Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς
Υπόμνημα στους Ψαλμούς ΙΑ΄ - Κ΄
Αναλυτική ερμηνεία των ψαλμών 11 έως 20, όπου εξετάζονται η θεία σωτηρία, η προστασία του δικαίου από τους εχθρούς, η προφητεία του Πάθους και η κλήση των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στους Ψαλμούς ΙΑ΄ - Κ΄
Αναλυτική ερμηνεία των ψαλμών 11 έως 20, όπου εξετάζονται η θεία σωτηρία, η προστασία του δικαίου από τους εχθρούς, η προφητεία του Πάθους και η κλήση των εθνών.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΒʹ. Διὰ τὸ τέλος τὸ παρὰ τῷ Θεῷ πάντα πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος ὁ τῶν πόνων ἐστὶ καρπὸς, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν προξενῶν. Εἰς μὲν οὖν τὸ τέλος ἀνέπεμψε τὴν ᾠδὴν τῷ Θεῷ· κατὰ δὲ τὴν ἀρχὴν, ὡς ἀγωνιζόμενος ἔτι, τὰς πρώτας προφέρει φωνάς· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; Λήθην δὲ Θεὸς ποιεῖται τῶν ἐπιλανθανομένων αὐτοῦ διὰ τῆς ἁμαρτίας· ἀποστρέφει καὶ τὸ πρόσωπον ἀπὸ τῶν αἰσχρόν τι πραττόντων, ἀναξίους εἶναι κρίνας τῆς ἐποπτείας αὐτοῦ· διόπερ ὑπὸ τοῦ συνειδότος νυττόμενος καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν ἐπάγει· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· μήποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὑψοῦται δὲ κατὰ τοῦ ἁμαρτάνοντος ὁ ἐχθρὸς ταπεινουμένου τῇ ἁμαρτίᾳ· καὶ τοὐναντίον δικαιοπραγοῦντος. Ὡς μηδὲ βουλόμενος ἀμισθεὶ εἰσακουσθῆναι, προτάττει τὸ, ἐπίβλεψον, παρακαλῶν ἰδεῖν αὐτοῦ τὰ κατορθώματα. Ἢ καὶ ὡς τοῦ Θεοῦ μὴ εἰσακούοντος, εἰ μή τις δίκαιος ᾖ. Πρόσωπον δὲ Θεοῦ φωτὸς γέμει, δύναμις οὖσα πρὸς εὐεργεσίαν προνοουμένη· οὗ τις μετέχων φωτισθήσεται, καθάπερ ἡλιακῶν ἀπολαύων αὐγῶν.
Ἀποστραφέντος δὲ, μηκέτι φωτιζομένη σκοτοῦται ψυχὴ, μηδὲν ἐνεργούντων τῶν ἔνδον ὀφθαλμῶν, οἵτινες διανοίας εἰσὶ λογισμοί.
Ἐπιμενούσης δὲ τῇ ἁμαρτίᾳ, καὶ τοῦ σκότους ἐπὶ πλέον ἐπικρατοῦντος, τῷ καὶ μένειν ἀπεστραμμένον τὸ πρόσωπον τοῦ Θεοῦ, ἑξῆς οἱονεί πως γίνεται κακίας ἀθεράπευτα πλημμελούσης, καὶ μήτι γρηγοροῦσα λέγοιτ᾽ ἂν εἰς θάνατον ἡμαρτηκέναι.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΓʹ. Ἐπεὶ ταῦτα προφητικῶς εἰρημένα ἐπὶ συντελείᾳ τῶν αἰώνων ἤμελλε γίνεσθαι, προγέγραπται τὸ, εἰς τὸ τέλος· ψαλμὸς δὲ οὐκ εἴρηται διὰ τὸ κατηγορεῖν πάντων ἀνθρώπων. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.
Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν· οὐκ ἔστι ποιῶν χρηστότητα. Τῶν δὲ ἀθέων οἱ μὲν μὴ εἶναι Θεὸν παντελῶς ἔδοξαν, ἀλλ᾽ εἶναι διὰ κενὸν ὄνομα· οἱ δὲ μὴ ὄντας ἀνέπλασαν, τὸν ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν ἔφασαν, μὴ προνοεῖν δὲ τῶν ἐπὶ γῆς. Οἱ δὴ πάντες εἰς ἀθεΐαν περιετράπησαν φρονοῦντες οὕτως· εἰ καὶ μὴ ἐτόλμων εἰπεῖν δι᾽ ἃς ἔχουσι πάντες φυσικὰς ἐννοίας περὶ Θεοῦ· διὸ καρδίᾳ ἔλεγον, ἀλλ᾽ οὐ στόματι· ἐν τούτῳ γὰρ καὶ πολλοὺς λέγειν ἐδόκουν θεούς. Ἠλέγχοντο δὲ ἀφ᾽ ὧν ἔδρων· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Μηδεμιᾶς γὰρ ἀσελγείας φειδόμενοι, παντὶ δὲ τρόπῳ τὸν βίον διαφθειρόμενοι, εἰ καὶ μυρίους ὡμολόγουν θεοὺς, δῆλοι ἦσαν οὐδὲν ὑγιὲς φρονοῦντες περὶ Θεοῦ. Ἄφρων οὖν ὄντως ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας βίος. Εἴπερ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν τῷ μὴ φοβεῖσθαι καὶ ἀθετεῖν ἀντίκειται ἡ σοφία.
Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Δοκεῖ δέ μοι τὰ προκείμενα καὶ αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους λεληθυῖαν κατηγορίαν περιέχειν. Εἰ γὰρ, διακύψας ἐκ τοῦ οὐρανοῦ Κύριος καὶ ἐπισκοπήσας τοὺς ἐπὶ γῆς πάντας εὗρεν ἐκκλίναντας καὶ ἀχρειωθέντας, ὡς μηδένα μηδαμῶς εὑρίσκεσθαι ἐν ἀνθρώποις, μηδὲ μέχρις ἑνὸς, τὸν μηδὲ ἠχρειωμένον, μηδὲ ἐκκλίναντα· ἀκόλουθόν ἐστι τοῖς πᾶσι συμπεριλαμβάνεσθαι, καὶ τὸ Ἰουδαίων ἔθνος, καὶ αὐτὸν τὸν καλούμενον Ἰσραήλ. Τὰ μέντοι προκείμενα λόγια σαφῶς ἀπεφήνατο, ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὡς μηδὲ εἶναι ποιοῦντα χρηστότητα, μηδὲ ἕως ἑνός.
Ἔδει γὰρ τὸ μέγεθος παραστῆναι τῆς ἐν τοῖς ἀνθρώποις ἐγγενομένης νόσου πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ὡς ἂν ἡ ἄφιξις αὐτοῦ φανείη τοῖς πᾶσιν ἀναγκαία. Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι.
Ταύτην δὲ καὶ ὁ Ἡσαΐας συμφώνως ἀποδίδωσι τὴν διάνοιαν ἐν οἷς φησι πρὸς τὴν Ἰουδαίων συναγωγὴν ἀποτεινόμενος· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ὁ ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τὸ γὰρ, διότι ἦλθον, ὅμοιον ἂν εἴη τῷ, Κύριος ἐξ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὸ δέ· Καὶ οὐκ ἦν ἄνθρωπος, καὶ οὐκ ἦν ὁ ὑπακούων, ὅμοιον τῷ· Πάντες ἐξέκλιναν καὶ ἠχρειώθησαν.
Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ προφητεύειν μεταβολὴν ἔσεσθαι τῶν ἐθνῶν ἐκ θηριώδους βίου, καὶ ἐξ ἀγνωσίας Θεοῦ, ἐπὶ ἥμερον καὶ θεοσεβῆ τρόπον· ὃ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβόντα μαρτυρῆσαι ἀλήθειαν τῇ προφητείᾳ. Ἀναγνώσῃ τοίνυν τὰ προκείμενα ἐρωτηματικῶς, πυνθανομένου τοῦ λόγου καὶ φάσκοντος· Εἰ καὶ πάντες ἐξέκλιναν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ ἠχρειώθησαν· μὴ τοίνυν οὐχὶ γνώσονται ἐν τῷ μετὰ ταῦτα χρόνῳ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; προσυπακουόντων ἡμῶν· Τὸν Κύριον, καὶ κατὰ κοινοῦ πάλιν λαμβανόντων τὰ ἑξῆς. Καὶ αὐτοὶ γὰρ οἱ πάλαι τὸν λαὸν τοῦ Θεοῦ ὡσεὶ ἄρτον ἐσθίοντες, καὶ τὸν Κύριον μηδεπώποτε ἐπικαλεσάμενοι, μὴ οὐχὶ γνώσονται αὐτόν;
Καὶ Ἡσαΐας δὲ συνᾴδει περὶ τῶν αὐτῶν θεσπίζων καὶ λέγων· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Τίνες δὲ ἀλλ᾽ ἢ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ οἱ πρότερον μὴ ἐπικαλούμενοι τὸν Κύριον; ἔσται γάρ ποτε καιρὸς, ὅτε ἐπιγνώσονται αὐτὸν, καθ᾽ ὃν καὶ φόβον ἀναλήψονται τοῦ Θεοῦ καὶ δειλίαν ἀγαθήν. Ὅτι δὲ τὸν φόβον ἀναλαβεῖν Κυρίου ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ λέγεσθαι· Ἀρχὴ σοφίας φόβος Κυρίου. Οἱ δηλούμενοι τοίνυν φοβηθήσονται ἐκεῖ φόβῳ· τουτέστι τότε. Τίνα δὲ φοβηθήσονται ἢ τὸν Κύριον; ἐκεῖ δὲ, ποῦ ἢ ἐν τῇ μελλούσῃ συστήσεσθαι γενεᾷ; διὸ ἐπιλέγει· Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν. Ὥσπερ ἐν τοῖς ἄλλοις κρίμασι τοῖς γινομένοις περὶ συναλλάγματα καὶ κοινωνίας οὐκ εἰς πρόσωπα βλέπειν δεῖ· οὕτως ἐν τοῖς βουλευομένοις οὐκ εἰς ἀρχὴν καὶ περιουσίαν σκοπητέον· ἀλλ᾽ εἰς νοῦν διηρθρωμένον καὶ τὸ εὐσυνείδητον ἔχοντα. Ἐπιστατέον ἐκλαβεῖν, εἰ δυνατὸν, περὶ τῶν Ἰουδαίων τὰ προκείμενα, τὴν τοῦ Σωτῆρος βουλὴν καταισχῦναι σπευδόντων, τῷ ἡγεῖσθαι αὐτὸν πτωχόν τινα εἶναι, καὶ μὴ πλοῦτον θεότητος. Ἀεὶ γοῦν καὶ ἀντιλέγουσι τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ τὰς τεραστίους δυνάμεις κακολογοῦσιν, ὡς μὴ θεϊκῇ δυνάμει, ἀλλ᾽ ἄλλοθέν ποθεν γεγενημένας.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Πάντων ἐκκλινάντων καὶ ἅμα ἀχρειωθέντων καιρὸς ἦν εἰς εὐχὴν τρέψαι τὸν λόγον, ὡς πρεσβείας τρόπῳ φάναι· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Αὐτοῦ γὰρ χρεία λοιπὸν, τοῦ ἄφεσιν ἁμαρτημάτων παρέχοντος, τοῦ αἰτίου τῆς αἰωνίου σωτηρίας. Τοῦτο τὸ σωτήριον τὸ κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεγονὸς, ἐκ τῆς Σιὼν δέδοται· Ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰς τοῦτο λήψῃ τό· Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, δυνατὸν ἐκλαβεῖν· ὡς καὶ ἐκ τῆς ἐπουρανίου Σιὼν ἐλήλυθε τὸ σωτήριον· ἐπείπερ ἐν αὐτῇ εἴρηται τὴν βασιλείαν ἔχειν ὁ Χριστός. Διὸ καὶ ὁ σκοπὸς ἡμῶν καὶ ἡ ἐλπὶς τῆς ἄνω κλήσεως ἡ βασιλεία τῶν οὐρανῶν τυγχάνει. Εἶθ᾽ ἑξῆς τὴν μέλλουσαν ἅπασιν ἀνθρώποις προξενεῖσθαι ἀπὸ κακῶν ἐλευθερίαν διὰ τοῦ σωτηρίου παρίστησι. Καὶ θέα τίνα τρόπον, ἑτέρων λυτρουμένων, ἑτέρους φησὶν ἀγαλλιᾶσθαι· ἐν τῷ γὰρ ἠλευθερῶσθαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ Κυρίου, Ἀγαλλιάσεται, φησὶν, Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.
Τῶν οὖν πάλαι ᾐχμαλωτισμένων ὑπὸ τῆς δαιμονικῆς πλάνης ψυχῶν, μελλουσῶν διὰ τοῦ σωτηρίου τοῦ Θεοῦ ἐλευθερίας τυγχάνειν, καὶ ἐξ ἁπάντων τῶν ἐθνῶν μελλόντων ἐπιστρέφειν ἐπὶ τὸν Κύριον, οἱ πάλαι παρὰ τῷ Θεῷ ἀναπεπαυμένοι δίκαιοι καὶ προφῆται, αὐτοὶ ὄντες ὁ ἀληθῶς Ἰσραὴλ καὶ ὁ ἀληθῶς Ἰακὼβ, ἀγαλλιάσονται καὶ εὐφρανθήσονται, διὰ τὸ πληροῦσθαι αὐτῶν τὰς περὶ ἡμῶν προφητείας, καὶ διὰ τὸ συγχαίρειν τῇ ἡμετέρᾳ σωτηρίᾳ. Διὸ καὶ ὁ Συμεὼν, εἰπὼν περὶ τοῦ Σωτῆρος, ὅτι Φῶς ἔσται εἰς ἀποκάλυψιν ἐθνῶν, ἐπήγαγε, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΔʹ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ἀπὸ τῶν προσεχεστέρων προβαίνων διαγράφει τὸν τέλειον. Παροικία δέ ἐστι διαγωγὴ πρόσκαιρος ἐπ᾽ ἐλπίδι τῆς κρείττονος. Διό φησι καὶ Δαυΐδ· Πάροικός εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, μηδὲ βῆμα κεκτημένος ποδὸς, μόλις δὲ τάφον πριάμενος. Ὃ δὴ σύμβολον τοῦ ζῶντα μὲν ἐν σαρκὶ πάροικον εἶναι προσήκειν, μεταβαίνοντα δὲ ταύτης, τοῖς οἰκείοις τόποις ἀναπαύεσθαι. Καὶ μακάριόν φησιν ἐν ἀλλοφύλοις παροικοῦντα, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ. Σκήνωμα δὲ Θεοῦ ἡ παρ᾽ αὐτοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς ἐνοίκησιν.
Τίς οὖν, ὡς ἀλλοτρίᾳ κεχρημένος, ἔγκαρπον αὐτὴν παραδώσει τῷ δεδωκότι, ὡς ἂν γένηται καὶ σκήνωμα τοῦ Θεοῦ τοῖς ἁγίοις ἐνοικοῦντος; Εἶτα πρὸς τὸ μεῖζον προσκόπτει· Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Οὐκ ἐν τῇ γηΐνῃ Σιὼν, ὅπερ Ἰουδαίοις δοκεῖ, ἀλλὰ περὶ ἧς ὁ Παῦλός φησι· Προσεληλύθατε ὄρει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.
Παρελθὼν οὖν τις τὴν σάρκα ταύτην καὶ νεκρώσας αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἐν τῇ ἁγίᾳ κατασκηνώσει πόλει· ἧς ἐπιθυμῶν ὁ Δαυῒδ ἔλεγε· Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ· καὶ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! τὸ δὲ τούτου σπάνιον ἐμφαίνει τὸ, τίς, ὡς τὸ, Τίς ἔγνω τὸν νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα φρόνιμος καὶ πιστὸς οἰκονόμος;
Μήποτε δὲ καὶ, τὸν Θεὸν ἐρωτήσας, ἔτυχε ἀποκρίσεως; Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Τάχα δὲ καὶ ὁ μεθιστάμενος εἰς οὐρανὸν, ὡς ἀπὸ ξένης ἥκων διατριβῆς, παροικεῖ· Θεοῦ γὰρ σκήνωμα ὁ οὐρανός.
Ὅρα δὲ μήπως ὁ ἐπιμένων τῇ πολιτείᾳ τοῦ νόμου, εἰς Χριστὸν ὄντος παιδαγωγοῦ, παροικεῖ ἐν τῷ σκηνώματι τοῦ Κυρίου, περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τευτάζων· ὁ δὲ φθάσας ἐπὶ Χριστὸν καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ὄρει ἁγίῳ τοῦ Θεοῦ, περὶ οὗ προφητεύεται· Ἐμφανές ἐστι τὸ ὄρος τοῦ Κυρίου. Καὶ σκόπει πάλιν, μὴ Θεοῦ μὲν ὄρος ἅγιον ὁ τοῦ Θεοῦ Λόγος· σκήνωμα δὲ αὐτοῦ, ὃν ἀνέλαβεν ἄνθρωπον· καὶ δεῖ πρότερον ἐπιγνῶναι κατὰ σάρκα Χριστόν· εἶτα κατασκηνοῦν ἐν ὄρει ἁγίῳ Θεοῦ, θεασάμενον τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καὶ λέγειν· Εἰ γὰρ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Πρὸς τὸν τοιοῦτον γὰρ εἴρηται· Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τὴν Σιών. Ἄλλως ὄρος τοῦ Θεοῦ τὸ ὑπὸ μόνων ἁγίων ψυχῶν καὶ τελείων ἐν δικαιοσύνῃ κατοικηθησόμενον· ὁ οὐρανὸς αὐτὸς, καὶ ἡ ὑπὸ τοῦ Σωτῆρος εὐαγγελισθεῖσα βασιλεία τῶν οὐρανῶν.
Αὕτη ἐστὶν Ἱερουσαλὴμ ἡ ἐπουράνιος· αὕτη ἐστὶ τὸ Σιὼν ὅρος, καὶ ἡ πόλις τοῦ Θεοῦ τοῦ ζῶντος, κατὰ τὸν ἱερὸν Ἀπόστολον, ὅς φησι· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Τὴν δὲ σκηνὴν νοήσεις τὴν ἄνω ἐπὶ τοῦ ὄρους ἱδρυμένην ἀπὸ τοῦ φάσκοντος λόγου· Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως.
Τούτων τοιγαροῦν καὶ ὁ Δαυῒδ εἰς ἔννοιαν ἐλθὼν, ἀναφωνεῖ λέγων· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἀληθῶς γὰρ σπάνιος καὶ δυσεύρετος, καὶ εἷς που ἀπὸ μυρίων, ὁ τῆς ἀναβάσεως ἐκείνης καὶ τῆς ἐν οὐρανοῖς παροικήσεως ἄξιος.
Τὸ μὲν οὖν δηλωθὲν σκήνωμα, τὸ ἐν οὐρανοῖς, οἰκητήριον αὐτοῦ γένοιτ᾽ ἂν τοῦ Θεοῦ· ἄνθρωπος δὲ, ὥσπερ ἀπὸ αἰχμαλωσίας τῆς κατὰ γῆν διατριβῆς μέλλων μεθίστασθαι ἐπὶ τὴν οὐράνιον κατασκήνωσιν, ὥσπερ τις ξένος καὶ πάροικος ἔσται ἐκεῖ, ἅτε δὴ ἑτέρωθεν μετανάστης γεγονὼς, καὶ ἐξ ἑτέρας ὡρμημένος χώρας· διὸ λέλεκται· Τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Μακάριος δὲ ὁ ἐν αὐτῷ γενόμενος τῷ ὄρει, καὶ ἱδρυθεὶς ἐν αὐτῷ, τοῦ λόγου διδάσκοντος παράμονον ἔσεσθαι καὶ διαιωνίζουσαν τοῖς ἀξίοις τὴν αὐτὴν μονήν.
Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ ταῖς κατ᾽ ἀρετὴν ἐνεργείαις συμπαρατείνεσθαι, ἵνα ἄμωμοι καὶ ἀνέγκλητοι κατ᾽ αὐτὴν γενώμεθα τὴν ὁδόν. Εἴη δ᾽ ἂν αὕτη ἡ σωτήριος γνῶσις, ἣν αὐτὸς παριστὰς ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός.
Δεῖ γὰρ πρὸς τῷ πρώτῳ κατορθώματι, καὶ τῆς δι᾽ ἔργων καὶ πράξεων τῶν ἐν δικαιοσύνῃ πρόνοιαν ποιεῖσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Οὐ δεῖ τοίνυν κατεπαίρεσθαί τινα τῶν ἀτελεστέρων μετὰ τὸ κατορθῶσαι τὰ εἰρημένα· ἵνα μὴ, οἷόν τι ναυάγιον παθὼν, ἀπολέσῃ τὰ ἑαυτοῦ καλά.
Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν. Ἐνταῦθα ἐπὶ ἑνὶ πράγματί φησιν εὐλόγως ποτὲ δεῖν ὀμνύναι, καὶ ὀμνύοντα μὴ παραβαίνειν τοὺς ὅρκους. Ἐπὶ ποίῳ δὲ τούτῳ, ἢ ἐπὶ τῷ ἑταιρίαν γνησίαν καὶ φιλίαν σπένδεσθαι; Ἔστι δὲ ὅρκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ᾽ ᾧ βεβαιοῦται τὸ, Ναὶ ναὶ, καὶ τὸ, Οὒ οὔ.
Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ᾽ ἀθώοις οὐκ ἔλαβεν. Ἐπειδὴ συμβαίνει ποτὲ μετὰ πάντα τὰ κατηριθμημένα κατορθώματα σκάζειν τινὰ καὶ νοσεῖν περὶ δωροδοκίας καὶ τόκους, καὶ ταύτην προσθεραπεύει τὴν νόσον. Ὁ γὰρ τῆς βασιλείας τῶν οὐρανῶν ἕνεκεν, καὶ αὐτῆς τῆς πρὸς τὸν πλησίον ἀγάπης καὶ φιλανθρωπίας τοῦτο πράττων, δίδωσι μὲν, ἀλλ᾽ οὐκ ἐπὶ τῷ τὴν ἀμοιβὴν παρὰ ἀνθρώπων λαβεῖν· ἑαυτῷ δὲ ταμιευόμενος ὥσπερ ἐν θησαυρῷ, καὶ αὑτῷ φυλάττων εἰς τὴν μέλλουσαν τῷ Θεῷ ἀνταπόδοσιν· Καὶ δῶρα ἐπ᾽ ἀθώοις οὐκ ἔλαβε.
Τιμὴν μὲν γὰρ τάχα προσοῖτο [προσοίσοιτο] τὴν ἄλυπον καὶ ἀβλαβῆ τοῖς τιμῶσιν· ὑποκειμένης δὲ αἰτίας ἐφ᾽ ἑτέρου βλάβῃ, εἴ ποτε δέξαιτο δῶρα, παντάπασιν ἀνέτρεψε τὰ προλεχθέντα.
ΣΤΗΛΟΓΡΑΦΙΑ ΤΩ ΔΑΥΙΔ ΙΕʹ. Τῷ μὲν Δαυῒδ ἐπιγέγραπται ὁ ψαλμός· ἢ, τοῦ Δαυῒδ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Ψαλμὸν δὲ εἶπον καταχρησάμενος τῇ συνηθείᾳ· κατὰ γὰρ τὸ ἀκριβὲς οὐκ ἄν τις αὐτὸν εἴποι ψαλμὸν, ὅτι μὴ τοῦτο δηλοῦν βούλεται ἡ προγραφή· ἀλλ᾽ ἔστι στηλογραφία προφητείαν περιέχουσα θαυμαστὴν, καὶ γραφῆς αἰωνίου, ὥσπερ ἐν στήλῃ τετυπωμένης, ἀξίαν.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ· ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὅτι μὲν οὖν διὰ τοῦ Δαυῒδ ἀναπεφώνηται τὰ ἐν τῇ προφητείᾳ περιεχόμενα, παντὶ ἂν εἴη σαφές. Ζητουμένου δὲ εἰς τίνα ἄρα χρὴ ἀναφέρειν τὰ λεγόμενα, ἀξιόχρεως ἡμῖν διδάσκαλος γένοιτ᾽ ἂν Πέτρος ὁ ἀπόστολος, ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονεύσας τῶν ἐν αὐτῇ φερομένων.
Διελθὼν γὰρ πρὸς τὸν λαὸν τὰ τοῦ ψαλμοῦ, ταῦτά τε ἐπὶ τὸν Σωτῆρα τὰ εἰρημένα ἀναδιδάξας, ἑξῆς ἐπιφέρει καί φησιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Ὧν οὕτως εἰρημένων, περιττὸν ἂν εἴη τοῦ λοιποῦ ζητεῖν, ἐπὶ τίνα χρὴ φέρειν τὴν προφητείαν, ἅπαξ ὑπὸ τηλικούτου μάρτυρος δεδιδαγμένοι.
Κατὰ μὲν οὖν τοὺς Ἑβδομήκοντα στηλογραφία λέλεκται ἡ προφητεία, τὸ περιέχειν τὴν κατὰ τοῦ θανάτου νίκην τοῦ Σωτῆρος διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ κατωρθωμένην. Ὥσπερ γὰρ τῶν ἀγωνιζομένων ἐν σταδίοις οἱ μέγιστοι καὶ παράδοξοι ἆθλοι στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατὰ τῶν ἐχθρῶν τρόπαια εἰς μακρὰν μνήμην στηλιτεύεται· οὕτω καὶ τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἄνωθεν ἀπὸ τῶν προφητικῶν χρόνων ἐστηλιτεύετο ταῖς ἑαυτῶν γραφαῖς· διὸ στηλογραφία λέλεκται.
Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Οὐχ ἵνα τὰ ἐπάξια χαρίσηται ἀνθ᾽ ὧν αὐτῷ προσηγάγομεν. Ἄλλοι δέ φασιν, ὡς ἐκ προσώπου τοῦ Σωτῆρος εἴρηται ὁ ψαλμός· εἴρηται δὲ κατὰ τὸ ἀνθρώπειον, ὥσπερ αὐτοὶ αὐτὰ πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι τό· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ.
Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· καὶ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Οὕτω τοίνυν καὶ ἐν τούτῳ τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ ὑφ᾽ ἑαυτοῦ φυλάττεται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος, δίδωσι δὲ τὴν αἴτησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συνεργοῦντος τοῦ οἰκείου Πατρός. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Τοῦτο ὁ Σύμμαχος ἑτέρως ἡρμήνευσεν· Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σοῦ. Πᾶσα, φησὶ, τῶν ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ τῆς εὐσεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιοπραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφελείας ταύτην νομοθετεῖ.
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. —Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους. Δύναται, ἰδιοποιούμενος τὰ πάθη τῆς Ἐκκλησίας αὐτοῦ, τὰ προκείμενα ἐξ αὐτῆς λέγειν· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὑτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν.
Ἕτεροι δὲ γῆν αὐτοῦ τὴν Ἐκκλησίαν φασίν· ὅθεν καὶ θαυμάσια γίνονται τὰ τοῦ Θεοῦ θελήματα, Θελήματα δὲ Θεοῦ αἱ κατ᾽ εἶδος ἀρεταὶ παρισταμένου τούτου· ἐκ τοῦ· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου, τὰ οὕτως ἡρμηνευμένα θελήματα Θεοῦ. Θαυμαστοῖ δὲ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι ἐχόντων τῶν κατὰ Θεὸν σοφῶν τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἀνδρεία ἡ αὐτὴ τῶν μαρτύρων τῆς ἀληθείας, προφητῶν τε καὶ ἀποστόλων, τῇ τῶν ἄλλως ἀνδριζομένων; ἀλλ᾽ οὐδὲ, ἡ σωφροσύνη τῶν τηρούντων ἣν ἔσχεν Ἰωσὴφ καὶ Σουσάννα, τῇ τῶν ἄλλων σωφροσύνῃ.
Οὕτω δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν, θαυμαστοῦντος Θεοῦ τὰς τῶν ἁγίων ἀρετὰς ὡς ἀσυγκρίτως ὑπερέχειν αὐτοὺς τῶν κατὰ ἀνθρώπους γενομένων σπουδαίων. Οὕτω θαυμασίων τῶν θελημάτων τοῦ Θεοῦ ἐν τοῖς ἁγίοις ὄντων, πληθύνονται αὐτῶν, τῶν ἁγίων λέγω, αἱ ἀσθένειαι, ὁρώντων ὡς πολὺ ἀπολείπονται τῆς Θεοῦ ἰσχύος καὶ τοῦ μεγέθους αὐτοῦ.
Ὅμως, εἰ καὶ πληθύνονται αἱ προλεχθεῖσαι αὐτῶν ἀσθένειαι, οὐκ ἐμβραδύνουσιν, οὐ παραμένουσιν αὐτοῖς, παραχρῆμα ἀπερχόμεναι. Μέχρι γὰρ τοῦ ἐννοῆσαι αὐτὰς, ἔσχον αὐτὰς ταχυνούσας ἐν τῷ μηκέτ᾽ εἶναι· διὰ τὸ ἰσχύειν ἐν τῷ ἐνδυναμοῦσθαι αὐτοὺς ὑπὸ Χριστοῦ πρώτων, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν.
Οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι τῶν ἁπάντων τῶν πάλαι εἰδωλολατρῶν τὴν προτέραν κατάστασιν· ἐν ᾗ, ἄθεοι ὄντες καὶ εἰδωλολάτραι, οὐκ ἐπὶ μίαν ἐξώκειλαν πλάνην. Πλῆθος γὰρ ἦν αὐτῶν τῆς πολυθεΐας καὶ εἰδωλολατρείας καὶ ἀσθενείας. Ἀλλ᾽ ἐπειδὴ ἐξ αὐτῶν ἐκείνων μεταβαλόντες διὰ τῆς σωτηρίου χάριτος γεγόνασιν ἅγιοι τοῦ Θεοῦ, διὰ τοῦτο λέλεκται· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματά μου ἐν αὐτοῖς· καὶ ἐπεὶ συνῆπται τό· Ἐπληθύνθησαν εἴδωλα αὐτῶν, ἢ τὰ διαπονήματα αὐτῶν, ἢ ἀσθένειαι αὐτῶν. Ταῦτα γὰρ πάντα προσῆν τοῖς ὕστερον ἁγίοις πρὸ τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολῆς. Ἀλλὰ μετὰ ταῦτα ἐτάχυναν, οὐκ ἀμελήσαντες, οὐδὲ βραδύναντες, ἀλλὰ διὰ τάχους τὴν μετάνοιαν ἐνδειξάμενοι μετὰ τὴν εἰς αὐτοὺς γενομένην χάριν, δι᾽ ἧς ἐθαυμαστώθη πάντα τοῦ Σωτῆρος θελήματα ἐν αὐτοῖς. Ὅθεν συγχώρησιν προτέρων ἁμαρτημάτων διδοὺς αὐτοῖς φησιν· Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· ἢ κατὰ τὸν Ἀκύλαν· Οὐ μὴ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων. Πάλαι μὲν γὰρ, φησὶ, σπονδὰς ἐποίουν ἐξ αἱμάτων, Ἰουδαῖοι μὲν κατὰ νόμον τῷ Θεῷ θυσίας προσφέροντες, Ἕλληνες δὲ, ὅτε τοῖς δαίμοσιν ἐλάτρευον.
Ἐγὼ δὲ καινὰς αὐτοῖς θυσίας παραδοὺς, οὐκέτι δέξομαι σπονδὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ ταύτας σπείσω ἅτε ἀρχιερεὺς ἐκ τῶν χειρῶν αὐτῶν ἀποδεξάμενος καὶ σπένδων· καινὰ δὲ μυστήρια παραδοὺς αὐτοῖς καὶ καινὰς θυσίας τὰς ἀναίμους καὶ ἀκάπνους, καὶ λογικὰς, ταύταις χρῆσθαι διδάξω αὐτούς· ἀλλ᾽ οὐδὲ μνημονεύσω διὰ τῶν χειλέων μου τῶν παλαιῶν αὐτῶν ὀνομάτων. Πάλαι μὲν γὰρ ἐπαξίως τῶν πράξεων ἐπήγοντο προσηγορίας οἱ ἀπὸ τῶν ἐθνῶν, βέβηλοι καὶ ἀκάθαρτοι, καὶ εἰδωλολάτραι, πολύθεοί τε καὶ ἄθεοι ὀνομαζόμενοι· νῦν δὲ ἐκείνων μὲν οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων, ἕτερα δὲ αὐτοῖς ἀντ᾽ ἐκείνων δωρήσομαι· εὐσεβεῖς αὐτοὺς καὶ θεοσεβεῖς, καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς, καὶ Χριστιανοὺς ὀνομάζων.
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ δευτέρῳ εἰρημένων ψαλμῷ. Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ ἔφη Πατέρα περὶ τῶν ἱερῶν ἀποστόλων· Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας.
Ἀλλ᾽ ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν, οὕτως ἑτέρωθι δείκνυσι, ὡς αὐτός ἐστι τῶν ἁπάντων δεσπότης· Τὰ πρόβατα γὰρ τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ πάλιν· Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Ἐν τῷ παρόντι μέντοι ψαλμῷ, ἀνθρωπίνως λέγει· Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου· κληρονομίαν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου, μερὶς γεγενημένος ὁ αὐτός.
Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Πάλαι μὲν γὰρ, φησὶν, ἄλλη τις ἦν κληρονομία μου, καὶ ἄλλα σχοινίσματά μου. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Ἀλλὰ τότε μὲν μερὶς καὶ κληρονομία, καὶ σχοίνισμα ὁ πρότερος ἦν λαός· οὗ διαπεσόντος καὶ ἀποβλήτου γενομένου διὰ τὰς ἀσεβείας αὐτῶν, ἑτέρα μερὶς καὶ ἄλλα σχοινία, καὶ ἕτεροι κλῆροι ἀντὶ τῶν προτέρων ἐκείνων ἐδόθησάν μοι ἐν τοῖς κρατίστοις. Αὕτη γὰρ, φησὶν, ἡ δευτέρα κρατίστη καὶ ἀρέσκουσά μοί ἐστιν.
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Ὁ ἅγιος, ἀεὶ λογιζόμενος ἐν ὀφθαλμοῖς αὐτοῦ εἶναι τὸν Κύριον, οὐ σαλεύεται· ἀλλὰ βέβαιος ἕστηκεν ὁ Κύριος ἐκ δεξιῶν τοῦ δικαίου. Περὶ δὲ τοῦ Ἰούδα, Ὁ διάβολος στήτω, φησὶν, ἐκ δεξιῶν αὐτοῦ.
ΠΡΟΣΕΥΧΗ ΤΩ ΔΑΥΙΔ Ιϛʹ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Ἱκετεύει διὰ τῆς προσευχῆς τὸν Θεὸν ἀκροατὴν γενέσθαι, οὐ τῆς φωνῆς, οὐδὲ τῶν ῥημάτων αὐτοῦ, ἀλλ᾽ αὐτῆς τῆς ἐν αὐτῷ ἀρετῆς, ὥσπερ βοώσης διὰ τῶν πράξεων τῆς δικαιοσύνης καὶ δυσωπούσης τὴν θείαν ἀκοήν. Οὐκ ἂν γάρ τις, ἑαυτῷ φαῦλα συνειδὼς, ῥᾳδίως ἂν τοιαύτην ἀφῆκε φωνήν.
Τὸ δὲ, Πρόσχες τῇ δεήσει μου, εἴποι ἂν ἐκεῖνος ὁ βεβασανισμένος καὶ πρεπούσας Θεῷ ἐν τῇ προσευχῇ ἀναπέμπων δεήσεις, ὁ μὴ ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσιν αἰτήμασι, μηδ᾽ ἐπὶ θνητοῖς καὶ ἀνθρωπίνοις παρακαλῶν τὸν Θεόν. Τοῦτο γοῦν καὶ ὁ Σωτὴρ ἐδίδασκε λέγων· Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν. Καὶ τρίτον δὲ ἱκετεύει, καὶ αὐτὰ τὰ ῥήματα τῆς προσευχῆς ἐνωτίσασθαι, κρῖναί τε, ὡς εἰπεῖν, καὶ αὐτὴν τὴν φωνὴν, ὅτι μὴ ἐν χείλεσι δολίοις προφέρεται. Πολλάκις γὰρ σεμνὰ φθεγγόμεθα, καὶ λόγοις χρώμεθα τοῖς ἀπὸ τῶν θείων Γραφῶν, οὐ κεκαθαρμένοις τοῖς χείλεσιν. Ἤδη δέ τινες, ἀδιαφόρως λοιδορίαις κατά τινων χρησάμενοι, ἢ διαβολαῖς, ἢ ψευδολογίαις, ἢ ἀπάταις, ἢ ἐπιορκίαις, ἢ αἰσχροῤῥημοσύναις, ἢ ἄλλοις τισὶν ἀτόποις φωναῖς, ἀθρόως μεταβάλλοντες ἐν τῇ προσευχῇ τὸν Θεὸν ἐπικαλοῦνται.
Μόνος δὲ ὁ ἅγιος καὶ τὴν γλῶτταν αὐτοῦ καὶ τὰ χείλη, καὶ τὴν φωνὴν αὐτὴν, καὶ τὰ κοινὰ ῥήματα καθαίρει· εἰδὼς εἰρημένον· Περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων προσφερομένης, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν εἰθισμένης, ἐνωτίζεται ὁ Θεός. Διὸ ἐπὶ μὲν τῆς δικαιοσύνης, εἰσάκουσον, ἐλέγετο, ἐπὶ δὲ τῆς δεήσεως, πρόσχες· ἐπὶ δὲ τῆς διὰ χειλέων προφερομένης φωνῆς, ἐνώτισαι. Τρία γοῦν ᾐτήσατο διὰ τῶν προκειμένων, προτάξας τῶν δύο τὸ κρεῖττον.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὡς τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερβαίνει ἡ τῶν προκειμένων διάνοια! Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; καὶ τίς παῤῥησιάζεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Μόνῳ τοιγαροῦν ἁρμόζοι αὐτῷ Χριστῷ λέγειν τὰ προκείμενα. Μήποτε δὲ τὴν εἰς τὸν ᾅδην κάθοδον, καὶ τὸν ἐν τῷ θανάτῳ χῶρον, νύκτα κέκληκεν ἐπὶ τοῦ πάροντος; Εἰ γὰρ καὶ ἐν νυκτὶ γέγονεν ἐν τῷ καιρῷ τῶν πειρατηρίων καὶ ἐν τῷ σκοτεινῷ καὶ ἀφεγγεῖ τόπῳ τοῦ θανάτου· ἀλλὰ δοκιμασθεὶς, ἐπισκοπῆς τῆς παρὰ τοῦ Πατρὸς ἠξίωται διὰ τῆς ἀναστάσεως, καὶ ταύτης τετύχηκεν. Ἐπειδήπερ, οἷα χρυσὸς ἐν πυρὶ βληθεὶς, λαμπρὸς καὶ καθαρὸς διαμεμένηκεν. Ἐπειδὴ μόνος τῶν ἐξ αἰῶνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος, κατὰ τὸν Ἡσαΐαν, ἐν τῷ στόματι αὐτοῦ.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ὁ δὲ Σύμμαχος εἰπών· Ἐγὼ ἐφυλαξάμην ὁδοὺς παραβάτου, ἑτέραν παρέστησε διάνοιαν· ὡς τοῦ τὴν εὐχὴν διαπέμποντος πάντα ἄνθρωπον παραβάτην φεύγοντος, καὶ πάσας τὰς τῶν τοιούτων ὁδοὺς, διὰ τὸ χαλεπὰς εἶναι καὶ ἀποσκλήρους πάσας τὰς κατὰ κακίαν πράξεις.
Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων παρέσχεν ὁ Σωτὴρ, παιδεύων μήποτε ἐπιτρίβεσθαι, μηδὲ μέγα ἐφ᾽ ἑαυτοῖς φρονεῖν. Εὖ δὲ καὶ ἀκριβῶς πεπεῖσθαι, ὡς πάντοτε τῆς παρὰ τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα μὴ σαλευθῇ ἡμῶν τὰ διαβήματα, καὶ εἰς τὸ ἐφαρμόσαι ταῖς ἑαυτοῦ τρίβοις τοὺς ἡμετέρους πόδας.
Θαυμάστωσον τὰ ἐλέη σου ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ. Σώζων δὲ εἴρηται τοὺς ἐλπίζοντας εἰς αὐτὸν, οὐ τοὺς ἐκ σπέρματος Ἰσραὴλ, οὐδὲ τοὺς κατὰ τὸν νόμον Μωϋσέως βιοῦντας· ἀλλ᾽ ὥσπερ καινὴν ὁδὸν εὑράμενος, σώζων ἀνεφάνη τοὺς εἰς αὐτὸν ἠλπικότας. Μένει γὰρ, φησὶν ὁ Ἀπόστολος, πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα συμπέπλεκται, ὥσπερ ὑφ᾽ ἑνὶ δεσμῷ κατεσφιγμένα. Διὸ τὴν πίστιν τῇ ἐλπίδι συνάπτει λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· ταῦτα δ᾽ ἐξ ἀγάπης τῆς πρὸς τὸν Θεὸν φύεται· καὶ δι᾽ αὐτῶν πάλιν ἡ εἰς Θεὸν ἀγάπη κρατύνεται.
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Καὶ πᾶς μὲν δίκαιος προσευχόμενος δείσθω τοῦ Θεοῦ, τῆς παρ᾽ αὐτοῦ καταξιοῦσθαι φυλακῆς· ὁμολογῶν μὴ ἱκανὸς εἶναι φύλαξ αὐτὸς ἑαυτοῦ γίνεσθαι διὰ τὸ πλῆθος τῶν ἀνθεστηκότων αὐτῷ· φυλαχθῆναί τε ἑαυτὸν, ὥσπερ τινὰ κόρην ὀφθαλμοῦ παρακαλείτω· ὁρῶν τοὺς ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ ἐχθρούς τινας, καὶ πολεμίους τῷ τῆς ψυχῆς αὐτοῦ ὀφθαλμῷ ἐπιβουλεύοντας, καὶ τυφλῶσαι αὐτὸν θέλοντας. Ἀλλὰ καὶ πολλῶν ὄντων ἀσεβῶν τῶν ταλαιπωριζόντων αὐτὸν, τουτέστι ταλαίπωρον αὐτὸν ἀποφαινόντων, βέλη τε κατ᾽ αὐτοῦ πεμπόντων, ὑπὸ τὰς πτέρυγας καταφεύγων τοῦ Θεοῦ, σκέπης τῆς ὑπ᾽ αὐτῷ τυχεῖν ἀξιούτω.
Ἀλλὰ καὶ ὁ Σωτὴρ ὑπὲρ τῆς αὑτοῦ Ἐκκλησίας, ἥτις ἐστὶν αὐτοῦ σῶμα, ταύτας ἀνέπεμπε πρὸς τὸν Πατέρα τὰς φωνάς. Πτέρυγας δὲ νοήσεις τὰς τῆς προνοίας αὐτοῦ δυνάμεις. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον, τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με· τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Ἀντὶ δὲ τοῦ, Ἐκβάλλοντές με περιεκύκλωσάν με, ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Μακαρίζοντές με παραχρῆμα περιεκύκλουν με, καὶ τοὺς ὀφθαλμοὺς δὲ αὐτῶν, φησὶν, ἔθεντο κατ᾽ ἐμοῦ τοῦ παρακλῖναί με. Παρασαλεῦσαι γάρ με καὶ ἀποκινῆσαι τῆς στάσεως καὶ τῆς κατὰ Θεὸν προκοπῆς ἐσπούδαζον· μιμούμενοι τὸν ἀντίδικον ἡμῶν διάβολον, ὃς ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὑπέλαβόν με καὶ αὐτὸν ὡς λέων ἕτοιμος εἰς θήραν, καὶ ὡς σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Οὐδὲ γὰρ ἐκ τοῦ προφανοῦς ἐποιοῦντο τὴν κατ᾽ ἐμοῦ συσκευὴν, ἀλλὰ λαθραίως ἐνεδρεύοντες. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Καὶ κατὰ τοῦτο ὠφεληθείην· ἀλλὰ καὶ τὴν ῥομφαίαν σου, φησὶ, ῥῦσαι ἀπὸ τῆς χειρὸς τῶν ἐχθρῶν· δέος γὰρ μήποτε τὴν σὴν ῥομφαίαν, ᾗ πεποιθὼς ἐγὼ κέχρημαι κατ᾽ αὐτῶν, τῆς ἐμῆς χειρὸς ἁρπάσαντες οἱ πολέμιοι, καὶ ἀφελόμενοί μου αὐτὴν, χρήσωνται αὐτῇ κατ᾽ ἐμοῦ. Εἴη δ᾽ ἂν ὁ τοῦ Θεοῦ λόγος ὁ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ τῇ ψυχῇ δεδομένος ἀντὶ ῥομφαίας πρὸς ἄμυναν τῶν ἐχθρῶν· ὅπερ συμβαίνει πολλάκις, ἐπειδὰν οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὰς ἀπὸ τῶν θείων Γραφῶν λέξεις καὶ τὰ ἀναγνώσματα ἀποβαλόντες καὶ ἀνατρέψαντες, ἐξ αὐτῶν καὶ δι᾽ αὐτῶν τὰς ἀκεραίους καταπαλαίωσι ψυχάς.
Διὸ εὔχεται ἀπὸ τῶν ἐχθρῶν τοῦ Θεοῦ ῥυσθῆναι τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπὸ ὀλίγων ἀπὸ γῆς· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· ἀπὸ τεθνηκότων ἐκ καταδύσεως· ὁ δὲ Σύμμαχος· Ἀπὸ νεκρῶν ἀπὸ ἐνδεδυκότων. Ῥυσθῆναι γὰρ εὔχεται καὶ ἀπὸ τῶν ἐν νεκροῖς ἤδη λελογισμένων διὰ τὸ πάμπαν ἐστερῆσθαι τῆς κατὰ Θεὸν ζωῆς. Ἀντὶ δὲ τοῦ, διαμέρισον αὐτοὺς, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, μέρος αὐτῶν ἐν ζωῇ· ὁ δὲ Σύμμαχος, ἡ μερὶς αὐτῶν ἐν ζῶσιν. Διδάσκει δὲ διὰ τούτων, ὡς τῶν μὲν ἀσεβῶν καὶ τῶν πολλάκις ὠνομασμένων ἐχθρῶν τοῦ Θεοῦ ἡ μερὶς, καὶ ὁ κλῆρος, καὶ πᾶσα ἡ περιουσία ἐν τῇ παρούσῃ ζωῇ τυγχάνει καὶ ἐν τῷ θνητῷ βίῳ· ἐν ᾧ καὶ ἐπλήσθη ἡ γαστὴρ αὐτῶν πάσης τροφῆς, καὶ πάσης ἀπολαύσεως, καὶ τρυφῆς. Ἀλλὰ καὶ τῶν κεκρυμμένων σου φησίν· ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν, καὶ τῶν ἀποθέτων. Ὅσα γάρ ἐστιν ἐν τῷ θνητῷ βίῳ καὶ τῇ θνητῇ ζωῇ τίμια, τῶν νομιζομένων ἀποθέτων καὶ ἀποκρύφων, ἐσχήκασιν.
Αὐτοὶ γοῦν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πάντα γῆς μέταλλα περιειργάσαντο, λίθους τε παντοίους τιμίους καὶ πολυτελεῖς ἐξηρεύνησαν, καὶ τούτων ἁπάντων ἐπλήσθησαν· τέκνων δὲ καὶ υἱῶν, καὶ θυγατέρων ἐνεφορήθησαν. Διὸ ἐπιλέγει· Ἐχορτάσθησαν υἱῶν. Καὶ οὐ μόνον γε αὐτοὶ τούτων ἐχορτάσθησαν, ἀλλ᾽ ἐμπλησθέντες αὐτοί τε πρότεροι, κλήρους καὶ διαδοχὰς τοῖς μετ᾽ αὐτοὺς ἐγγόνοις καταλελοίπασιν.
Ἄλλος φησίν· Εἰ καὶ τῷ θανάτῳ τούτους παραπέμψαι σοὶ ῥᾴδιον, ὦ Δέσποτα· ἀλλ᾽ οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοι τιμωριῶν μετασχεῖν. Οὕτω γὰρ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως αὐτὸς ὁ Θεός φησιν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ᾽ ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτασθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὐτῶν τοῖς νηπίοις αὐτῶν. Οἶδα, φησὶν, ὅτι τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι καὶ τοῖς ἐγγόνοις τῶν προγόνων πονηρίαν μιμησαμένοις.
Τὸ δὲ, χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ἐκεῖνοι μὲν τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δικαίας προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν μεγίστην τῆς σῆς εὐεργεσίας δεξάμενος.
Ἐγὼ δὲ τῇ πορισθείσῃ μοι δικαιοσύνῃ τε καὶ ἀρετῇ θαῤῥῶν πεπαῤῥησιασμένως ὀφθήσομαι τῷ προσώπῳ σου. Καὶ αὕτη μοί ἐστιν ἐλπὶς, καὶ οὗτος μέγας κλῆρος· οὗ ποτε πληρωθήσομαι, καὶ χορτασθήσομαι πάσης τρυφῆς, ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.
ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυῒδ, ἃ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπε. Σύμμαχος· Ἐπινίκιον τοῦ δούλου Κυρίου τοῦ Δαυΐδ.
Ἔδει γὰρ ἡμᾶς ἀναγκαίως ἀπὸ τοῦ ψαλμοῦ γνῶναι, ὅτι ἐπὶ ταῖς νίκαις ταῖς κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων τὸν προκείμενον ὕμνον ἐπινίκιον τῷ πάσης νίκης αἰτίῳ, τῷ καὶ νικητὰς ἀπεργαζομένῳ, καὶ διὰ τοῦτο νικοποιῷ κεκλημένῳ, ἀνέθηκεν ὁ Δαυΐδ· καὶ ὅτι ἐπινίκιος οὗτος ὁ ὕμνος ἢ ἡ ᾠδὴ εἴρηται τοῦ Δαυΐδ. Εἰς τὸ τέλος δὲ, ἤτοι διὰ τὸ ἀμφὶ τοὺς τελευταίους τῆς ζωῆς αὐτοῦ χρόνους, καὶ μετὰ πάσας αὐτοῦ τὰς πράξεις τὰς φερομένας ἐν τῇ ἱστορίᾳ λελέχθαι· ἢ διὰ τὸ προφητείας περιέχειν τῶν μελλόντων ἔσεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος· ἢ τρίτον, διὰ τὸ ἐπὶ τὰ τέλη τῶν ἐμφερομένων λόγων τοῦ προκειμένου ὕμνου τὸν ἐντυγχάνοντα παραπέμπειν· ἐν οἷς τέλεσιν ἡ κλῆσις τῶν ἐθνῶν καὶ ἡ περὶ τοῦ Χριστοῦ προφητεία. Τοῦτον θεσπίζει τὸν τρόπον, συμπαραλαμβανομένου τοῖς πᾶσι καὶ τοῦ Σαούλ.
Καὶ ἄλλως δὲ αὐτὸν ἐκ χειρὸς Σαοὺλ ἐῤῥύσατο, τῆς χειρὸς πολλάκις ἀντὶ πράξεως παραλαμβανομένης. Εἰκότως οὖν ὁ ῥυσάμενος Δαυῒδ ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ, μειζόνως αὐτὸν εὐεργετῶν, καὶ ταύτης τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως αὐτοῦ, ἐῤῥύσατο, ὡς μὴ τὰ ὅμοια παθεῖν ἐκείνῳ.
Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας τῆς σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου ..... Καὶ ἄλλως δὲ ἰσχὺν καλεῖ τὸν Θεὸν, ὁμολογῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ ὡς οὐδὲν ἂν ἴσχυσεν ἄνευ Θεοῦ· καὶ Παῦλος γὰρ ἔφη· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἀκύλας δὲ καὶ Σύμμαχος ἀντὶ τοῦ, στερέωμα, πέτραν ἡρμήνευσαν· ἔφη δὲ καὶ ὁ μέγας Ἀπόστολος· Ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Ἐπὶ ταύτην τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν οἰκοδομῶν ὁ Δαυῒδ, ἀφωμοίωτο τῷ φρονίμῳ τῷ οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν ἐπὶ τὴν πέτραν. Διὸ καὶ πάντων κρείττων ἐγένετο, τῶν ὑετοῦ δίκην, πνευμάτων τε καὶ ποταμῶν προσβαλλόντων αὐτῷ πολεμίων. Ἀλλ᾽ οὐδὲ ἐπὶ δορυφόρους ἤλπιζεν ἢ στρατὸν, ἀλλ᾽ ἐπὶ Θεὸν, βοηθὸν αὐτὸν ἔχων, πανοπλίαν καὶ κέρας· ὥστ᾽ ἂν εἰπεῖν καὶ αὐτόν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.
Περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τὴν φωνήν μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
Διδάσκει διὰ τούτων τίνα τρόπον, καὶ ὑπὸ τῶν χειμάῤῥων τῆς ἀνομίας ταρασσόμενος, καὶ τὰ λοιπὰ τὰ προειρημένα πάσχων, ᾔσθετο αὑτοῦ κινδυνεύοντος, ἐπὶ τὸν λιμένα τῆς ἑαυτοῦ σωτηρίας κατέφευγε. Διό φησιν· Ἐν τῷ θλίβεσθαι ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Εἶτα διδάσκει, ὡς οὐκ ἠστόχησε τοῦ σκοποῦ τοιαῦτα πιστεύσας· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Διὸ ἐπιφέρει· Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. Ναὸν δὲ Θεοῦ ἐν τούτοις ποῖον χρὴ νοεῖν λέγεσθαι ὑπὸ τοῦ Δαυῒδ, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἴκου κατεσκευασμένου, ἢ πάντως που τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, καὶ τὴν ἄνω Ἱερουσαλὴμ, ἧς εἰκὼν ἐτύγχανεν ὁ ἐπὶ τῆς γῆς κατεσκευασμένος νεώς;
Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Λευκότατα προφητεύων τὴν κατάβασιν τοῦ Κυρίου διὰ τὸν θάνατον καὶ τοὺς χειμάῤῥους τῆς ἀνομίας, διά τε τὰς ὠδῖνας τοῦ ᾅδου καὶ τὰς παγίδας τοῦ θανάτου, τὴν ἐξ οὐρανῶν κατάβασιν πεποιημένου. Ἐπὶ τῇ καταβάσει αὐτοῦ τίνα πέπρακται προδιηγεῖται λέγων· Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· ἀνθ᾽ οὗ Ἀκύλας φησί· Καὶ ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ.
Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἔργον. Ὡς γὰρ ἐπεδήμει ὁ Υἱὸς τοῦ Θεοῦ τῇ γῇ κατὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, πάντες οἱ τὸ τῆς γῆς στοιχεῖον οἰκοῦντες ἐκινήθησαν καὶ ἐσείσθησαν· πᾶσά τε ἀκοὴ Ἑλληνική τε καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης.
Τὰ δὲ λεγόμενα τῶν ὀρέων θεμέλια ἐταράχθησαν καὶ ἐσαλεύθησαν· ἢ κατὰ τὸν Σύμμαχον, περιετράπησαν, ὅτι ὠργίσθη αὐτοῖς. Ὄρη δὲ ἦν τὰ ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, δυνάμεις τινὲς ἀντικείμεναι, αἱ τὸν μακρὸν αἰῶνα τοὺς ἐπὶ γῆς ἅπαντας ἀποπλανήσασαι διὰ τῆς πολυθέου δεισιδαιμονίας.
Τούτων οὖν ὀρέων τὰ θεμέλια τουτέστι τὰ βάθη καὶ οἱ λογισμοὶ, τῆς τοῦ Κυρίου δυνάμεως αἰσθόμενα, ἐταράχθησαν, ὅτι ὠργίσθη αὐτοῖς. Τί οὖν ἐνεργεῖ ἡ ὀργὴ κατὰ τῶν ἀποδοθέντων ὁρέων, ἑξῆς διδάσκει λέγων· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.
Ὥσπερ γὰρ δαλοῦ καιομένου ὑπὸ πυρὸς, κἄπειτα σβεννυμένου, καπνὸς ἀποδίδοται, τὸν αὐτὸν τρόπον αἱ ἀντικείμεναι δυνάμεις, πάλαι μὲν πρότερον πυρὶ παραβαλλόμεναι, τὰς τῶν ἀνθρώπων ψυχὰς κατέφλεγον καὶ ἐξέκαιον· ἐπεὶ δ᾽ ἐσβέννυτο αὐτῶν τὸ πῦρ ὑπὸ τῆς ὀργῆς τοῦ Κυρίου, τὰ σημεῖα τῆς σβέσεως αὐτῶν ἐδήλου ὁ ἐξ αὐτῶν ἀναπεμπόμενος καπνός.
Εἶθ᾽ ἑξῆς εἴρηται· Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνήργει ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων, τὸ πῦρ αὐτὸν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. Διὸ λέλεκται παρὰ Μωϋσεῖ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
Τοῦτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδηλοῦτο πῦρ, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Ταῦτα πάντα ἐγίνετο, ἐπειδήπερ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Οὐχ ἕνα δὲ οὐρανὸν ἔκλινεν, ἀλλὰ τοὺς πάντας ὅσοι ποτέ εἰσιν. Ἡ γὰρ ταπείνωσις τοῦ ὕψους αὐτοῦ καὶ ἡ κένωσις τῆς θεότητος ἐδηλοῦτο διὰ τῶν εἰρημένων. Ἐμφατικώτατα γὰρ τὴν κατάβασιν αὐτοῦ, Ἔκλινεν οὐρανούς· σωματικώτερον τὴν κάθοδον αὐτοῦ σημαίνων.
Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ἐπέβη ἐπὶ χεροὺβ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τῇ μὲν οὖν ὁμίχλῃ καὶ τῷ γνόφῳ τὸ λεληθὸς καὶ ἀπόκρυφον παρίστησι τῆς κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομίας· ἐπάνεισι δὲ λοιπὸν ὅθεν καὶ παρῆν· εἰς οὐρανούς τε ἀνῄει καὶ μετὰ τοῦ χερουβὶμ, καὶ ἐπετάσθη· καίτοι μὴ σὺν αὐτῷ καταβάς· δίχα γὰρ τοῦ χερουβὶμ ἔκλινεν οὐρανοὺς αὐτὸς καὶ κατέβη. Ἐν δὲ τῇ ἐπανόδῳ λέλεκται· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, μεθ᾽ οὗ ἀνείληφεν σώματος.
Καὶ ἐπειδὴ ἀναβαίνοντα οὕτως ἐθεώρουν αὐτὸν αἱ δυνάμεις αἱ θεῖαι, περὶ αὐτὸν γενόμεναι ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον ἐπιβοῶσαι καὶ λέγουσαι· Ἄρατε τὰς πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν καιρὸν, καθ᾽ ὅν φησιν ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων· Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ἀνέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ.
Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος διατριβὴν, ἣν σὺν ἀνθρώποις εἰσέτι καὶ νῦν ποιεῖται μετὰ τὴν ἀνάληψιν, διδάσκει λέγων· Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Οὐ λανθάνει γὰρ τοὺς πάντας ὅπως σύνεστιν ἡμῖν κατὰ τὸ εἰρημένον ὑπ᾽ αὐτοῦ· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σκηνὴν δὲ αὐτοῦ σημαίνει οὐχ ἑτέραν ἢ τὴν ἁγίαν Ἐκκλησίαν αὐτοῦ· ἐν ᾗ κατασκηνῶσαι ἐπηγγείλατο, εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐπειδὴ δὲ καὶ αἱ περὶ αὐτοῦ προφητεῖαι σκοτεινῶς εἴρηνται καὶ ἐπικεκρυμμένως, εἰκότως ἑξῆς λέγεται· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὅτι γὰρ νεφέλας τοὺς προφήτας, καὶ τὸν ἐξ αὐτῶν φερόμενον ὑετὸν, δηλαδὴ τοὺς προφητικοὺς λόγους, τὸ Πνεῦμα τὸ θεῖον εἴωθεν ὀνομάζειν, διδάξει Ἡσαΐας, ἀλληγορικῶς τὸν λαὸν ἀμπελῶνα προσειπὼν, καθὰ εἴρηται, καὶ νεφέλας μηκέτι εἰς αὐτὸν ὑετὸν φερούσας.
Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. Διδάσκει ἐν τῷ παρόντι ὁ λόγος τὰ μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως καταπραχθέντα, σαφῶς δὲ τὴν ἄνοδον αὐτοῦ παρέστησε διὰ τῶν προκειμένων εἰπών· Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ. Πῶς δὲ ἐβρόντησεν ὁ ἀνωτέρω κλίνας τοὺς οὐρανοὺς καὶ καταβὰς, εἰ μὴ πάντως ἀνεληλύθει; ὅπερ ἐδηλοῦτο διὰ τοῦ· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Οὐκοῦν ἀποδέδεικται κατεληλυθὼς, εἶτα μετὰ τοῦ χερουβὶμ ἀνεληλυθώς· εἶτ᾽ ἐξ οὐρανοῦ βροντῶν, καὶ ἑξῆς τὰ ἀναγεγραμμένα πράττων κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Πρῶτον μὲν ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ αἱ νεφέλαι αὐτοῦ διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὡς γὰρ ἐπὶ τῆς Αἰγύπτου κατὰ τὴν ἑβδόμην πληγὴν εἴρηται· Κύριος δὲ ἔδωκε φωνὴν καὶ χάλαζαν, καὶ διέτρεχε, φησὶ, τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξεν Κύριος ἐπὶ γῆν Αἰγύπτου. Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ. Ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου· καὶ ταῦτα πάντα ἐγένετο ἵνα ὁ λαὸς τοῦ Θεοῦ ἐλευθερίας τῆς ὑπ᾽ Αἰγυπτίοις δουλείας τυχεῖν δυνηθῇ. Τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὰς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς τῆς ὑπὸ τὴν ἄθεον εἰδωλολατρείαν καὶ τοὺς πονηροὺς δαίμονας ὑποταγῆς ἐλευθερῶν, κατὰ τῶν νοητῶν Αἰγυπτίων ἠφίει χάλαζαν καὶ ἄνθρακας πυρὸς ὁ ἐπὶ τοῦ χερουβὶμ ἀναπτὰς Κύριος.
Οἶμαι δὲ τὰς κατὰ τῶν ἀσεβῶν τιμωρητικὰς δυνάμεις χάλαζαν καὶ ἄνθρακας πυρὸς ὀνομάζεσθαι. Δυνάμεις τοίνυν τιμωροὶ καὶ κολαστικαὶ, τῷ βουλήματι τοῦ Κυρίου ἀφανῶς ἐξυπηρετούμεναι κατὰ τῶν δαιμόνων τῶν τὴν πολύθεον πλάνην ἐνεργούντων, πάντας αὐτοὺς ἤλαυνον. Διὸ σχεδὸν πάντα αὐτῶν ἐκλέλοιπε τὰ χρηστήρια, καὶ αἱ μαντεῖαι κατελύθησαν· ἔρημοί τε αὐτῶν κατέστησαν οἱ ναοί· σεσύληται τὰ ἀφιερώματα ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· τοῦ Κυρίου ταῦτα πάντα μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον διαπραξαμένου.
Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀπεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Θεμέλια οἰκουμένης νοήσεις τὰς τῆς σοφίας τοῦ Θεοῦ δυνάμεις, δι᾽ ὧν καὶ πάλαι ἡ σύμπασα κτίσις τεθεμελίωτο, καὶ μετὰ ταῦτα ἐστερεώθη ἡ οἰκουμένη, ἥτις οὐ σαλευθήσεται. Εἰ δὲ καὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ τὴν οἰκουμένην ἐθέλοις νοεῖν· θεμέλιον δὲ αὐτῆς πρῶτον μὲν τὴν ἀῤῥαγῆ καὶ στερεὰν πέτραν, ἐφ᾽ ᾗ ᾠκοδόμηται κατὰ τό· Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ἢ κατὰ τὸν Ἀπόστολον, περὶ οὗ διδάσκει αὐτὸς λέγων· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἶτα μετ᾽ αὐτὸν θεμέλιοι τῆς Ἐκκλησίας προφητικοὶ καὶ ἀποστολικοὶ λόγοι κατὰ τὸν Ἀπόστολον φήσαντα· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· οὐκ ἂν ἐκτὸς βάλοις τῆς ἀληθείας.
Ταῦτ᾽ οὖν τὰ θεμέλια τῆς οἰκουμένης ἀνεκαλύφθησαν· τῶν ἐχθρῶν τοῦ Θεοῦ τῶν πάλαι ἐπισκοτούντων τὰ τῆς ψυχῆς ἡμῶν ὄμματα πρὸς τὸ μὴ τὰ θεῖα βλέπειν ἐκ ποδῶν μεταστάντων, καὶ τοῖς ἀποδοθεῖσι τοῦ Κυρίου βέλεσι διασκορπισθέντων, πεφευγότων τε ἀπὸ ἐπιτιμήσεως Κυρίου, καὶ ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς αὐτοῦ.
Εἰκότως οὖν ἐλευθερωθέντες τούτων ἡμεῖς καὶ ἀναβλέψαντες, τὰς πηγὰς τῶν ὑδάτων ἐθεασάμεθα, καὶ τὰ θεμέλια τῆς οἰκουμένης ἐπωπτεύσαμεν. Καὶ τοῦτο ἐφ᾽ ἡμῶν ἐν πολλοῖς γεγένηται κλίμασιν. Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Καταποθέντα γὰρ αὐτὸν καὶ ληφθέντα ὥσπερ αἰχμάλωτον ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, ἔλαβε.
Πόθεν δὲ αὐτὸν ἔλαβεν, ἑξῆς διδάσκει λέγων, ἐξ ὑδάτων πολλῶν. Φησὶ γοῦν καὶ ἐν ἑξηκοστῷ ὀγδόῳ ψαλμῷ· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Τούτοις τοιγαροῦν ἀκολούθως καὶ ἐν τοῖς προκειμένοις εὐχαριστῶν, φησί· Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Τίνα δὲ τὰ ὕδατα, ἐπιφέρει σαφέστερον εἰπών· Ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου. Καὶ ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται αὐτὸν ἀναλαβεῖν ἐκ τῶν πολλῶν ὑδάτων, ἐλευθερίαν δὲ τὴν ἀπὸ τῶν ἐχθρῶν τῶν πάλαι κατακεκρατηκότων αὐτοῦ γενέσθαι.
Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου. Ἤδη μὲν, φησὶ, τῆς ἐξομολογήσεώς μου καὶ τῶν προσευχῶν καὶ τῶν ἱκετηρίων ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα. Μέλλοντα γάρ με περιτρέπεσθαι, καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν, αὐτὸς παραστὰς ἔρεισμά μοι καὶ ἀντιστήριγμα γέγονεν, ὁπηνίκα, τὸν αὑτοῦ προφήτην Ναθὰν πέμψας, ἔλεγχόν μοι ἐπήγαγε τῆς ἁμαρτίας, καὶ ἀνώρθωσεν. Ἀλλὰ καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν, καὶ εἰς εὐρυχωρίαν, κατὰ τὸν Σύμμαχον.
Στενοχωρηθέντα γάρ με, καὶ μικροῦ δεῖν ἀπογνόντα ἑαυτοῦ τὴν σωτηρίαν, ἐῤῥύσατο καὶ εἰς πλατυσμὸν ἐξήγαγεν, ὡς κατὰ πλάτος δυνηθῆναι ἐμαυτὸν ἀναλαβεῖν, καὶ τῆς ἐμαυτοῦ θεραπείας ἐπιμέλειαν ποιήσασθαι. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με, φησὶν, διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὑτοῦ παρουσίας. Καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, ὅτι ἠθέλησέ με· ἢ κατὰ τὸν Ἀκύλαν, ὅτι ἐβουλήθη ἐν ἐμοί· οὐ γὰρ ἂν ἐπεστράφην, οὐδ᾽ ἂν τὸν ἔλεγχόν μοι προσήγαγεν, οὐδ᾽ ἂν τὸν προφήτην ἑαυτοῦ πρὸς ἐμὲ ἀπεστάλκει, εἰ μὴ σῶσαί με ἤθελεν. Εὖ δὲ οἶδα καὶ ἀκριβῶς πέπεισμαι, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τῆς ἁμαρτίας καὶ τῶν τολμηθέντων μοι ἐν ἡμέρᾳ ταλαιπωρίας μου, κατὰ τὴν δικαιοσύνην μου ἀποδώσει μοι.
Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν ἀρετῇ καὶ δικαιοσύνῃ, ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῷ ἀντιπαραλαβὼν, καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου ἁμαρτήματος. Διὸ ἀνταποδώσει μοι οὐ καθ᾽ ὃ ἥμαρτον (ἤδη γὰρ ἀνταπέδωκε, μετελθών με κατὰ τὸν παρόντα βίον διὰ τῶν καταλαβουσῶν με συμφορῶν), κατὰ δὲ τὰς λοιπὰς πράξεις, τὰς ἐν δικαιοσύνῃ, ἀποδώσει μοι ἐν τῇ ἡμέρᾳ τῆς αὑτοῦ δικαιοκρισίας, καὶ τῶν χειρῶν μου κατὰ τὴν καθαριότητα τὴν ἀμοιβὴν ποιήσεται· ἀπέπλυνα γὰρ τὸν πρότερον αὐταῖς ἐγγενόμενον ῥύπον· Καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
Διεξέρχεται ἑξῆς καταλέγων τίς ἦν ἡ δικαιοσύνη αὐτοῦ, καὶ ὅπως ἀπεκάθηρεν ἑαυτοῦ τὰς χεῖρας. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησεν ἀπ᾽ ἐμοῦ. Καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Ἐπεὶ τοίνυν ταῦτα ἐπορισάμην ἐμαυτῷ, φησὶ, μετὰ τὴν ἁμαρτίαν, καὶ τοσαύτας συνήγαγον ἐμαυτῷ θεραπείας, εἰκότως πάλιν ἐπαναλαβὼν τὸν αὐτὸν ἐν δευτέρῳ λόγον φημί· ὅτι, διὰ τὰ προλεχθέντα, Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ· ἀντὶ δὲ τοῦ, ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, ὁ Σύμμαχος, τὴν ἀντικρὺ τῶν ὀφθαλμῶν αὐτοῦ, ἐξέδωκεν. Οὐ γὰρ ἀνθρώπων ὀφθαλμοῖς ἐσπούδαζον τὴν ἐμαυτοῦ καθαριότητα δεικνύναι, οὐδὲ ὥστε ἀρέσκειν τοῖς πολλοῖς, ἀλλ᾽ ἀντικρὺ τῶν αὐτοῦ τοῦ κριτοῦ ὀφθαλμῶν πᾶσαν ἐποιούμην σπουδὴν τῆς ἐμαυτοῦ καθαρότητος.
Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ· καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Μήποτε προφητικῶς λαὸν μὲν ταπεινὸν, ἢ, κατὰ τὸν Ἀκύλαν, πένητα, ἢ, κατὰ τὸν Σύμμαχον, πρᾶον τὸν χορὸν αἰνίττεται τὸν ἀποστολικόν· ὑπερηφάνους δὲ τοὺς πάλαι ἐπηρμένους, τοὺς ἀρχιερέας καὶ διδασκάλους καὶ ἄρχοντας τοῦ ἐκ περιτομῆς λαοῦ; οὓς πάλαι ὀφθαλμοῖς ὑπερηφάνοις κατὰ τοῦ Σωτῆρος ἡμῶν κεχρημένους ἐταπείνωσεν ὁ Θεὸς, ἐν πᾶσι σώσας τὸν αὑτοῦ ταπεινὸν καὶ πένητα καὶ πρᾶον, τὸν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν λαόν.
Ὅτι σὺ φωτιεῖς τὸν λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ τοῦ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ζητῶν δὲ τὸν λύχνον τοῦ Δαυῒδ εὗρον ἐν ρλαʹ ψαλμῷ φερόμενον τὸ, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Λύχνος δὲ ἑτοιμαζόμενος τῷ Χριστῷ ἐκ σπέρματος Δαυῒδ τίς ἂν γένοιτο ἢ τὸ γέννημα τὸ κατὰ σάρκα γενόμενον ἐκ διαδοχῆς Δαυῒδ, ᾧ κέχρηται ὁ Χριστὸς ἐν αὐτῷ γενόμενος, καὶ τὰς τῆς δυνάμεως αὐτοῦ μαρμαρυγὰς καὶ τοῦ φωτὸς τὰς ἀνατολὰς πᾶσιν ἐξέλαμψεν ἀνθρώποις; Διὸ καὶ ἐν τοῖς προκειμένοις προφητικῶς φησιν ὁ Δαυΐδ· Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Σὺ γὰρ αὐτὸς, φησὶν, ὁ Κύριος, τὸ φῶς τὸ ἀληθινὸν τυγχάνων, ἑνωθείς ποτε ἀποῤῥήτως τῷ ἐξ ἐμοῦ γενησομένῳ λύχνῳ, φωτιεῖς αὐτόν· ἀλλὰ καὶ τὸ ἐγγενόμενόν μοί ποτε σκότος τότε παντελῶς περιελεῖς, ὡς μηδὲ μνήμην αὐτοῦ ἀνιέναι ἐπὶ τὴν ἐμὴν διάνοιαν. Εὖ δὲ οἶδα, ὅτι, καὶ τῆς παρὰ σοῦ δυνάμεως καὶ ἰσχύος καταξιωθεὶς, ἐπιβήσομαι τοῦ ἐν οὐρανοῖς τείχους· ἐν ἀσφαλεῖ τε γενόμενος, τότε τῆς παρὰ σοὶ τεύξομαι σωτηρίας. Ἤ· Ὑπερβήσομαι καὶ ὑπερπηδήσω πάντα τὰ τῶν ἐχθρῶν ὀχυρώματα καὶ τοὺς φραγμοὺς καὶ τὸ τεῖχος, ὃ περιβάλλειν μοι εἰς τὸ ἀποκλεῖσαι σπεύδονται.
Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ἄμωμον εἶναι ἀποφαίνεται, τουτέστιν ἀνεπίληπτον τὴν διοίκησιν αὐτοῦ, καὶ τὴν τῆς προνοίας οἰκονομίαν.
Ἀλλὰ καὶ τὰ λόγια αὐτοῦ πεπυρωμένα, τουτέστι βεβασανισμένα καὶ δεδοκιμασμένα· οὐκ ἔστι τε αὐτοῖς ἐπισκέψαι· οὐδὲ ἀλλοτρίας ὕλης παρεμβεβλημένον τι ἐν αὐτοῖς εὑρεῖν, ὁποῖα τὰ παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου τυγχάνει· μετέχοντα μέν τινος ἔσθ᾽ ὅτε φαντασίας, πάσης δὲ ἀθεότητος καὶ δυσσεβείας πεπληρωμένα. Τί οὖν τὰ πεπυρωμένα λόγια τοῦ Κυρίου διδάσκει; ὡς ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν· καὶ ὅτι οὐκ ἔστιν ἄλλος Θεὸς ἢ μόνος ὁ ἡμέτερος Κύριος, οὐδ᾽ ἔστιν κραταιὸς ἄλλος ἢ ὁ Θεὸς ἡμῶν· καὶ διὰ τοῦτο εἰκότως ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτὸν, μηδενὸς ἑτέρου εὑρισκομένου τοῦ δυναμένου στῆναι πρὸς τοσοῦτον καὶ τοιοῦτον.
Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Οὐκ ἀπρακτῶν, φησὶ, καὶ ἀργῶν προΐσταται καὶ ὑπερασπίζει· ἀλλὰ καὶ αὐτῶν συμβαλλομένων τῇ αὑτῶν σωτηρίᾳ διὰ τοῦ ἀγωνίζεσθαι καὶ τοὺς ἐχθροὺς καταπολεμεῖν. Οὕτω γοῦν καὶ ἐμὲ ὁπλίζων ταῖς ἑαυτοῦ δυνάμεσι, τὴν θνητὴν καὶ ἀνθρωπίνην μου ἰσχὺν τῇ αὑτοῦ χάριτι δυναμοῖ· ἵν᾽ ὥσπερ ἀνὴρ τὴν ὀσφὺν περιεζωσμένος τὴν ἐξ αὐτοῦ χορηγουμένην μοι δύναμιν στῶ πρὸς τοὺς πολεμίους.
Ἀλλὰ καὶ ὥσπερ εἴρηται· Ὁ Θεὸς, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· οὕτως κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ καὶ ἐμὲ βουλόμενος εἶναι, καὶ τὴν ἐμὴν ὁδὸν ἔθετο ἄμωμον, διδασκαλίαις καὶ παραινέσεσιν καὶ παντοίοις μαθήμασι τὴν ὁδόν μου, τουτέστι τὴν ζωὴν καὶ τὸν βίον ἄμωμον καταρτιζόμενος. Ἀντὶ δὲ τοῦ, ἄμωμον, Ἀκύλας, τέλειον, ἐκδέδωκεν. Ἔτι δὲ πρὸς τούτοις, καὶ τοὺς πόδας μου ὡσεὶ ἐλάφων κατηρτίσατο· περὶ ὧν ἐλάφων πολὺς ἐν τοῖς ἱεροῖς πράγμασι [γράμμασι] φέρεται λόγος. Ἐπὶ σχολῆς δ᾽ ἄν τις τῶν προτεθέντων ἐξετάσας, εὕροι ἂν αὐτῶν τὸν νοῦν ἀναφερόμενον ἐπὶ τοὺς ἁγίους τοῦ Θεοῦ ἄνδρας, τοὺς ἀναιρετικοὺς παντὸς ἑρπυστικοῦ καὶ ἰοβόλου ζώου. Ἐπεὶ καὶ τῆς ἐλάφου τοιαύτη πέφυκεν ἡ φύσις, ὀφιοκτόνος οὖσα καὶ ἀναιρετικὴ παντὸς ἑρπετοῦ. Ὀρεινοβατὲς δὲ τὸ ζῶον καὶ δρομικὸν, ὡς καὶ οἱ ἅγιοι τοῦ Θεοῦ τὰ ἄνω σκοποῦντες, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ὑψηλὰ διώκοντες, πόθῳ τῆς τῶν οὐρανῶν βασιλείας. Τὴν πρὸς τοὺς ἁγίους τοίνυν ὁμοιότητα ἑαυτοῦ καὶ ὁ Δαυῒδ τῇ τοῦ Θεοῦ χάριτι ἀνατίθησι, λέγων ἑξῆς· Καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕτεροι καθέλκειν ἡμᾶς καὶ καταβιβάζειν ἐπὶ τὰ βάθη καὶ τὰς κοιλάδας τῆς κακίας πειρῶνται· ἀλλ᾽ ὁ Θεὸς ἡμῶν, οἷά τις ἀγωνοθέτης διδάσκων ἡμᾶς ἀγαθοὺς εἶναι δρομεῖς, ἐπὶ τὰ κατάλληλα ἡμῖν ὕψη παρορμᾷ· αὐτοῦ τε ἡ χάρις.
Οὐ γὰρ ἡμετέρα δύναμις ἵστησιν ἐν τοῖς ἡμετέροις ὕψεσι· φύσει γὰρ ἀνθρώπου ψυχῇ τὸ οὐράνιόν ἐστιν οἰκητήριον· καὶ τὰ ἐκεῖ ὕψη οὐκ ἀλλότρια, ἀλλ᾽ οἰκεῖα· διὸ, Ἐπὶ τὰ ὕψη μου, φησὶν, ἱστῶν με.
Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονας μου. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Πρὸς τούτοις ἅπασιν ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν Υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. Ἀκριβῶς γὰρ ἐπιστήσεις τί ποτέ ἐστι τὸ διὰ πάσης Γραφῆς προφητευόμενον σωτήριον τοῦ Θεοῦ περὶ οὗ καὶ Συμεὼν ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. —Καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Τάχα δεξιὰ τοῦ Θεοῦ εἶναι δύναται ἐν ᾗ ἐστερέωσε τὸν οὐρανὸν, μονογενὴς Λόγος.
Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Σύμμαχος δὲ ἐξέδωκε· Καὶ τὸ ὑπακούειν με αὐξήσει με. Ὁ δὲ Ἀκύλας· Καὶ πραότητός σου ἐπλήθυνέ με. Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου.
Τὰ διαβήματα, καθ᾽ ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος εἰς τὸν μέλλοντα αἰῶνα διαβαίνω, ἐπλάτυνας ὑποκάτω μου· κατ᾽ ἀρχὰς γὰρ στενὰ καὶ ἐπίπονα φαινόμενα τῷ τὴν τεθλιμμένην ὁδεύειν ὁδόν· ὑπεράνω αὐτῶν τῇ προκοπῇ γεγενημένος, πλατυνθέντα αὐτὰ ἐθεασάμην.
Ὁ γὰρ ἀνωτέρω τῶν προκοπῶν γεγενημένος, τῷ ἐπὶ τέλος ἐφθακέναι, οὐκέτι αἴσθεται τῆς στενότητος, τῶν πόνων καὶ ἱδρώτων τῶν ἐπὶ ταῖς προκοπαῖς, ἐν εὐρυχωρίᾳ γεγενημένος. Καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου. Εἰ διηνεκῶς ἐν τῷ πονεῖν ἐτέλουν, κἂν ἠσθένησε τὰ ἴχνη μου, τουτέστι τοῦ ἔσω ἀνθρώπου τὰ σκέλη· ἐπειδὴ μετὰ τοὺς ὑπὲρ ἀρετῆς καμάτους ἀνάπαυλα διαδέχεται, οὐκ ἀσθενεῖ, ἀλλ᾽ ἰσχυροποιεῖται τὰ ἴχνη μου, ὥστ᾽ ἂν εἰπεῖν· Καὶ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀλλὰ καὶ ὁ Ἰησοῦ ἑπόμενος ἐπακολουθεῖ τοῖς ἴχνεσιν αὐτοῦ· ἐξ αὐτοῦ τοῦ πατεῖν τὴν τετριμμένην ὑπὸ Ἰησοῦ ὁδὸν ἰσχυρὰ κτᾶται τὰ ἴδια ἴχνη, ὡς ἔργῳ φάναι· Οὐκ ἠσθένησε τὰ ἴχνη μου ἐν τῇ στενοχωρίᾳ τῆς θλίψεως.
Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. Καὶ ὅσων ἐχθρῶν καὶ πολεμίων περιγέγονε διὰ τῆς τοῦ Θεοῦ βοηθείας! Καὶ τοῦτο δέ μοι, φησὶν, παρὰ τῆς σῆς χάριτος ὑπῆρξε, τὸ μὴ στενοχωρηθῆναί μου τοὺς πόδας, καὶ τὸ μὴ δικτύοις τῶν ἐχθρῶν, καὶ τοῖς σκανδάλοις τοῖς ὑπ᾽ αὐτῶν προβεβλημένοις περιπαρῆναι.
Ταῦτα γὰρ πάντα περιελὼν σὺ αὐτὸς ὁ Θεός μου, ὁμαλὴν κατηρτίσω μου τὴν πορείαν. Τὸ δὲ, Πεσοῦνται ὑπὸ τοὺς πόδας μου, νοήσεις ἐπαξίως τοῦ προφητικοῦ πνεύματος, τῆς τοῦ Σωτῆρος πρὸς τοὺς ἀποστόλους ἐπαγγελίας μνησθεὶς δι᾽ ἧς πρὸς αὐτοὺς ἔλεγεν· Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.
Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου. Ἐμοὶ μὲν, φησὶν, ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην. Εἰπὼν ἀνωτέρω· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, ἐνταῦθα καὶ τοῦ ἔργου τὸ ἀποτέλεσμα διδάσκει λέγων· Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον· οἱ ἐκ μετανοίας ἄρτι τῆς ἔχθρας ἀπαλλαττόμενοι, διὰ τὸ μηδέπω τὴν ἐπ᾽ ἀρετῇ παῤῥησίαν ἔχειν, τεθεῖεν τοῦ Ἰησοῦ νῶτος ὑπὸ τοῦ Πατρός· οὕτω γὰρ καὶ ἀκολουθῆσαι αὐτῷ ὀπίσω γενόμενοι δυνήσονται.
Τάχα δὲ καὶ τοῦτο ῥηθείη· Ὁ σπουδαῖος, παῤῥησίαν πρὸς τὸν Θεὸν κεκτημένος, ἐνώπιον Κυρίου παρίσταται· ὁ δὲ φαῦλος, ὀπίσω ἐκβαλλόμενος διὰ τὴν ἰδίαν κακίαν, νῶτος τεθήσεται τοῦ Κυρίου. Ἐπεὶ γὰρ πρότεροι αὐτοὶ οἱ φαῦλοι ἔστρεψαν πρὸς αὐτὸν νῶτα, καὶ οὐχὶ πρόσωπα αὐτῶν, καὶ αὐτὸς, ἀποστραφεὶς αὐτοὺς, νῶτος αὐτοὺς ἕξει. Εἰ δὲ καὶ πᾶς δίκαιος ταῦτα λέγοι, ἐρεῖς, ὅτι αἱ μοχθηραὶ δυνάμεις, εἰς πρόσωπον ἐρχόμεναι, βλάπτουσι τοὺς ὁρῶντας διὰ παντὸς ὄντες εἰδεχθεῖς· εἰς νῶτον δὲ ῥιφέντες, οὐδὲν δυνήσονται ἐπὶ τούτου τεκταίνεσθαι, κατὰ τό· Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί.
Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, κλίνας οὐρανοὺς καὶ καταβὰς, ἀλλ᾽ ὑψηλός ἐστι, κατὰ τό· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάσσων λαοὺς ὑπ᾽ ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
Τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν Σύμμαχον, Ὁ Θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ᾽ ἑτέρῳ τάγματι περὶ οὗ ἀνωτέρω εἴρηται· Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ᾽ αὐτὸν χαρίζεται. Διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Καὶ ὑποτάσσων λαοὺς ἐπ᾽ ἐμέ. Οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ ὕψωσέ με, ὁ δ᾽ αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐῤῥύσατό με. Δι᾽ ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὑτοῦ καὶ ἀνθεστηκότας· καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα, μεστὸν ὡς ἀληθῶς πάσης ἀδικίας. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν, παντὸς ἀδίκου χείρονα γενόμενον, ὅτι δὴ, τοιούτων ἀξιωθεὶς παρὰ τοῦ Σωτῆρος, τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο.
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι᾽ αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομολογεῖται· διό φησι· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΗʹ. Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παραπεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀναγράφῃ ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισαμένοις ἐπινίκιος εἰρημένη. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ Θεῷ, κατὰ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα, λέλεκται.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Διδασκαλίαν περιέχει τῆς τοῦ Θεοῦ μεγαλουργίας παραστατικήν. Ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσωμάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας, διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκβεβλήκασιν, ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι Θεὸν, μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογισμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ᾽ ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώπων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδίδοσθαι.
Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αἰσθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐκ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ᾽ ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων, ἄφρων καὶ ἀσεβής.
Διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συνομολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ.
Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἑξῆς δ᾽ οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν.
Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος εἰσάγει ποίησιν. Οἶδε δὲ ἡ Γραφὴ καὶ πλείους οὐρανούς· διό φησιν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ πάλιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· καὶ ἀλλαχοῦ εἴρηται· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Καὶ τὸ στερέωμα κέκληται οὐρανὸς, καὶ ὁ Σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Διδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σοφία ἡ ἄῤῥητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ διαστήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς Θεοῦ.
Εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρόνους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς, καὶ τὰς νύκτας δὲ ὡσαύτως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. Ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπαλιν πάσης εὐταξίας ἡγεῖται λόγος, ἁρμονίας τε καὶ συμφωνίας ἡγεῖται σοφία. Αἱ τοίνυν τούτων πρὸς ἀλλήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγγονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ διατάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι Θεοῦ, καὶ κηρύττουσιν ἀνθρώποις τὴν τοῦ Θεοῦ γνῶσιν· οὕτω δὲ κεκραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις, ὡς μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν.
Πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι᾽ ἃ λέλεκται· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· δῆλον δὲ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν, τῶν τε διηγουμένων τὴν τοῦ Θεοῦ δόξαν οὐρανῶν, καὶ τοῦ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. Ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. Ἐπιστήσας δὲ τὸν νοῦν τῇ ἀποστολικῇ λέξει, σφόδρα ἀκριβῶς εὗρον αὐτὸν καταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημένον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν Ἡσαΐας· καὶ πάλιν· Καθὼς γέγραπται· καὶ αὖθις· Λέγει γὰρ ἡ Γραφή· οὐχ οὕτως καὶ ἐπὶ τοῦ· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν.
Εἰ γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ᾽ ἄν τις ἐλάβετο ὡς βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κατακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ.
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ Θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασιλέως νόμον ἀπαράβατον τηρῶν. Οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ οὐδ᾽ ὑπερβαίνει τοὺς ὅρους τῆς κατ᾽ οὐρανὸν διατάξεως· ἀλλ᾽ ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊὼν, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπειδὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμπαντα διιππεύει κόσμον, ἀκοπιάστως τὸν οἰκεῖον ἐξανύων δρόμον. Κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ἰσχυρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμενος ἀπ᾽ ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος, διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον, ὡς μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. Ταῦτα δὲ ἐνεργεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι, καὶ τεθεικότος ἐν τῷ στερεώματι. Διὸ εἴρηται· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.
Ὅπερ σαφῶς εἰρημένον, λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁ δὲ Σύμμαχος· Τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων, Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν. Ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ Θεὸς, κατὰ τὸ λελεγμένον παρὰ Μωϋσεῖ· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας.
Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Διὰ τούτων δεικνὺς ὁ ἥλιος καὶ μονονουχὶ βοῶν· μὴ αὐτὸς εἶναι ἑαυτοῦ κύριος, μηδ᾽ ἐλεύθερος τυγχάνειν, γνωρίζειν δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων Δεσπότην.
Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Ταῦτα δὲ πάντα περιείληφεν ὁ τοῦ Θεοῦ νόμος ὑπὲρ ἐπιστροφῆς τῆς ψυχῆς. Μαρτυρίας γὰρ πρῶτον περιέχει καὶ δικαιώματα καὶ ἐντολάς. Ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικὴν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρίματα ἐπέθηκε τοῦ Θεοῦ. Ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομασμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ, διὰ τῶν ἑξῆς παρίστησι, μαρτυρίαν πιστὴν εἰπὼν δι᾽ ἧς σοφίζεται ὁ ἐν Χριστῷ νήπιος· ἔπειτα δικαιώματα Κυρίου, καὶ τούτων ἰδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα, καρπόν τε τοῖς μεταλαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην. Καὶ ἐπὶ τούτοις ἐντολὴν Κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρέστησεν, τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν τῆς ψυχῆς φωτιστικήν. Τῷ δὲ φόβῳ τοῦ Κυρίου συνῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αἰώνιον ζωήν. Καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσέθηκεν τὴν τοῦ Θεοῦ κρίσιν, συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην.
Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου. Ἀντὶ δὲ τοῦ, Ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· Καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. Σφόδρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχὴν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. Ἐπειδὴ γὰρ τοῖς κατορθοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος, ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς ἐφ᾽ οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει· ὡς διὰ τοῦτο φάσκειν τὸν Ἀπόστολον· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, καὶ φύλακα τῶν τοῦ Θεοῦ ἐντολῶν ἑαυτὸν εἰπὼν, ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος εἰ καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ Θεοῦ παραγγελμάτων, ἀλλ᾽ ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθαρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ᾽ ἀγωνιῶ καὶ πεφρόντικα ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εἰκότως φημὶ, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας. Τότε ἀκριβῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι, μήτε λογισμὸς ὑπερήφανος καταδουλώσει με, ἢ πονηροὶ δαίμονες.
Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. Εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ.
Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου. Ὅταν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τὰ λόγια τοῦ στόματός μου ἃ προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι, εἰς εὐδοκίαν ἔσται. Εἰς εὐδοκίαν δέ ἐστιν τὰ λόγια τὰ ἀποδοχῆς ἄξια. Καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου ἐστὶ διὰ παντός. Ἡ μελέτη τοῦ διανοητικοῦ μου, γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς οὖσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διὰ παντός. Τὸ μέντοι τῆς μελέτης ἄμεμπτον οὐκ ἄλλοθεν ἢ ἐκ σοῦ ὑπῆρκται, καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου.
Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. Σοῦ βοηθοῦντος, ὦ δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. Εἰ δὲ καὶ παρ᾽ ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λυτροῦσαι, ἅμα βοηθὸς καὶ λυτρωτὴς εὑρισκόμενος.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Διάψαλμα. Ἔστι μὲν τῷ Δαυῒδ ἀνακείμενος ὁ ψαλμὸς, κατὰ τὴν προγραφήν.
Ἐπίστησον δὲ μήποτε ὡς πρὸς τὴν ἱστορίαν εὐχή τις ἦν αὐτὴ συνεργὸς ταῖς τοῦ Δαυῒδ ἱκετηρίαις, δεομένου τε καὶ ἀντιβολοῦντος διὰ προσευχῆς τυχεῖν Θεοῦ Σωτῆρος πρὸς ἐχθροὺς καὶ πολεμίους παραταττομένου.
Εἰκὸς γὰρ ἦν αὐτῷ ταῦτα πράττοντι χορὸν ἁγίων ἀγγέλων ἢ καὶ θεοφιλῶν ἀνδρῶν, αὐτῶν δὴ τῶν ἱερῶν καὶ λειτουργῶν τοῦ Θεοῦ τὰ προκείμενα πάντα συνεύχεσθαι αὐτῷ καὶ λέγειν· Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, καὶ τὰ ἑξῆς· τό τε δὲ, Καὶ παρασταίη σοι τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Ἀπαρκεῖ γὰρ αὐτὴ ἡ ἐπίκλησις καὶ ἡ προσηγορία πρὸς ἄμυναν παντὸς ἐναντίου. Ταῦτα δὲ οὐ μόνῳ τῷ Δαυῒδ, ἀλλὰ καὶ παντὶ τῷ καθ᾽ ὁμοίωσιν ἐκείνου τὰς δι᾽ εὐχῶν ἀναπέμποντι τῷ Θεῷ νοερὰς καὶ καθαρὰς θυσίας, δυνάμεις ἁγίας, καὶ ἀγγέλων ἱερῶν χοροὺς, εἰκὸς ἂν εἴη συνεύχεσθαι καὶ ἐπεύχεσθαι.
Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν τῷ ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ. Ἀπὸ τοῦ διαψάλματος οἱ εὐξάμενοι προφητεύουσιν, αὐτῷ τὸν Θεὸν δώσειν, ᾧ τὰς λογικὰς θυσίας προσήνεγκεν, ὅσα κατὰ διάνοιαν ᾔτησε, καὶ πλήρωσιν τῇ βουλῇ, ἢ ὅτι μὴ ἀλλότρια Θεοῦ τὰ βεβουλευμένα. Συναπολαύσομεν δέ σοι, φασὶ, τῶν ἀγαθῶν, ἀγαλλιώμενοι τῷ σωτηρίῳ τῷ σῷ· ἔγνωμεν γὰρ ἐξ ἁγίου Πνεύματος τὸ ἐκ σοῦ γενησόμενον γέννημα πάντων ἀνθρώπων σωτήριον· ἐφ᾽ ᾧ καὶ ἡμεῖς μεγαλυνθησόμεθα ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἡμῶν. Ἔστω δέ σου καὶ τὰ αἰτήματα καὶ γὰρ ἄξια ταῦτα Θεοῦ.
Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Δεξιὰ δὲ χεὶρ, καὶ πᾶσαι αἱ σωτήριοι καὶ δεξιαὶ πράξεις ἐν δυναστείαις. Δυνάμεσι γὰρ καὶ σημείοις καὶ τέρασι τὰς εἰς ἀνθρώπους ποιήσεται εὐεργεσίας.
Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Σῶσον, Κύριε, τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσόμεθά σε. Ἀλλὰ γὰρ ἡ πεῖρα τῶν πραγμάτων γένοιτ᾽ ἂν ἔλεγχος τοῦ κρείττονος. Οἱ μὲν γὰρ σοὶ ἐχθροὶ ἐφ᾽ ἵπποις καὶ ἅρμασι πεποιθότες, συμποδισθέντες πεσοῦνται ὁμοίως τῷ Φαραὼ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάττης καταποντωθέντι· ἡμεῖς δὲ οἱ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ὡπλισμένοι, καὶ σοὶ τῷ τὰς θυσίας ἀναπέμποντι ταῖς εὐχαῖς συναγωνιζόμενοι, ἀναστησόμεθα, καὶ ἀνορθωθησόμεθα, σοῦ τὰς κατὰ τῶν ἐχθρῶν νίκας ἀραμένου. Ἀλλὰ ταῦτα μὲν ἔσται, φασὶ, καὶ νῦν κατὰ τὸν καιρὸν τῆς τοῦ ἀποδοθέντος σωτηρίου ἐπιφανείας. Τότε γὰρ μάλιστα πᾶσαι αἱ ἀντικείμεναι δυνάμεις, καὶ οἱ ἀφανεῖς καὶ ἀόρατοι τοῦ Θεοῦ πολέμιοι, δι᾽ αὐτοῦ τοῦ σωτηρίου τροπούμενοι, πεσοῦνται. Πάντες δὲ οἱ τὸ σωτήριον παραδεξάμενοι, τοῦ πάλαι αὐτῶν πτώματος διαναστήσονται.
Διὸ περὶ αὐτοῦ Συμεὼν ἔλεγεν· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· πτῶσιν μὲν δηλαδὴ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν πολεμίων· ἀνάστασιν δὲ τῶν πάλαι πεπτωκότων, δι᾽ αὐτοῦ δὲ ἐγηγερμένων. Καὶ ταῦτα μὲν τότε γενήσεται· νῦν δὲ, Κύριε, σῶζε ἡμῖν τὸν βασιλέα Δαυῒδ, καὶ ἐν παντὶ τῷ ὄντι καιρῷ, καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Ἁρμόζει δὲ ταῦτα, ὡς ἄλλος φησὶ, καὶ ἐπὶ Ἐζεκίᾳ. Νοήσεις δὲ ταῦτα καὶ κατὰ τὸν τῆς ἀναγωγῆς νόμον.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Κʹ. Εἰς αἴσιον γὰρ ἀναπέμπεται τὰ λεγόμενα τέλος, καὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ σημαίνει τὸν ὄλεθρον. Διὸ κατὰ μὲν Σύμμαχον, Ἐπινίκιός ἐστιν ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Οἶμαι καὶ ταῦτα λέγεσθαι τὰ προκείμενα ἐκ τῶν καὶ τὰ πρὸ τούτου τῷ Δαυῒδ ἐπευξαμένων. Μαθὼν γοῦν νῦν ὁ Δαυῒδ ἀπὸ τῶν πρὸς αὐτὸν γενομένων χρησμῶν τὰ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου σωτηρίου, καὶ τῆς ἐν τῷ σωτηρίῳ δυνάμεως, ἐπὶ τούτοις εὐφρανθήσεται καὶ ἀγαλλιάσεται σφόδρα. Καὶ τούτοις γε θαρσῶν, τῶν τε ἐχθρῶν διὰ τούτων περιγενόμενος, σοὶ τῷ νικοποιῷ Θεῷ τὰ βραβεῖα τῆς νίκης ἀνατίθησι. Χαίρει τε καὶ ὑπερβαλλόντως ἀγάλλεται, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ὑπὸ σοῦ διασωζόμενος· καὶ οὐχ οὕτως ἐπὶ τῆς ἑαυτοῦ σωτηρίᾳ ἀγαλλιᾷ, ὅσον ὅτι παρὰ σοῦ τὸ σωτήριον αὐτοῦ προσγίνεται. Καὶ γὰρ ἐπιθυμήσας τὸ παρὰ σοῦ σωτήριον, καὶ περὶ τούτου τοῖς χείλεσιν ἑαυτοῦ ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς ἱκετηρίαν ἀναπέμψας, οὐκ ἐκπεσεῖται τῆς ἐλπίδος, οὐδὲ στερηθήσεται τοῦ αἰτήματος, ἀλλὰ κατ᾽ [καὶ] εὐχὰς παρέξει τευξόμενος τῆς ἐπιθυμίας.
Καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Εὐφραίνει γὰρ αὐτὸν, φησὶν, ὁ Θεὸς ἐν χαρᾷ, ἐπειδὰν πρόσωπον πρὸς πρόσωπον τῆς αὐτοῦ δόξης ἐπόπτην αὐτὸν καταστήσηται. Διό φησιν ὁ Σύμμαχος· Χαροποιήσεις αὐτὸν ἐν εὐφροσύνῃ παρὰ τοῦ προσώπου σου. Τῷ γὰρ καιρῷ τοῦ δικαιωτηρίου, ἐπειδὰν τὸ πρόσωπον τοῦ μεγάλου βασιλέως μέσος ἑστὼς ὁ Δαυῒδ τῶν σωζομένων θεάσοιτο, καὶ τῷ τιμίῳ λίθῳ τὴν κεφαλὴν ἐστεμμένος, δόξῃ τε καὶ μεγαλοπρεπείᾳ κεκοσμημένος, ἐνθέου χαρᾶς καὶ οὐρανίου εὐφροσύνης πληρωθήσεται.
Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Διάψαλμα. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν. Τὰς προλεχθείσας ἐπαγγελίας θεσπίσας ὁ λόγος τῷ Δαυῒδ, ἀκολούθως τὴν αἰτίαν διδάσκει δι᾽ ἣν τῶν τοσούτων τεύξεται. Τίς δὲ ἦν ἡ αἰτία ἀλλ᾽ ἐλπὶς ἡ ἐπὶ τὸν Κύριον, δι᾽ ἣν ἐλέου τυχὼν, τῆς παρὰ Θεοῦ τοῦ ὑψίστου ἐλπίδος οὐκ ἀποπεσεῖται, οὐδὲ σαλευθήσεται τῆς ἐῤῥωμένης ταύτης στάσεως; Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς ὁ πῦρ. Λέγεται ταῦτα πρὸς τὸν Θεὸν ὑπὸ τῶν τὴν εὐχὴν ἀναπεμπόντων, οἳ καὶ φασίν· εἰ καὶ τὰ μάλιστα οἱ ἑαυτοὺς ἐχθροὺς σοὶ τῷ Θεῷ καταστήσαντες, τὰς ἀνακειμένας σοι ψυχὰς καὶ τοὺς ἁγίους πάντας τούς σοι προσῳκειωμένους ἐκπολεμοῦντες οὐ παύονται· ἀλλ᾽ οὐ διαφεύξονται τὴν ἄφυκτόν σου χεῖρα καὶ τὴν ἀήττητόν σου δύναμιν.
Τέως μὲν γὰρ εἰς ὅσον γυμνάζειν τοὺς σοὺς οἰκείους ὥσπερ ἀθλητὰς ἐπετράπησαν οἱ ἐχθροί σου, ἐπαίρονται· πλὴν πρὸς ὀλίγον ἐπαρθέντας αὐτοὺς οὐκ εἰς μακρὰν ἡ σὴ χεὶρ καταλήψεται, καὶ ἡ σὴ δεξιὰ φεύγοντας θηρεύσει. Τί δὲ ποιήσει καταλαβοῦσα; Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Ἐν τῷ καιρῷ γὰρ τῆς ἐπιλάμψεως τοῦ προσώπου σου, ἐν ᾧ τὴν σαυτοῦ δείξεις βασιλείαν, αὐτοὺς ἑαυτοῖς τὸ τῆς κακίας πῦρ συνάξαντας, τὴν καθ᾽ ἑαυτῶν κόλασιν ἐξάψαι ποιήσεις· ὅπως αὐτοὶ ἑαυτοῖς κλίβανος πυρὸς γένοιντο. Ὁποῖα πάσχουσιν οἱ ἐν ταῖς νόσοις τὸ σῶμα πυρέττοντες· μηδενὸς γὰρ ἔξωθεν ὑποκαίοντος, ἔνδον τὸ πῦρ ἐξ ἑαυτῶν ἐπάγονται.
Οὕτως οὖν καὶ τοὺς ἐχθρούς σου καὶ τοὺς μισοῦντάς σε, φησὶ, θήσεις ὡς κλίβανον πυρός. Διὸ λεχθήσεται πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τὸν καρπὸν αὐτὸν ἀπὸ γῆς ἀπολεῖς, καὶ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Διαδοχαὶ γὰρ γεγόνασι μυρίων ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν· πολλάκις δὲ καὶ πονηρῶν πατέρων υἱοὶ θεοσεβεῖς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. Σπέρμα δὲ τῶν ἀθέων καὶ καρπὸς τῶν ἀσεβῶν, οἱ λόγοι αὐτῶν καὶ αἱ διδασκαλίαι καὶ τὰ ἄθεα δόγματα, μετὰ τὴν τελευτὴν αὐτῶν ἐν ἀνθρώποις ἀποφανθέντα, τυγχάνει. Ἃ δὴ ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ καὶ ἀφανισμῷ παραδίδωσιν· ἵνα μήτε καρπὸς τῶν ἀσεβῶν μήτε σπέρμα αὐτῶν περιλείπηται.
Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὰς, ἃς οὐ μὴ δύνωνται στῆσαι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Πάλιν παρατίθησι τὴν αἰτίαν δι᾽ ἣν ταῦτα πείσονται, λέγων· Ὅτι ἔκλιναν εἰς σὲ κακά.
Ἀντὶ δὲ τοῦ, Ἔκλιναν, ὁ Σύμμαχος· Ὅτι συνέφραξαν κατὰ σοῦ εἰς κακόν. Εἰ γὰρ καὶ ἀνθρώπους ἐδόκουν πολεμεῖν, ἀλλ᾽ ἐπεὶ μὴ δι᾽ εὔλογον αἰτίαν, μηδὲ διά τινα πρᾶξιν ἄτοπον ἐκείνοις ἐπεβούλευον, διὰ δὲ μόνην τὴν εἰς σὲ εὐσέβειαν· εἰκότως εἴποι ἄν τις αὐτοὺς σοὶ τῷ Θεῷ ἐπιβεβουλευκέναι, καὶ πάσας τὰς μηχανὰς ἃς ἐβουλεύσαντο κατὰ τῶν σῶν ὁσίων κατὰ σοῦ τοῦ Θεοῦ μεμηχανῆσθαι. Διὸ δὴ τὰ προλεχθέντα αὐτοὺς καταλήψεται· οὐδὲ τὰς σὰς διαδράναι δυνήσονται χεῖρας. Οἱ μὲν γὰρ ἐμηχανῶντο καὶ πάντα ἔπραττον ἀθέῳ φρονήματι κατὰ σοῦ τοῦ Θεοῦ βουλευόμενοι· σὺ δὲ αὐτοὺς ἐπιστρόφους ἐποίεις καὶ φυγάδας, ὡς τὰ νῶτα παραχωρεῖν ἐλαυνομένους ὑπὸ τῆς σῆς ὀργῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.