τὸν τῶν ἀνθρώπων βίον. Διὸ λέλεκται ἐν Ὠσηὲ τῷ προφήτῃ· Καὶ ἦν ὁ ἀριθμὸς τῶν. υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται. Παραφυάδες δὲ ἄλλαι τινὲς παρὰ τὰ κλήματα νεώτεραι καὶ ἀρτιφυεῖς ἕως ποταμοῦ παρετάθησαν, οἱ τῆς Καινῆς Διαθήκης κήρυκες· λέγω δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· τὴν μὲν φυὴν καὶ τὴν γένεσιν ἐσχηκότες ἐκ τῆς προλεχθείσης ἀμπέλου, καὶ ὥσπερ τινὲς παραφυάδες αὐτῆς γενόμενοι, οὐκέτι δὲ ὁμοίως ταῖς χαίταις καὶ τοῖς κλήμασι ἕως θαλάσσης προελθόντες, ἀλλ᾽ ἕως ποταμοῦ διὰ τὸ μυστήριον τῆς δι᾽ αὐτῶν χορηγουμένης ἐν Χριστῷ παλιγγενεσίας. Ἔνθεν καὶ ὁ Σωτὴρ αὐτὸς ἐν οαʹ ψαλμῷ λέλεκται· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξαμένου γὰρ ἀπὸ τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τοῦ βαπτίσματος, τὴν σύμπασαν ἐπλήρωσεν οἰκουμένην.
Τέσσαρα δὲ τάγματα τῆς εἰρημένης ἀμπέλου ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς καλύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος μετεωριζομένας, ὡς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παραφυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διάνοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο· ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς ἀγγελικὰς καὶ θείας δυνάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαίτας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινόμενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώπων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ᾽ ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκοποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.
Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἡσαΐου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ.
Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττούσης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρατοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτεροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπελον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ πλῆθος εἰς τοὺς Ἀσσυρίους. Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενεμήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολήσας καὶ εἰς ἔδαφος ἀγαγών. Διὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν.
Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ᾽ ἑτέραν δὲ ἑρμηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖσαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δῃώσας· ἔπειτα μετ᾽ ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν.
Ταῦτα δὲ πάντα προφητεύει Ἀσὰφ κατὰ τοὺς χρόνους γεγονὼς τοῦ Δαυῒδ, πρὸ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ, θεσπίζων αὐτῇ τὰ συμβησόμενα κατὰ τοὺς δηλωθέντας χρόνους. Διὰ μὲν οὖν τῶν μετὰ χεῖρας ἔοικεν ὁμοῦ καὶ τὴν πρώτην πολιορκίαν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων προφητεύειν· διὰ δὲ τοῦ πρὸ τούτου τὰ κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ συμβάντα· διὰ δὲ τοῦ οʹ καὶ γʹ μόνα τὰ τῆς ὑστάτης πολιορκίας τῆς ὑπὸ Ῥωμαίων γενομένης, ὡς ἀποδέδεικται ἐν τοῖς κατὰ τὸν ογʹ εἰρημένοις.
Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ὡς ἀγαθὸν γεωργὸν ὑπομνήσας τῆς πολλῆς αὐτοῦ περὶ τὴν ἄμπελον ἐπιμελείας, καὶ τῆς μετὰ ταῦτα συμβάσης αὐτῇ ἐρημίας, ἑξῆς καὶ ἀκολούθως ἱκετεύει ἐπιστρέψαι ὡς ἀποστραφέντα, καὶ διὰ τῆς ἀποστροφῆς τοῖς ἐναντίοις πᾶσιν ἐκδεδωκότα τὴν ἄμπελον. Ἐπισκέψαι δὲ αὐτὸν ἱκετεύει, καὶ ἐπιβλέψαι ἄνωθεν ἐξ οὐρανοῦ· μνησθῆναί τε, ὡς ἄρα εἴη αὐτοῦ φυτεία, καὶ τῆς αὐτοῦ δεξιᾶς γεωργία ἡ προλεχθεῖσα ἄμπελος, καὶ μνησθέντα ἐπισκέψασθαι αὐτὴν, ὡς ἂν πάλαι μὲν ὑπὸ τῆς αὐτοῦ δεξιᾶς φυτευθεῖσαν, νυνὶ δὲ ἐμπεπυρισμένην πυρὶ καὶ ἀνεσκαμμένην, καὶ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου αὐτοῦ ἀπολωλυῖαν. Ἀξιοῖ τε καταρτίσασθαι αὐτὴν ἀναλαβόντα καὶ ἀνακτησάμενον δίκην σωτῆρος καὶ ἰατροῦ· καὶ ταῦτα πρᾶξαι διὰ τοῦ Υἱοῦ ὃν ἐκραταίωσεν ἑαυτῷ. Δι᾽ ὧν σαφῶς ὁ λόγος διδάσκει πρῶτον εἶναι τὸν ἐμπρησμὸν ὃν πρῶτον ὑπέμεινεν ὁ τόπος ὑπὸ Βαβυλωνίων. Οὐ γὰρ ἂν μετὰ τὸν δεύτερον ἐμπρησμὸν τὸν ὑπὸ Ῥωμαίων γενόμενον τὴν τοῦ Σωτῆρος θεοφάνειαν γενέσθαι ἠξίου τὴν ἤδη γεγενημένην.
Χώραν δὲ ἔχει μετὰ τὰ πρῶτα συμβάντα τῷ τόπῳ ἱκετεύειν καὶ δέεσθαι τὸν Λυτρωτὴν ἐπιστῆναι· οὗ ἐπιστάντος, ἐπεὶ μὴ παρεδέξαντο τὴν πρώτοις αὐτοῖς δι᾽ αὐτοῦ καταγγελθεῖσαν χάριν, εἰκότως τὴν ὑστάτην ὑπέμειναν ἐρημίαν· ἣν αὐτὸς προσετίμησεν αὐτοῖς εἰπών· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ὅτε καὶ κατὰ τὸν Ἀπόστολον, ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς.
Μίαν τῶν προλεχθέντων ἁπάντων θεραπείαν διδάσκει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν εἰς ἀνθρώπους τοῦ Χριστοῦ τοῦ Θεοῦ παρουσίαν. Διόπερ μετὰ τὰ προφητευθέντα περὶ τῆς ἐρημίας τοῦ ἀμπελῶνος καὶ τοῦ ἐπελθόντος αὐτῷ ἐμπρησμοῦ ἱκετεύει τὰ προκείμενα εἰς τὸ προσδοκᾷν λυτρωτὴν τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν ὑπὸ τοῦ Θεοῦ κεκραταιωμένον. Οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ Θεοῦ, ὃν εἰδέναι καὶ παρεῖναι δι᾽ εὐχῆς τίθεσθαι παραδίδωσι τοῖς ἐντυγχάνουσιν· ὡς ἂν, γνόντες αὐτὸν οἱ ταῦτα προδιδασκόμενοι καὶ εἰς αὐτὸν πιστεύσαντες, δι᾽ αὐτοῦ τυχεῖν τῆς τῶν κακῶν θεραπείας ἐλπίσειαν.
Διὸ ἐκ προσώπου τῶν θεραπείας δεομένων φησὶ τὸ, Γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἡ δὲ δύναμις τοῦ λόγου τοῦτον ἔχει τὸν νοῦν· Ἤδη ποτὲ ἡ χείρ σου ἡ ἀφανὴς καὶ ἀόρατος ἐπιλαμψάτω ἐπὶ τὸν ὑπηρέτην τῆς σῆς δεξιᾶς ἄνδρα, καὶ ἐπὶ τὸν μέλλοντα χρηματίζειν Υἱὸν ἀνθρώπου· ὃν σὺ σαυτῷ κατεσκεύασας, ἐκραταίωσας ὄργανον τῆς σῆς δυνάμεως, καὶ ὥσπερ ἄγαλμα τῆς σαυτοῦ θεότητος τοῦτον αὐτὸν ἀναστήσας.
Τούτου γὰρ φανέντος, εἰδώλοις οὐκέτι λατρεύσομεν· ἀλλ᾽ οὐδὲ τῇ πολυθέῳ πλάνῃ δουλεύσομεν, οὐδὲ ἀναχωρήσομέν σου τοῦ λοιποῦ· δι᾽ αὐτοῦ δὲ ζωωθέντες καὶ τῆς παρὰ σοὶ σωτηρίας τυχόντες, τὸ ὄνομά σου ἐπικαλεσόμεθα, οὐκέτ᾽ ἐξ ἀνθρώπου τινὸς χρηματίζοντες, οὐδ᾽ Ἰσραηλῖται ἀπὸ τοῦ Ἰσραὴλ καλούμενοι, ἀλλ᾽ οὐδὲ ἀπὸ τοῦ Ἰούδα Ἰουδαῖοι· ἀπὸ δὲ τοῦ σοῦ ὀνόματος τοῦ Χριστοῦ Χριστιανοὶ χρηματίσομεν.
Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ζωώσεις ἡμᾶς, καὶ τῷ ὀνόματί σου κληθησόμεθα. Θαυμάσαι δὲ ἔστι τίνα τρόπον τούτοις ἐντυγχάνοντες Ἰουδαίων παῖδες, ἐξ ἁπαλῶν τε ὀνύχων ταῦτα καταμελετῶντες, οὐ ζητοῦσι τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ τίς ποτε ἦν, οὐδὲ τὸν λεγόμενον Υἱὸν ἀνθρώπου ἐπιγινώσκουσι· διὸ καὶ παραμένουσι τῇ ἑαυτῶν συμφορᾷ.
Ὡς εἴπερ ἐπέγνωσαν καὶ μεμαθήκεισαν αὐτὸν, ἔγνωσαν ἂν καὶ τὸν ἐν αὐτῷ κατοικήσαντα Θεοῦ Λόγον ὃν ἡ παροῦσα δέησις ἀνεκαλεῖτο. Ἀλλ᾽ ἡμεῖς αὐτὸν εἰδότες προόντα, καὶ ἐκ τοῦ παντὸς ἀνθρώπων ἐπιμελόμενον· Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ἴσμεν αὐτὸν καὶ εἰς τὰ ἴδια ἐλθόντα, ὅτε καὶ γέγονεν αὐτοῦ ἡ χεὶρ, τουτέστιν ἡ πρακτικὴ δύναμις ἐπὶ τὸν ἄνδρα τῆς δεξιᾶς αὐτοῦ, τὸν καὶ διὰ τῶν Εὐαγγελίων Υἱὸν ἀνθρώπου χρηματίσαντα· ὃν αὐτὸς ἑαυτῷ συνεστήσατο ἐξ ἁγίου Πνεύματος καταρτίσας· ὃν ἐπιγνόντες ἀναπόστατοι λοιπὸν γενησόμεθα δι᾽ αὐτοῦ ζωούμενοι, τῷ τε ὀνόματι αὐτοῦ χρηματίζοντες.
Ἡμεῖς μὲν οὖν οἱ τὸν Υἱὸν τοῦ ἀνθρώπου προσδοκῶντες καὶ τὰς ἐλπίδας εἰς αὐτὸν ἀνηρτημένοι, ταῦτα περὶ ἑαυτῶν φαμεν· περὶ δὲ τῶν ἡμετέρων μελῶν, τὴν λοιπὴν ἱκετηρίαν ἀναπέμπομεν φάσκοντες· Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κοινοποιοῦντες τὸν λόγον ὑπὲρ τῶν μηδέπω ἐπιστρεψάντων, μηδὲ τὴν ἐπιφάνειαν ἐπεγνωκότων αὐτοῦ, καὶ διὰ τοῦτο μηδέπω τῆς παρὰ τῷ Θεῷ σωτηρίας τετυχηκότων.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ Τῼ ἈΣΑΦ. Πʹ Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Οἱ ἐπιγεγραμμένοι τῶν ληνῶν ψαλμοὶ τρεῖς τὸν ἀριθμὸν τυγχάνουσιν· εἷς μὲν τοῦ Δαυῒδ, ὁ ὄγδοος, εἷς δὲ τοῦ Ἀσὰφ, ὁ μετὰ χεῖρας, καὶ τῶν υἱῶν Κορὲ ὁ πʹ καὶ γʹ. Ὁ μὲν οὖν ηʹ σαφῶς τῶν ἐθνῶν τὴν κλῆσιν ἐθέσπιζεν, ἣν τῷ Πνεύματι τῷ θείῳ προθεωροῦντες οἱ τοῦ Θεοῦ προφῆται, ὑπερεξεπλήττοντο· διὸ καὶ ἀποθαυμαστικῶς ἀνεφώνουν τό· Κύριε ὁ Θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Καὶ ὁ γʹ δὲ καὶ πʹ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια καὶ πολλὰς αὐλὰς προεώρα· δηλαδὴ τὰς καθ᾽ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, καὶ τὰ ἐν αὐταῖς πολλὰ θυσιαστήρια· ἃ δὴ παρίστη λέγων· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! καὶ αὖθις· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ ἑξῆς· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.
Ὁ δὲ μετὰ χεῖρας ἑτέροις μὲν ἀγαλλιᾷν καὶ ἀλαλάζειν καὶ ψάλλειν παρακελεύεται, τοῦ δὲ Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν καὶ τὴν ταύτης αἰτίαν παρίστησι, καὶ σφόδρ᾽ ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν προφητείαις. Ἐπειδὴ γὰρ ἐν τῷ πρὸ τούτου ἠρώτα λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; ἐπιλύεται τὴν ἐπαπόρησιν, διὰ τοῦ μετὰ χεῖρας φάσκων· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ εἰ ταῖς ὁδοῖς μου ἐπορεύθη· ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Ἐπεὶ τοίνυν τὸ ἀνήκοον καὶ τὸ ἀπειθὲς αὐτῶν παρίστησι, μεταβάλλει τὸν λόγον εἰκότως, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν εὐαγγελίζεται τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσιν ἀνθρώποις προσφωνοῦν καὶ λέγον· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Λέγει δὲ ταῦτα ἐκ προσώπου τοῦ χοροῦ τοῦ προφητικοῦ. Ὡς γὰρ ἐν τῷ ηʹ ἔλεγε· Κύριε ὁ Κύριος ἡμῶν, ἰδιοποιουμένων τὸν Θεὸν τῶν ταῦτα λεγόντων, διὰ τὸ πρώτων αὐτῶν γεγονέναι τὸν Θεόν· οὕτω καὶ ἐνταῦθα οἱ αὐτοὶ, τοὺς ἀπεξενωμένους καὶ ἀλλοτρίους ἀνακαλούμενοι, φασίν· Ὦ οὗτοι, καταλείποντες τοὺς πεπλανημένως νομιζομένους ὑμῖν θεοὺς, ἥκετε σπεύδοντες πρὸς τὸν ἡμέτερον Θεὸν, καὶ τούτῳ ἀγαλλιᾶσθε τῷ πάντοτε ἡμῶν τῶν αὐτῷ ἀνακειμένων βοηθῷ γενομένῳ. Τίς δ᾽ ἦν οὗτος, ἑξῆς παριστῶσι λέγοντες· Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· τῷ γὰρ πάλαι ὀφθέντι τῷ ἡμετέρῳ προπάτορι Θεῷ ἐλθόντες, ἀλαλάξατε, κατὰ τὸ εἰρημένον καὶ ἐν ξεʹ· Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.
Τίς δὲ ἦν ἡ πᾶσα γῆ διασαφεῖ ὁ εἰπών· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τοῖς οὖν αὐτοῖς καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων ὁ χορὸς τῶν προφητῶν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν δὲ Ἰακὼβ τὸν Σωτῆρα σημαίνει τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακώβ· ὅτε καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ὤφθη αὐτῷ ὁ Θεὸς, Εἶδος Θεοῦ, ἐπειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Τούτῳ οὖν, ὡς ἂν αὐτῷ ὄντι τῷ βασιλεῖ ἡμῶν, ἀλαλάζειν προστάττει, νικητήριον ὕμνον ἀναπέμποντας αὐτῷ. Ὅπως δὲ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς καθίσταται, αὐτὸς διδάσκει λέγων· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Οὐ μόνον δὲ ἀλαλάζειν τῷ Θεῷ Ἰακὼβ βούλεται τοὺς κεκλημένους, ἀλλὰ καὶ λαμβάνειν ψαλμὸν καὶ διδόναι τύμπανον, καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Κατὰ δὲ τὸν Ἀκύλαν· Ἄρατε, φησὶ, μελῳδίαν, καὶ δότε τύμπανον, κιθάραν εὐπρεπῆ μετὰ νάβλης· κατὰ δὲ τὸν Σύμμαχον· Ἀναλάβετε ᾠδὴν, καὶ δίδοτε τύμπανον, λύραν ἡδεῖαν μετὰ νάβλης. Οὐκοῦν τὸ μέν τι προστάττει λαμβάνειν, τὸ δὲ διδόναι· λαμβάνειν μὲν, κατὰ τὸν Ἀκύλαν, μελῳδίαν, κατὰ δὲ τὸν Σύμμαχον, ᾠδήν· ἀντιδιδόναι δὲ τύμπανον ἢ λύραν ἡδεῖαν μετὰ νάβλης.
Δι᾽ ὧν ὁ λόγος προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν· ᾨδὴ μὲν γὰρ καὶ μελῳδία λόγῳ ἀκοαῖς παραδίδοται· διό φησι· Λάβετε ᾠδὴν καὶ μελῳδίαν, κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον. Ταῦτα δὲ λαμβάνοντες ὑμεῖς, ἀντίδοτε ψαλτήριον τερπνὸν μετὰ κιθάρας, ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δορᾶς σωματικῆς κατεσκευασμένον, καὶ τὸ ψαλτήριον κιθάρας εἶδος ὧδέ πη διὰ χορδῶν κατηρτισμένον, δι᾽ ὧν τὸ σῶμα τὸ ἡμέτερον ᾐνίξατο. Βούλεται τοίνυν αὐτοῖς ἔργοις καὶ πράξεσι τὰ διὰ τῶν λόγων παραγγέλματα ἀποπληροῦν· καὶ ταῦτα πράττειν ὁ λόγος τοῖς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης συγκροτουμένοις προστάττει. Διὸ Εἰς τὸ τέλος καὶ Ὑπὲρ τῶν ληνῶν προγέγραπται τὰ λελεγμένα.
Ληνοὺς γὰρ μηδὲ ἄλλο τι νόμιζε λέγεσθαι ἢ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἐν αἷς συγκροτούμενοι καὶ τοὺς ἑαυτῶν καρποὺς κατὰ τὸ αὐτὸ συμβαλλόμενοι, μίαν κρᾶσιν ποιούμεθα εἰς δόξαν καὶ εὐφροσύνην τοῦ Λόγου τοῦ Θεοῦ. Θαυμάσαι δὲ ἔστιν ὅπως ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐμπυρισμὸν ἐδήλου, καὶ παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν τῆς ἐξ Αἰγύπτου μετενηνεγμένης ἀμπέλου· ὁ δὲ μετὰ χεῖρας, ὥσπερ ἑτέρας ὑποστάσης ἀμπέλου καὶ ἀμπελῶνος ἑτέρου, μᾶλλον δὲ πλειόνων ἀμπελώνων ληνοὺς ὑφίστησι πλείους, φαιδρά τε εὐαγγελίζεται τοῖς ἐπὶ ταύτας κεκλημένοις. Ἐπὶ μὲν οὖν τοῦ προτέρου λαοῦ ἕνα ἀμπελῶνα καὶ μίαν ληνὸν, μίαν τε ἄμπελον εἰσήγαγεν ὁ φήσας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Εἶθ᾽ ἑξῆς· Καὶ προλήνιον, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἐφύτευσα ἄμπελον Σωρήκ. Καὶ ἐν τῷ πρὸ τούτου μίαν ἄμπελον ἐδήλου λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Ἐν δὲ τοῖς Ὑπὲρ τῶν ληνῶν πλείους δηλοῖ ληνοὺς, δηλαδὴ πλειόνων ἀμπελώνων. Εἰ δὲ καὶ τὴν ἄμπελον τὴν καινὴν γνῶναι βουληθείης, τὴν μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἐν ἀνθρώποις φυεῖσαν, μάνθανε παρὰ τοῦ Θεοῦ Λόγου περὶ αὑτοῦ ταῦτα διδάσκοντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός.
Πᾶν κλῆμα μὴ φέρον καρπὸν ἐν ἐμοὶ, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, καὶ οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε φέρειν. Τῆς μὲν οὖν προτέρας ἀμπέλου τὰ τέλη διέγραψεν ὁ πρὸ τούτου ψαλμός· ἡ δὲ ἀληθινὴ ἄμπελος ὁποῖον ἔχει φυτουργὸν καὶ γεωργὸν, καὶ ὁποῖα κλήματα, καὶ ὁποίους βότρυς, ἡ σωτήριος παρίστησι διδασκαλία. Ἐκ τῶν ταύτης τοιγαροῦν κλημάτων διαδοθέντων καθ᾽ ὅλης τῆς οἰκουμένης συνέστησαν ἀμπελῶνες· καὶ τούτων οἱ καρποὶ κατὰ τὸ αὐτὸ συναγόμενοι ἐν ταῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίαις πολὺ πλῆθος ἀπειργάσαντο ληνῶν· ὧν ἕνεκα διὰ τοῦ ἁγίου Πνεύματος οἱ Ἐπιλήνιοι ψαλμοὶ προφητικῶς ἀνεφωνήθησαν.
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἐκάλει μὲν ὁ λόγος ἀρχόμενος ἐπὶ ἀγαλλίασιν· προσέταττε δὲ ἀλαλάζειν, τουτέστιν ὕμνον ἐπινίκιον ἀναπέμπειν τῷ δηλωθέντι Θεῷ Ἰακώβ· εἶτα λόγους διδασκαλικοὺς παραλαμβάνοντας, ἔργοις τούτους ἀποπληροῦν· πληρωτὰς δὲ γενομένους τῶν ἔργων, ἤδη λοιπὸν καὶ εἰς πάντας ἀνθρώπους κηρύττειν καὶ σαλπίζειν, ἐξηχεῖν τε καὶ ἐξάκουστον τοῖς πᾶσι ποιεῖν τὸ Εὐαγγέλιον· ὥσπερ οὖν καὶ ὁ Σωτὴρ παρεκελεύετο λέγων τοῖς αὐτοῦ μαθηταῖς· Ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. Διὸ λέλεκται τοῖς τὰ πρῶτα κατωρθωκόσι· Σαλπίσατε. Πῶς δὲ αὐτοὺς βούλεται σαλπίζειν, ἢ ὡς ἐσάλπιζον πάλαι πρότερον οἱ τὰς εἰκόνας ἐπιτελοῦντες, καὶ τὰ σύμβολα καὶ τοὺς τύπους τῶν ἀληθῶν;
Ἐσάλπιζον δὲ ἐκεῖνοι ἐν νεομηνίᾳ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς. Καὶ τοῦτ᾽ ἔπραττον κατὰ τὸν ἕβδομον μῆνα, ἐν ᾧ συνερχόμενοι, τὴν ἑορτὴν τῶν Σαλπίγγων ἐπετέλουν, ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο πράττοντες. Λέγει δ᾽ οὖν ἡ γραφὴ τοῦ νόμου· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν. Οὕτως οὖν ὥσπερ ἐν τῇ νεομηνίᾳ τῇ τότε ἐσάλπιζον, βούλεται καὶ νῦν τοὺς κεκλημένους σαλπίζειν.
Ἦν δὲ ἡ ἡμέρα ἐκείνη ἡ τῆς ἑορτῆς τῶν Σαλπίγγων εὔσημος ἡμέρα· λέγει δ᾽ οὖν Μωσῆς περὶ αὐτῆς· Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Διὸ καὶ ἐνταῦθα λέλεκται· Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἦν οὖν ἡμέρα εὔσημος καὶ ἑορτὴ οὐδενὸς ἑτέρου ἢ σαλπίγγων· ἔνθεν καὶ Σαλπίγγων ἑορτὴ κέκλητο. Τριῶν δὲ οὐσῶν ἑορτῶν κατὰ τὸν αὐτὸν μῆνα· πρώτης μὲν τῆς τῶν Σαλπίγγων ἐν τῇ νεομηνίᾳ συντελουμένης· ἑτέρας δὲ τῆς τοῦ Ἱλασμοῦ ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς γιγνομένης· καὶ τρίτης τῆς τῶν Σκηνῶν· μόνην τὴν τῶν Σαλπίγγων μιμεῖσθαι κελεύει φάσκων· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· σαφέστερον δὲ οὕτως ἂν εἶπεν. Ὥσπερ ἐν τῇ νεομηνίᾳ ἐσάλπιζόν ποτε περιτρέχοντες πάντα τόπον εἰς τὸ σημῆναι τὴν ἑορτὴν, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, οἷς ὁ λόγος προστάττει, σαλπίσατε. Βούλεται δὲ τοὺς κήρυκας τῶν ἐθνῶν μὴ ταῖς λοιπαῖς προσέχειν Ἰουδαϊκαῖς παρατηρήσεσι, μόνῳ δὲ χρῆσθαι τῷ κηρύγματι, καὶ σαλπίζειν εἰς ἅπαντας ἀνθρώπους τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. Τούτων γὰρ αὐτῶν τὰ σύμβολα καὶ Μωσῆς ἐποίει, καὶ ἦν πρόσταγμα τῷ Ἰσραὴλ ἰδίως τοῦτο νενομοθετημένον, τὸ δεῖν σαλπίζειν, καὶ διὰ τῆς σάλπιγγος σημαίνειν τοῖς πᾶσι τὴν τοῦ καιροῦ ἑορτήν.
Τὸ δὲ πρόσταγμα τοῦτο κατὰ κρίσιν ἐγένετο, καὶ κατὰ βούλημα καὶ κρῖμα τοῦ Θεοῦ Ἰακώβ. Αὐτὸς γὰρ τῷ Ἰακὼβ ὀφθεὶς πάλαι Θεὸς ἐν ἀνδρὸς εἴδει καὶ σχήματι, οὗτος ἦν ὁ ταῦτα καὶ διὰ Μωσέως εἰκονικῶς τῷ λαῷ πράττειν διαταξάμενος. Ὅτι δὲ τὸ σαλπίζειν ἀντὶ τοῦ βοᾷν καὶ εἰς πάντας καταγγέλλειν λέλεκται, διδάσκει ὁ Σωτὴρ λέγων· Ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου.
Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε. Τὸ προλεχθὲν περὶ σαλπίγγων πρόσταγμα μαρτύριον, φησὶν, ἔθετο ἐν τῷ Ἰωσήφ· κατὰ δὲ τὸν Σύμμαχον, Μαρτυρίαν διὰ τοῦ Ἰωσὴφ ἔταξεν αὐτό· τὸ δὲ μαρτύριον ὥσπερ διαμαρτυρόμενος ἐδίδου· καὶ ἦν τοῦτο σημεῖον ἑτέρου πράγματος· ᾐνίττετο γὰρ περί τινων σαλπίγγων, ὧν ἐκ μέρους μὲν οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, καὶ οἱ τοῦ εὐαγγελικοῦ λόγου κήρυκες ἀπεπλήρουν τὰ ἔργα, εἰς πᾶσαν τὴν γῆν σαλπίζοντες, καὶ πᾶσιν ἔθνεσι κηρύττοντες τὴν τῆς σωτηρίου θεοφανείας ἑορτήν.
Τὰ δὲ ἀποτελέσματα τῶν ἀποῤῥητοτέρων δι᾽ ἀγγέλων ἔσεσθαι διδάσκει ὁ εἰπών· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι· καὶ πάλιν· Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· καὶ πάλιν· Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται.
Ταῦτα δὲ καὶ ὁ Σωτὴρ ἐμυσταγώγει τοὺς αὑτοῦ μαθητὰς, λέγων· Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρον αὐτῶν. Ἀλλ᾽ ἡ μὲν τῶν νεκρῶν ἀνάστασις ἔσται ποτὲ διὰ σαλπίγγων εὐαγγελικῶν εὐαγγελιζομένων τὴν ἄφιξιν τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀπόστολοι δὲ ἐντεῦθεν ἤδη κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν σάλπιγξι χρώμενοι, ταῖς τοῦ ἁγίου Πνεύματος μεγαλοφωνίαις πάντας ἀνεκαλοῦντο τοὺς ψυχὰς νενεκρωμένους ἐπὶ τὴν ἐν Θεῷ ζωήν· ὧν τὰ σύμβολα Μωσῆς παραδιδοὺς, τὴν περὶ σαλπίγγων ἐνομοθέτει ἑορτήν. Διὸ λέλεκται· Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτό. Τί δὲ αὐτὸ ἦν τὸ πρόσταγμα; τὸ περὶ τῶν σαλπίγγων· ἀπὸ μιᾶς δὲ φυλῆς τῆς τοῦ Ἰωσὴφ τὸ πᾶν ἐδήλου ἔθνος. Διὰ τί δὲ ἐν τούτοις τὸ πᾶν ἔθνος Ἰωσὴφ ὠνόμασεν; Ἐπειδήπερ προφάσει τοῦ Ἰωσὴφ οἱ πάντες κατεληλύθεισαν εἰς Αἴγυπτον.
Πότε δὲ μαρτύριον τὸν περὶ σαλπίγγων νόμον ἔθετο τῷ λαῷ, ἢ κατ᾽ ἐκεῖνον τὸν χρόνον, καθ᾽ ὃν ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὁπηνίκα γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν; Ἐπὶ τῆς ἐρήμου γὰρ διατρίβοντες, φωνῆς Θεοῦ κατηξιώθησαν, τὴν Δεκάλογον αὐτοῖς ἐξάκουστον διαταττομένου. Κατ᾽ ἐκεῖνο δὲ καιροῦ καὶ τῆς παρ᾽ Αἰγυπτίοις δουλείας τε καὶ κακοπαθείας ἠλευθεροῦντο. Διὸ λέλεκται· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν· κατὰ δὲ τὸν Σύμμαχον· Παρεῖλον ἀπὸ βασταγμοῦ τὸν ὦμον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ κοφίνου ἀπηλλάγησαν. Ὅτε γὰρ ἐδούλευον τῷ Φαραὼ, πηλῷ τε καὶ πλινθείᾳ κατειργάζοντο, οἰκοδομοῦντες αὐτῷ τὰς πόλεις, τὸ τηνικαῦτα κοφίνοις μὲν τὰς χεῖρας, βαστάγμασι δὲ τοὺς ὤμους κατεπονοῦντο. Πλὴν ἀλλὰ τούτων ἁπάντων ἐλεύθεροι κατέστησαν τῆς ἐπισκοπῆς αὐτοῖς γενομένης. Διό φησιν· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Τίς δὲ ἀπέστησεν, ἀλλ᾽ ἢ ὁ ἐλευθερώσας αὐτοὺς Θεός; Τούτων δὲ αὐτοὺς ἠξίου, ἐπειδήπερ ἐν θλίψει αὐτὸν ἐπεκαλοῦντο· καὶ τοῦτο δὲ ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Οἷς ἀκολούθως καὶ τὸ παρόν φησι λόγιον· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.
Ἀντὶ δὲ τοῦ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ὁ μὲν Ἀκύλας· Ἐπακούσω σου ἐν ἀποκρύφῳ βροντῆς· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως. Εἶτα ἐπιλέγει· Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὃ δὴ καὶ αὐτὸ σαφῶς ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Οὐκ ἦν δὲ ὕδωρ πιεῖν τῷ λαῷ· καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, καὶ ἔλεγον· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Ὁ δὲ ἔλεγε· Τί λοιδορεῖσθέ μοι, ἢ τί πειράζετε Κύριον;
Καὶ ἑξῆς· Εἶπε Μωσῆς πρὸς Κύριον λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ λιθοβολήσουσί με. Εἶθ᾽ ὁ Κύριος πρὸς αὐτόν φησιν· Ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ, ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τοῦ πειράζειν αὐτοὺς Κύριον, λέγοντας· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Ταῦτα πάντα τὸν ἐξ ἐθνῶν λαὸν διδάσκει ἡ μετὰ χεῖρας προφητεία, ὡς ἂν μάθοιο ποίων ἔτυχεν ὁ πρῶτος λαὸς, καὶ εἰς οἷον ἐλήλυθε τέλος, σωφρονίζοιτό τε ἐκ τοῦ παραδείγματος. Διὸ τοῖς προλεχθεῖσιν ἐπισυνάπτει τὰ ἑξῆς ἀναγκαίως, ἐν οἷς εἴρηται· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ.
Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Τὰ μὲν παρ᾽ ἐμοῦ, φησὶ, δεδωρημένα τῷ λαῷ τοιαῦτα ἦν, ὁποῖα διεξῆλθεν ὁ λόγος· τὰ δ᾽ ἐξ αὐτῶν εἰς ἐμὲ οὐχ ὅμοια, οὐδὲ ἄξια ὧν ἔτυχον παρ᾽ ἐμοῦ. Ἐγὼ μὲν γὰρ ὁ τῶν τοσούτων αὐτοῖς χορηγὸς ἀγαθῶν, ἓν τοῦτ᾽ αὐτοῖς, τὸ δὴ τῶν νόμων κεφάλαιον, λέγω δὲ τὸ μὴ εἰδωλολατρεῖν, ἐμὲ δὲ μόνον Θεὸν εἰδέναι, παρεκελευσάμην, αὐτὰ δὴ ταῦτα παραινῶν καὶ λέγων· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Ταῦτα παρῄνουν, ταῦτα παρεκελευόμην, ταῦτα ὁ πᾶς τῆς ἐμῆς νομοθεσίας ἐβούλετο νοῦς. Συνῆπτό τε τοῖς παραγγέλμασιν ἀγαθῶν ἐπαγγελία, δι᾽ ὧν ἔφασκον· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Εἰ γὰρ ταῦτα φυλάξετε, ἀκοπιάτως ἕξετε καὶ πεπληρωμένως τὰς τροφὰς, εἴτε τὰς τοῦ σώματος, εἴτε καὶ τὰς διὰ θείων μαθημάτων τῇ ψυχῇ χορηγουμένας.
Ἐγὼ μὲν οὖν ταῦτα παρῄνουν καὶ ἐπηγγελλόμην· οἱ δὲ οὐκ ἤκουον τῆς ἐμῆς φωνῆς· καὶ ὁ τοσούτων κατηξιωμένος εὐεργεσιῶν Ἰσραὴλ οὐ προσέσχε μοι· ὅθεν εἰκότως ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Οὐχ ὑπήκουσε δὲ ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐκ ἐπείσθη μοι. Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος διδάσκει περί τινων λέγων· Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν.
Ἀντὶ δὲ τοῦ· Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, ὁ Ἀκύλας· Οὐκ ἔσται ἐν σοὶ ἰσχυρὸς ἀλλότριος· ὁ δὲ Σύμμαχος· Μὴ ἔστω ἐν σοὶ Θεὸς ξένος, ἡρμήνευσε. Ξένον δὲ καὶ ἀλλότριον Θεὸν καὶ πρόσφατον, τὸν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένον ὠνόμασε, τὴν πολύθεον εἰδωλολατρείαν οὕτω παραπεμπόμενος. Οἷς ἐπιλέγει· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, παριστὰς ἑαυτὸν οὔτε ξένον, οὔτε ἀλλότριον, οὔτε πρόσφατον ὄντα Θεόν. Ἦν γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ ὁ πάλαι διαφόρως τοῖς παλαιοῖς χρηματίζων, ὁ δὴ καὶ Θεὸς Ἰακὼβ ἐπικεκλημένος, ὁ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ γῆς ὀφθείς. Ἐν γὰρ τῷ κόσμῳ ἦν καὶ πρὸ τῆς θεοφανείας, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο. Διόπερ παρακελεύεται λέγων· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου.
Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Ἱκανῶς ἀπολελόγηται, ὅτι μὴ ἀκρίτως μήτε ὡς ἔτυχε μετῆλθε τὸ Ἰουδαίων ἔθνος ἡ ἐκ Θεοῦ ὀργή. Καί μοι δοκεῖ πρὸς τὰς ἀνωτέρω λελεγμένας πεύσεις, ἐν τῷ Ἵνα τί ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ πάλιν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; τὴν ἀπόκρισιν πεποιῆσθαι.
Ἵνα τί γὰρ τὰ τοιαῦτα πεπόνθασι διδάσκει λέγων· Ὅτι οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. καὶ, Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐν ὀλιγίστῳ ἂν ἐχθροὺς αὐτῶν ἥττησα, καὶ ἐπὶ τοὺς ἐναντίους αὐτῶν ἀνέστρεψα ἂν τὴν χεῖρά μου.
Ταῦτα ἂν ἔπραξα, φησὶ, κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ, εἰ ἔσχον αὐτοὺς ὑπηκόους, καὶ εἰ ταῖς ὁδοῖς μου αἷς διεταξάμην αὐτοῖς ἐπορεύθησαν. Νῦν δὲ ἀνήκοοι καὶ ἀπειθεῖς γενόμενοι, αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ κατέστησαν. Εἶτ᾽ ἐπειδήπερ λαὸν αὐτοῦ ὠνόμασε τοὺς ἀπειθεῖς καὶ ἀνηκόους καθ᾽ ὑπερβολὴν φιλανθρωπίας τὸ Πνεῦμα τὸ ἅγιον, διδάσκει ὅτι οὐδεὶς Θεῷ ἀπειθήσειε λαὸς αὐτοῦ. Διὸ ἐπιλέγει· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· κατὰ δὲ τὸν Σύμμαχον· Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ. Καὶ προστίθησι· Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Εἰ γὰρ καὶ τοιαῦτα τετολμήκασιν, ὅμως τὸν παρόντα αἰῶνα ἕξουσι. Καὶ οὗτός ἐστιν αὐτῶν ὁ καιρὸς, ἐν ᾧ καὶ μετὰ τοσαῦτα πλημμελήματα ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Κατὰ τοῦτο δὲ ἐπλήρου καταξιώσας αὐτοὺς τῆς οἰκείας τροφῆς, οὐ μόνον τῆς σωματικῆς, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ πνευματικῆς, ὁπηνίκα πρώτοις αὐτοῖς ἐπεδήμει ὁ Χριστὸς τοῦ Θεοῦ, τροφὴν αὐτοῖς παρεῖχε τὸν ἐπουράνιον ἄρτον αὐτὸς ἑαυτόν. Οὐ μὴν ἀλλὰ καὶ ἐψώμισεν αὐτοὺς ἐκ πέντε ἄρτων παραδόξως ἐπὶ τῆς ἐρήμου· ὥσπερ πάλαι διὰ Μωσέως τὸ μάννα. Ἔτι δὲ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς· πέτρα δὲ ἦν αὐτὸς, χορηγῶν αὐτοῖς τὰ πάσης ἡδονῆς καὶ παντὸς μέλιτος γλυκύτερα μαθήματα, περὶ ὧν ἦν εἰπεῖν· Ὡς γλυκέα τὰ λόγιά σου τῷ φάρυγγί μου! ὑπὲρ μέλι τῷ στόματί μου. Καὶ πάλαι δὲ διὰ Μωσέως ἐκ πέτρας αὐτοῖς παρεῖχε ποτόν. Μέλι δὲ ἐνταῦθα τὸ ἐκ πέτρας οὐδ᾽ ἄλλως ἢ κατὰ διάνοιαν ἐκδεκτέον· ἐπεὶ καὶ αὐτὸς Μωσῆς τὴν αὐτὴν τίθησι μαρτυρίαν, λέγων ἐν μεγάλῃ ᾠδῇ· Ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Ἅπερ πρὸς μὲν ψιλὴν τὴν λέξιν οὐχ ὑφέστηκεν, ἀλληγορικῶς δὲ κατὰ μόνην τὴν διάνοιαν ἐξακούεται.
Αὐτὸς γὰρ ὁ Χριστὸς ἡ πέτρα, ταῦτα πάντα παρέχων αὐτοῖς διὰ τῆς αὐτοῦ διδασκαλίας, οὐ καθ᾽ ὃν χρόνον ἐπεδήμει μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐνσάρκου ἐπιδημίας αὐτοῦ· ὡς ἐξ ἅπαντος αὐτοὺς μὲν εἶναι ἀναπολογήτους, δικαίαν δὲ τὴν τοῦ Θεοῦ κρίσιν μετὰ τὰ τοσαῦτα τὴν ἀποβολὴν αὐτῶν ἐργασαμένην. Ἀλλὰ γὰρ ταῦτα ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν ἔνθεον ἀγαλλίασιν διὰ τῶν πρώτων κεκλημένους ὁ λόγος διδάσκει προφυλαττομένους, μή πη τοῖς ὁμοίοις καὶ αὐτοί ποτε περιπέσοιμεν.
ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΠΑʹ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ὁ μὲν πρὸ τούτου λόγος κατηγορεῖ τοῦ παντὸς Ἰουδαίων λαοῦ, σαφῶς τοῦ Θεοῦ φάσκοντος· Οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν· καὶ πάλιν· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὁ δὲ μετὰ χεῖρας ἀκολούθως ἐκείνοις τῶν προέδρων τοῦ λαοῦ κατηγορεῖ· ὡς πρὸς ἄρχοντα γοῦν καὶ κριτὰς ἀποτείνεται λέγων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχὸν καὶ ταπεινὸν, ὀρφανὸν καὶ πένητα δικαιώσατε.
Εἶτα ἐπιλέγει· Ἐγὼ ταῦτα παρεκελευόμην· οἱ δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Θεοὺς δὲ αὐτοὺς ἀποκαλεῖ, ἤτοι διὰ τὴν τιμὴν ἣν ἀπένεμεν αὐτοῖς ὁ λαός· οὕτω μετὰ πλείστου φόβου καὶ τιμῆς προσιὼν αὐτοῖς ὡσεὶ καὶ αὐτῷ τῷ Θεῷ· ἢ ἐπειδήπερ χώραν Θεοῦ ἐπεῖχον τὸ κρίνειν ἀναδεδεγμένοι, κολάζοντές τε καὶ τιμωρούμενοι τοὺς ἀδικοῦντας κατὰ τὸν παρ᾽ αὐτοῖς νόμον· ἢ διὰ τὸ τετιμῆσθαι αὐτοὺς ὑπὸ τοῦ Θεοῦ τῷ τῆς υἱοθεσίας ὀνόματι, ὡς λέγεσθαι περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ἢ διὰ τὸ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονέναι διὰ τὴν ἐν ἀνθρώποις νοερὰν καὶ λογικὴν οὐσίαν. Αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ ψαλμῷ προϊὼν, ὁ λόγος φησὶ πρὸς τοὺς κατηγορουμένους· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.
Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τοὺς δὴ οὖν τοῦ λαοῦ προεστῶτας, ἱερέας δηλαδὴ καὶ ἀρχιερέας, τούς τε λοιποὺς ἄρχοντας ἀνακρίνων ὁ Θεὸς Λόγος, τὰ μετὰ χεῖρας διεξέρχεται. Διὸ εἴρηται· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει· κατὰ δὲ τὸν Ἀκύλαν· Θεὸς ἔστη ἐν συναγωγῇ ἰσχυρῶν, ἐν ἐγκάτῳ Κύριος κρίνει· κατὰ δὲ τὸν Σύμμαχον· Ὁ Θεὸς κατέστη ἐν συνόδῳ Θεοῦ, ἐν μέσοις Θεὸς κρίνων. Κρίνων δὲ οὗτος ὁ Θεὸς, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, καὶ διακρίνων τὴν λεγομένην συναγωγὴν τῶν θεῶν, ἐλέγχους προσάγει τοῖς κρινομένοις. Καὶ ἐπεὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται, εἰκότως τὸ τάγμα τῶν προλελεγμένων θεῶν ἀφορίζει ἰδίως καὶ κρίνει, προδιελθὼν ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον τοῦ πλήθους τοῦ λαοῦ. Ἀλλὰ καὶ διακρίνει, κρίνων τοὺς ἀξίους σωτηρίας καὶ τοὺς μὴ τοιούτους. Κρίνει δὲ οὐκ ἐπηρμένως, οὐδὲ τυραννικῶς, ἐν ὕψει τε προκαθεζόμενος, ἀλλὰ συγκαταβαίνων τοῖς κρινομένοις, μέσος αὐτῶν ἵσταται, ὁμοιούμενος αὐτοῖς τῷ σχήματι δι᾽ οὗ ἀνείληφεν ἀνθρώπου. Ἐντεῦθέν τε ἤδη προλαβὼν ἀποτείνεται σωφρονίζων τοὺς μέλλοντας κρίνεσθαι, καὶ προφυλαττόμενος αὐτοὺς πρὸς τὸ μὴ περιπεσεῖν τῇ τῆς κρίσεως τιμωρίᾳ, προκατορθῶσαι δὲ καὶ προφυλάξασθαι διὰ τῶν προσαγομένων αὐτοῖς ἐλέγχων.
Διὸ φάσκει· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχῷ καὶ ὀρφανῷ. Τὰ ὅμοια δὲ τούτοις καὶ διὰ Ἡσαΐου τὸ προφητικὸν Πνεῦμα κέκραγε λέγον· Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος προδιαστέλλεται· οἱ δὲ τῇ τῶν θεῶν ἐπηγορίᾳ τιμηθέντες, καὶ τοσαύτης διδασκαλίας ἀξιωθέντες, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.
Ταῦτα δὲ καὶ εἰς τὸν καιρὸν τῆς πρώτης τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἀναφέροιτο ἂν, καθ᾽ ὃν ἐν ταῖς συναγωγαῖς παραβάλλων τοῦ Ἰουδαίων ἔθνους, καὶ μέσος τῶν ἀρχόντων παριὼν, τὰς πρὸς αὐτοὺς ἐποιεῖτο διαλέξεις, ἐλέγχους τε αὐτοῖς ἐπῆγε, μαρτυρόμενος καὶ διαστελλόμενος τὰ περὶ τῆς μελλούσης αὐτοὺς διαλήψεσθαι κρίσεως. Οὕτως οὖν ὁ Θεὸς ἦν κατ᾽ ἐκεῖνο καιροῦ ἑστὼς ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ τε τοὺς προλεχθέντας κρίνων θεούς· ἀντὶ γὰρ τοῦ, διακρίνει, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κρίνων, ἐκδεδώκασι.
Καὶ ὅρα ὅπως θεοὺς ὠνόμασε τοὺς κρινομένους, καὶ θεῶν συναγωγὴν οὐκ ὤκνησεν ἀποκαλέσαι, εἰς δυσώπησιν τῶν ἀρνουμένων τοῦ Σωτῆρος τὴν θεότητα. Εἰ γὰρ τοὺς ἐλεγχομένους καὶ ἐπὶ κακίᾳ διαβαλλομένους οὐκ ὤκνει θεοὺς ὀνομάζειν, τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν, τὸν τὴν κρίσιν παρὰ τοῦ Πατρὸς εἰληφότα, πῶς οὐ δικαιότατον τῇ τοῦ Θεοῦ σεβασμίῳ τιμῇ σεμνύνειν; Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ δυσωπητικῶς πρὸς αὐτοὺς τοὺς Ἰουδαίων ἄρχοντας προὔτεινεν, αὐταῖς δὲ ταύταις κεχρημένος ταῖς παρούσαις λέξεσιν. Εἰρηκότων γὰρ αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἀνταπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι, Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι. Εἰ δὲ λέγοι ὁ Σωτὴρ, ὅτι, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ; μὴ θαυμάσῃς· ἐπεὶ πάντα λόγον Θεοῦ, οὐ μόνον τὸν διὰ Μωσέως, ἀλλὰ καὶ τὸν διὰ τῶν προφητῶν λελεγμένον, ὥσπερ τινὰ βασιλικὸν νόμον ἀποδέχεσθαι διδάσκει· ὥστε καὶ τὰ διὰ τῶν προφητῶν παρηγγελμένα εὐλόγως ἄν τινα εἶναι φάναι νόμους Θεοῦ· καὶ τὸ διὰ τῆς ψαλμῳδίας ὁμοίως.
Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔστη ἐν συναγωγῇ θεῶν, καὶ μέσος τῶν ἐν ἀνθρώποις ὠνομασθέντων θεῶν γεγονὼς, ἔκρινεν αὐτοὺς, ὁπηνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ὁ λόγος ὃν ἐλάλησα πρὸς ὑμᾶς, αὐτὸς ὑμᾶς κρίνει. Καὶ μᾶλλον οὕτω πρέποι ἂν ἐκδέχεσθαι τὴν παροῦσαν Γραφὴν, ἢ νομίζειν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, αὐτὸν τὸν Πατέρα, ἐν τούτοις εἰσάγεσθαι μεταξὺ θεῶν ἑτέρων ἑστῶτα. Οὔτε γὰρ ἰσοτίμους αὐτῷ τινας εἶναι ὑπονοεῖν θέμις, οὔτε αὐτὸν εἰς τοσοῦτον καταγαγεῖν, ὡς μέσον ἀνθρώπων παρεῖναι καὶ ἑστάναι ὑποτίθεσθαι. Ταῦτα δὲ πάντα ἂν ἁρμόζοι τῷ Χριστῷ τοῦ Θεοῦ· ὃς δὴ φάσκων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; οὐ πρὸς ἐκείνους μόνους οἷς παρὼν ὡμίλει, ἀλλὰ καὶ πρὸς πάντας εἴποι ἂν ταῦτα, τοὺς τὴν ἐξουσίαν τοῦ κρίνειν ἑτέρους εἰληφότας.
Μέμφεται δὲ εἰκότως τοὺς καθυποκρινομένους μὲν τὰ τῶν πλουσίων πρόσωπα, καταπονοῦντας δὲ τοὺς πένητας· δέον τῷ τῆς δικαιοσύνης ζυγῷ δικάζειν, μνημονεύοντας φάσκοντος νόμου· Οὐ λήψῃ πρόσωπον ἐν κρίσει. Νυνὶ δὲ πολλάκις καὶ ἡμεῖς ἐπὶ μὲν τῶν πενήτων πταιόντων σμικρά τινα ἀπότομοι γιγνόμεθα κριταὶ, καὶ ἀπαραίτητοι ἐν ταῖς κατ᾽ αὐτῶν ἀποφάσεσι· πλουσίων δὲ τὰ μέγιστα ἐξαμαρτανόντων, ἔπειτα παραβαλλόντων εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, πρόσωπα λαμβάνομεν· ὥστε καὶ πρὸς ἡμᾶς ἁρμόττει τό· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Ἐν δὲ τῷ λέγειν, ἕως πότε, ὑπομιμνήσκει τῆς τοῦ βίου ἀπαλλαγῆς.
Πόσον γὰρ, φησὶν, ἕξετε χρόνον ἐν ᾧ τοιοῦτοι ἔσεσθε; καὶ λοιπὸν διαλήψεται ὑμᾶς ἡ τοῦ Θεοῦ κρίσις. Διὸ ἐπιλέγει· Κρίνατε πτωχὸν καὶ ὀρφανὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Ἐὰν μὲν οὖν τούτων ἀκροώμενοι παιδευώμεθα καὶ τὰ παραγγέλματα φυλάττοιμεν, τῆς ἐκ τῶν λόγων ὠνάμεθα ὠφελείας. Ἐπεὶ καὶ ἡμῖν λεχθήσεται· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν; Οἱ δὲ μὴ πρὸ ὀφθαλμῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπορεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. Διὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάντων ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐτοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχοντας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐνύβρισαν.
Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαντο, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης.
Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ᾽ αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν. Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐλαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιωτικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μωσέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φησὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε.
Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ καὶ ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιωμένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγόνατε, οὐκ ἐκ φύσεως ὄντες κακοὶ, χρησάμενοι δὲ οὐκ ἀγαθῇ τῇ προαιρέσει. Διὸ τὰ μὲν παρ᾽ ἐμοῦ εἰς Θεοῦ τιμὴν ὑμᾶς ἐκάλει· ὑμεῖς δὲ τὸν ἄρχοντα τῆς πτώσεως μιμησάμενοι, ὡς εἷς τῶν ἀρχόντων καὶ αὐτοὶ πίπτετε. Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σφόδρα ἀκολούθως διὰ τοῦ πρὸ τούτου ψαλμοῦ κατηγορήσας ὁ λόγος τοῦ παντὸς Ἰουδαίων ἔθνους, καὶ διὰ τοῦ μετὰ χεῖρας δὲ ὡσαύτως τῶν ἀρχόντων τοῦ λαοῦ κατηγορίαν πεποιημένος, διαλλαγὴν αἰτεῖ καὶ ἐπιφάνειαν εὔχεται γενέσθαι οὐκέτι τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι. Διὸ ἐπιλέγει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Τίς δέ ἐστιν ὁ κληρονομήσας ἐν πᾶσι τοῖς ἔθνεσι, μὴ ἐρώτα, τὸ δὲ πρᾶγμα ἐξέταζε, καὶ εὑρήσεις οὐδὲ ἄλλον ἢ τὸν Χριστὸν τοῦ Θεοῦ· πρὸς ὃν λέλεκτο ὑπὸ τοῦ Πατρός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.
Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τοῦτον οὖν διεγείρων τὸν ἐν μέσῳ τῶν θεῶν Θεὸν στάντα καὶ διελέγξαντα τοὺς προλεχθέντας, ἤδη ποτὲ ἐπὶ πέρας ἐπαγαγεῖν τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ὁ παρὼν ἀξιοῖ λόγος φήσας· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
Οἱ μὲν γὰρ προκατηγορηθέντες, φησὶ, κακοὶ γενόμενοι κριταὶ, ἐν σκότῳ διεπορεύθησαν· ἐπεὶ δέ σοι πρέπει τὸ δικαίως κρίνειν· μόνῳ γὰρ τὴν κρίσιν ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ· ἤδη ποτὲ σὺ αὐτὸς ἀνάστηθι, διὰ τῆς σαυτοῦ ἀναστάσεως τὴν κοινὴν πάντων ἀνθρώπων ἀνάστασιν ποιησόμενος· καὶ κρῖνον τὴν γῆν, πάντας δηλαδὴ τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους.
Πρέπει δέ σοι πάντας ἀνθρώπους κρίνειν, ἐπειδὴ σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ ὁ μὲν παρὼν ψαλμὸς συναγωγὴν θεῶν ὠνόμασε, καὶ Θεὸν μέσον ἑστῶτα, καὶ θεοὺς διακρίνοντα, πᾶσάν τε τὴν διδασκαλίαν περὶ κρίσεως ἐποιήσατο· ἐπήγαγέ τε ἐπὶ τέλει τὸ, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν.
Ταῦτά τε πάντα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἀσὰφ ἐξενήνεκται. Ἐπεὶ δὲ εὕρομεν καὶ τὸν μθʹ ψαλμὸν καὶ αὐτὸν ἐπιγεγραμμένον Τοῦ Ἀσὰφ, καὶ τὰ περὶ κρίσεως διειληφότα ὁμοίως τοῖς προκειμένοις· εἰκότως ἡγησάμεθα ἀκόλουθον εἶναι ἐκεῖνον τούτῳ, ὄντα μὲν ὁμοίως τοῦ Ἀσὰφ, τὴν αὐτὴν ὑπόθεσιν εἰσηγούμενον. Εἴρηται γοῦν καὶ ἐν αὐτῷ· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Θέα γὰρ ὅπως τὸ μὲν τέλος τοῦ μετὰ χεῖρας φάσκει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν· ἡ δὲ τοῦ μθʹ ἀρχή· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ ἐνταῦθα μὲν εἴρηται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν ἐκείνῳ δὲ, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ πάλιν ἐν μὲν τῷ μθʹ λέλεκται· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐλθὼν δὲ τί ποιήσει, ὁ μετὰ χεῖρας διδάσκει λέγων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Πῶς δὲ διακρίνει, ὁ μθʹ διασαφεῖ φάσκων· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τούτων τοιγαροῦν ἕνεκα εἰκότως ἕπεσθαι τῷ μετὰ χεῖρας ἡγησάμεθα τὸν μθʹ. Κἀκεῖνο δὲ τηρητέον, ὡς ὁμοίως τοῖς ἐνταῦθα συνημμένοις τοῦ Ἀσὰφ ψαλμοῖς τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, καὶ ταύτης τὰς αἰτίας περιέχουσι. Καὶ ὁ μθʹ τοῦ αὐτοῦ τυγχάνων προφήτου, ἀνατροπὴν τοῦ Μωσέως νόμου εἰσάγει διὰ τῆς τῶν θυσιῶν παραιτήσεως· ὥστε καὶ ἐν ταὐτῷ τὴν ἀκολουθίαν δείκνυσθαι τῆς τῶν ἐμφερομένων διανοίας.
Διὰ τί δὲ μετατέθειται ὁ μθʹ ἐκ τῆς τῶν προκειμένων συναφείας, προτέτακται δὲ τῆς ἐν τῷ νʹ ψαλμῷ ἐξομολογήσεως, ἐν τοῖς εἰς αὐτὸν τεθεωρημένοις ἡμῖν προδιείληπται.
ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΑΣΑΦ. ΠΒʹ. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν οθʹ ψαλμὸς προανεφώνει τὸν ἀφανισμὸν τοῦ ἀμπελῶνος καὶ τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους, τοῦ τε παρ᾽ αὐτοῖς τετιμημένου τόπου τὸν ἐμπρησμὸν καὶ τὴν ἐρημίαν· οἱ δ᾽ ἑξῆς αὐτῷ δύο τὴν αἰτίαν ἐδίδασκον δι᾽ ἣν πεπόνθασι ταῦτα· ὁ δὲ παρὼν, συνημμένος ἐκείνοις, ἱκετηρίαν καὶ δέησιν ὑπὲρ τοῦ λαοῦ ποιεῖται. Ἔδει γὰρ μετὰ τὰ σκυθρωπὰ ὥσπερ τινὰ θεραπείαν προσάγειν τοῖς προλεχθεῖσι, μέλλοντας ἐν τούτῳ περιγράφεσθαι τοὺς Τοῦ Ἀσὰφ ψαλμούς. Διὸ καὶ ᾨδὴ ψαλμοῦ ἐπιγέγραπται ὁ παρὼν λόγος, διὰ τὸ τὰ χρηστὰ ὑπερεύχεσθαι τοῦ λαοῦ. Ἔστι δὲ ὁ παρὼν τῶν ἐπιγεγραμμένων Τοῦ Ἀσὰφ ιαʹ, ὧν πρῶτος ἦν ὁ οβʹ, συμπαραλαμβανομένου τοῖς προκειμένοις τοῦ μʹ καὶ θʹ, διὰ τὸ καὶ αὐτὸν εἶναι τοῦ Ἀσάφ. Γένοιντ᾽ ἂν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ. Λέγει δὲ διὰ τοῦ παρόντος ὁ Προφήτης ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν γὰρ, φησὶ, τῷ Θεῷ μακροθύμῳ ὄντι καὶ ἀνεξικάκῳ, καὶ διὰ τοῦτο πάντων ἀνεχομένῳ, οὐδεὶς ὅμοιος. Τίς γάρ σοι παραπλησίως τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν δυσφημίας καὶ ὑπερηφανίας οἷός τ᾽ ἂν εἴη φέρειν;
Διὸ σοὶ μὲν, ὁ Θεὸς, οὐδεὶς ὁμοιωθήσεται· ἐγὼ δὲ ὡς ἄνθρωπος, ἡττώμενος ὑπὸ τῆς ἐμαυτοῦ ἀσθενείας, τολμῶ δεῖσθαι, καὶ σοὶ τῷ Θεῷ μεθ᾽ ἱκετηρίας λέγειν· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σιγᾷν δὲ λέγεται ὁ Θεὸς, ἐπειδὰν ἐπαιρομένων τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν, ἀπροσποίητος μένει, μὴ ἐπάγων παραχρῆμα τὴν κατ᾽ αὐτῶν ὀργὴν, μηδὲ ταῖς κατ᾽ αὐτῶν τιμωρίαις χρώμενος. Διὸ καὶ τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς Ἀσὰφ ἐν τῷ μʹ καὶ θʹ τὸν Θεὸν εἰσάγει λέγοντα· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Τὰ δὲ αἴτια τῆς σιγῆς τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας παιδεύει ὁ Ἀπόστολος γράφων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἀλλὰ σὺ μὲν, φησὶν, ὡς Θεὸς πάντων ἀνεχόμενος, πάντας φέρεις πράως, καὶ ἐπὶ τοῖς ἀσεβῆ καὶ ἄθεα ἁμαρτάνουσι, καὶ κατὰ σοῦ τοῦ Θεοῦ βλασφημοῦσι, σιωπᾷς· ἐγὼ δὲ, μὴ δυνάμενος ταῦτα ὁρᾷν, δέομαι καὶ ἱκετεύω συγγνώμης τυχεῖν ἐπὶ τὸ μὴ δύνασθαι φέρειν σοι τῷ Θεῷ παραπλησίως· τίς γάρ σοι ὁμοιωθήσεται; Διὸ ὡς ἄνθρωπος, ζῆλον ἔχων τὸν ὑπὲρ τῆς σῆς εὐσεβείας, τολμῶ ἱκετηρίαν σοι προσάγειν· ὥστε παύσασθαι μὲν τῆς ἀφάτου μακροθυμίας καὶ τῆς ἀνεξικάκου σιωπῆς· ἤδη δέ ποτε κινηθῆναι κατὰ τῶν τὰ ἀνήκεστα τετολμηκότων.
Διό φημι· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, Μὴ καθησυχάσῃς, ὁ δὲ Σύμμαχος, Μὴ ἐρημάσῃς, εἰρήκασιν.
Εἶτ᾽ ἐπιλέγει ἑξῆς· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Κατὰ δὲ τὸν Ἀκύλαν· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ὤχλασαν, καὶ μισοποιοῦντές σε ἦραν κεφαλήν· κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ οἱ ἐχθροί σου, φησὶ, συνηχοῦσι, καὶ οἱ μισοῦντές σε ἐπαίρουσι κεφαλήν.
Ἠχοῦσι δὲ καὶ ὀχλάζουσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ὅτε οὐκέτι κρύβδην, οὐδὲ πεφεισμένως τολμῶσι παραφθέγγεσθαι τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας· ἤδη δὲ ἐκ τοῦ προφανοῦς καὶ ἀθρόως οἱ πάντες κατὰ τοῦ Θεοῦ τὰ ἄθεα προφέρονται ῥήματα, ὁποῖα τολμῶσι πράττειν κατὰ τοὺς τῶν διωγμῶν καιρούς. Εἶτα δὲ καὶ ὑψαυχενοῦντες καὶ φρυαττόμενοι τὴν κεφαλὴν ἐπαίρουσιν, ὅτε μάλιστα ἐπιτριβὴν αὐτοῖς ἡ σιωπὴ τοῦ Θεοῦ κατεργάζεται. Τούτων δὲ τὴν κεφαλὴν αἰρόντων, οἱ τοῦ Θεοῦ ἄνθρωποι καταπονούμενοι ταπεινοῦνται· ὡς ἔμπαλιν ταπεινουμένων τῶν ἐχθρῶν τοῦ Θεοῦ αἱ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν κεφαλαὶ ὑψοῦνται. Διὸ εἴρηταί που ἐξ αὐτῶν προσώπου τό· Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ᾽ ἐχθρούς μου.
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. Δυσωπεῖ τὸν Θεὸν ὁ Προφήτης ἐν ἁγίῳ Πνεύματι, διὰ τοῦ ὑπομιμνήσκειν, ὡς ἄρα λαὸς αὐτοῦ γεγόνοιο τὰ τοσαῦτα πεπονθώς. Εἶτα καὶ τῶν ἐν τῷ λαῷ διαλαμψάντων πάλαι πρότερον ἁγίων τοῦ Θεοῦ μέμνηται, δεόμενος καὶ ἀντιβολῶν μὴ τῶν ἐν αὐτοῖς ἀσεβῶν καὶ παρανόμων, μόνων δὲ τῶν ἁγίων αὐτοῦ μνησθῆναι, καὶ δι᾽ αὐτοὺς τὸ πᾶν κατελεῆσαι ἔθνος.
Ἀκόλουθα δὲ αὐτοῖς ποιοῦντες οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸν λαὸν αὐτοῦ πολεμοῦσι, πανουργίᾳ χρώμενοι καὶ δόλῳ, πρὸς τὸ καταβαλεῖν αὐτὸν καὶ ἀποστῆσαι τῆς τοῦ Θεοῦ εὐσεβείας. Διὸ λέλεκται· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Μεμελημένως γὰρ καὶ πεφροντισμένως μηχανάς τινας κρυφίους κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ καττύουσι, κατά τε τῶν ἁγίων αὐτοῦ ἐπιβουλὰς κατασκευάζονται, δι᾽ ἕνα σκοπὸν ὃν ἐν ἑαυτοῖς προθέμενοί φασι· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἔτι. Οἱ μὲν οὖν θεομάχοι οὐ βούλονται ἐν ἀνθρώποις ἔθνος Θεοῦ ὑφεστάναι· ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν. Ὁ δὲ Θεὸς, ἀεὶ ἔθνος ἑαυτῷ ἐπὶ γῆς καταρτίζων, μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν τὴν ἐξ ἐθνῶν συνεστήσατο Ἐκκλησίαν, καὶ τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκ τῆς τῶν ἐθνῶν ἐκλογῆς ὑποστάν.
Διὸ μειζόνως καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ, καὶ πάντων τῶν θεοφιλῶν ἀνδρῶν ἡ μνήμη ἀνυμνεῖται, τά τε τῆς θεοσεβείας κατορθώματα διαλάμπει. Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό· κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Διάψαλμα.
Ὥσπερ διεγείρων καὶ παροξύνων τὸν Θεὸν ὁ Προφήτης ἐν τῇ ἱκετηρίᾳ τῇ ὑπὲρ τοῦ λαοῦ φάσκει τὸ, κατὰ σοῦ. Οὐ γὰρ κατὰ τοῦ λαοῦ, φησὶν, ἀλλὰ κατὰ σοῦ καὶ κατὰ τῆς σῆς διαθήκης τετολμήκασιν οἱ τοῦ λαοῦ σου πολέμιοι. Εἶθ᾽ ἑξῆς διεξέρχεται τὰ ἐν τῇ τῶν Ἀσσυρίων ἐπιθέσει κατὰ Ἰουδαίων ἔθνους πραχθέντα.
Καὶ ταῦτα θεσπίζει προδιελθὼν τὰς αἰτίας, δι᾽ ἃς τοῖς πολεμίοις παρεδόθησαν. Ἐν μὲν γὰρ τῷ πρὸ τούτου ψαλμῷ τοὺς ἄρχοντας ἀπήλεγχε τοῦ λαοῦ φήσας· Ἕως πότε κρίνετε ἀδικίαν; καὶ πάλιν· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.
Ἐν δὲ τῷ ἀνωτέρω τὸ πᾶν διέβαλλεν ἔθνος εἰπών· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Ἀλλὰ καὶ ἐν τῷ οζʹ μακρὸν κατάλογον τῶν παρανομημάτων αὐτῶν διεξῆλθεν. Ἀκολούθως οὖν τὰ συμβεβηκότα αὐτοῖς μακροῖς ὕστερον χρόνοις διὰ τὰς προλεχθείσας αἰτίας προφητεύει. Καὶ ἐκεῖ κατὰ διαφόρους χρόνους πεπολιόρκηνται· πρότερον μὲν ὑπὸ Βαβυλωνίων, δεύτερον δὲ ὑπ᾽ Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως, καὶ τὸ πάντων ὕστατον ὑπὸ Ῥωμαίων μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν. Εἰκότως τῇ προγνώσει τοῦ Πνεύματος τὰς τρεῖς ταύτας ὁ αὐτὸς προφήτης προαναφωνεῖ πολιορκίας· ἐν μὲν τῷ ογʹ τὴν ὑστάτην σημαίνων, ὡς κατὰ τοὺς οἰκείους τόπους παρεστήκαμεν· ἐν δὲ τῷ οηʹ τὴν ἐπὶ Ἀντιόχου τοῦ Σύρου, καθὼς ἀποδέδεικται· ἐν δὲ τῷ μετὰ χεῖρας τῆς πρώτης μέμνηται, λέγω δὲ τῆς Ἀσσυρίων, ἣν καὶ ὁ οθʹ ἐθέσπισε, τὸν ἐμπρησμὸν τοῦ ἀμπελῶνος καὶ τὴν ἐρημίαν αὐτοῦ σημήνας. Ἔστι δ᾽ οὖν καὶ ἀπὸ τῆς ἱστορίας μαθεῖν, ὅσα κατὰ τὸ αὐτὸ συνῆλθον ἔθνη κατὰ τοῦ Ἰουδαίων λαοῦ ἐν τῇ πρώτῃ τῶν Ἀσσυρίων ἐπιθέσει, ἃ καὶ ἡ μετὰ χεῖρας καταριθμεῖται προφητεία· πρώτους Ἰδουμαίους ὀνομάζουσα, εἶτα Ἰσμαηλίτας, καὶ τρίτους Μωαβίτας, καὶ τετάρτους Ἀγαρηνοὺς, εἶτα Γεβαληνοὺς, καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας. Καὶ ἐπὶ τούτοις, Ἀλλόφυλοι, φησὶ, μετὰ τῶν κατοικούντων Τύρον.
Ἀντὶ δὲ τοῦ, ἀλλόφυλοι, Ἀκύλας καὶ Σύμμαχος, Φυλισταίαν, ἐκδεδώκασιν· ἔθος δὲ καλεῖν τούτῳ τῷ ὀνόματι τοὺς τὴν Γάζαν καὶ τὴν Ἀσκάλωνα καὶ τὴν πάραλον οἰκοῦντας.
Καὶ οὗτοι τοίνυν ἐφεξῆς οἱ παραλιῶται ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον ἐπέθεντο, φησὶ, κατὰ τοῦ λαοῦ σου· καὶ ἐπὶ πᾶσιν ὁ Ἀσσύριος, τὸ δὴ κεφάλαιον τῶν κακῶν, σὺν τούτοις ὁρμώμενος, καὶ τούτοις συμμάχοις χρώμενος, τὴν παράταξιν ἐποιήσατο· ὁμοῦ τε πάντες οἱ προλεχθέντες ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, Ἐγένοντο, φησὶ, βραχίων τοῖς υἱοῖς Λώτ· ὁ δὲ Σύμμαχος, Ἐγένοντο σύμμαχοι τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ ἦσαν Ἀμμανῖται καὶ Μωαβῖται· δύο γὰρ οὗτοι γεγόνασιν υἱοὶ τοῦ Λὼτ, Μωὰβ καὶ Ἀμμών. Ταῦτα δὲ ὅτι μηδὲ ἄλλοτε ἐπληροῦτο ἢ κατὰ τοὺς Ἀσσυρίων χρόνους, σαφῶς ἡ ἱστορία παρίστησι. Τὸ τηνικαῦτα γὰρ πάντα τὰ ἐκ γειτόνων ἔθνη διαφθονούμενα τῇ Ἱερουσαλὴμ καὶ τῷ ἐν αὐτῇ γεγραμμένῳ ναῷ τοῦ Θεοῦ, διψῶντά τε τὴν ἀπώλειαν τοῦ παντὸς Ἰουδαίων ἔθνους, ὁμοῦ οὖν ἐπέθεντο κατ᾽ αὐτῶν τῇ τῶν Βαβυλωνίων δυναστείᾳ συμμαχήσαντα.
Τότε μὲν οὖν πολλὰ συνῆκτο κατ᾽ αὐτῶν τὰ τοῖς Ἀσσυρίοις συμμαχοῦντα ἔθνη. Οὔτε δὲ κατὰ Ἀντίοχον, οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν, τὰ προκατηριθμημένα ἔθνη φαίνεται συμμαχήσαντα Ῥωμαίοις, ὁπηνίκα τὸν πρὸς Ἰουδαίους συνεστήσαντο πόλεμον.
Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰν καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισών. Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶ. Τοιαῦτα θεσπίζει γενέσθαι τοῖς προλεχθεῖσιν ἔθνεσιν ὁ Προφήτης, ὁποῖα τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, καὶ τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισὼν συνέβη ποτέ· οἵτινες ὁμοῦ πάντες ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, καὶ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἀλλὰ καὶ τοὺς ἄρχοντας τῶν προλεχθέντων ἐθνῶν τοιαῦτα παθεῖν ἀξιοῖ, ὁποῖα πεπόνθασιν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶς.
Τούτων δὲ πάντων τὴν ἱστορίαν εὑρήσεις ἐν τῇ βίβλῳ φερομένην τῶν Κριτῶν· ἔνθα καὶ ὁ Σισάρα καὶ ὁ Ἰαβὶς, καὶ οἱ λοιποὶ κατωνομασμένοι, ὁπόσα καὶ τίνα κατὰ τοῦ Ἰσραὴλ ἐμηχανήσαντο, καὶ ὁποῖα πεπόνθασιν, ἡ Γραφὴ παρίστησιν. Ἐφ᾽ ἣν ἀναπέμψωμεν τὸν βουλόμενον τὰ κατ᾽ αὐτοὺς εἰδέναι, διὰ τὸ μακροτέραν εἶναι τὴν περὶ αὐτῶν διήγησιν. Τὰ αὐτὰ σὺν ἐκείνοις καὶ τούτους ἱκετεύει παθεῖν, διότι ὁμοίως ἐκείνοις καὶ οὗτοι εἰρήκασι, Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Ἔλεγον δὲ ταῦτα καὶ οἱ περὶ τὸν Σισάρα, καὶ Ἰαβὶς, οἵ τε λοιποὶ, οὓς ὁ λόγος κατὰ λέξιν, περὶ τῆς σκηνῆς καὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Τὸ γὰρ ἁγιαστήριον τοῦ Θεοῦ ταῦτα ἦν, μήπω τῆς Ἱερουσαλὴμ συνεστώσης. Ἐπηύξατο δὲ ταῦτα ὁ Προφήτης κατὰ τῶν δεδηλωμένων· εἶτ᾽ οὐκ εἰς μακρὸν ἐπληροῦτο τὰ τῆς εὐχῆς. Αὐτίκα γοῦν παραχρῆμα τῇ κατὰ τῶν Ἰουδαίων πολιορκίᾳ καὶ ἡ Ἀσσυρίων κατελύθη δυναστεία διαρκέσασα χρόνοις· καὶ μέχρι τούτου συστᾶσα μέχρις οὗ τοιαῦτα τετολμήκασι κατὰ τῆς Ἱερουσαλήμ. Μετ᾽ οὐ πολὺ γοῦν Κῦρος, τῆς Περσῶν βασιλείας κρατήσας, καταλύει τὴν Ἀσσυρίων ἀρχήν.
Καὶ τὰ λοιπὰ δὲ κατὰ μέρος ὠνομασμένα ἔθνη τοιαῦτα πέπονθεν, ὁποῖα ὁ λόγος προέφησεν· ὥστ᾽ εἰκότως ἄν τινα φῆσαι, μὴ κατεύχεσθαι τὸν Προφήτην ἐν τούτοις τῶν δηλουμένων, προφητεύειν δὲ αὐτοῖς τὰ ἐσόμενα, κατά τινα συνήθειαν τῆς Γραφῆς προστακτικῷ τρόπῳ ἀντὶ προαγορευτικοῦ κεχρημένον· ὥσθ᾽ ἡμᾶς ἐξακούειν τὸ, Ποίησον αὐτοῖς, ἀντὶ τοῦ, Ποιήσεις ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ. Ταῦτα δὲ περὶ τοῦ τέλους τῶν Ἀσσυρίων καὶ τῶν σὺν αὐτοῖς καταλεχθέντων ἐθνῶν προφητεύεται. Οὐ μὴν καὶ περὶ τῶν τὴν ὑστάτην πολιορκίαν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν κατειργασμένων τοιαῦτά τινα ἐφέρετο. Διὸ οὐδὲν Ῥωμαῖοι τοιοῦτον πεπόνθασι μετὰ τὴν κατὰ τοῦ ἔθνους ἐπιχείρησιν.
Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Οὐκ ἀκαίρως ὁ Προφήτης, μᾶλλον δὲ τὸ ἐν αὐτῷ ἅγιον Πνεῦμα, ἰδιοποιεῖται τὸν Θεὸν ἐν τῇ προκειμένῃ ἱστορίᾳ φάσκον, ὁ Θεός μου· οὐ γὰρ, ὁ Θεὸς ἡμῶν, φησὶν, ἀλλ᾽ ὁ Θεός μου, ὡς ἂν ἑνός που καὶ σπανίου περιλελειμμένου κατὰ τὸν δηλωθέντα καιρὸν τῆς τῶν Ἀσσυρίων πολιορκίας, ἀξίου τοῦ Θεοῦ. Ὡς γὰρ τοῦ λαοῦ παντὸς ἐκπεσόντος, καὶ διὰ τὰς ἁμαρτίας τοῖς πολιορκηταῖς παραδοθέντος, οὐ κοινοποιεῖ τὴν ἐπίκλησιν· ἐξ οἰκείου δὲ μόνου προσώπου ἐπάγει λέγον· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τροχοῦ δὲ φύσις στρεπτὴ καὶ οὐχ ἑστῶσα ἐν ταὐτῷ. Τοιοῦτος δὲ πᾶς ὁ τῶν ἀθέων βίος, καιρῷ μὲν εἰς ὕψος ἐπαιρόμενος, εἶτα στροφὴν ποιούμενος τὴν ἐπὶ τοὐναντίον, τροχῷ παραπλησίως.
Πρῶτον τοίνυν, Θοῦ αὐτοὺς ὡς τροχὸν, φησίν· εἶτα, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· καὶ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν· καὶ ἐπὶ τούτοις, ὡσεὶ φλὸξ, ἣ κατακαύσει ὄρη. Αὐτοὺς γὰρ κατ᾽ αὐτῶν ἐπαναστῆναι, καὶ δι᾽ ἑαυτῶν τὰς τιμωρίας ὧν τετολμήκασιν ὑποσχεῖν διὰ τούτων θεσπίζει εἰπών· Θοῦ αὐτούς. Παραθήσεις δὲ τῷ, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, τὸ ἐν ἑτέροις λελεγμένον· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ᾽ ὡς χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ δὲ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμὸν, παρίστησιν αὐτοὺς εἶναι τὸ πῦρ, καὶ αὐτοὺς εἶναι τὸν δρυμόν· ὥστε αὐτοὺς ὑφ᾽ ἑαυτῶν φλεχθήσεσθαι κατὰ τὸ φάσκον λόγιον· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Τὸ δὲ, ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, δείκνυσι τῆς αὐτῶν κακίας τὸ μέγεθος, καὶ ὡς ἡ αὐτῶν φλὸξ τὰ ἐπάρματα αὐτῶν καὶ τὰ ὑψώματα, ὥσπερ τινὰ ὄρη, κατακαύσει. Ἐπιλέγει δὲ τούτοις· Οὕτω καταδιώξεις αὐτούς. Καὶ ἐν ἑτέροις δὲ λέλεκται· Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ἐδίδαξε δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ καταιγὶς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐ πάθη τυγχάνει τοῦ Θεοῦ, ἀλλ᾽ ἡ τοιάδε τις ἐπίσκηψις, δι᾽ ἧς αὐτοὺς καθ᾽ ἑαυτῶν ἐπαναστάντας ἐξ ἑαυτῶν λαβεῖν ὧν ἔδρασαν τὴν τιμωρίαν συνέβαινε. Ταῦτα δὲ πάντα ἱκετεύει, ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ ἔσεσθαι· ἵνα κἂν οὕτω ποτὲ ὠφεληθεῖεν.
Εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι τὸν Θεὸν, καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν, ὅπερ ἔσεσθαι περὶ αὐτῶν μετὰ τὰ προλεχθέντα διδάσκει λέγων· Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν.
Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Τῆς τῶν ἐχθρῶν τοῦ Θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι θεσπίζει· ἕνα μὲν καθ᾽ ὃν χρηστὰς αὐτοῖς ἐλπίδας ἐπιγράφει· εἰ δὴ ἀγαθὸν ἡ γνῶσις τοῦ Θεοῦ, καὶ ἡ τοῦ ὀνόματος αὐτοῦ κατάληψις, καὶ τὸ παιδευθῆναι τοὺς πρότερον μὴ εἰδότας τὸν Θεὸν, ὡς ἄρα αὐτὸς εἴη μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τοὺς γὰρ ταῦτα ὁμολογοῦντας, λήθην μὲν πεποιῆσθαι τῆς προτέρας ἑαυτῶν πολυθέου πλάνης, εἰκὸς ἀποθέσθαι τε τὴν ματαίαν καὶ ἀπατηλὴν περὶ θεῶν ψευδολογίαν· τὸν δὲ ἕτερον τρόπον, καθ᾽ ὃν αἰσχύνην καὶ ταραχὴν καὶ ἐντροπὴν, καὶ ἐπὶ πᾶσι τούτοις ἀπώλειαν προαγορεύει τοῖς τούτων ἀξίοις. Τοῖς μὲν γὰρ ἐκ τῆς θείας ἐπιστροφῆς μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον τὴν θείαν γνῶσιν παρέσεσθαι διδάσκει· τοῖς δὲ τῇ ἑαυτῶν ἐγκαταγηρῶσι κακίᾳ τὸν ὄλεθρον καὶ τὴν ἀπώλειαν ἀπειλεῖ. Διὸ περὶ μὲν τῶν χειρόνων λέλεκται· Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· Περὶ δὲ τῶν ἐπὶ τὸ κρεῖττον μεταβληθησομένων τὸ, Καὶ γνώτωσαν, ὅτι τὸ ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Δύναται δὲ καὶ περὶ τῶν αὐτῶν τὰ πάντα λέγεσθαι, ὡς τῶν ἐχθρῶν τοῦ Θεοῦ, καθ᾽ ὃν πείσονται καιρὸν τὰ προκαταλεχθέντα, ἐντραπησομένων καὶ αἰσχυνθησομένων, καὶ ἀπωλείᾳ παραδοθησομένων, καὶ τότε αὐτῇ πείρᾳ γνωσομένων καὶ ὁμολογησόντων ἕνα εἶναι καὶ μόνον Θεὸν τὸν ὕψιστον καὶ ἐπὶ πᾶσαν τὴν γῆν, τὸν καὶ δικαίᾳ κρίσει μετελθόντα αὐτοὺς τῶν τετολμημένων αὐτοῖς χάριν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.