Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΠΓ΄ - ΠΗ΄

Υπομνηματισμός των ψαλμών 83 έως 88, ολοκληρώνοντας το Τρίτο Βιβλίο. Σχολιάζονται οι θείες υποσχέσεις, το σκήνωμα του Θεού, η ενσάρκωση του Λόγου και η κάθοδός Του στον Άδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 16

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ. ΠΓʹ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Διαλελοιπότων τῶν ἐπιγεγραμμένων ψαλμῶν τοῦ Ἀσὰφ, ὧν πρῶτος μὲν ὁ οβʹ, τελευταῖος ὁ βʹ καὶ πʹ, ἕπεται ὁ παρὼν πγʹ, τοῖς υἱοῖς Κορὲ ἐπιγεγραμμένος, περὶ ὧν ἐν τοῖς προτεχνολογουμένοις τὰ δόξαντα διειλήφαμεν. Ἐπιτηρῆσαι δὲ ἀναγκαῖον, ὡς οἱ πάντες τοῦ Ἀσὰφ δώδεκα τυγχάνουσι τὸν ἀριθμὸν ψαλμοί· ἰσάριθμοι δὲ τούτοις εἰσὶ καὶ οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορέ. Ἀλλὰ τῶν υἱῶν Κορὲ ὀκτὼ μὲν ἦσαν ἑξῆς συνημμένοι οἱ ἀπὸ τοῦ μαʹ ψαλμοῦ· οἱ δὲ λείποντες τέσσαρες ἐνταῦθα πρόκεινται, ἀρχόμενοι μὲν ἀπὸ τοῦ πγʹ, ἐφεξῆς δὲ κείμενοι τῶν ἐπιγεγραμμένων τοῦ Ἀσάφ. Ὡσαύτως δὲ καὶ οἱ τοῦ Ἀσὰφ ιαʹ μέν εἰσι συνημμένοι, οἱ ἀπὸ οβʹ καὶ ἐπὶ τὸν πβʹ. Ὁ δὲ ιβʹ ἑξῆς κατατέτακται τοῖς πρώτοις ὀκτὼ τῶν υἱῶν Κορὲ, ὥσπερ ἀντιδόσεως γενομένης διὰ τὰς ἐν ταῖς παρ᾽ ἑκατέροις προφητείας ἐπικοινωνούσας ἀλλήλαις θεωρίαις. Ἦσαν μὲν οὖν οἱ πρῶτοι τῶν υἱῶν Κορὲ ὀκτὼ τὸν ἀριθμὸν, οἱ πάντες ἀπὸ τοῦ μαʹ ἀρχόμενοι, καὶ λήγοντες εἰς τὸν μηʹ. Περιεῖχον δὲ, ὥσπερ ἐν κεφαλαίῳ εἰπεῖν, ἐπὶ τῷ ἐκ περιτομῆς λαῷ κλαυθμὸν καὶ θρῆνον καὶ ὀδυρμὸν, Χριστοῦ τε παρουσίαν καὶ κλῆσιν ἐθνῶν.

Ἀλλὰ τῶν μὲν εἰρημένων ὀκτὼ τοιαύτη τις ἦν ἡ ὑπόθεσις· τῶν δὲ ἐπὶ τοῦ παρόντος ἐπιγεγραμμένων καὶ αὐτῶν υἱῶν Κορὲ τεσσάρων ὄντων, οἱ μὲν ὕστατοι δύο γένεσιν καὶ θάνατον αὐτοῦ περιειλήφασιν, ὥσπερ ἐπίτηδες ταμιευσαμένου τοῦ Λόγου ἐπὶ τέλει πάντων τὰς περὶ τούτων προῤῥήσεις ἐκφῆναι. Πολὺς γοῦν ἦν ὁ περὶ τῆς γενέσεως αὐτοῦ λόγος, ἣν ἐν τῷ πϛʹ ψαλμῷ ἐπικεκρυμμένως ᾐνίξατο· καὶ ἐπιπλείων καὶ βαθύτερος ὁ περὶ τοῦ θανάτου αὐτοῦ, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, ὃς ἔνι τῶν πάντων ἐπιγεγραμμένων υἱῶν Κορὲ τελευταῖος· λέγω δὲ τῷ πζʹ περιείληπται. Οἱ δὲ τούτων ἡγούμενοι δύο ψαλμοὶ, ὅ τε μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν καὶ τὰ ἐπὶ ταύτῃ κατορθώματα θεσπίζουσιν. Ὅ γε μὴν προκείμενος ἐπιγέγραπται, εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Τριῶν δὲ ὄντων τῶν τὴν τοιαύτην ἐπιγραφὴν ἐχόντων, εἷς μὲν οὗτος τυγχάνει· ὁμοίως δὲ ἐπιγέγραπται καὶ ὁ ηʹ, καὶ πάλιν ὁ πʹ. Ἀλλὰ τούτων μὲν δύο ὠνομάσθησαν ψαλμοὶ, ὅ τε ηʹ καὶ ὁ παρών.

Διὸ χρηστῶν παρόντων ἀπαγγελίας περιέχουσιν. Ὁ δὲ πʹ ἦν μὲν Ὑπὲρ τῶν ληνῶν, οὐ μὴν καὶ ψαλμὸς, διὰ τὸ σκυθρωπά τινα περιέχειν κατὰ τοῦ Ἰσραήλ. Τρεῖς δὲ ὄντες οἱ Ὑπὲρ τῶν ληνῶν, τρισὶν ἀνάκεινται προσώποις· ὁ μὲν ηʹ τῷ Δαυῒδ, ὁ δὲ πʹ τῷ Ἀσὰφ, ὁ δὲ μετὰ χεῖρας τοῖς υἱοῖς Κορέ. Καὶ συμφώνως γε οἱ τρεῖς ἐπιγράφονται εἰς τὸ τέλος, ὡς οἶμαι, διὰ τὰς ἐν αὐτοῖς προφητείας, εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἐπιτελεσθείσας.

Πάλαι μὲν οὖν, ὡς ἂν ἑνὸς ὑπάρχοντος ἀμπελῶνος, περὶ οὗ εἴρητο, Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι· μία ὥσπερ ληνὸς ἦν ἐν αὐτῷ, ἧς μέμνηται ὁ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυρίου λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Ἐσήμαινε δὲ ἄρα, διὰ μὲν τοῦ πύργου τὸν ἐν Ἱεροσολύμοις νεὼν, διὰ δὲ τοῦ προληνίου τὸ πρὸς τῷ ναῷ θυσιαστήριον, ὅπερ οὐ ληνὸν, ἀλλὰ προλήνιον ὠνόμασεν, εἰκότως· ἐπειδὴ τῶν νοητῶν τὰ σωματικὰ προηγεῖτο, καὶ πρὸ τῆς Καινῆς Διαθήκης ἡ παλαιὰ σύμβολα καὶ εἰκόνας τῶν ἀληθῶν παρὰ Ἰουδαίοις ἐφυλάττετο· διόπερ οὐ ληνὸς, ἀλλὰ προλήνιον ὠνομάζετο τὸ παρ᾽ ἐκείνοις θυσιαστήριον.

Ὡς ἑνὸς δὲ τοῦ ἀμπελῶνος, μία ἦν πάλαι ληνὸς, καὶ ἑνὸς ναοῦ θυσιαστήριον. Οἱ δὲ ἐν τῷ παρόντι δηλούμενοι τρεῖς ψαλμοὶ οὐ περὶ μιᾶς, ἀλλὰ περὶ πολλῶν μνημονεύουσι ληνῶν, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν τοῦτον δηλουμένων τὸν τρόπον. Αὐτίκα διὰ τῶν προκειμένων εἴρηται μὲν ἐν τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν· ἑξῆς δὲ ἐπιλέγεται· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! μονονουχὶ σαφηνίζοντος τοῦ λόγου τὰς προτεταγμένας ληνοὺς, τίνες ποτὲ εἶεν. Δηλοῖ γὰρ ταύτας εἶναι τὰ σκηνώματα τοῦ Κυρίου, δηλαδὴ τὰς ἐκκλησίας αὐτοῦ, ἃς προϊὼν λευκότερον πάλιν ὀνομάζει λέγων· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.

Καὶ αὖθις προϊών φησι· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ ὅρα εἰ μὴ συμφώνως τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν περιεχούσῃ πληθυντικῶς τὰ σκηνώματα εἴρηται, καὶ αὐλαὶ καὶ τὰ θυσιαστήρια, σαφῶς τοῦ λόγου οὐκέτι τὸ παλαιὸν ἓν σκήνωμα ἐν Ἱεροσολύμοις, οὐδὲ τὸ ἓν θυσιαστήριον τὸ αὐτόθι ἱδρυμένον, οὐδὲ τὴν αὐτόθι μίαν αὐλὴν, ἀλλὰ τὰ καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια καὶ τὰ σκηνώματα καὶ τὰς αὐλὰς δηλοῦντος.

Ἄλλοι μὲν οὖν ἄλλα, φησὶν, ἀγαπῶσι, καὶ περὶ πολλοῦ ποιοῦνται· ἐμοὶ δὲ, ὦ Κύριε, τὰ σὰ σκηνώματα προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει, ἐν οἷς κατηξίωσας αὐτὸς ἅμα ἀνθρώποις τὰς διατριβὰς ποιησάμενος κατασκηνῶσαι, φήσας· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὕτω δέ μοι προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει τὰ εἰρημένα, ὥστε δι᾽ ὑπερβολὴν ἐπιθυμίας αὐτῶν ὁμολογεῖν ἐκλείπειν τὴν ψυχήν μου τῷ περὶ αὐτὰς πόθῳ νικωμένην, καὶ τῆς ζωῆς αὐτῆς προτιμᾷν τὰς ἐν ταῖς αὐλαῖς σου διατριβάς. Καὶ οὐ μόνη γε ἡ ψυχή μου ἐκλείπει, ἀλλὰ καὶ ἡ καρδία μου καὶ πρὸς τῇ καρδίᾳ μου καὶ αὐτό μου τὸ σῶμα καὶ ἡ σὰρξ ἣν περιβέβλημαι. Καὶ ταῦτα γὰρ ἐκ τῆς μνήμης τῆς παρὰ σοὶ ζωῆς χαρᾶς πληροῦται καὶ εὐφροσύνης· ὥστ᾽ ἀληθεύοντά με λέγειν· Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Ζῶν γὰρ ὁ ἡμέτερος Θεὸς, καὶ μόνος ἰδιόκτητον καὶ φυσικὴν ἐν αὐτῷ κεκτημένος ζωὴν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ πηγὴ πάσης ζωῆς, πᾶσι τοῖς πλησιάζουσι ταύτης μεταδίδωσι. Διόπερ καὶ αὐτὴ ἡ φύσει θνητὴ καὶ φθαρτή μου σὰρξ χαίρει καὶ συγχαίρει, ἅτε δι᾽ αὐτῆς κοινωνήσουσα αἰωνίου ζωῆς, καὶ τῆς τοῦ Θεοῦ χάριτος μεταληψομένη.

Ταῦτα δέ φησιν ὁ Προφήτης διδάσκων, ὁποῖον εἶχε ἔρωτα καὶ πόθον περὶ τὰ ὑπ᾽ αὐτοῦ προφητευόμενα. Διόπερ ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Τὴν σάρκα δέ φησιν ἅμα τῇ καρδίᾳ ἀγαλλιᾶσθαι ἐπὶ Θεὸν ζῶντα, αἰνιττόμενος, ὡς οἶμαι, καὶ τοῦ Σωτῆρος τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπειδὴ γὰρ οἱ τῶν ἐθνῶν νομιζόμενοι θεοὶ νεκροὶ ἄψυχοι τυγχάνουσι· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ταῦτα δὲ ἔσεβον οἱ τότε ἄνθρωποι· ἐγὼ, φησὶν, οὐ τοιοῦτόν τινα Θεὸν, ἀλλὰ ζῶντα Θεὸν προθεωρῶν, τῇ καρδίᾳ εὐφραίνομαι· καὶ αὕτη δέ μου ἡ σὰρξ ἐπὶ τούτῳ τῷ Θεῷ ἠγαλλιάσατο, ὡς ἐπὶ Θεῷ ἀληθῶς ζῶντι καὶ ζωοποιοῦντι τοὺς νεκροὺς, ὃς καὶ αὐτήν μου ζωοποιήσει τὴν σάρκα διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. Διὸ πρὸς τῇ ψυχῇ καὶ ἡ σάρξ μου ἠγαλλιάσατο. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ πῶς γὰρ οὐ δίκαιον, φησὶ, προσφιλῆ καὶ ἀγαπητὰ ὁμολογεῖν εἶναι τὰ σκηνώματά σου, ὦ Κύριε, ὁπότε καταφυγὴ γέγονε παντὶ τῷ οἵῳ τε λέγειν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· καὶ πάλιν τῷ φάσκοντι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν. Πολλῶν γὰρ τὴν τοῦ θεοφιλοῦς ψυχὴν παγίσι μεταβάλλειν καὶ δικτύοις ὥσπερ θηρεύειν αὐτὴν πειρωμένων, διιπταμένην ὧδε κἀκεῖσε, καὶ πάντη περινοστοῦσαν, τῷ μὴ ἔχειν ἀνάπαυσιν ἐν τῷ θνητῷ βίῳ, μόνα τὰ τοῦ Θεοῦ σκηνώματα καταφυγὴ τῇ τοιαύτῃ γέγονε. Διὸ εἴρηται· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, ἀλλὰ καὶ τρυγὼν νοσσιάν· ἡ κατὰ τὴν ἐνεστῶσαν ζωὴν σεμνότητα καὶ σωφροσύνην ἀσκοῦσα ψυχὴ (τοιοῦτον γὰρ εἶναι λέγεται τὸ ὄρνεον), ἀποκλᾳομένη καὶ θρηνοῦσα τὴν ἐν ἀνθρώποις κακίαν, εὗρε καταφυγὴν καὶ αὐτὴ τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυθέντα διὰ τῆς τοῦ Χριστοῦ σου διδασκαλίας θυσιαστήρια· ἔνθα ὥσπερ ἐν καλιαῖς καὶ νεοττίαις τὰ ἀρτιγενῆ καὶ νεογνὰ τῶν αὐτῆς τέκνων ἀποθήσεται, ἀσφαλῆ καὶ ἀνεπιβούλευτον εὑροῦσα τοῖς ἑαυτῆς νεοττοῖς μονήν· ὥστε εἶναι τὰ θυσιαστήριά σου στρουθίῳ μὲν οἰκίαν, καλιὰν δὲ τρυγόνι. Ταῦτα γὰρ τὰ ὄρνεα, τὸ στρουθίον λέγω καὶ ἡ τρυγὼν, πάλαι μὲν, πρὸ τοῦ συστῆναι τὰ πανταχοῦ γῆς θυσιαστήρια, οὐκ εἶχε καταφυγήν· ἐπλανᾶτο δὲ μακροῖς χρόνοις, ἐν οἷς ἠλαύνετο καὶ ἐδιώκετο πρὸς τῶν θηρευτῶν. Διὸ δὴ ἔλεγον ὁ δίκην στρουθίου ἐλαυνόμενος· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

Καὶ ῥυσθέντες γε ἐκ χειρὸς ἐχθρῶν, ὡμολόγουν λέγοντες καὶ αὐτοί· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἀφανεῖς οὖν καὶ ἀόρατοι οἱ θηρευταὶ ταῖς τὸν οὐράνιον καὶ μετάρσιον βίον μεταδιωκούσαις ψυχαῖς ἐπιβουλεύοντες, δίκτυα καὶ παγίδας ἱστῶντες, θήρατρά τε παντοῖα κατεσκεύαζον εἰς ἐπιβουλὴν αὐτῶν. Καὶ ταῦτά γε παρίστατο διὰ τοῦ προηγουμένου ψαλμοῦ, ἐν ᾧ εἴρητο· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου. Κατὰ τούτους τῶν διωγμῶν καιροὺς, καθ᾽ οὓς οἱ ἐχθροὶ τοῦ Θεοῦ τὸν λαὸν αὐτοῦ πολεμοῦντες ἤλαυνον, οἱ τοῦ Θεοῦ ἄνθρωποι δίκην στρουθίων ὧδε κἀκεῖσε περιφεύγοντες, ὕστερόν ποτε εἰρήνης καταξιωθέντες, εὗρον τὰ σκηνώματα τοῦ Θεοῦ, καὶ τὰς αὐλὰς αὐτοῦ, καὶ τὰ θυσιαστήρια καταφυγὴν ἑαυτοῖς καὶ ἀνάπαυσιν. Εἴποις δ᾽ ἂν τοὺς μὲν εὐζώνους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους εἶναι στρουθίον, τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πρόνοιαν πεποιημένους, τὴν τρυγόνα, ἣν τῷ Θεῷ φησι προσφέρειν δεῖν τοὺς ἑαυτοὺς νεοττοὺς καὶ ἀνατιθέναι αὐτοὺς, ὡς ἐν καλιᾷ ἐν τοῖς θυσιαστηρίοις αὐτοῦ.

Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Διάψαλμα. Διὰ τί προσφιλῆ μοι τυγχάνει καὶ ἀγαπητὰ τὰ σκηνώματά σου, καὶ τίνος ἕνεκα ἐκλείπει ἡ ψυχή μου περὶ αὐτὰ, ἀλλὰ καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἐπὶ τίνι ἠγαλλιάσατο; Ἐπειδήπερ εὗρεν ἑαυτῷ στρουθίον οἰκίαν καὶ τρυγὼν νοσσιὰν, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· παρ᾽ οἷς θυσιαστηρίοις οἱ μὴ πρὸς βραχὺ διατρίβοντες, ἀλλ᾽ εἰς τὸ διηνεκὲς κατοικοῦντες, καὶ παραμόνως ἐμμένοντες, τρισμακάριοι τυγχάνουσι. Τοῦτο δ᾽ εἰπὼν, πάντα τὰ παρὰ Μωϋσεῖ νόμιμα περιέγραψεν. Οὐ γὰρ μακαρίους εἶπε τοὺς ἐμπεριτόμους, οὐδὲ τοὺς τὰ Σάββατα φυλάττοντας, οὐδὲ τοὺς τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ τὰς λοιπὰς τοῦ σωματικοῦ νόμου ἐντολὰς ἐπιτηροῦντας, ἀλλ᾽ οὐδὲ τοὺς ἀπογόνους Ἀβραὰμ, οὐδὲ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλ᾽ ἁπαξαπλῶς ἅπαντας τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τί γὰρ ἂν γένοιτο ἀληθῶς μακαριώτερον τοῦ βασιλέα μὲν τὸν Θεὸν αὐτοῦ, καὶ τὸν Κύριον τῶν δυνάμεων ἐπιγράφεσθαι, οἰκεῖν δὲ τὸν οἶκον αὐτοῦ διηνεκῶς, ἐξ οὗ πορίζεται ἡ τοῦ Θεοῦ ἀθανασία καὶ ἡ αἰώνιος ζωή;

Τοῦτο γοῦν παρίστησιν ὁ λόγος φάσκων· Εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Πῶς δ᾽ ἂν ἄλλως δύναιτό τις εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸν Θεὸν αἰνεῖν ἢ διαιωνίζων καὶ αὐτὸς, ἀΐδιόν τε καὶ ἀθάνατον κεκτημένος ζωήν; Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Πληρώσας τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς διανοίας, μεταβολῇ κέχρηται τοῦ λόγου ἀπὸ διαψάλματος.

Διόπερ ἀνωτέρω πληθυντικῶς μακαρίους τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰπὼν, ἐνταῦθα ἕνα τινὰ μακαρίζει κατὰ ἐξαίρετον. Τίνα δὲ τοῦτον ἢ τὸν ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ἀντιλήψεως τῆς παρὰ τοῦ Θεοῦ ἠξιωμένον, τὸν καὶ ἀναβάσεις ἐσχηκότα Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ; Τοῦτον γὰρ τὸν ἄνδρα πάλιν μακαρίζει· ἀλλ᾽ οὐ τὸν τῶν παρὰ Μωϋσεῖ σωματικῶν ἐντολῶν φύλακα. Τοιοῦτος δέ ἐστι πᾶς ὁ ἀποκλᾳόμενος ἑαυτὸν ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, καὶ τὴν ἐπίγειον ταύτην ζωὴν βαρούμενος, ἢν κοιλάδα κλαυθμῶνος ὁ λόγος ὀνομάζει, διὰ τὸ κλαυθμοῦ ἄξια εἶναι τὰ ἐνταῦθα, κλαυθμοῦ τε ἄξια πράττειν τοὺς ἐπὶ γῆς ἀνθρώπους, καὶ διὰ τὸ τοὺς ἁγίους τοῦ Θεοῦ κατὰ τὸν παρόντα βίον ἀποκλᾴεσθαι, στενάζοντας καὶ βαρουμένους κατὰ τὸν Ἀπόστολον.

Πᾶς οὖν ὁ ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ θνητῷ βίῳ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως τυγχάνων, μακάριος ἀληθῶς ἂν εἴη, ὅτε μάλιστα ἀναβάσεις τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίνονται. Τῶν γὰρ ἄλλων ἀνθρώπων θνητοῖς λογισμοῖς καθελκομένων εἰς πᾶν εἶδος ἁμαρτίας, ἀλλὰ καὶ δαιμόνων ἐπιβολαῖς, καὶ πονηρῶν πνευμάτων ἐνθυμήσεσι ὑποσκελιζομένων, ὁ μὴ τούτοις ἁλισκόμενος, κατὰ δὲ Θεοῦ χάριν ἀναβάσεις ἀγαθὰς καὶ λογισμοὺς ἐκ Θεοῦ πεμπομένους ἐν τῇ καρδίᾳ αὐτοῦ κτώμενος, οὗτος ἀληθῶς μακάριος, ὁ καὶ διὰ παντὸς κατοικῶν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ὥσπερ ἱερεύς τις μόνῃ τῇ λατρείᾳ τοῦ Θεοῦ σχολάζων, καὶ μακάριος οὗτος· ἅτε πρῶτον μὲν ἀντιλήπτορα ἔχων τὸν Θεὸν βοηθοῦντα αὐτῷ, καὶ ἀντιλαμβανόμενον ἐν πάσαις αὐτοῦ ταῖς πράξεσιν· ἔπειτα κεκτημένος ἀναβάσεις Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἀγαθοὺς δὲ λογισμοὺς σημαίνουσιν αἱ ἀναβάσεις καὶ ἀγαθὰς ἐνθυμήσεις τὰς κατὰ Θεοῦ βουλὴν ἀνιούσας καὶ ἀνατρεχούσας ἐπὶ τὴν μνήμην τοῦ μακαριζομένου. Νοήσεις δὲ τοῦτο παραθεὶς τό· Ὅταν διώκωσιν ὑμᾶς καὶ ἄγωσιν εἰς συνέδρια, μὴ μεριμνήσητε πως ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ὁ λόγος ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν. Ἐν ᾧ γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ λαλεῖ, τούτου ἀναβάσεις Θεοῦ ἐν καρδίᾳ αὐτοῦ γίγνονται.

Διὸ εἰκότως μακαρίζεται. Οὗτος δὲ αὐτὸς ἐν τῷ χωρίῳ τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ τὴν τοῦ Θεοῦ Διαθήκην καὶ τὰ λόγια αὐτοῦ πρεσβεύων διέθετο.

Ἀντὶ δὲ τοῦ, Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ὁ Σύμμαχός φησι, Προοδεύων κοιλάδα ἔκλαιεν. Κοιλάδα δὲ κλαυθμῶνος ἐν τούτοις τὸν ἀνθρώπινον ἔφαμεν δηλοῦσθαι βίον, ὃν ὁ μακαριζόμενος παροδεύων καὶ παρατρέχων, ὥσπερ τις πάροικος καὶ παρεπίδημος, τὴν ἐπουράνιον ἑαυτοῦ πατρίδα ποθῶν, ἀποκλᾴεται κλαυθμὸν τὸν μακαριοποιὸν κατὰ τό· Μακάριοι οἱ κλαίοντες. Οἷος ἦν ὁ Παῦλος λέγων· Ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι.

Ἀντὶ δὲ τοῦ, Εἰς τόπον ὃν ἔθετο, ὁ μὲν Ἀκύλας φησὶ, Πηγὴν θήσονται αὐτήν· ὁ δὲ Σύμμαχος, Πηγὴ τάξεται. Τίνα δὲ αὐτὴν, φησὶ, πηγὴν θήσονται, ἢ δηλονότι τὴν κοιλάδα τοῦ κλαυθμῶνος; Ὅλον γοῦν οὕτως ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών· Παρερχόμενοι ἐν κοιλάδι τοῦ κλαυθμοῦ, πηγὴν θήσονται αὐτήν.

Δηλοῖ δὲ διὰ τούτων, ὡς ἄρα οἱ πάροικοι καὶ παρεπίδημοι ἐν τῷ βίῳ τούτῳ τὴν τῶν ἀνθρώπων κοιλάδα πηγὴν θήσουσι, ἢ τάξουσι πηγὴν κατὰ τὸν Σύμμαχον, τὴν ἔνθεον διδασκαλίαν τοῦτον ὀνομάσαντες τὸν τρόπον.

Πηγὴ γὰρ ζωῆς καὶ ποτὸν ἀθανασίας ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος τῷ τῶν ἀνθρώπων βίῳ καταβέβληται ὑπὸ τῶν τοῦ Θεοῦ ἀνθρώπων διὰ τῆς ζωοποιοῦ καὶ θεοσεβοῦς διδασκαλίας, ἣν αὐτοὶ μετῆλθον, καὶ ἑτέροις καταλελοίπασιν ἐν ταῖς ἑαυτῶν γραφαῖς. Τούτοις δὲ αὐτοῖς, φησὶν, εὐλογίας μισθὸν τοῦ κλαυθμοῦ καὶ καρπὸν ἐπάξιον δώσει ὁ νομοθέτης αὐτῶν. Τίσι δὲ τούτοις δώσει τὰς εὐλογίας, ἢ δηλονότι τοῖς ἐν τῇ κοιλάδι ταύτῃ ἀποκλᾳομένοις καὶ πηγὴν ἐν αὐτῇ θεμένοις; Ἀντὶ δὲ τοῦ, ὁ νομοθετῶν, ὁ μὲν Ἀκύλας, πρώϊμος, ὠνόμασεν, ὁ δὲ Σύμμαχος, ὁ ὑποδείκτης· ἡ δὲ πέμπτη ἔκδοσις, ὁ φωτίζων· ἄλλη δέ τις παρὰ ταῦτα ἔκδοσις ἕκτη, ὁ διδάσκων· ὥστε ἐξ ἁπάντων τὸν σωτήριον λόγον ὑπονοεῖν. Αὐτὸς γάρ ἐστιν ὁ νομοθετῶν· αὐτὸς καὶ ὁ φωτίζων καὶ ὁ διδάσκων· αὐτὸς καὶ ὁ πρώϊμος, αὐτὸς καὶ ὁ ὑποδείκτης, καθ᾽ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ δυνάμεων ταύταις χρώμενος ταῖς ἐπωνυμίαις, παρ᾽ οὗ οἱ ἐν τῇ κοιλάδι κλαίοντες, μεταλαβόντες εὐλογίας, πορεύσονται τὴν ἑαυτῶν πορείαν διανύοντες, καὶ δυναμούμενοι ὁσημέραι· ὡς ἀεὶ προκόπτειν ἐπιδιδόναι ἐκ δυνάμεως βραχυτέρας ἐπὶ δύναμιν μείζονα, καὶ ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος λέγων, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ὅθεν καὶ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ὁδεύσουσιν ἐκ δυνάμεως εἰς δύναμιν.

Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Εἰπὼν, Εὐλογίας δώσει ὁ νομοθετῶν, ἀκολούθως διδάσκει ὅπως δώσει τοῖς ἐν τῇ κοιλάδι τὰς εὐλογίας. Πῶς οὖν, φησὶ, δώσει, ἀλλ᾽ ἢ καταξιώσας ὀφθῆναι ἐπὶ τῆς γῆς; Σφόδρα δὲ ἀκολούθως θεσπίσας ὁ λόγος ληνοὺς Θεοῦ πλείστας μέλλειν ἔσεσθαι καθ᾽ ὅλης οἰκουμένης καὶ σκηνώματα πλεῖστα καὶ αὐλὰς πλείους, καὶ θυσιαστήρια πλεῖστα, ἐπάγει τὴν αἰτίαν, δι᾽ ἣν ἤμελλε ταῦτα πάντα ἐπὶ γῆς συνίστασθαι. Τίς δὲ ἦν ἡ αἰτία διδάσκει λέγων· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· σαφῶς παρουσίαν εἰς ἀνθρώπους Θεοῦ καὶ φανέρωσιν αὐτοῦ διδάσκων.

Θεὸς δὲ θεῶν ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται, νοουμένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· Ἐγὼ εἶπον· Θεοί ἐστε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· καὶ, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ γὰρ ἐν τούτοις Θεὸς θεῶν οὐδὲ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγος ἀνηγόρευται· ὁ δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς αὐτοῦ χορηγίας καὶ μετοχῆς τοῦ αὐτοῦ Πνεύματος ἀπεργασάμενος.

Θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Ἑξῆς δ᾽ οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει, λέγων ἐν εὐχῇ· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ δὲ τοῦ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, ὁ Ἀκύλας φησὶν, Ὀφθήσεται ἰσχυρὸς Θεὸς ἐν Σιών.

Τίς δ᾽ ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων· Ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου σχήματι ὀφθεὶς, φήσας τε πρὸς αὐτόν· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἐφ᾽ ᾧ καὶ ὁ θεοφιλὴς, συναισθόμενος τοῦ χρηματίζοντος αὐτοῦ Θεοῦ φησι· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Αὐτὸς οὖν ἐκεῖνος ὁ Θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησὶν, ἐν Σιὼν, διαῤῥήδην τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦτον σημαινομένης τὸν τρόπον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Θεὸν Ἰακὼβ ἐπικαλούμενος, ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει. Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεός.

Τίνας δέ φησιν ἰδὲ, ἀλλ᾽ ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; Ἐπιλέγει δὲ ἑξῆς· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου, εὐχόμενος ἐπιταχῆναι τὴν τοῦ Θεοῦ Λόγου εἰς τὸν Χριστὸν αὐτοῦ, ὃν ἐκ σπέρματος Δαυῒδ ἐνεδύσατο, παρουσίαν.

Διὸ καὶ ὁ Ἀκύλας φησὶ, Θυρεὲ ἡμῶν, ἴδε, Θεὲ, καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεὸς, καὶ πρόσβλεψον τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ταῦτα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ Θεοῦ προφῆται, οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων, καὶ μεταβαλόντες ἀπὸ πολέμου εἰς εἰρήνην, τά τε σκηνώματα τοῦ Θεοῦ λοιπὸν τῷ θείῳ Πνεύματι προορῶντες, καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. Οἳ καὶ παρακαλοῦσι τὸν τοῦ Θεοῦ Λόγον, τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον, ἐπιβλέψαι ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ αὐτοῦ, ἵν᾽, ἐπιφανέντος αὐτοῦ καὶ τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα Χριστὸν ἀναλαβόντος, λύσις μὲν γένηται προτέρων κακῶν τοῖς πᾶσιν, ἀγαθὰ δὲ διὰ τοῦ Χριστοῦ τὸ τῶν ἀνθρώπων διαδέξηται γένος.

Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Τῆς τοῦ Θεοῦ παρουσίας τὴν μίαν, τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡμέραν, πολὺ κρείττω χιλιάδων καὶ προτιμοτέραν ὁ τὸν παρόντα ψαλμὸν λέγων ἡγεῖται. Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τῶν χιλιάδων τὸν χρόνον τῆς συστάσεως τῆς Ἱερουσαλήμ. Ἐν ὅλοις γὰρ χιλίοις ἔτεσι συνέστη ὁ ἐν αὐτῇ νεώς· τοσαῦτα γὰρ ἦν τὰ ἀπὸ τῆς Σολομῶντος κατασκευῆς τοῦ ναοῦ μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, ἃ καὶ αὖθις δηλοῦσθαι ἡγοῦμαι διὰ τοῦ πθʹ ψαλμοῦ, ὃς ἐπιγέγραπται μὲν, Προσευχὴ Μωϋσέως, φησὶ καὶ προϊὼν, Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τῆς οὖν χιλιάδος ἐκείνης ἡ μία ἡμέρα τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν προκριτέα καὶ προτιμοτέρα τυγχάνει τῷ ταύτης ἐπιθυμητῇ γενομένῳ. Διὸ εὔχεται ταχῦναι τὴν παρουσίαν αὐτοῦ λέγων· Ἰδὲ, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.

Οὐ πάντως δὲ πληθυντικῶς ἀκουστέον τῶν χιλιάδων· παρὰ γὰρ Ἑβραίοις αὕτη ἡ λέξις μίαν χιλιάδα σημαίνει, ὡς παντὶ τῷ ἐπιστήσαντι δῆλον ἔσται. Καὶ ἐπειδήπερ ἡ μία ἡμέρα προτιμοτέρα ἐστὶ τῆς χιλιάδος ἐν ταῖς αὐλαῖς ταῖς καθ᾽ ὅλης τῆς οἰκουμένης, διὰ τῆς θεοφανείας τοῦ προφητευομένου Θεοῦ, ἱδρυθείσαις· διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.

Καὶ πάλιν ἐπειδήπερ ἀνωτέρω ἔλεγε τὸ, Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· τούτῳ πιστεύων καὶ ἀκριβῶς πεπεισμένος ἀληθῆ εἶναι τὸν λόγον, διὰ τοῦτό φημι· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον· ἵν᾽ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ὢν, δύνωμαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνεῖν τὸν Θεόν.

Μᾶλλον δὲ ἐξελεξάμην ὥσπερ τὴν μίαν ἡμέραν ὑπὲρ τὴν χιλιάδα, οὕτω τὸν οἶκον τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, μᾶλλον ἢ οἰκεῖν ἐν πολλοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν. Μιμήματα γὰρ τῶν σκηνωμάτων τοῦ Θεοῦ καὶ οἱ ἁμαρτωλοὶ ἑαυτοὺς κατεσκεύασαν· ἀλλὰ τὰ μὲν τοῦ Θεοῦ ἀγαπητὰ τυγχάνει, μίσους δὲ ἄξια τὰ τῶν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος.

Ἀντὶ τοῦ, Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Ἀκύλας φησὶν, Ὅτι ἔλεος καὶ θυρεὸς Κύριος ὁ Θεός· καὶ ἡ πέμπτη ἔκδοσις, Ὅτι ἥλιος καὶ σκεπαστὴς Κύριος ὁ Θεός· καὶ ὁ Σύμμαχος δὲ τούτοις συμφώνως, Ὅτι ἥλιον, ὠνόμασε. Διὰ τοῦτο γὰρ, φησὶν, ἐκείνη ἡ μία ἡμέρα κρείσσων ἐστὶ χιλιάδων, ἐπειδήπερ αὐτὸς ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἥλιος τυγχάνει τῆς ἡμέρας ἐκείνης. Τοῦτον δὲ καὶ ὁ προφήτης τὸν ἥλιον ᾐνίττετο φήσας· Τοῖς δὲ φοβουμένοις με ἀνατεῖλε Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Τὸν αὐτὸν δὲ ἐδήλου καὶ ὁ εἰπών· Καὶ δύσεται ὁ Ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου· γυμνότερον δὲ ὁ Ἡσαΐας, Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, φησὶν, ἀλλ᾽ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Τοιοῦτος δὲ ἥλιος ὢν ὁ Κύριος, χάριν καὶ δόξαν καὶ ἔτι μεῖζον καὶ κρεῖττον, ἄῤῥητόν τε καὶ ἀπόῤῥητον ἀγαθὸν δώσει τοῖς πορευομένοις ἐν ἀκακίᾳ· ἢ κατὰ τὸν Σύμμαχον, Τοῖς ὁδεύουσιν ἐν τελειότητι.

Διὰ τοῦτο πιστεύων τοῖς εἰρημένοις, καὶ ἀκριβῶς ἐμαυτὸν πείσας ἀληθεῖς εἶναι τοὺς περὶ τούτων λόγους, τέλος τοῦ παντὸς λόγου φημί· Κύριε τῶν δυνάμεων, μακάριος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Πᾶς γὰρ ὁ ἄλλως παρὰ τοῖς πολλοῖς μακαριζόμενος πεπλανημένως ἂν μακαρίζοιτο. Μόνος δὲ, εἰ χρὴ τἀληθῆ φάναι, μακάριος διὰ τὰ προλελεγμένα, ὡς ἂν πάντων τῶν ἀγαθῶν ἔμπλεος, ὅ σοι μόνῳ ἑαυτὸν ἀναρτήσας, καὶ πάσας ἑαυτοῦ τὰς ἐλπίδας ταῖς παρὰ σοὶ ἐπαγγελίαις ἀναθείς. Ἤδη δὲ τρίτον ἐν τῷ παρόντι ψαλμῷ μακαρίσας ὁ λόγος τοὺς ἐμφερομένους ἐν αὐτῷ, οὐδαμῶς τοῦ Ἰουδαίων ἔθνους, οὐδὲ τοῦ Ἰσραὴλ ἐμνημόνευσεν, οὐδὲ τοὺς τὰ Μωϋσέως δι᾽ ἔργων ἀποπληροῦντας ἐμακάρισεν· ἀλλὰ πρῶτον μὲν καθόλου τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· δεύτερον πάντα ἄνδρα οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ Κυρίου· καὶ ἐπὶ τέλει τοῦ παντὸς λόγου ἀορίστως καὶ καθολικῶς πάντα ἄνθρωπον τὸν ἐλπίζοντα ἐπὶ Κύριον.

Χρῆν γὰρ ἐπιφανείας Θεοῦ καὶ Χριστοῦ παρουσίας εἰς ἀνθρώπους καταγγελλομένης μὴ Ἰουδαίοις μόνον ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις τοὺς παρὰ τῷ Θεῷ μακαρισμοὺς ἀναγγελίζεσθαι.

ΕΙΣ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ. ΠΔʹ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ μετὰ τὴν ἐν ἐκείνῳ θεσπισθεῖσαν θεοφάνειαν ἐν τῷ μετὰ χεῖρας κακῶν ἀπαλλαγὴ προφητεύεται, καὶ λύτρωσις μὲν αἰχμαλωσίας, συγχώρησις δὲ καὶ ἄφεσις ἁμαρτημάτων. Εἵπετο γὰρ ταῦτα τῇ τοῦ Θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, καὶ τοῖς λοιποῖς τοῖς ἐπὶ τῷ πρὸ τούτου ψαλμῷ δεδηλωμένοις. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ σκηνώματα Θεοῦ πλεῖστα καὶ αὐλαὶ καὶ θυσιαστήρια ἐπὶ τῆς γῆς ἐθεσπίζετο συστήσεσθαι, καὶ τὸ τούτων αἴτιον Θεὸς ἦν μέλλων ἐπὶ γῆς φαίνεσθαι, καὶ ὀνομαστὶ Χριστὸς ἦν ἐπιβλεπόμενος· ἐλέγετο γοῦν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· καὶ πάλιν· Ἐπίφανον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου· εἰκότως ἐν τῷ προκειμένῳ ψαλμῷ τὰ μέλλοντα ἔσεσθαι καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης προαναφωνεῖται.

Ἃ δὴ καὶ πεπλήρωται ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, καθ᾽ ἣν εὐδόκησεν ὁ Θεὸς καταξιώσας αὐτὴν τῆς ἐπιβάσεως τοῦ Χριστοῦ αὐτοῦ. Πάλαι μὲν γὰρ εἴρητο τῷ πρωτοπλάστῳ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· καὶ ἄλλος προφητῶν ἔλεγεν· Ἀρὰ καὶ φόνος καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσιν· Ὡς δὲ ἐπεδήμει τῇ γῇ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀπὸ γῆς σῶμα ἀνελάμβανε· μεταβολὴ προτέρων ἐγίγνετο κακῶν, καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον ἀντὶ τῆς προτέρας ἀρᾶς εὐλογίας Θεοῦ μετελάμβανεν, ἐκκλησίαι τε καὶ οἶκοι τῷ Θεῷ προσευκτήριοι καθ᾽ ὅλης τῆς οἰκουμένης συνίσταντο. Διὸ νῦν μὲν λέλεκται· Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἐν ἑτέροις δὲ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ πάλιν· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἰκότως οὖν καὶ αὐτοῦ λέλεκται τοῦ Κυρίου ἡ γῆ κατὰ τὸ, Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Οὐ μόνον γὰρ κτίσμα αὐτοῦ καὶ ποίημα, ἀλλὰ καὶ κτῆμα γέγονε διὰ τὰ λελεγμένα.

Πῶς δὲ εἴρηται τὸ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, νοήσεις ἐκ τῆς σωτηρίου φωνῆς, δι᾽ ἧς τὴν φήσασαν τοῦ Ἡσαΐου προφητείαν, Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀναγνοὺς ἐπήγαγε, Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων εἰς ἑαυτὸν πληροῦσθαι τὸ λόγιον.

Ὅτι δὴ αὐτὸς ἦν ὁ Σωτὴρ καὶ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν, ἃς ἀπὸ τῆς πικρᾶς δουλείας τῆς πολυθέου πλάνης καὶ τῆς δαιμονικῆς ἐνεργείας ἠλευθέρου, λύσας αὐτῶν τὰς σειρὰς τῶν ἁμαρτιῶν. Ὃ δὴ καὶ αὐτὸ παρίσταται διὰ τοῦ προκειμένου ψαλμοῦ φάσκοντος· Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἀνομίας δὲ ἀφιεμένας καὶ καλυπτομένας οἶδε καὶ ἀλλαχοῦ ὁ φάσκων λόγος· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· Σημαίνει δὲ διὰ τούτων τὸ Πνεῦμα τὴν ὑπὸ τοῦ Σωτῆρος δεδωρημένην ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων τοῖς ἀπὸ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας λελυτρωμένοις· οἷς, εἰ μετὰ τὴν ἄφεσιν πάλιν ἁμάρτοιεν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ᾽ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ δευτέρων κατορθωμάτων καλύπτειν τὰ προημαρτημένα συνεχώρησε. Ταῦτα δὲ πάντα τῇ τῶν ἀνθρώπων γῇ, καὶ δηλαδὴ τοῖς κατοικοῦσιν αὐτὴν, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τῶν ὅλων Θεὸς ἐδωρήσατο, καταπαύσας τὴν ὀργὴν καὶ τὸν θυμὸν, ὧν ἄξιοι τὸ πρὶν ἐτύγχανον οἱ τὴν γῆν οἰκοῦντες, ἅτε δὴ ἐχθροὶ ὄντες αὐτοῦ διὰ τὰς τῶν ἀσεβειῶν αὐτῶν ὑπερβολάς· ἀλλὰ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος δὲ αὐτοῖς τὰ παραπτώματα.

Διὸ λέλεκται· Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾽ ἡμῶν. Μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Τὰ μὲν πρότερα προεφητεύετο περὶ τῶν γενησομένων καθ᾽ ὅλης τῆς γῆς, ἃ δὴ καὶ τέλους ἔτυχε διὰ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν· τὰ δὲ προκείμενα εὐχὴν περιέχει ὑπὲρ τοῦ ἐκ περιτομῆς λαοῦ. Ἐπειδὴ γὰρ ὁ προφήτης προεώρα τῷ θείῳ Πνεύματι τὴν εἰς τὸν Χριστὸν ἀπείθειαν τοῦ Ἰουδαίων ἔθνους, καὶ τὴν καταληψομένην αὐτοὺς ὀργὴν τῶν τολμηθησομένων αὐτοῖς ἕνεκεν, εἰκότως τὴν προκειμένην εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει· ὡς μηκέτι δοκεῖν ἐναντιολογίαν περιέχειν τὸν ψαλμὸν, ἀνωτέρω μὲν τὰ χρηστότερα θεσπίσαντα πάσῃ τῇ γῇ, ἐν δὲ τοῖς προκειμένοις, ὡς μηδενὸς ἀγαθοῦ πεπραγμένου τὴν εὐχὴν διεξιόντα. Τὰ τοίνυν πρῶτα περὶ τῶν διὰ τοῦ Σωτῆρος ἡμῶν παρασχεθεισῶν τῷ τῶν ἀνθρώπων βίῳ εὐεργεσιῶν προεφητεύετο· τὰ δὲ δεύτερα ὁ προφήτης ὑπὲρ τῶν ὁμοεθνῶν εὔχεται, ἱκετεύων παύσασθαι μὲν τὴν κατ᾽ αὐτῶν ὀργὴν, καταξιωθῆναι δὲ καὶ αὐτοὺς τῆς τοῦ Θεοῦ ἐπιστροφῆς καὶ τῆς ἐπὶ τῷ Χριστῷ τοῦ Θεοῦ εὐφροσύνης.

Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἔτι καὶ ταῦτα ὁ Προφήτης εὔχεται, ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ Θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. Παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν, διὰ τοῦ φάσκειν· Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς Εὐαγγελίοις· λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν, εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Τοῦτο οὖν αὐτὸ καὶ ὁ Προφήτης ἰδεῖν εὔχεται· διό φησιν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν. Εὐξάμενος ὁ Προφήτης, τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. Εἶτα προσδοκήσας ἀποκρίσεως τυχεῖν φησιν αὐτὸς πρὸς αὑτόν· Τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονε· καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου Πνεύματος, καὶ μαθεῖν παρ᾽ αὐτοῦ τί μέλλοι θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν.

Εἶτα βραχύ τι ἐφησυχάσας, πληροῦται τοῦ Πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν· Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπιστήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ Θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Αὐτὸ δὴ οὖν τοῦτό φησι τὸ Σωτήριον ἔγγιστα τυγχάνειν, καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ σωτήριον ὀνομάζειν, πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν. Ὃ δὴ καὶ νῦν θεσπίζων ὁ λόγος, παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν εἰδωλολατρείαν ὑποστάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν, καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς τῷ Θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθησομένης.

Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ᾽ ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, διασαφεῖ λέγων· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Δύο δὴ διὰ τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιοσύνης καὶ εἰρήνης. Συνήντησαν ἀλλήλαις, φησὶ, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι· κατεφίλησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ τὸ ἔλεος. Πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυχοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν· ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δικαιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ ἀλήθεια. Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.

Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο, τοῦ σωτηρίου τοῦ Θεοῦ ἐπὶ γῆς ὀφθέντος. Ἐπεὶ σὺν τῷ Σωτηρίῳ ἀλήθεια ἐκ τῆς γῆς ἀνατείλασα, ταύτῃ τε συναντήσασα ἡ ἐκ τοῦ οὐρανοῦ διακύψασα δικαιοσύνη, εἰς πάντας ἀνθρώπους ἐξ ἴσου καὶ κατὰ τὸ δικαιότατον τὴν τοῦ Θεοῦ χάριν ἐξήπλωσε.

Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται· δι᾽ οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ᾽ ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι᾽ αὐτῆς ἀληθείας.

Διὸ εἴρηται· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπὰ, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι αἱρεσιῶται. Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως, ἀλήθεια ὢν, ἀπὸ τῆς γῆς ἀνέτειλε, ξένον τι χρῆμα τῆς γῆς, καὶ οἷον οὐδεπώποτε προηνέγκατο ἀγαθὸν, ἀποδούσης· ἐφ᾽ ὃν καὶ ἡ ἐξ οὐρανοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. Τίς δ᾽ ἂν εἴη ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ᾽ ἢ αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ εἴρηται, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Οὗτος γὰρ, ἐξ οὐρανῶν καταβὰς, ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ, ἡνώθη τε αὐτῇ, καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς. Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ Θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκονομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ εἵπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου Θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης, ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. Πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός· νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ Θεοῦ.

Τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον· διὰ γὰρ τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη, καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. Γέγραπται δὲ σαφῶς περὶ τοῦ Σωτῆρος ἡμῶν, Ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ, Εἰρηνοποιήσας δι᾽ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ εἴρηται τὸ, Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμετέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν προφητευομένων ἐκβάσεως συνέστη. Καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ αὐτοῦ, αὐτὸς ὁ Χριστὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη, ταύτης ἐπιβῆναι κατηξίωσε; Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ Θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ, θεσπίζει μετὰ τὴν εὐχὴν, εἰπών· Ἀκούσομαι τί λαλήσει Κύριος ὁ Θεός· διὸ ἐπήγαγεν ἑξῆς· Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ. Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συνήντησαν, ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν.

Ὧν οὕτως ἐχόντων, καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ Προφήτου, καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. Καὶ γὰρ εὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρήνην, καὶ διαῤῥήξας τοὺς δεσμοὺς, καὶ τοὺς κλοιοὺς τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγενομένους. Διὸ καὶ συνῆπται τῷ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, τὸ, Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, καὶ τὸ, Ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη ἢ δι᾽ ἀφέσεως τῶν ἁμαρτιῶν. Ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις, ὅτε, λαβὼν τὴν βίβλον τοῦ Ἡσαΐου, καὶ ἀναγνοὺς τὸ, Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.

Εἰ δ᾽ οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώπων πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων πολεμίων, τῶν ἀληθῶς ἐχθρῶν τοῦ Θεοῦ, καθελκυσθὲν εἰς εἰδωλολατρείας, καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσει δεινὴν ταύτην φάναι ψυχῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημμελημάτων καὶ λύσιν προτέρων ἀσεβημάτων παρασχὼν, αἴτιος ἡμῖν κατέστη τῆς ἐν τῷ ψαλμῷ εὐχαριστίας, ὡς δύνασθαι καὶ ἡμᾶς λέγειν· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.

Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Πάλαι μὲν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε, κατὰ τὸ εἰρημένον· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· νῦν δ᾽ ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκολούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ Κυρίου χρηστότητος.

Καρπὸς δὲ ἐπάξιος Θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι᾽ ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, φέρουσά τε βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Εἰκότως οὖν τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη, τοῦ ἁγίου Πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· καὶ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ ὅσα τούτοις ὅμοια τυγχάνει. Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών· Δικαιοσύνη ἑκάστου προελεύσεται αὐτὸν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ.

Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν, καὶ αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προάγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν, καὶ τὰ διαβήματα αὐτῆς κατατάττουσαν· ὅπως ὁδεύσας τὴν εἰς οὐρανοὺς φέρουσαν, ἐπιστηριζόμενός τε καὶ χειραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύνης αὐτοῦ, τύχοι τῶν ἐπουρανίων ἐπαγγελιῶν, ἃς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐκήρυττε πᾶσιν ἀνθρώποις λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

ΠΡΟΣΕΥΧΗ Τῼ ΔΑΥΙΔ ΠΕʹ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγʹ, ἔπειτα τοῦ πδʹ, καὶ τρίτου τοῦ πϛʹ, καὶ τελευταίου τοῦ πζʹ, πῶς ἡ προσευχὴ τοῦ Δαυῒδ ἀκαίρως, ὡς ἂν εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξετάσειεν.

Ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ᾽ εὐκαιρότατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμεμίχθαι τὴν προκειμένην εὐχήν. Ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων, Θεοῦ τε εἰς ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ Σωτῆρος ἀνθρώπων, οἱ πρῶτοι τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ προεφήτευον, ὅτε πγʹ καὶ πδʹ.

Ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ, καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο, καὶ Χριστοῦ γένεσιν, καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον· ἀναγκαίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ Δαυῒδ, δι᾽ ἧς ἱκετεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου μεγαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσι εὐαγγελιζομένης.

Μνημονεύει γοῦν ἐν τῇ αὐτοῦ προσευχῇ ὁ Δαυῒδ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ Θεοῦ χάριτος, ἀποθαυμάζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι᾽ ὧν φησιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τοῦ ἴσων ἀγαθῶν τυχεῖν, εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελικῶν ψαλμῶν παρεμβάλλει. Ταῦτα μὲν οὖν εἰς τὴν λεχθεῖσαν πρότασιν εἰρήσθω. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ Προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ᾽ οὗτος μετὰ προσθήκης, τοῦ Δαυῒδ, εἴρηται· ἕτερος δὲ ἐπιγέγραπται, Προσευχὴ τοῦ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἄλλος, Προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Ἀλλ᾽ ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ Παλαιᾷ Γραφῇ προσευχὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει, μόνοις αὑτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν.

Διό φησι πρὸς αὐτούς· Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν ἑαυτὸν δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν, ὡς ἤδη υἱὸς Θεοῦ γεγονὼς, τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι Πατέρα, καὶ λέγειν τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. Εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν. Ἡ μέντοι παροῦσα προσευχὴ τοῦ Δαυῒδ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ, τῷ Δαυῒδ, τοῦ Δαυῒδ, εἰρηκότες. Δοκεῖ δὲ ὁ Δαυῒδ τῷ θείῳ Πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν· διὸ πτωχὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιῤῥεόμενος. Ἀλλ᾽ ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ, ὡς ἀρετὰς ἑαυτοῦ καὶ τὰ κατορθώματα προβάλλεται τὴν πτωχείαν καὶ πενίαν.

Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι, ὥσπερ Μωϋσῆς, φωνῆς ἀκούσας Θεοῦ, ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν τῆς θείας φωνῆς τοῦτο φήσας· οὕτω καὶ ὁ Δαυῒδ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ᾽ ἀνατείνας πρὸς τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ὁρᾷ ἑαυτὸν τὸ μηδὲν ὄντα· καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν Θεὸν ὀνομάζειν, Κύριον αὐτὸν καλεῖ, δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων. Εἶθ᾽ ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ, τοῦ δὲ Θεοῦ ὄντος ἐν ὕψει, κλῖναι τὸν Θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ· ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὡς ἀναπέμπειν εἰς ὕψος καὶ τείνειν πρὸς τὸν Θεὸν τὴν ἑαυτοῦ φωνήν. Διὸ δεῖται κλῖναι ἑαυτοῦ τὸ οὖς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ ταπεινότητι συγκαταβῆναι τὴν θείαν ἀκοήν.

Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ Θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχὴ ὧν ἐκέκτητο ἀρετῶν· ἃς ἐδήλωσε πρῶτον εἰπὼν, Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· δεύτερον, Ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας.

Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦλον ἑαυτὸν ὁμολογεῖ καί φησι· Σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος δὲ Θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, μόνῳ δὲ Θεοῦ Λόγῳ ὑποτεταγμένος, καὶ ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν Θεόν.

Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Εἰ καὶ ὅσιός εἰμι, φησὶν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι· ἀλλ᾽ οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀναπέμπω.

Δέομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή. Ἀντὶ γοῦν τοῦ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέδωκεν, Ὅτι πρὸς σὲ βοῶν καθ᾽ ἑκάστην ἡμέραν. Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολάζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς. Καὶ ἐπειδήπερ ἐπ᾽ οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ ὑπὸ τοῦ Θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ᾽ αὐτῷ τῷ Θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν· τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν ἠπίστατο. Διὸ ταῦτα μὲν παραιτεῖται· μόνην δὲ τὴν παρὰ τοῦ Θεοῦ εὐφροσύνην αἰτεῖ τῆς κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος. Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ᾽ ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ Θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως ἐπιλέγει, Ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ, καὶ ἐπιεικὴς, ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων, καὶ ἱλαστὴς, εἰρήκασιν· ὁ δὲ Σύμμαχος, καὶ ἀφίων.

Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ Δαυῒδ, θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τὸ πρὸς σὲ τὴν ψυχήν μου ἦρα· καὶ πάλιν ἀνωτέρω τὸ, Ὅτι ὅσιός εἰμι. Καὶ ταῦτα γάρ μοι, φησὶν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ᾽ ἐκ τῆς σῆς χάριτος.

Σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες, χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις. Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ, καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ προσεύχεσθαί τε καὶ ἐλπίζειν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου. Καὶ ἐντεῦθεν παρίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμὸς, ὡς καὶ διὰ τῆς προγραφῆς. Ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τὸ, ἐκέκραξα, καὶ τὸ, ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησὶν, Ἐπικαλέσομαί σε, ὅτι εἰσακούσεις μου· ὥστε εἶναι τὰ τῆς προσευχῆς ἀναπεμπόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ Θεοῦ βοήθειαν· ἵν᾽, εἴποτε καιρὸς γένοιτο περιστατικὸς, καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν Κύριον ἐν ταῖς θλίψεσιν, ἐπήκοον αὐτὸν σχοίη. Καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦσθαι ἐν ταῖς ἐπιθυμίαις, μηδὲ ἀποῤῥᾳθυμεῖν τῶν πρὸς τὸν Κύριον εὐχῶν, ἀλλὰ προπαρασκευάζεσθαι εἰς τὸν μέλλοντα χρόνον.

Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ᾽ ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ᾽ οὖν καὶ τὸν Δαυῒδ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ᾽ αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. Διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα.

Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυῒδ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττεται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ᾽ οὐρανὸν θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·) ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε.

Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ᾽ ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγορεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας.

Εἶτ᾽ ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς μόνος. Ἐπειδήπερ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν ἀρχῇ ἦν, καὶ Θεοῦ Λόγος ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν Θεὸς, οὐδενὸς τῶν λεγομένων πολλῶν θεῶν ἐν τῇ αὐτοῦ παραθέσει δυναμένου χρηματίζειν Θεοῦ.

Ἄλλος δὲ διὰ τὸ ἐπιφέρεσθαι πᾶσι τούτοις τὸ, ὅτι Σὺ εἶ Θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι· τῇ γὰρ αὐτοῦ δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ Υἱοῦ αὐτοῦ γέγονε· καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς καὶ ποιητὴς διὰ τοῦ Υἱοῦ τὰ πάντα συστησάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ Υἱοῦ, τά τε κατὰ τὴν Παλαιὰν Διαθήκην ἱστορούμενα, καὶ τὰ ἐν τῇ Καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαι, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος. Τὸ δὲ, μόνος, εἴρηται καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν Πατέρα ἐν τῷ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.

Ἐπεὶ δὲ τῆς τοῦ Πατρὸς θεότητος κοινωνὸς ὑπάρχει ὁ Υἱὸς, τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονογενὴς Υἱὸς ὢν καὶ Θεοῦ Λόγος, καὶ Θεοῦ σοφία, εἰκότως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογίᾳ διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων Θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς· ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ ἡ τοῦ Πατρὸς ὁμοιότης σώζεται.

Διὸ καὶ εἰκὼν χρηματίζει Θεοῦ, καὶ, Θεὸς ἦν Λόγος, ὡς ἐν αὐτῷ μὲν σώζεσθαι μόνῳ τὴν τοῦ Πατρὸς ὁμοίωσιν, οὐκέτι δὲ καὶ ἐν τοῖς πολλοῖς θεοῖς. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Εἰς τὸ μὴ ἀποσφαλῆναι τῆς ἀληθείας Θεοῦ, ποδηγοῦ δεόμεθα· διόπερ ὁ μὲν Ἀκύλας, Φώτισόν με, φησὶ, Κύριε, τῇ ὁδῷ σου, περιπατήσω ἐν ἀληθείᾳ σου· ὁ δὲ Σύμμαχος, Ὑπόδειξόν μοι, Κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου. Καὶ πάλιν ἀντὶ τοῦ, Εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου, ὁ μὲν Ἀκύλας φησί· Μονάχωσον τὴν καρδίαν μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου· ὁ δὲ Σύμμαχος, Ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου. Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου, ἐν ὅλῃ τῇ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς, ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ, χαυνοῦσθαι, καὶ ῥᾳθυμότερον ἀναστρέφειν. Ἐπιστρέφει τοίνυν αὐτὸς ἑαυτὸν, καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν Θεὸν εὐχαριστία· διό φησιν· Ἐξομολογήσομαί σοι· καὶ ἐπάγει· Ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει, εἰς τὸν κατώτατον ᾅδην κατασπῶσα. Πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν, ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ δὲ εἰς τὰ κατώτατα, καὶ, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν τὸν πυθμένα, περὶ οὗ εἴρηται· Ὁδοὶ ἀνδρὸς αἱ δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀλλ᾽ ἐκεῖθεν, φησὶν, ἐῤῥύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμέ. Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ νʹ ψαλμῷ, ἐν ᾧ εἴρηκεν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησε τὴν ψυχήν μου, καὶ οὐ προέθετό σε ἐνώπιον αὐτῶν.

Καὶ σὺ, Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγησιν, καὶ ὁμολογήσας τῷ Θεῷ τὴν χάριν, ὅτι ἐῤῥύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων δι᾽ ἣν ἥμαρτε, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθε, φθονησάντων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ. Διό φησιν· Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ.

Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταὶ, ὑπερήφανοι, εἰρήκασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνιξάμενοι. Ὁποίαν δὲ βίαν πέπονθεν ἡ τοῦ Δαυῒδ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ᾽ ὑπὸ πλειόνων, διδάσκει λέγων· Καὶ συναγωγὴ κραταιῶν· ἢ ὡς ὁ Ἀκύλας, Καὶ συναγωγὴ κατισχυρευομένων· ἢ ὡς Σύμμαχος, Καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησε τὴν ψυχήν μου. Ἀλλ᾽ ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζήτησε τὴν ψυχήν μου, μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν Θεὸν, σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω, ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ᾽ ἔπραξας, ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος, καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων.

Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ὁρῶν με, φησὶν, ἐλέησόν με. Δείκνυσι δὲ ἑαυτοῦ ὁ Δαυῒδ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς ἐν οἷς ἔλεγε· Πτωχὸς καὶ πένης ἐγώ εἰμι. Ἀντὶ δὲ τοῦ, Δὸς τὸ κράτος τῷ παιδί σου, σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπὼν, Δὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου. Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω, μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ, πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συναγωγῆς τῶν κραταιῶν. Οὕτω δέ με ἰσχυροποιήσας σώσεις, ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παιδίσκης σου, ἤτοι τῆς Ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ Θεὸν παιδείᾳ θρεψαμένης αὐτὸν μητρός. Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ Θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο τοῦ ἀνελεῖν αὐτὸν, διὰ τὸ κρῖναι τὸν Θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ γῆς· οὕτω καὶ τοῖς τελείοις αὐτοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες, οἱ μὲν φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύνονται, γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βεβοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι. Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις, ὁρῶσαι τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ Θεοῦ, ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ Θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτημένην αὐτῷ ἐκ Θεοῦ ὀργὴν ἐπιγινώσκοντες. Ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνάμεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ· οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. Τοῦτο καὶ ὁ Σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπὼν, χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ ῼΔΗΣ. Πϛʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Ἀντὶ τοῦ, Τοῖς υἱοῖς Κορέ, ὁ Ἀκύλας καὶ Σύμμαχος, Τῶν υἱῶν Κορὲ, ἐκδεδώκασιν, ὡς ὑπ᾽ αὐτῶν πεποιημένου, ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ᾽ ᾠδῆς. Ζητῶν δὲ παρ᾽ ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ᾽ ἑνὶ συνημμένοι οἱ ἐπιγεγραμμένοι Τῶν υἱῶν Κορὲ, ἀλλ᾽ οὕτω μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μαʹ· καὶ πάλιν ἰδίως ἀφωρισμένοι δύο ὁ πγʹ, ὁ δʹ καὶ πʹ· καὶ πάλιν ἕτεροι δύο, ὁ μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ· μέσος δὲ παρεμβέβληται τούτων ὁ πεʹ ἐπιγεγραμμένος Προσευχὴ τοῦ Δαυΐδ· τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεωρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδήλωται.

Εἴποι δ᾽ ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν φερόμενοι λόγοι, ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ Πνεύματι λελαλημένοι, ἰδιάζοντες ἦσαν, ὡς ἂν μήτε ὑφ᾽ ἕνα καιρὸν λεχθέντες, μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες. Αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ, καὶ τοῦ Δαυῒδ πάλιν ἕτεροι, καὶ ὁ Σολομῶντος ἄλλος, καὶ πάλιν Αἰθὰν τοῦ Ἐσδραΐτου· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι, οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ᾽ εἶεν. Διαφόρως οὖν εἰρημένων τὸ παλαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπουδαίοις πεφυλαγμένον. Εἶθ᾽ ὕστερον συναχθῆναι τοὺς ρνʹ ὑπὸ μίαν βίβλον. Μήποτ᾽ οὖν ὁ συναγαγὼν, εἴτ᾽ Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐχομένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. Οὐκ ἀθρόως γὰρ τοὺς πάντας ὑφ᾽ ἕνα καιρὸν εὑρὼν, ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προειληφόσι.

Διόπερ καὶ τοὺς πρώτους ηʹ Τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται· μετ᾽ ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα εἰς αὐτὸν ἐλθόντας. Εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρημένων, καὶ εἰς τὴν βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων μετὰ τὸν πβʹ ψαλμὸν, εὑρῆσθαι πάλιν ἄλλους δύο Τῶν υἱῶν Κορὲ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ πʹ καὶ τῷ πδʹ κατέταξεν. Εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ Δαυῒδ Προσευχῆς εὑρεθείσης, ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδʹ. Καὶ πάλιν μετὰ τὴν Προσευχὴν τοῦ Δαυῒδ, ἐν πεʹ τόπῳ καταλεχθεῖσαν, εὑρεθῆναι ἑτέρους δύο Τῶν υἱῶν Κορὲ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ· ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι τῇ Προσευχῇ τοῦ Δαυΐδ. Τὸν αὐτὸν δὲ λόγον ὑπάρχειν ὁ αὐτὸς εἴποι ἂν καὶ ἐπὶ τῆς τῶν λοιπῶν ψαλμῶν συνθέσεως.

Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀποδείξεων· ἐπεὶ γὰρ ἐν ταῖς προφητικαῖς βίβλοις πολλάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ προλεχθέντα δεύτερα κείμενα τῇ τάξει, καὶ τὰ προφητευθέντα ὕστερα προτεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. Ὁ γοῦν Ἱερεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρατείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας· Σεδεκίας δ᾽ ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς. Μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν· μεθ᾽ ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ· μεθ᾽ ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ᾽ οὓς ἅπαντας τοῦ Ἱερεμίου προφητεύσαντος, ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ Ἰωσίου· εἶτα προφητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου· οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προφητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν. Εἶθ᾽ ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ· εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ. Εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σεδεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδολίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ᾽ ὃν Ἰωανᾶν υἱὸς Καριὲ ἡγεῖται. Καὶ μετὰ τούτους ἅπαντας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας, καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδεκίου εἰρημένας. Εὕροις δ᾽ ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια.

Ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι· ἀλλ᾽ εἰσὶν αἱ μὲν κατὰ τὸ κζʹ ἔτος τῆς αἰχμαλωσίας προτεταγμέναι τῷ ιαʹ τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ γὰρ τὰς ἐν τῷ κζʹ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ιαʹ τῆς αἰχμαλωσίας ἔτει· καὶ πάλιν μετὰ τὰς ἐν τῷ ιαʹ ἄλλαι φέρονται ἐν τῷ ιʹ ἔτει εἰρημέναι, καὶ ἑξῆς αἱ ἐν τῷ κεʹ ἔτει. Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης. Σποράδην γὰρ, ὡς εἰκὸς, τῶν κατὰ χρόνους καὶ καθ᾽ ἕκαστον βασιλέα μερικῶς προπεφητευμένων, τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων, ἤτοι τὸν Ἔσδραν, ἢ καί τινας ἑτέρους, ὑπὸ μίαν περιγραφὴν συνάγοντας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφόρους λεχθέντα, τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους· εἶθ᾽ ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ. Τὸν δ᾽ αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν Ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας ἡμῖν ἐξεταζομένων· εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας Τά γε μὴν ἡμῖν ὑποπεσόντα εἴς τε τὴν τάξιν Τῶν υἱῶν Κορὲ, καὶ περὶ τῆς Προσευχῆς τοῦ Δαυῒδ τῆς πρὸ τοῦ μετὰ χεῖρας ψαλμοῦ κειμένης, καὶ μέσης Τῶν υἱῶν Κορὲ παρεμβεβλημένης, πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν.

Ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω.

Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· εἰκότως ἄν τις ζητήσειε, τίνος αὐτοῦ. Προχείρως μὲν οὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ Θεοῦ· ἐπειδὴ ἑξῆς ἐπιλέγεται, ἡ πόλις τοῦ Θεοῦ. Ἐγὼ δὲ, ἐπιστήσας τῇ ἀκολουθίᾳ τοῦ ψαλμοῦ, καὶ εὑρὼν ἑξῆς εἰρημένον τό· Μὴ τῇ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἀνθ᾽ οὗ ὁ Ἀκύλας πεποίηκε· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν· Ὁ δὲ Σύμμαχος· Περὶ δὲ Σιὼν λεχθήσεται· Καθ᾽ ἕκαστον ἄνθρωπον αὐτὸς ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτήν· ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι, καὶ μὴ προκεῖσθαι τὸ, τοῦ Θεοῦ· ἵν᾽, ἐπιζητήσαντες τίνος αὐτοῦ, εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, τὸν καὶ γεννηθέντα ἐκεῖ· Ἄνθρωπος, γάρ φησιν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἢ καὶ αὐτὸς ἥδρασεν αὐτήν. Λεγομένου τοιγαροῦν τοῦ· Οἱ θεμέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τὸ τοῦ ἀνδρὸς τοῦ θεμελιώσαντος αὐτήν· δῆλον δ᾽ ὅτι τὴν τοῦ Θεοῦ πόλιν. Πόλιν δὲ τοῦ Θεοῦ νομίζειν τὴν κατὰ Παλαιστίνην τὸ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινὸν, ἀλλὰ καὶ δυσσεβές.

Τὸ γὰρ περὶ τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰουδαίᾳ πόλεως λέγεσθαι νομίζειν τό· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας· καὶ τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ· καὶ πάλιν ἀλλαχοῦ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ πάλιν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως ἣν ἄνδρες οἰκοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι, σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι, καὶ μικροπρεποῦς διανοίας. Εἰ δέ τις νοήσειεν ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν Θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ᾽ ὅλης τῆς οἰκουμένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε καὶ πόλιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, ἐθεμελίωσέ τε καὶ ἥδρασε. Διὸ καὶ ποικίλως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ, καὶ τό· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου.

Τὴν γὰρ τοῦ Θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ Θεὸν πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο, καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς Ἐκκλησίας· περὶ ἧς πεπεῖσθαι προσήκει λέγεσθαι τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ τό· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ταῖς θείαις φέρεται Γραφαῖς.

Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τοῦ κατ᾽ αὐτὴν ἐμφαινομένου θεοσεβοῦς πολιτεύματος, οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἑρμηνεύει δὲ τὸν λόγον ὁ Ἀπόστολος φάσκων· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.

Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ᾽ ἡμᾶς τυγχάνουσιν, ἀλλ᾽ ἄνω που καὶ ἐν τοῖς καλουμένοις ἁγίοις ὄρεσι. Διὸ λέλεκται· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Εἶεν δ᾽ ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολίτευμα τῆς ἐπουρανίου Σιὼν, καὶ τῆς ἀληθῶς μεγάλης τοῦ Θεοῦ πόλεως συνέστηκεν. Οὐκ ἐμὸς δὲ οὗτος ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος Ἀποστόλου· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ Θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς Ἐκκλησία τοῦ Θεοῦ· τὰ δὲ στηρίγματα αὐτῆς καὶ θεμέλιοι, οἱ ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν· αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ᾽ ἡμῖν. Ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνόμασε Σιὼν ὁ λόγος φάσκων· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαικαὶ παραδόσεις, καὶ αἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι· ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ Θεῷ αἱ πύλαι τῆς Σιὼν, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς Ἐκκλησίας ἱδρυμέναι. Ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τοῦ σωτηρίου γε Εὐαγγελίου ὁ πᾶς σκοπὸς ἐκεῖσε βλέπει. Ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι, καὶ τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἡ πᾶσα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος, τὴν βασιλείαν τῶν οὐρανῶν ὁρᾷ. Γέγραπται γοῦν, ὅτι ἐκήρυξεν ὁ Σωτὴρ λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

Ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακαρισμῶν, ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν· ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· Γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. Εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύλαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν, εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας.

Ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιὼν ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγὰς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ. Οὐδὲν γοῦν παρ᾽ ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ μνημονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐρανῶν ἔνεστι, κάτω δὲ δι᾽ ὅλου νενευκότες τὰς ἐλπίδας ἐπὶ γῆς ἔχουσι, καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που προσδωκῶσι· διὸ προτιμότεραι παρὰ τῷ Θεῷ τυγχάνουσι τῶν σκηνωμάτων Ἰακὼβ αἱ προδηλωθεῖσαι ἡμῖν πύλαι τῆς ἐπουρανίου Σιών· ἧς οἱ θεμέλιοι οὐκ ἐνταῦθα κάτω που ἐπὶ γῆς, ἀλλ᾽ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ὑπάρχουσι, τοῖς προτεθεωρημένοις.

Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Ἀντὶ τοῦ· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύλας φησίν· Ἀναμνήσω ὁρμήματος καὶ Βαβυλῶνος· ὁ δὲ Σύμμαχος· Ἀναμνήσω ὑπερηφανίαν καὶ Βαβυλῶνα.

Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ Ῥαὰβ, διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιόπων, τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι, τῶν μεταθεμένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγωγῆς, καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ Θεοῦ· οὓς ὁ Λόγος ἀναμιμνήσκειν βούλεται τοῦ προτέρου ἑαυτῶν γένους. Τῷ γὰρ φάσκειν ἀλλοφύλους, καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ Θεοῦ ἀναγέννησιν; Καὶ ὁ Ἀκύλας δέ φησι· Φυλιστιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ· ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ. Ἐκεῖ δὲ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ᾽ ἢ ἐν τῇ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς πύλαις αὐτῆς ταῖς νενοημέναις; Τοῦτο γὰρ ἡ ἀκολουθία τῆς συμφράσεως ὑποβάλλει νοεῖν. Προειπὼν γάρ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλόφυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ· δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις.

Ἃ δὴ καὶ ἔργοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς σωτηρίου χάριτος, καὶ Βαβυλωνίου, καὶ Τυρίους, καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας, καὶ τῶν τῆς Καινῆς Διαθήκης μυστηρίων ἀναγεννώσης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ Θεοῦ. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προκειμένων διάνοιαν παρέστησαν. Ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· Περί τε Σιὼν λεχθήσεται καθ᾽ ἕκαστον· Ἄνθρωπος οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς ἥδρασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Καὶ ὁ Θεοδοτίων φησί· Καὶ τῇ Σιὼν ῥηθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν, καὶ ἡτοίμασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐν αὐτῇ. Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις οἷσπερ εἴρηται περὶ τῶν ἀλλοφύλων, τό· Ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.

Οὕτω καὶ ἐνταῦθα, Λεχθήσεται, φησίν· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐκεῖ· καὶ πάλιν ἑξῆς· Κύριος γράφων λαοὺς, Οὗτος ἐτέχθη ἐκεῖ. Πρότερον μὲν γὰρ εἴρητο περὶ τοῦ λαοῦ τῶν ἀλλοφύλων· δεύτερον δὲ περὶ τοῦ ἀνδρὸς τοῦ λεγομένου τετέχθαι ἐκεῖ, καὶ τρίτον περὶ αὐτοῦ τοῦ Κυρίου. Ὁ γὰρ Κύριος, φησὶν, αὐτὸς ὁ θεσπίζων ταῦτα καὶ γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ.

Σαφῶς δὲ ὁ Λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ Θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν ᾐνίξατο· τὸν δὲ Κύριον καὶ αὐτὸν τετέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πόλις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ᾽ αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον.

Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί. Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοί, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ᾽ ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ᾽ εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστήριον.

Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύλαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ᾽ εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ᾽ αὐτοῦ μὴ διασαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμάτων Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμένην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους.

Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς, καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ᾽ οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ἐπὶ τέλει τοῦ ψαλμοῦ θεσπίζει. Ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα πάντα ἔσεσθαι, σημαίνειν ἡγοῦμαι τὸν καιρὸν τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. Ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· Αὕτη ἡ ἀπογραφὴ πρώτη· ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι.

Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς, καὶ μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλούμενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ Κυρίου γενέσεως ἐβούλετο· ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμένων.

Τὸ αὐτὸ δ᾽ ἂν εἴποις καὶ ἐπὶ τοῦ πζʹ ἑξῆς τούτῳ ἐπιλεγομένου, ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν Κορέ· ἐπεὶ καὶ αὐτὸς τὸν θάνατον τοῦ Σωτῆρος ἡμῶν προφητεύει ἀκολούθως τῷ μετὰ χεῖρας τὴν γένεσιν αὐτοῦ περιέχοντι.

ῼΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΤΟΥ ΑΠΟΚΡΙΘΗΝΑΙ, ΣΥΝΕΣΕΩΣ ΑΙΜΑΝ Τῼ ΕΣΔΡΑΪΤῌ. ΠΖʹ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ. Καὶ ὁ παρὼν ψαλμὸς Τῶν υἱῶν Κορὲ, ὡς καὶ ὁ πρὸ αὐτοῦ, τυγχάνει.

Ἀλλ᾽ ὁ μὲν πρὸ αὐτοῦ, Χριστοῦ γένεσιν ᾐνίττετο φάσκων· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτὴν, ὡς ὁ Ἀκύλας ἡρμήνευσε· καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς, προϊὼν ἑξῆς· ἔφασκε γοῦν· Ἐν τῷ γράφειν λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ.

Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμπτη ἔκδοσις, ἐν ᾗ εἴρηται· Ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ. Σαφέστατα γὰρ τῆς ἀπογραφῆς ἐμνημόνευσε, καθ᾽ ἣν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελιστής· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύσαντος τῆς Συρίας Κυρηνίου. Ἀλλ᾽ ἐκεῖνος μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. Τὸ δὲ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ, ἡρμήνευσεν ὁ Σύμμαχος· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείας. Καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλησιαστικὴν χορείαν, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν ὁ θάνατος ἀνυμνεῖται. Ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλμὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων· Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοὶ, τοὺς ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦντας τὰ μυστήρια δηλώσας. Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραΐτην φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα, κεκλῆσθαί τε αὐτὸν παρ᾽ Ἑβραίοις πατρωνυμικῶς Ζαραΐτην· εἶναι δὲ πέντε τοὺς πάντας· μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομένων, τοῦτον περιέχουσαν τὸν τρόπον· Υἱοὶ Ἰούδα Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰμ καὶ Αἰμὰν καὶ Χαλχὰλ καὶ Δαρδά· πάντες πέντε.

Τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προφητεῦσαι, πρὸ Μωϋσέως γενομένους, αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους· οἷον τὸν μετὰ χεῖρας, καὶ τὸν ἑξῆς αὐτῷ, καὶ αὐτὸν ἐπιγεγραμμένον, Αἰθὰμ τῷ Ἐσδραΐτῃ· ἀλλὰ καὶ περὶ αὐτῶν λελέχθαι ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· Καὶ ἐσοφίσατο Σολομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐσδραΐτην, καὶ Αἰμὰν, καὶ τὸν Χαλχὰλ καὶ τὸν Δαρδάν. Ταῦτα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω. Εἰ δέ τι συμβάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνομάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. Ὕστατος δὲ ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων Υἱῶν Κορὲ, τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ Σωτῆρος ἡμῶν περιείληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παραδοῦναι.

Καί μοι δοκοῦσιν οἱ δʹ οὗτοι Τῶν υἱῶν Κορὲ, λέγω δὲ ὁ τρίτος καὶ πʹ, καὶ ὁ δʹ καὶ πʹ, ὅ τε πϛʹ καὶ ὁ πζʹ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. Ὁ μὲν γὰρ πγʹ σαφῶς Θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χριστοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ πρὸ τοῦ μετὰ χεῖρας ἤδη τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ᾐνίττετο· τούτοις δὲ πᾶσιν ἀκολούθως ὁ προκείμενος τὸν θάνατον, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, προαναφωνεῖ.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐναντίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ἐν τῷ καʹ ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ, καὶ τὸ πάθος αὐτοῦ σαφῶς προφητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων· Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; ὃ καὶ μεμαρτύρηται κατὰ λέξιν ἐπὶ τοῦ πάθους ὁ Σωτὴρ ἡμῶν εἰρηκὼς, μετὰ τὴν ἀρχὴν ἑξῆς ἐπιλέγεται· Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν· Ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Καί μοι δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ Θεῷ. Ἔχει δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. Ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ Πατρὸς καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. Καὶ τοῦτ᾽ εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν, αὐτὸς ἑαυτὸν τῷ Πατρὶ προσφέρειν θυσίαν. Πολλὰ δὲ περὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι, ὁρῶν τε τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν, εἰκότως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προλαβὼν ἀνατίθησι· διό φησι, Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου.

Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι, καὶ τὰ κακὰ ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν.

Κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει, κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς ἑαυτὸν ἀνείληφε, δι᾽ ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν Ἀπόστολον, ὃς ἔφη· Κύριος ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.

Διὸ καὶ κατὰ τὸν ψαλμὸν, ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν· ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. Διόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπὼν, Καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντηκεν· ὁ δὲ Σύμμαχος, Καὶ ἡ ζωή μου ᾅδῃ ἥψατο. Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τὸ, Μετὰ ἀνόμων ἐλογίσθη· Οὕτω καὶ ἐνταῦθα, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἀνθ᾽ οὗ ἐξέδωκεν ὁ Σύμμαχος, Ἐλογίσθην μετὰ τῶν καταγομένων εἰς λάκκον. Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ κατάγονται εἰς τὸ χωρίον τοῦ θανάτου, τὸ νῦν λάκκῳ παραβαλλόμενον· καὶ καταβαίνουσιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. Κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην, οὐκ ὢν ἄξιος, ἀλλ᾽ ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου. Ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησὶ, τῷ ᾅδῃ ἤγγικε· καὶ, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐν ἑτέρῳ δὲ ψαλμῷ, τούτων αὐτῶν μνημονεύων, τὴν ἐκεῖθεν ἄνοδον σημαίνει φάσκων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· Καὶ πάλιν ἀλλαχοῦ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας.

Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας μου· καὶ ἐν τῷ ιεʹ ψαλμῷ εἴρηται· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν. Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι, κατάγονται καὶ ἀπάγονται ὑπ᾽ αὐτοῦ.

Μόνος δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου· καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὕτως ἐγενήθη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων. Ἀλλ᾽ ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύθερος, ἀδούλωτος τῷ θανάτῳ μείνας. Ἀντὶ δὲ τοῦ, Ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας, Ἐν τεθνηκόσιν ἐλεύθερος, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, Ἐντὸς νεκρῶν ἀφεὶς ἐλεύθερος. Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδιαστολῆς, ἰδίως μὲν ἀφορίσας τὸ, Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· εἶτα ὑποστίξας εἰς τὸ, ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τὸ, ἐλεύθερος· τῆς διανοίας τοῦτο δηλούσης, ὅτι Ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων Κύριος γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· ἀλλ᾽ οὐκ ἀληθῶς ἀβοήθητος, ἀλλ᾽ ὡς ἀβοήθητος. Ταῦτα δὲ ὅτι μηδενὶ ἑτέρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου, καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ αὐτῷ, παντί τῳ οἶμαι φανερὸν τυγχάνειν· ὡς μὴ δύνασθαι ἐφ᾽ ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα.

Ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτω καὶ ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι. Διὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος Ἀπόστολος μνημονεύει γράφων Κορινθίοις, λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη. Καὶ Ἡσαΐας δὲ τῆς ταφῆς αὐτοῦ μέμνηται λέγων· Ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου. Ἀντὶ δὲ τοῦ, Ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύλας φησίν, Ὅμοιος ἀνῃρημένοις· ὁ δὲ Σύμμαχος, Ὡσεὶ τετρωμένοι· καὶ σαφές τινα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐτοῦ τὴν πλευράν. Ἀλλ᾽ ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγονέναι ὡσεὶ τραυματίας, καὶ ὅμοιος τοῖς καθεύδουσιν ἐν τάφῳ, ἀλλ᾽ οὐ μέχρι τούτου ἵσταται· ὅλον δὲ συνάψας, ὄψει τὴν διάνοιαν τοῦ λόγου. Γέγονα γάρ φησιν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι.

Οἱ μὲν γὰρ λοιποὶ, μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι, ἀπελείφθησαν, καὶ ἀπέμειναν γῆ καὶ κόνις, μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐτῶν τοῦ Θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης, ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς παρὰ σοὶ καταξιώσας Διὸ καὶ ἀρχόμενος καὶ εὐχαριστήριον ἀνέπεμπεν ὕμνον, λέγων· Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Καὶ τὰ μὲν κατ᾽ ἐμὲ τοιαῦτα ἦν. Ὅμως δ᾽ οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενομένοις, καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις μνήμης, διὰ τὸ ἀπὸ τῆς σῆς χειρὸς ἀπεῶσθαι. Ἀντὶ γὰρ τοῦ, Ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, Ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπετμήθησαν· ὁ δὲ Σύμμαχός φησιν, Ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν.

Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Ἀντὶ τοῦ, Ἔθεντό με, ὁ μὲν Ἀκύλας, Ἔθου με, ὁ δὲ Σύμμαχος, Ἔταξάς με, ἐκδεδώκασι. Δι᾽ ὧν παρίστησιν, ὅτι νεύματι τοῦ Πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελήλυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα, ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. Παρίστησι δὲ τοῦτο καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις φάσκων· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀντὶ δὲ τοῦ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας, ἐν σκοτεινοῖς, φησὶ, καὶ ἐν βυθοῖς· ὁ δὲ Σύμμαχος, ἐν σκοτεινοῖς ἐσκεπασμένον· ἡ δὲ πέμπτη ἔκδοσις, ἐν σκοτεινοῖς, ἐν καταδύτοις. Τοῦτο δέ μοι παρατετήρηται ἀναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι, διὰ τὸ λέγεσθαι παρὰ τοῖς Ἑβδομήκοντα, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

Δέδεικται γὰρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, σκιὰν θανάτου, ἡρμήνευσαν. Τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν, πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴωθεν ἀποκαλεῖν. Ἐνταῦθα δὲ ὁ Σωτὴρ, ἐν αὐτῷ τῷ θανάτῳ γεγονὼς, πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγράφει.

Ἐπ᾽ ἐμὲ ἐστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾽ ἐμέ. Διάψαλμα. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν Ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι᾽ ὃ γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτὸν, εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπικειμένην ὀργὴν τοῦ Θεοῦ, καὶ τὸν θυμὸν αὐτοῦ τὸν καθ᾽ ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος, δι᾽ ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμένας προφέρεται φωνάς· ἅτε δὴ γενόμενος Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διό φησιν ὁ προφήτης περὶ αὐτοῦ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων· Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾽ ἐμέ. Ἀνθ᾽ οὗ φησιν ὁ Σύμμαχος, Ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν ἐκάκωσάς με.

Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου, γνησίων υἱῶν προασπίζων, τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας· ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε, τῆς τῶν παίδων σωτηρίας τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος, καὶ τὸν κατ᾽ ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. Δι᾽ ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ Θεοῦ αὐτὸς ὤν· καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ᾽ ἀνθρώπων ἐπιβρίσαντα θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν περισπάσας, τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ᾽ αὐτὸν, μήθ᾽ ἑτέρους ἀδικῆσαι· τὸν δ᾽ οἷα Πατέρα ἵλεων τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. Ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ λέγειν, τῶν τεσσάρων εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. Αὐτὰ δὴ οὖν ταῦτα προλέγει προφητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ· ἔταξάς με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προερχόμενον.

Τότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μαθηταὶ, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρχιερέως. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Σαφέστερον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως· ἐπεκαλεσάμην σε καθ᾽ ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Ἀπεκλᾴετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας, καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει. δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν μὴ καταδεξαμένων αὐτόν. Καὶ ὡς τὴν Ἱερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν, καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παναγάθου Πατρὸς υἱὸν ἀποκλαύσασθαι· δι᾽ οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε, βοῶν ἐν ταῖς πρὸς τὸν Πατέρα προσευχαῖς, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ Πατρί.

Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· Ὑμεῖς δὲ πάντες σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· χεῖρας δὲ αὐτοῦ, τὰς πράξεις ἃς ἐνήργει εἰς δόξαν τοῦ Πατρὸς, διεπετάννυεν, ἐξαπλῶν αὐτὰς τῷ μόνῳ θεάσασθαι αὐτὰς δυναμένῳ· ἀλλὰ καὶ ἐν ταῖς συνεχέσιν εὐχαῖς ἔν τε τῷ πάθει τὰς χεῖρας διεπέτασεν ὑπὲρ τοῦ κόσμου, οὗ περιῄρει τὴν ἁμαρτίαν, τὸν Πατέρα ἱλασκόμενος.

Τίνα δὲ ἦν ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν Πατέρα προσηύχετο, καὶ κατ᾽ ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν Πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις· Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Διάψαλμα. Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειαν ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

Ἀντὶ τοῦ, Μὴ ἐν νεκροῖς ποιήσεις θαυμάσια; φησὶν ὁ Σύμμαχος, Ἆρα νεκροῖς ποιήσεις τεράστια; Καὶ δι᾽ ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται, Μὴ διηγήσεταί τις ἐν τάφῳ; καὶ πάλιν, Μὴ γνωσθήσεται ἐν τῷ σκότει; ὁ Σύμμαχος, Ἢ διηγήσεται, ἢ γνωσθήσεται; ἐξέδωκεν. Οὐ γὰρ ἀπογινώσκων τὰ λεγόμενα, ταύτας προέφερε τὰς φωνὰς, κατ᾽ ἐκείνην τὴν ἡμέραν δηλαδὴ τὴν τοῦ πάθους· τῷ Πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων· Ἆρα νεκροῖς ποιήσεις τεράστια; Ἢ τάδε, ἢ τάδε ποιήσεις; Οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ Πάτερ, μέχρι τούτου με προελθεῖν, καὶ ἐν θανάτῳ γενέσθαι, καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης, ἵν᾽ ἅπερ μὴ δύνανται ἰατροὶ, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενόμενοι, ἀναστάντες, ἐξομολογήσονταί σοι. Οὐ γὰρ ἰατρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐνθέου μεγαλουργίας. Ἄρ᾽ οὖν διὰ ταῦτα ὑπελθεῖν με τὸν θάνατον ἐβουλήθης, ἵν᾽ ἐν μὲν τοῖς τάφοις τὸ ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου γνωσθῇ· ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ, ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημονευθῇ.

Εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε τοῖς καθ᾽ ἡμᾶς ἀμφὶ τὸ μνῆμα, καὶ τὸ μαρτύριον τοῦ Σωτῆρος ἡμῶν ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πεπλήρωται ἔργοις τὰ τεθεσπισμένα. Θέα δὲ διὰ τούτων ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμηνεύει.

Πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. Ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια· τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ διηγήσονται.

Ἔστι δὲ ἐπιγνῶναι ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, καὶ ἡ ἀλήθεια αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς, καὶ ἐν τάφοις, καὶ ἐν ἀπωλείᾳ, καὶ ἐν σκότῳ, καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσομεν ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι᾽ οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. Τὰ γὰρ αἴτια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο κατὰ τοὺς εὐαγγελιστὰς, ὅτε πολλὰ σώματα κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ Σωτῆρι εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν τοῦ Θεοῦ, δηλαδὴ τὴν ἐπουράνιον.

Καὶ ἐγὼ πρὸς σὲ κέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ὥσπερ ἐν τῷ καʹ ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γεγενημένην· οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦμαι διὰ τούτου, Πρωῒ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ Σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωῒ, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. Δι᾽ ὃ οὔτε ἑσπέρας, οὔτε μεσημβρίας, οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωῒ, φησὶν, ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Καὶ ἐν τῷ καʹ ἔλεγε τὸ, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με;

λέγει δὲ ἐν τούτοις, ἵνα τί, ἐρωτηματικῶς πυνθανόμενος δι᾽ ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ Πατρὸς, καὶ ἱνατί ἀπώσατο αὐτοῦ τὴν ψυχήν· ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν δι᾽ ἣν αἰτίαν ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι· τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι· μανθάνοιμεν, ὅτι τοῦτο ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· Ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων, ἵνα γένηται ἀμνὸς Θεοῦ καὶ πρόβατον ἱερουργούμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διόπερ ἔλεγε καὶ ὁ προφήτης· Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Ἐπιφέρει δὲ λέγων ἐν καʹ· Ὁ Θεὸς, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί· καὶ ἐν τοῖς προκειμένοις· Ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ Εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν μαθητῶν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ.

Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· καὶ πάλιν· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών· Πτωχὸς ὢν καὶ ἐκλείπων ἀπὸ νεότητος, ἀνέλαβον τὸν φόβον σου. Πρὸς τούτοις δι᾽ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκπλήξεις σου κατεσιώπησάν με. Περιῆλθόν με ὡς ὕδατα, πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με.

Καὶ ὁ Ἀκύλας, Ἐπ᾽ ἐμὲ, φησὶ, παρῆλθον αἱ ὀργαί σου. Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότητος, διδάσκει αὐτὸς ἐν τοῖς Εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ὁ Ἀπόστολός φησιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν· ὥστε εἶναι σαφὲς πῶς εἴρηται παρὰ τοῖς Ἑβδομήκοντα τὸ, Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου.

Ἀλλ᾽ ἐν μὲν τῇ νεότητι αὐτοῦ, καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ, καὶ τὴν κατὰ σάρκα μητέρα τρεφόμενος, πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν, δι᾽ ἡμᾶς ἐπτώχευσεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.

Ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ Θεοῦ δυνάμεις ἀποτελῶν, ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς ἐταπεινώθη. Δι᾽ ὃ ἔλεγεν· Ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ πάλιν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ ἐν τῷ προκειμένῳ· Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Τὸ δὲ, Δι᾽ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν· Ἐπ᾽ ἐμὲ παρῆλθον αἱ ὀργαί σου, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου, σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν ἐπέσκηψαν, ἀλλὰ δι᾽ αὐτοῦ παρῆλθον· καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. Τὸ δὲ, ἐξετάραξάν με, κατὰ τοὺς Ἑβδομήκοντα, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς Εὐαγγελίοις· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε καταλιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο· ὁ δὲ Πέτρος καὶ τρίτον αὐτὸν ἠρνήσατο. Καὶ ἄλλως δὲ τὰ προκείμενα ἅπαντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά· λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν, καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ᾽ οἷς δι᾽ ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας, ὡς ἐφ᾽ υἱοῖς πονηροῖς, διὰ τὰς αὐτῶν κακίας ἀπολλυμένοις, ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων, ἀπωδύρετο.

Νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Διὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων· Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἑώρα γὰρ τὴν οὐκ εἰς μακρὸν ἐπελευσομένην αὐτοῖς ὀργὴν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν· ὡς τὰ μὲν Ἅγια τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον ἐκ βάθρων ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν, τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας, καταλυθῆναι, τήν τε αὐτονομίαν καθ᾽ ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύοντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ ἄρχουσιν ἀποσβεσθῆναι· ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. Ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ᾽ αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων· Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου· ὡσεὶ ἔλεγε, Δι᾽ ἐμέ· ἢ κατὰ τὸν Σύμμαχον, Δι᾽ ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι᾽ αὐτὸν ταῦτα πάντα πεπόνθασιν.

Ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν· Οἱ φοβερισμοί σου ἐξετάραξάν με. Εἰ γὰρ καὶ τὰ μάλιστα διὰ τὴν ἀναισθησίαν οὐκ ἐτάραττον ἐκείνους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ᾽ αὐτῶν φοβερισμοὶ τοῦ Θεοῦ, ἀλλ᾽ ἐμὲ, φησὶν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις, ἐξετάρασσον οἱ φοβερισμοί σου. Οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσεβείας παρακαλῶν τὸν Πατέρα ὑπὲρ αὐτῶν, καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι᾽ αὐτοὺς ταραττόμενος, περίλυπος ἦν μέχρι θανάτου· ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ Θεοῦ σφοδρῶς ἐπέκειτο κατ᾽ αὐτῶν, ὡς μηδὲ τυγχάνειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι᾽ ὧν παρακαλῶν καὶ δεόμενος ἐν τοῖς Εὐαγγελίοις προσέπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα, Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· εἶθ᾽ ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ Πατρὸς, ἐπέφερε· Πλὴν ἀλλ᾽ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Καὶ δεύτερον ἀπελθὼν, ἐπὶ πρόσωπον πίπτει, καὶ προσεύχεται λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε. Διὸ δὴ ταῦτα σημαίνων καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; καὶ τὸ, Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.

Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ Θεοῦ σωτηρίας τοὺς ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο φιλτάτους ὄντας αὐτοῦ καὶ ἀγαπητοὺς διὰ τοὺς πατέρας, ἔλεγεν· Ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Δηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει γνωστοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους· ἐπεὶ καὶ μέρος ἦσαν αὐτοῦ καὶ κληρονομία· ἀλλ᾽ ἐμακρύνθησαν ἀληθῶς ἀπ᾽ αὐτοῦ διὰ τῆς ἑαυτῶν ἀπιστίας· καὶ πάλαι ὄντες φίλοι, ἐχθροὺς ἑαυτοὺς κατέστησαν· καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ, ἐλθόντα αὐτὸν οὐκ ἐπέγνωσαν, οὐδὲ παρεδέξαντο. Ὧν ἕνεκα πάντων καὶ ἀπὸ τοῦ Θεοῦ ἐμακρύνθησαν δι᾽ αἰτίαν τῆς ἑαυτῶν ταλαιπωρίας. Οὕτω δ᾽ οὖν καὶ ἐκπεπτώκασι τοῦ Θεοῦ κατὰ τὸ φάσκον λόγιον, Ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Καὶ εἰς τοῦτο καταλήγουσιν οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ ψαλμοί.

ΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ Τῼ ΕΣΔΡΑΙΤῌ. ΠΗʹ. Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων, δυνάμει τοῦτο λέγων· Εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει, ἴλιγγόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ Κύριε, κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μὲν ὁ ἀψευδὴς Θεὸς πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν πεποίησαι· τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσι· διὸ καὶ μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀλλ᾽ ὅμως πεπεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους, τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυτοῦ γνώμης προασφαλίζομαι· διό φημι· Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Οὐ γὰρ νῦν μόνον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ Κυρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις καιροῖς, καὶ ἐν αὐτοῖς ἐκείνοις δι᾽ οὓς μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε;

Καὶ τότε γὰρ καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον, καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, Κύριε, ἀκριβῶς εἰδὼς, ὅτι, ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας, οὐ διαψεύσεις, ἅτε Θεὸς ὢν ἀληθής.

Διόπερ οὐ μόνον τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ᾽ ἑκάστην γενεὰν ἀπαγγελῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖ, ἐναντία ταῖς σαῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα, καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι τῶν λόγων σου, ὦ Κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπεσεῖται.

Διόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγγέλλων. Ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύτην καταλείψω τοῖς μεταγενεστέροις, εἰς τὸ καὶ αὐτοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ᾽ ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέρειν, καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας. Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρματος Δαυῒδ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει. Ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ πʹ καὶ ϛʹ ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται· διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα Γραφὴ, τὴν πρὸς τὸν Δαυῒδ ἐπαγγελίαν τοῦ Θεοῦ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα· ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κατατεταγμένους ψαλμούς. Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸς μόνον, οὔτε δὲ ψαλμὸς, οὔτε ὕμνος. Εἴη δ᾽ ἂν ᾠδὴ προφητικὴ συνέσεως τῆς κατὰ Θεὸν δεομένη. Δι᾽ ὃ λέλεκται· Εἰς τὸν αἰῶνα ᾄσομαι, καὶ, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. Ἀπὸ μὲν γὰρ τοῦ· Εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκότως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· Ἀπαγγελῶ τὴν ἀλήθειάν σου εἰς γενεὰν καὶ γενεὰν, καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, προφητείαν.

Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐσδραΐτου περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνολογουμένοις τῶν ψαλμῶν διειλήφαμεν.

Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἀντὶ τοῦ· Ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Ὅτι εἶπα· ὁ δὲ Σύμμαχος· Ὅτι εἶπον· καὶ ὁ Θεοδοτίων ὁμοίως· Ὅτι εἶπον· καὶ ἡ πέμπτη ἔκδοσις· Ὅτι εἶπα· ὡς ἐκ προσώπου τοῦ Προφήτου λεγομένου τοῦ λόγου. Οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραΐτης, ὡς ἡ προγραφὴ παρίστησι. Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ Προφήτης· Φθάσας ἤδη πρότερον εἶπον· ὅτι Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι.

Τοῦτι δὲ πῶς ποτ᾽ ἂν γένοιτο ἢ τοῦ πρώτου ἐλέους τοῦ Θεοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογονίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμβάνοντος, καὶ δίκην οἰκοδομῆς αὔξοντος; Αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀνθρώπους, καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ γενεὰν καὶ γενεάν. Ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιωσάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ Θεοῦ οἰκοδομηθήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. Τὰ γὰρ περίγεια πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον.

Ἀλλ᾽ ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, αἱ πρὸς τὸν Δαυῒδ γεγενημέναι, θεῖαι καὶ οὐράνιοι τυγχάνουσι, καὶ οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί· εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ Προφήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν τοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἑτοιμασθήσεται.

Διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· Ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Διάψαλμα. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς Ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό· Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οἷς ἐπισυνῆπτε τό· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ἵνα καθ᾽ ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· Ἐπειδὴ σὺ αὐτὸς, ὦ Κύριε, ἐν ταῖς περὶ τοῦ Δαυῒδ ἐπαγγελίαις εἶπας· Εἰς τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν Δαυῒδ, ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται· καὶ προσέθηκας λέγων· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ἤτοι ἐπιλέκτῳ μου, καί· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, καὶ τὰ τούτοις ἀκόλουθα· πέπεισμαι, ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μένουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ᾽ οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ᾽ ἀθάνατοι καὶ αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι.

Διόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν. Ἀντὶ δὲ τοῦ· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, οἱ λοιποὶ πάντες ἑρμηνευταί· Τῷ ἐπιλέκτῳ μου, εἰρήκασι.

Καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ τοιαύτη ἔκδοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ Δαυΐδ· αὐτῷ γὰρ, φησὶ, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. Οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε, καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ, καὶ πάλιν μετ᾽ ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκείνοις γὰρ δίχα ὁρκωμοσίας· τῷ δ᾽ ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ Δαυῒδ διεθέμην μετὰ ὅρκου παραλήψεως· ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεὰν, ἀλλ᾽ εἰς γενεὰν καὶ γενεάν. Περὶ δὲ τοῦ ὀμνύναι τὸν Θεὸν, ὁ ἱερὸς Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Κατ᾽ ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ Θεῷ. Κατὰ τίνος δὲ ὁ ὅρκος ἑξῆς προϊὼν διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗτος ἦν ὁ ἅγιος τοῦ Θεοῦ, καθ᾽ οὗ ὄμνυσιν ὡς κατὰ Υἱοῦ μονογενοῦς, εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. Τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς Εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπελαστικὴν, ἐβόων λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρῆνε;

Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Κατὰ τούτου τοίνυν ὀμνὺς ὁ Θεὸς, οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, τῷ Δαυῒδ τὴν ἐπαγγελίαν ἐποιεῖτο· Ὃ δὴ καὶ διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι.

Ζητῶν δὲ παρ᾽ ἐμαυτῷ τὴν αἰτίαν, δι᾽ ἣν οὐδενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ Δαυῒδ δι᾽ ὅρκου πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ Θεὸς, δοκῶ μοι ταύτην εὑρηκέναι, καταλαβὼν καὶ αὐτὸν τὸν Δαυῒδ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τοῦ Θεοῦ. Ὀμωμοκέναι δὲ αὐτὸν διδάσκει τὸ θεῖον Πνεῦμα ἐν ρλαʹ λέγον· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλαμένῳ τῷ Δαυῒδ, καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι, τὴν ἴσην ἀμοιβὴν ἀντιδιδοὺς ὁ Θεὸς αὐτῷ, ἀντομνύει καὶ αὐτὸς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ᾽ ἑνὸς διδοὺς, καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. Διόπερ ἐν αὐτῷ τῷ ρλαʹ, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ Δαυῒδ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου Πνεύματος μαρτυρία, ὧδέ πη λέγουσα· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Οὐκοῦν πρῶτος ὤμοσεν ὁ Δαυῒδ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ Θεὸς, ἀντωμοσίαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ πρῶτος ὁ Δαυῒδ, εὐσεβεῖ λογισμῷ κινηθεὶς, ἐπηγγείλατό τι τῷ Θεῷ· εἶτα πάλιν ὁ Θεὸς, ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐτὸς ἀντεπηγγείλατο ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως φωναῖς, δι᾽ ὧν φησιν· ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Μέτρον καλὸν, σεσαλευμένον, πεπιεσμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. ᾯ μέτρῳ τοίνυν καὶ ὁ Δαυῒδ ἐμέτρησεν, ἐπ᾽ ἀγαθῷ καὶ θεοσεβεῖ λογισμῷ πρέπουσαν ἐπαγγελίαν μεθ᾽ ὅρκου ποιησάμενος, ἀντεμετρήθη αὐτῷ, καὶ δίδονται αὐτῷ ἀμοιβαὶ, αἱ ἐπαγγελίαι μεθ᾽ ὁρκωμοσίας Θεοῦ.

Τί δὲ βούλεται ἡ τοῦ Δαυῒδ μεθ᾽ ὅρκου ἐπαγγελία, θεωρῆσαι καιρός. Ὁρῶν τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα, καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα, ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πονηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώποις τιμωμένην· Θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην· δηχθεὶς τὴν ψυχὴν ἐπὶ τῷ πράγματι, καὶ ζῆλον ἀγαθὸν ζηλώσας, κατὰ τὸν εἰπόντα· Ζῆλον ἐζήλωσα τῷ Κυρίῳ, εὐχὴν ηὔξατο, καὶ ἐπαγγελίαν ἐπηγγείλατο, καὶ ταύτην ὅρκῳ κατεδήσατο ἦ μὴν τῷ παμβασιλεῖ Θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκοδομήσειν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς Διαθήκης τὴν ὑπὸ Μωϋσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος Θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειν. Περιήγετο γοῦν ὧδε κἀκεῖσε μέχρι τῶν τοῦ Δαυῒδ χρόνων τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ δὲ ἐν Σηλὼ, καὶ ἄλλοτε παρ᾽ ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμὺς, ἔνθεν εἰς Καρειαθιρείμ· εἶτα εἰς οἶκον Ἀμιναδάβ· κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς Σιὼν τὴν πόλιν ὁ Δαυῒδ μετεστήσατο. Ὃ δὴ συνιδὼν γινόμενον, διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰκοδομῆσαι, ἐνταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ Θεοῦ.

Καὶ περὶ τούτου ὤμοσε Δαυῒδ τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ λέγων· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ταῦτα δὲ αὐτοῦ διανοηθέντος, τὴν μὲν προαίρεσιν τῆς εὐσεβείας ἀποδέχεται ὁ Θεός· οὐ μὴν ἐπιτρέπει τὸν οἶκον γενέσθαι· μὴ γὰρ δεῖσθαι Θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ᾽ ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου· ἀλλ᾽ εἰ ἄρα ἐχρῆν Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ, τοῦ Δαυῒδ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ Θεῷ ἐπάξιον ἱερὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμπαντα διαρκέσειν αἰῶνα. Ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενησόμενον, καὶ τὴν δι᾽ αὐτοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης συστησομένην Ἐκκλησίαν. Ὅτι δὲ ταῦθ᾽ οὕτως ἔχει, ἡ τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· Καὶ ἐγένετο ὅτε ἐκάθισε Δαυῒδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην· Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς· ἢ, ἐν μέσῳ δέῤῥεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει.

Καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων· Πορεύου πρὸς τὸν δοῦλον μου Δαυῒδ, καὶ εἰπέ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ᾽ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· Τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυΐδ· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν καὶ κατασκηνώσει καθ᾽ ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾽ ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου. Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.

Καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν σου. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων. Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ᾽ ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην.

Οὕτως ἐλάλησε Ναθὰν πρὸς τὸν Δαυΐδ. Ταῦτα δὴ πάντα παρεθέμην, παραστῆσαι βουλόμενος, ὡς, πρώτου ἐπηγγειλαμένου τοῦ Δαυῒδ οἶκον κατασκευάζειν τῇ κιβωτῷ τοῦ Θεοῦ, ἀποδεξάμενος αὐτὸν τῆς εὐσεβείας ὁ Θεὸς, ἀντεπαγγέλλεται τὸ σπέρμα αὐτοῦ ἀναστήσειν, καὶ διὰ τούτου κατασκευάζειν ἑαυτῷ οἶκον· καὶ ὡς τοῦ Δαυῒδ πρώτου ὀμωμοκότος μὴ πρότερον ἄλλοτι ποιήσειν τοῦ τόπον εὑρεῖν τῷ Θεῷ, ἀμοιβαίως καὶ ὁ Θεὸς ἀντόμνυσι διὰ τῆς ἐπαγγελίας, ἀνθρωπινώτερον συγκαταβαίνων τῷ λόγῳ· ἐπειδὴ καὶ ἄλλα μυρία ἐν τῇ θείᾳ Γραφῇ ἀνθρωποπαθῶς περὶ τοῦ Θεοῦ λέλεκται κατά τινα νοουμένην θεωρίαν. Ὧν οὕτως ἀποδεδειγμένων, καιρὸς ἤδη καὶ τὴν ἐν τῷ ψαλμῷ λέξιν ἐπιθεωρῆσαι.

Τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ Θεοῦ; Δύο ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ Δαυῒδ ἕως τοῦ αἰῶνος φυλάξειν· δεύτερον δὲ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Εἶτ᾽ ἐπειδήπερ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδὲ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα.

Δι᾽ ὃ ὥσπερ ἀνωτέρω ἔφησεν· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ἐπιφέρει τό· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Οὐ γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησὶ, δυνήσονται συνιέναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ Κύριε, αἱ ἐπαγγελίαι, οὐδ᾽ ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν τυγχάνει λόγων· ἀλλ᾽ οἱ οὐρανοὶ αὐτοὶ δηλαδὴ, καὶ αἱ κατ᾽ οὐρανὸν θεῖαι δυνάμεις· διόπερ τοῖς οὐρανοῖς ἁρμόζει τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν. Ὥσπερ πάλιν τὴν ἀλήθειάν σου, τὴν ἐν ταῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις δεδοξασμένην, οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ᾽ ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων· οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Εἰ γάρ ποτε γένοιτο Ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων Ἐκκλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοὶ, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυμάσιά σου καὶ τὴν ἀλήθειάν σου, τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις, ἐξομολογήσονται.

Εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς Ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτερον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη Ἐκκλησία ἁγίων εἶναι Ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐταῖς ἀποκείμενα διηγήσονται. Θαυμάσια δὲ τίνα ἦν ἀλλ᾽ ἢ τὸ ἐκλεκτὸν τοῦ Θεοῦ χρηματίσαι τὸν Δαυῒδ, καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον καθέξον, καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐτὸν τὸν Θεὸν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθήκην ἀντὶ διαθήκης εἰρηκότες. Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν Θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, κατὰ τὸν Σύμμαχον· Καὶ οἰκοδομήσω εἰς ἑκάστην γενεὰν τὸν θρόνον σου, κατὰ τὸν αὐτόν. Τὸ δὲ μεῖζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλόμενον τὸν Θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι· καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δοκεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ Θεοῦ λόγους, τἀναντία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. Ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέναι· δι᾽ ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ Προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου;

Ἀλλ᾽ ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς· Ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, ἐν δὲ τοῖς μετὰ χεῖρας· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;

Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· Τίς γὰρ ἐν αἰθέρι; Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου, φησὶ, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συνεῖναι δύνανται· δι᾽ ὃ μέλλω λέγειν μικρὸν ὕστερον· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; Ἀλλ᾽ οὐρανοὶ διηγήσονται καὶ Ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὧν ὤμοσας τῷ Δαυῒδ, διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύνατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι. Τίς γάρ σοι ἐξισωθήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας; Οὐδὲ γὰρ ἀντιστῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ μεθ᾽ ὅρκου ἐπηγγελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ᾽ ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Πάντ᾽ οὖν ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν λόγων σου τῶν περὶ τοῦ Δαυῒδ προῤῥηθέντων ἡ ἀλήθεια ἀμφὶ σὲ εἱλεῖται· ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνοεῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ.

Δοκεῖ δέ μοι διὰ τούτων ὁ Προφήτης, ἁγίῳ Πνεύματι θεοφορηθεὶς, καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φωτὶ νοερῷ καταυγασθεὶς, τὴν δόξαν ἑωρακέναι τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἐν μέσῳ τῆς Ἐκκλησίας τῶν ἁγίων ἑστῶτος, καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν βασιλείᾳ αὐτοῦ. Μνημονεύσας γοῦν τῶν οὐρανῶν, καὶ τῷ θείῳ Πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων Ἐκκλησίᾳ, ἔοικεν ἑωρακέναι μέσον τὸν Υἱὸν τοῦ Θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέφειν τοὺς ὀφθαλμοὺς ἐπὶ τῶν πέριξ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων χορόν· καὶ θαυμάζειν τὴν τούτων θειότητα· ὑπερεκπλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων, καὶ ὑπὲρ πάντας τὸν Μονογενῆ τοῦ Θεοῦ· εἶτ᾽ ἐκ τοῦ θαύματος ἀναπεφωνηκέναι τό· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ κατὰ τὸν Σύμμαχον· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ταῦτα δὲ περὶ μὲν τοῦ Μονογενοῦς τοῦ Θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθεσις.

Τὸ γὰρ υἱοῖς Θεοῦ παραβάλλειν τὸ πάντων αἴτιον, καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, πάντων ἂν γένοιτο ἀνοσιώτατον. Ἀκίνδυνος δ᾽ ἂν εἴη ὁ λόγος υἱοῖς Θεοῦ συγκρίνων Υἱὸν Θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ καὶ ἀπαράθετον, καθ᾽ ὑπερβολήν τε ὑπερέχον σημαίνειν διὰ τοῦ· Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἀντὶ τοῦ, οὐδείς. Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων, ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πνεύματά τε ἅγια, καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ᾽ οὐρανὸν στρατιαῖς πολιτεύονται, τὴν ἐπουράνιον συμπληροῦντες Ἐκκλησίαν· ἀλλὰ τίς, φησὶν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ Κυρίῳ;

Εἰ δὲ πολλοὶ υἱοὶ Θεοῦ καὶ θεοὶ κατὰ τό· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· Θεὸς θεῶν Κύριος ἐλάλησε, καί· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Μυρίων γὰρ ὄντων υἱῶν, οὐδεὶς, φησὶ, τούτῳ ὁμοιωθήσεται, οὐδὲ ἐξισωθήσεται, ἐκλεκτῷ ὅτι καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, Λόγῳ τε σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ Θεοῦ. Καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Ἓν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ ἤμελλεν ἑξῆς ἐπιλέγειν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ· ἀναγκαίως δέ· ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ· ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν Δαυῒδ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων Υἱὸς τοῦ Θεοῦ.

Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ ὁμοίωσιν πρός τινα τῶν ὠνομασμένων υἱῶν Θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· Οὗτός ἐστιν ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων.

Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν Ἐκκλησίαν ἁγίων· καὶ ἐῴκει τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βουλὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευτηρίοις. Ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζόμενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν, μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς Θεοῦ· καὶ οὐ μόνον ἐνδοξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

Τίνες δ᾽ ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ ἀλλ᾽ ἢ οἱ υἱοὶ τοῦ Θεοῦ, καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι᾽ οὓς εἴρηται, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν; Καὶ γὰρ τὸ, Ἐν βουλῇ ἁγίων, καὶ τὸ, Ἐν ἐκκλησίᾳ πρωτοτόκων, καὶ τὸ, Ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυτὸν εἶναί μοι δοκεῖ. Τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός. Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον· Θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ, καὶ ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν· ὁ δὲ Ἀκύλας φησί· Ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀποῤῥήτῳ ἁγίων, πλῆθος, πλῆθος, καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ. Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολουθίαν παρίστησιν. Ἐπειδὴ γὰρ δυνατὸς εἶ, Κύριε, φησὶν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων, καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες, τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς θεότητος ἀναπέμπουσι. Διὸ μικρῷ πρόσθεν ἔλεγον· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων.

Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Καὶ ἐν τούτοις οὐδὲν ἀφίησι τῶν γενητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ Υἱῷ τοῦ Θεοῦ· αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν, καὶ τὸν τῶν δυνατῶν Θεὸν, καὶ αὐτῶν τῶν δυνάμεων Κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι, μηδὲ τῇ αὐτοῦ βουλῇ ἀνθίστασθαι· δι᾽ ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον δυνατὸν, τὰ πάντα· τὸ γὰρ, Τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ᾽ ἐπὶ τοῦ μηδενὸς παρείληπται. Οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυριολογουμένῳ, ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς Θεοῦ. Τῆς γὰρ αὐτῆς ἔχεται διανοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ νῦν δ᾽ οὖν, Τίς ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου, αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι.

Παρὰ σοὶ γάρ ἐστι, καὶ παρὰ τοῖς κυκλοῦσί σε, ἡ ἀλήθειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιεστῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκουσιν. Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς, ἔτι μακράν σου τυγχάνοντες, τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ θάλασσαν ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων κύτους σὺ μόνος δεσπόζεις, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραΰνεις, περιθεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξάμενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. Ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις, κυρτουμένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρων ἀποκεκλεισμένη.

Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι, καὶ τὰ ὑψώματα αὐτῆς, τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας· οὕτω δὲ καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας, τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον, ἄρχοντα τοῦ αἰῶνος τούτου, σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας, καὶ τραυματίαν εἰργάσω, πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φοβερᾷ, ἀκολούθως τῇ φασκούσῃ προφητείᾳ· Ἐπάξει Κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, φεύγοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ.

Καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε, φήσας· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἐπίστησον μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας· Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· τούτοις γοῦν συνῆψε τὸ, Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων, τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων πονηρῶν, θάλασσαν ἔοικεν ἀποκαλεῖν. Διὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· καὶ ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ.

Λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. Καὶ ἑξῆς ἐπάγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Κατὰ τὸ αὐτὸ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ Κυρίου πρὸς τὸν Ἰώβ· Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν; καὶ διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον Πνεῦμα, διδάσκον τοῦ Μονογενοῦς τοῦ Θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. Προθεολογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπὼν, τίς τέ ἐστι, καὶ μεθ᾽ ὁποίων καὶ ἐν ποίοις πρόεισιν*, ἑξῆς καὶ παρίστησιν, ὅτι δὴ αὐτὸς ἐκεῖνος καὶ τῆς δηλωθείσης ἡμῖν θαλάσσης κρατήσει, καὶ τὸν ἐν αὐτῇ τραυματίαν ταπεινώσει, καὶ ἐν τῷ βραχίονι τοῦ κράτους αὐτοῦ πάντας τοὺς ἐχθροὺς πρόσεστιν. αὐτοῦ διασκορπίσει. Λέγει δὲ ταῦτα ἀναγκαίως· προειπὼν γὰρ, Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, παρίστησιν αὐτοῖς ἔργοις πῶς ὑπάρχει δυνατὸς ὁ Κύριος εἰς πίστωσιν τῆς ἀληθείας αὐτοῦ, ὑπὲρ τοῦ τὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ γεγενημένας ἀληθεῖς ἀποδεῖξαι.

Σοί εἰσιν οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας, τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· Πεποίησαι μὲν, ὦ Κύριε, πρὸς τὸν Δαυῒδ ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ· καὶ ταύτας ὤμοσας τῷ Δαυῒδ ἐπιτελέσειν. Ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄνθρωποι μὴ πληρουμένας αὐτὰς, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις· διό φαμεν, Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου, τὰς πρὸς τὸν Δαυῒδ, ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου Πνεύματος μεμαθηκώς φημι· Τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.

Ἀληθεύειν δέ σε Θεὸν ὄντα καὶ Κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ, διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων Κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι.

Εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος, ὁ καλούμενος διάβολος ἀντικείμενος ἀεὶ, καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὲρ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας. Πάντοτε σὺ κρατεῖς, καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ ποιητὴς τῶν ὅλων τυγχάνεις. Αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σὸν, καὶ σὲ κύριον ἐπιγράφεται. Εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων, τῶν τε τὴν σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέλων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. Καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία, καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ, σή ἐστι καὶ αὕτη. Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς, κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ Θεὸς, τίς ἀντιστήσεταί σοι; Ἢ τί τὸ ἐμποδὼν ἔσται τοῦ μὴ πιστώσασθαι τὰς σὰς πρὸς τὸν ἐκλεκτόν σου Δαυῒδ ἐπαγγελίας, ἃς μεθ᾽ ὅρκου πρὸς αὐτὸν ἐποιήσω;

Σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις διὰ τῶν προκειμένων ἐπήγαγε τὸ, Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Οὐ γὰρ μόνον τὸν οὐρανὸν, φησὶ, καὶ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας· συμφώνως τῇ ἐν ταῖς Παροιμίαις λεγούσῃ φωνῇ. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Κατ᾽ ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν, ἀποδιαστείλας τῆς ἐρήμου καὶ τῆς οἰκητοῦ. Ἀλλὰ καὶ τὸ πλήρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος, τῶν τὴν οἰκουμένην πληρούντων.

Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ Σωτῆρος Ἐκκλησίαν, ἣν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει ἑξῆς, Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐτά· ἡ δὲ πέμπτη ἔκδοσις, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Δοκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν, ὃν ἐπλήρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις. Θέα δὲ τίνα τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμπαντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. Ἐν τῷ γὰρ φάναι, Τὸν βοῤῥᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν· εἴ γε δεξιὸν τὸ νότιον. Εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βοῤῥᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολὴν, κατὰ νώτου δὲ τὴν δύσιν· ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα, τὴν θέσιν τοῦ παντὸς κόσμου παριστῶντα.

Ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοιπέναι τὴν τῶν θείων Γραφῶν διδασκαλίαν. Τὰ πάντα γὰρ, φησὶ, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη, καὶ τὰ ἀριστερά. Ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προσεῖπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνόματι.

Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Εἰς βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας· καὶ κατὰ τὸν Ἀκύλαν, Βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας. Ἡ δὲ πέμπτη ἔκδοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Τὸ δ᾽ ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι, διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιὸν, οὐδὲ τῷ καλῷ ἐναντίον. Πάντα μὲν οὖν, φησὶ, σὺ ἔκτισας. Ὄρη δὲ δύο, τὸ Θαβὼρ καὶ τὸ Ἑρμὼν ἐξαίρετόν τι κέκληται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. Κατὰ δὲ τὸν Ἀκύλαν, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέσουσι· κατὰ δὲ τὸν Σύμμαχον, Θαβὼρ καὶ τὸ Ἑρμὼν τὸ ὄνομά σου εὐφημήσουσι. Τούτων δὲ τῶν ὀρέων μέμνηται διαφόρως ἡ τῆς Παλαιᾶς Διαθήκης ἱστορία· καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παραδόξους τοῦ Σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις, καὶ τὰς πλείους διατριβὰς, ὅτε σὺν ἀνθρώποις ἐπολιτεύετο.

Εἰ δὲ καὶ τῶν ὀνομάτων ἡ ἑρμηνεία συμβάλλεταί τι ἡμῖν εἰς τὴν τῶν προκειμένων διάνοιαν, καὶ αὐτὸς ἐπιστήσεις. Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου. Ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. Καὶ ταῦτα εἰς τὴν τοῦ Μονογενοῦς τοῦ Θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, τοῦτον ἀποδοὺς τὸν τρόπον· Σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. Καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρετὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ Θεοῦ πρὸς τὸν Δαυῒδ ἐπαγγελίας. Οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα Θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι. Καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ, ὅτε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ Θεῷ κατεσκεύασται.

Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖμα, τὸν σὸν κατακοσμοῦσι θρόνον. Διόπερ τοσούτων οὐσῶν παρὰ σοὶ τῷ Θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκωλύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ Δαυῒδ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. Ἀντὶ δὲ τοῦ, Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, Δικαιοσύνη καὶ κρῖμα τὸ ἕδρασμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖμα.

Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλήθεια. Τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πραοτέρας ποιεῖται τὰς κατὰ τῶν ἡμαρτηκότων ἀπειλάς· ἄλλως γὰρ ἄκρατον αὐτοῦ τὴν δικαιοσύνην οὐκ ἄν τις ἀνθρώπων ὑπομείνειεν Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.

Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις ἡμῶν, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Νοήσεις τε καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην συμφωνίας. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς ἐν ἁγίῳ Πνεύματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυνάμει Πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι διδάσκει λέγων· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Οὕτω δὲ μέγας τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων Γραφῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ Θεὸν κατορθώμασι. Διὸ ἐνταῦθα λέλεκται· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.

Ἐν ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦτον ἀλαλαγμὸν διδάσκει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Δοκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον Πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ Σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. Ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον λογικὴν μόνος οὗτος ὁ λαὸς δι᾽ ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ Θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ Θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν Καινὴν Διαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀΰλοις καὶ πνευματικαῖς θυσίαις.

Ἀντὶ δὲ τοῦ, Ὁ γινώσκων ἀλαλαγμὸν, Ὁ γινώσκων σημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε. Διὰ τί δὲ μακάριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλαλαγμὸν ἐπιστάμενος, ἀλλ᾽ ἢ ἐπειδήπερ τὴν θεότητα τοῦ Σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμενος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· καὶ, Ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς; Καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός. Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φωτίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλλιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. Καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ Θεοῦ δικαιοσύνῃ ὑψοῦται, δίκαιον εἶναι κρίναντος τοῦ Θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν, καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ Σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν ὀνόματι αὐτοῦ ἀγαλλόμενον, καὶ τὸν ἐγκαυχώμενον, ἀλλ᾽ οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν.

Ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας. Μέλλων γοῦν τὴν γένεσιν διδάσκειν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίων σεμνῶν προαγορεύειν, δι᾽ ἣν καὶ ἀπορῶν ἐπιλέγει, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀναγκαίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς πρὸς τὸν Δαυῒδ τοῦ Θεοῦ ἐπαγγελίας τὰς προειρημένας ἐποιήσατο διδασκαλίας. Ἐπεὶ δὲ ἐχρῆν προμαθεὶν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ Σωτῆρος εὐεργεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ ἐπαγγειλάμενος.

Διὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ᾽ ἑκάστην ἡμέραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ Κύριος. Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδομημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰκότως καυχήσεται, ἀλλ᾽ οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ᾽ ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν Κυρίῳ. Διὰ δὲ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. Ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρματος Δαυῒδ κατὰ τὴν σὴν, ὦ Κύριε, ἐπαγγελίαν προελεύσεσθαι;

Καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται, σοῦ τοῦ Ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. Εἶεν δ᾽ ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προσώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χριστὸν τοῦ Θεοῦ.

Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.

Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ κέρως ἐν οἷς ἔφη· Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθήσεται. Διό φησιν· Ὅτι τοῦ Κυρίου ἐστὶν ἡ ἀντίληψις, ἡ τοῦ κέρως δηλονότι. Κυρίου δὲ ποίου, ἢ τοῦ Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ᾽ ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι.

Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι᾽ αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυῒδ, τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ᾽ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον· Πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυῒδ, τὸν δι᾽ ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ᾽ οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς ἄνθρωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

Καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυῒδ ἐπαγγελίᾳ καὶ ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο. Ἐπειδὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυῒδ, διὰ τοῦτο κατηξίωσα αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας. Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι᾽ οὗ καὶ Χριστὸν αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι· Ἡ δεξιά μου βεβαίως συνέσται αὐτῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. Οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κακώσει αὐτόν. Ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακοποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μοῦ συνέσται αὐτῷ. Καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Ἡ χείρ μου, φησὶ, συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.

Τοῦτο δὲ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. Χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἀλλ᾽ ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν Θεὸν ἀνεφώνει πρότερον λέγων, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· αὐτὸς δὲ νῦν ὁ Θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυῒδ ποιούμενος, ἐπισφράγισμα πάντων προστίθησι καὶ τὸ, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώσας, κέρας οὐ μόνον καὶ προφητῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δαυῒδ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει· Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ Διαθήκη μου πιστὴ αὐτῷ, Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυῒδ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως προφητευόμενα.

Εἰπὼν γὰρ ὁ λόγος, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυνάπτει περὶ τοῦ κέρως, καὶ λέγει· Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ᾽ ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς· καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον ἀναφέρεσθαι.

Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ᾽ ἐπὶ τὸν Δαυῒδ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. Πῶς γὰρ τοῦ Δαυῒδ ἐν θαλάσσῃ ἔταξεν ὁ Θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βουλόμενος ἑρμηνευέτω. Οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυῒδ τῆς παράλου χώρας. Ἢ πῶς περὶ τοῦ Δαυῒδ λέγοιτ᾽ ἂν τὸ, Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; Ἀντὶ τίνος γὰρ μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ, ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ Θεοῦ νομισθείη ἂν ὁ Δαυΐδ; Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ Θεὸς, Θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς; Πότ᾽ οὖν ὁ Δαυῒδ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; Εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονότα, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα.

Μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ Εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. Λέγει δ᾽ οὖν ὁ εὐαγγελιστής· Καὶ Ζαχαρίας ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε λέγων· Εὐλογητὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τοῦ λαοῦ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ.

Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ Θεοῦ. Διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν Γραφήν· Καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι᾽ αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ Θεοῦ δύναμις ἐνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα.

Μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυῒδ διαδόχων Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐτῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. Διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. Αὐτοῦ δὲ, καὶ οὐδὲ ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει.

Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οαʹ ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης.

Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι᾽ ἐκβολὰς γῆς. Ἀνθ᾽ οὗ τὸ Ἑβραϊκὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ᾽ ἄν τις ἀποῤῥητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννήσεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῆς καταξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀποῤῥητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· Καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται.

Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ᾽ ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ᾽ ὅτι κέρας Δαυῒδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν.

Διὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυῒδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι᾽ ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυῒδ ἐπιτέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγορεύσας.

Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν Διαθήκην αὐτοῦ πιστοποιήσειν αὐτῷ· πάντως που τὴν Καινὴν Διαθήκην, ἣν πᾶσι τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο.

Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσι, καὶ τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. Ἐδείκνυτο δὲ κέρας οὐκ ἀλλότριον τοῦ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενηθέντος Χριστοῦ. Τούτου δ᾽ οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προκειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· Οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα δηλωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βραχείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμπαρεκτείνεσθαι ποιήσω. Καὶ ὁ Σύμμαχος δὲ οὕτως ἡρμήνευσεν εἰπών· Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ᾽ ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ.

Σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ᾽ ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐτοῦ Ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεννηθέντας αὐτῷ λαούς; θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυμένος· ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων βασιλικῷ θρόνῳ, ὃς ἐπ᾽ ὀλίγῳ διαρκέσας, ἀπεσβέσθη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ τοῦ Δαυῒδ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν.

Οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς Ἐκκλησίας προέδρων, διαμενεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρανοῦ. Εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδόχους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ Θεοῦ.

Ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ᾽ ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ. Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ᾽ αὐτῶν, ἀλλ᾽, ἀπ᾽ αὐτοῦ, δῆλον ὅτι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πληθυντικῶς εἰρημένων, κατὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν; Ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. Καὶ ἐπιλέγει ἑξῆς· Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, δῆλον ὅτι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, Καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγγελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι᾽ αὐτῶν τῶν ἀποτελεσμάτων.

Καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς Διαθήκης αὐτοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. Διό φησιν· Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Διάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι᾽ ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυῒδ μεθ᾽ ὅρκου ἐπαγγελίας.

Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Τί δὲ περιεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. Δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει;

ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ᾽ αὐτοῦ παραβολὴν, δι᾽ ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς.

Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται. Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυῒδ, τουτέστι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδοχήν· ἀλλὰ καὶ τοῦ Ἁγίου τοῦ Θεοῦ τοῦ μονογενοῦς αὐτοῦ Λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰουδαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ Δαυῒδ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται αἱ προφητεῖαι. Μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη Δαυΐδ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης, λέλυτο τοῦ Δαυῒδ ὁ θρόνος.

Διὸ δὴ τὰ ἑξῆς τοῦ ψαλμοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς τοῦ Δαυῒδ βασιλείας· ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιωπηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, τοῦ καιροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίων νομιζομένων παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ Θεοῦ ἐπαγγελίας συμπλήρωσις.

Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.

Διήρπαζον αὐτὸν πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτὸν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς γῆν κατέῤῥαξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· Διάψαλμα. Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ Δαυῒδ διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ, ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. Ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γένους Δαυῒδ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐτοῦ κατεῤῥάγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευμένα πεπλήρωται· ἐφ᾽ οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ Θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων. Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ Θεοῦ ἀψευδοῦς ὄντος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους· εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ Δαυῒδ βασιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα.

Τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε Πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· Ἐν οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις· Ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Ταῦτα γὰρ πάντα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ Θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ᾽ οὓς οἶδε λόγους. Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους εἶναι καὶ θείας τὰς τοῦ Θεοῦ ἐπαγγελίας. Καὶ παρέστηκε τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ θρόνος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου.

Διὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐρωτηθείς τε ὑπ᾽ αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, Εἰς τοῦτο καὶ γεγέννημαι. Οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. Καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ Παρθένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ᾽ οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ᾽ ἐστὶν ἀτελεύτητος, οὐδ᾽ εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι Δαυῒδ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· Καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.

Τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ Παρθένῳ ἐπηγγελμένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου. Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος ἐπηγγείλατο λέγων· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοιοῦτος δ᾽ ἦν ὁ τῷ Δαυῒδ μεθ᾽ ὁρκωμοσίας ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμένος.

Ὃ δὴ παριστὰς ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ χρησμόν· πρότερον μὲν εἰπὼν, Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ· εἶθ᾽ ἑξῆς ἐπαγαγὼν, Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ταῦτα δὲ τοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαυῒδ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· καὶ τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει· ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ. Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώπων ψυχάς. Ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰσέτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ Θεὸς τῷ Δαυΐδ.

Ἀλλ᾽ ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ Δαυῒδ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ᾽ οὐδ᾽ ἐπ᾽ αὐτὸν τὸν ἡμέτερον Σωτῆρα σωματικῶς τέλους ἐτύγχανεν, ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τούτου, μηδ᾽ ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη Δαυΐδ· τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφητικὸν Πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ Θεοῦ λογίων· διό φησι· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε, ἀπεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς· δι᾽ ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τὸν Χριστὸν ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ Δαυῒδ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ Θεοῦ συμβεβηκότων.

Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος τοῦ Δαυῒδ προελευσόμενον. Εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα αὐτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν Θεὸν Πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν Πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώτατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν· καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην· ἀλλ᾽ ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προλέγει, προφητεύει τε καὶ ταῦτα καὶ προδιδάσκει ἀναγκαίως τὸ θεῖον Πνεῦμα, ἵν᾽ εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ περὶ τὴν τοῦ Δαυῒδ διαδοχὴν, μὴ ταράττοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσεσθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι περὶ αὐτὸν προεφητεύσατο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. Κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτελειοῦντο.

Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· Σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ἐχολώθης πρὸς τὸν Χριστόν σου.

Τηνικαῦτα δὲ καὶ τὰ τῆς Διαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐτὸν, καὶ τὸ ἁγίασμα αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας Παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ Θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυφοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. Ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, οἳ ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν.

Τότε δὲ καὶ ἐγενήθη εἰς ὄνειδος τοῖς γείτοσιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος Δαυῒδ ἐπληροῦτο. Ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ᾽ αὐτὸν τὸν Δαυῒδ ἐφαρμόζειν, οὐδ᾽ ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Οὐ γὰρ δὴ τοῦ Δαυῒδ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ᾽ ὡς ἡ σελήνη διαρκὴς γέγονε, οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ᾽ ἔχει λόγον τὸν Δαυῒδ ἐκεῖνον Πρωτότοκον χρηματίσαι τοῦ Θεοῦ· ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ᾽ αὐτὸν γεγόνασιν. Ἀλλ᾽ οὐδὲ φαίνεται ὁ Δαυῒδ τὴν δεξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκταθεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀλλ᾽ οὐδ᾽ ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ᾽ οὗτος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ᾽ οὐδ᾽ ὑπερβὰς χρόνον ἐτῶν μʹ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ᾽ οὐδὲ ἀνεπίληπτον βίον διατελέσας.

Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναικομανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ Θεός. Ἀλλ᾽ οὐδ᾽ ἐφ᾽ ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς Δαυῒδ βασιλευσάντων ἀναφέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρωπὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος Δαυῒδ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα συνίσταται πεπληρωμένα· ἃ δὴ καὶ προείληφε τὸ θεῖον Πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσεσθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ Δαυῒδ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρόνον καταλυθησόμενον θεωρεῖ. Μέχρι γοῦν τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρματος Δαυῒδ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰουδαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων· ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συντείνει, μεθ᾽ ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ Δαυῒδ διαδοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ σπέρματος Δαυῒδ γεγονὼς μνημονεύεται· ὡς καὶ κατὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου Πνεύματος λόγια, δι᾽ ὧν εἴρηται· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, καὶ ἀνεβάλου τὸν Χριστόν σου.

Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα.

Εἶτ᾽ ἐπειδήπερ τὰ μὲν τῶν τοῦ Θεοῦ πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι Δαυῒδ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο πεπαυμένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦτα προθεωρῆσαν τὸ προφητικὸν Πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ Θεοῦ ἀληθείας, καὶ παρ᾽ αὐτοῦ τοῦ Θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; Ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχὴ λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ᾽ ἀνθρωπίνην βασιλείαν· τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανάτου φθάσας, καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα. Ὧν ἕνεκα εἰκότως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς, Μεθ᾽ ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;

Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Διάψαλμα.

Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕως πότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόῤῥητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυῒδ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ πεποιημένος Θεὸς ἀνεκηρύττετο. Διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ᾽ αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ Δαυῒδ ἐπηγγελμένα.

Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ᾽ εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι᾽ ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν Δαυῒδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνήσθητι τίς μου ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ᾽ οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας.

Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν Δαυῒδ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυθῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυῒδ ἐπαγγελίας.

Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συνενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυῒδ καθαίρεσιν. Δέομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; Εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται. Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου;

ἀλλ᾽ οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ᾽ οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει.

Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. Εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι᾽ ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυῒδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων.

Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.

Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν.

Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι᾽ ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον.

Ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα, πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε;

μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι᾽ αὐτῶν σημαινομένης. Τοῦτο δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ᾽ ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλας οὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν. Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν.