Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς
Εισαγωγικά υπομνήματα και υποθέσεις των Ψαλμών
Εισαγωγή στη φύση των ψαλμών, η διαίρεση του βιβλίου, η ερμηνεία των μουσικών οργάνων και σύντομες υποθέσεις για το περιεχόμενο όλων των ψαλμών (Α΄-ΡΝ΄).
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγικά υπομνήματα και υποθέσεις των Ψαλμών
Εισαγωγή στη φύση των ψαλμών, η διαίρεση του βιβλίου, η ερμηνεία των μουσικών οργάνων και σύντομες υποθέσεις για το περιεχόμενο όλων των ψαλμών (Α΄-ΡΝ΄).
ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΨΑΛΜΩΝ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΚΑΤ᾽ ΕΠΙΤΟΜΗΝ. Ἑκατὸν πεντήκοντα τυγχάνουσιν οἱ ψαλμοὶ, ἱεροῦ τοῦ νʹ τυγχάνοντος ἀριθμοῦ· ἐν μὲν ἡμέραις ποιῶν τὴν Πεντηκοστὴν, ἐν δὲ ἐνιαυτοῖς τὸν παρ᾽ Ἑβραίοις καλούμενον Ἰωήλ. Νάβλα δὲ παρ᾽ Ἑβραίοις λέγεται τὸ ψαλτήριον, ὃ δὴ μόνον τῶν μουσικῶν ὀργάνων ὀρθότατον, καὶ μὴ συνεργούμενον εἰς ἦχον ἐκ τῶν κατωτάτω μερῶν, ἀλλ᾽ ἄνωθεν ἔχειν τὸν ὑπηχοῦντα χαλκόν.
Ψαλμοὶ μὲν οὖν οἱ διὰ μόνου τοῦ ὀργάνου χωρὶς φωνῆς ἀνακρουόμενοι· ᾠδὴ δὲ οἱ διὰ φωνῆς ἐμμελοῦς· ᾠδὴ δὲ ψαλμοῦ τὸ τῷ ὀργάνῳ σύμφωνον ἐπάγειν φωνήν· ψαλμὸς δὲ ᾠδῆς ἀνάπαλιν, προηγουμένης τῆς τῶν κρουσμάτων φωνῆς. Ἀλληγορίας δὲ νόμῳ, ψαλμὸς μὲν σώματος κίνησις ἐναρμόνιος εἰς ἐργασίαν ἀγαθὴν, κἂν μὴ πάνυ τις ἐπακολουθῇ θεωρία· ᾠδὴ δὲ χωρὶς πράξεως ἀληθείας κατάληψις, φωτιζομένης ψυχῆς περὶ Θεοῦ καὶ τῶν λογίων αὐτοῦ. ᾨδὴ δὲ ψαλμοῦ, προαγούσης πράξεως γνώσεως· κατὰ τό· Ἐπιθυμήσας σοφίας διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν. Ψαλμὸς δὲ ᾠδῆς πρᾶξις ὑπὸ γνώσεως ὁδηγουμένη, περὶ τοῦ πῶς καὶ πότε πρακτέον· διὸ καὶ πρῶται τῶν ψαλμῶν αἱ ἐπιγραφαί· οὐ γὰρ ἀπὸ θεωρίας ὁ ἅγιος ἄρχεται, ἀλλ᾽ ἅπαν πίστει ταῖς πράξεσιν ἐπιτρέχει. Ἐπὶ δὲ τῷ τέλει πολλαὶ αἱ ᾠδαί· καὶ ὅπου ἀναβαθμοὶ, οὐδαμοῦ ψαλμὸς, οὔτε καθ᾽ ἑαυτὸν, οὔτε μετ᾽ ἐπιπλοκῆς. ᾨδαὶ δὲ πάντα καθ᾽ ἑαυτάς· ἡ γὰρ ἀνάβασις πρὸς μόνην ὁρᾷ θεωρίαν. Διάψαλμα δὲ παρὰ μὲν Ἀκύλᾳ καὶ τῷ Ἑβραϊκῷ οὐ κεῖται· ἀντὶ δὲ αὐτοῦ τὸ ἀεί.
ΥΠΟΘΕΣΙΣ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ. Τῆς βίβλου τῶν Ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ Ἑβραϊκὸν περιέχει. Οὐχ ὡς ἄν τις ὑπολάβοι πάντες εἰσὶ τοῦ Δαυῒδ οἱ ψαλμοὶ, ἀλλὰ καὶ ἑτέρων προφητῶν ἐν τῷ ψάλλειν προφητευόντων. Διόπερ ἡ πᾶσα γραφὴ παρ᾽ Ἑβραίοις τῶν ψαλμῶν οὐ τοῦ Δαυῒδ ἐπιγράφει· ἀλλ᾽ ἀδιορίστως βίβλος ψαλμῶν ὀνομάζεται. Εἰς πέντε δὲ μέρη τὴν πᾶσαν τῶν Ψαλμῶν βίβλον παῖδες Ἑβραίων διαιροῦσι· πρῶτον εἰς τοὺς ἀπὸ αʹ μέχρι μʹ· δεύτερον εἰς τοὺς ἀπὸ μαʹ μέχρις οβʹ· τρίτον εἰς τοὺς ἀπὸ ογʹ μέχρις πηʹ· τέταρτον εἰς τοὺς ἀπὸ πθʹ μέχρις ρεʹ· πέμπτον εἰς τοὺς ἀπὸ ρϛʹ μέχρι τέλους. Ἀνεπίγραφοι δέ εἰσι ψαλμοὶ ιθʹ, ἐπιγεγραμμένοι ρλαʹ. Τῶν ἐπιγεγραμμένων δέ εἰσιν οὕτως αἱ διαιρέσεις· τοῦ μὲν Δαυῒδ οβʹ, τῶν υἱῶν Κορὲ ιαʹ, τοῦ Ἀσὰφ ιβʹ, Αἰθὰμ τοῦ Ἰσραηλίτου εἷς, Σολομῶντος βʹ, Μωϋσέως εἷς, ἀνώνυμοι ιζʹ, τῶν εἰς τὸ Ἀλληλούϊα ιεʹ. Εἰσὶ δὲ ἀνώνυμοι ὅσοι ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ μὴν δηλοῦσι τίνος εἰσίν.
ΥΠΟΘΕΣΕΙΣ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. αʹ. Προτροπὴ θεοσεβείας καὶ ἀποτροπὴ τοῦ ἐναντίου. βʹ. Προφητεία περὶ Χριστοῦ καὶ κλήσεως ἐθνῶν. γʹ. Προφητεία γενησομένων ἀγαθῶν τῷ Δαυΐδ. δʹ. Προφητεία τῷ Δαυῒδ περὶ ὧν πέπονθεν.
εʹ. Ἐκ προσώπου τῆς Ἐκκλησίας προσευχή. ϛʹ. Διδασκαλία ἐξομολογήσεως. ζʹ. Τῷ Δαυῒδ ἐξομολόγησις καὶ διδασκαλία κλήσεως ἐθνῶν. ηʹ. Προφητεία κλήσεως ἐθνῶν. θʹ. Θάνατος Χριστοῦ καὶ ἀνάστασις, καὶ βασιλείας παράληψις, ἐχθρῶν τε πάντων καθαίρεσις.
ιʹ. Ἐπινίκιος ὕμνος τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. ιαʹ. Κατηγορία πονηρῶν, καὶ προφητεία Χριστοῦ παρουσίας. ιβʹ. Ἐχθρῶν ἐπανάστασις, καὶ προσδοκία Χριστοῦ παρουσίας. ιγʹ. Κατηγορία πονηρῶν, καὶ προφητεία Χριστοῦ παρουσίας.
ιδʹ. Τοῦ κατὰ Θεὸν τελείου ἀποκατάστασις. ιεʹ. Ἐκλογὴ Ἐκκλησίας, καὶ Χριστοῦ ἀνάστασις. ιϛʹ. Τελείου ἀνδρὸς, ἢ καὶ αὐτοῦ τοῦ Χριστοῦ προσευχὴ ὑπὲρ τῶν δι᾽ αὐτοῦ σωθησομένων. ιζʹ. Εὐχαριστία τοῦ Δαυῒδ καὶ προφητεία Χριστοῦ παρουσίας καὶ ἀναλήψεως.
ιηʹ. Θεολογία σὺν διδασκαλίᾳ ἠθικῇ. ιθʹ. Εὐχὴ τῶν συμπραττόντων τῷ Δαυῒδ δικαίων. κʹ. Ἔντευξις τῶν συμπραττόντων τῷ Δαυΐδ. καʹ. Προφητεία τῶν Χριστοῦ παθῶν, καὶ ἐθνῶν κλῆσις. κβʹ. Διδασκαλία καὶ νέου λαοῦ εἰσαγωγή.
κγʹ. Προφητεία κλήσεως ἐθνῶν, καὶ τελείωσις τῶν σωζομένων. κδʹ. Διδασκαλία ἐξομολογήσεως. κεʹ. Ἔντευξις τοῦ κατὰ Θεὸν προκόπτοντος. κϛʹ. Εὐχαριστία καὶ αἴτησις ἀγαθῶν. κζʹ. Δέησις μετὰ προφητείας.
κηʹ. Προφητεία αἰνιγματώδης σὺν θεολογίᾳ. κθʹ. Εὐχαριστία σὺν ἐξομολογήσει. λʹ. Ἐξομολόγησις σὺν ἱκετηρίᾳ. λαʹ. Προφητεία τῶν διὰ Χριστοῦ σωθησομένων. λβʹ. Παρακέλευσις ὑμνολογίας σὺν θεολογίᾳ. λγʹ. Διδασκαλία εὐχαριστίας.
λδʹ. Ἱκετηρία δικαίου, καὶ προφητεία περὶ Χριστοῦ. λεʹ. Ἔλεγχος ἀσεβῶν σὺν θεολογίᾳ. λϛʹ. Διδασκαλία θεοσεβοῦς βίου. λζʹ. Διδασκαλία ἐξομολογήσεως. ληʹ. Ἔντευξις σὺν ἐξομολογήσει. λθʹ. Εὐχαριστία τοῦ κατὰ Θεὸν σωθέντος καὶ μνήμη Ἐκκλησίας.
μʹ. Προφητεία περὶ Χριστοῦ καὶ περὶ τοῦ προδότου. μαʹ. Ἱκετηρία προφητῶν ἐπὶ τῇ ἀποβολῇ τοῦ Ἰουδαίων ἔθνους. μβʹ, μγʹ. Ἔτι περὶ τοῦ αὐτοῦ. μδʹ. Ἐπιφάνεια Χριστοῦ βασιλείας. μεʹ. Ἀποστόλων κήρυγμα.
μϛʹ. Κλῆσις ἐθνῶν. μζʹ. Ὕμνος εἰς Θεὸν περὶ τῆς Ἐκκλησίας, καὶ καθαίρεσις διωγμῶν. μηʹ. Θείας κρίσεως διδασκαλία. μθʹ. Ἀνατροπὴ τοῦ περὶ θυσιῶν Μωϋσέως νόμου, καὶ εἰσαγωγὴ τοῦ τῆς Καινῆς Διαθήκης. νʹ. Διδασκαλία ἐξομολογήσεως.
ναʹ. Ἔλεγχος τοῦ πονηροῦ τρόπου, καὶ τέλος τοῦ αὐτοῦ. νβʹ. Σωτήριος ἐπιφάνεια, καὶ ἀθεότητος ἀπαλλαγή. νγʹ. Προσευχὴ τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. νδʹ. Δήλωσις τῶν κατὰ Χριστοῦ τετολμημένων. νεʹ. Δικαίου εὐχαριστία ῥυσθέντος ἐξ ἐχθρῶν.
νϛʹ. Εὐχαριστία τοῦ Δαυῒδ καὶ προφητεία κλήσεως ἐθνῶν. νζʹ. Διδασκαλία τῆς τοῦ Θεοῦ δικαιοκρισίας. νηʹ. Κλῆσις ἐθνῶν καὶ Ἰουδαίων ἀποβολή. νθʹ. Ἀποβολὴ τοῦ Ἰουδαϊσμοῦ, καὶ κλῆσις ἐθνῶν. ξʹ. Δέησις σὺν εὐχαριστίᾳ.
ξαʹ. Διδασκαλία θεραπευτική. ξβʹ. Εὐχαριστία τοῦ κατὰ Θεὸν τελείου. ξγʹ. Διδασκαλία τοῦ θεοσεβοῦς ἀθλητοῦ. ξδʹ. Κλῆσις ἐθνῶν. ξεʹ. Κλῆσις ἐθνῶν, καὶ ἀποστόλων μαρτυρία. ξϛʹ. Κλῆσις ἐθνῶν, καὶ ἀποστόλων κήρυγμα.
ξζʹ. Χριστοῦ ἐνανθρώπησις, καὶ ἐθνῶν κλῆσις. ξηʹ. Πάθη Χριστοῦ, καὶ Ἰουδαίων ἀποβολή. ξθʹ. Ἱκετηρία δικαίου καὶ αὐτοῦ τοῦ Χριστοῦ. οʹ. Χριστοῦ πάθη καὶ ἀνάστασις. οαʹ. Προφητεία Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν.
οβʹ. Ἐξομολόγησις τῆς ἀνθρωπίνης ἀσθενείας ἐπὶ τῇ τῶν ἀσεβῶν εὐπραγίᾳ καὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ. ογʹ. Προαναφώνησις τῆς ἐσχάτης Ἰουδαίων πολιορκίας, τῆς ἐπὶ τοῦ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένης. οδʹ. Χριστοῦ θεολογία, καὶ ὑπόμνησις τοῦ θείου δικαστηρίου.
οεʹ. Ἐκδίκησις κατὰ ἀσεβῶν τῆς τοῦ Θεοῦ κρίσεως. οϛʹ. Περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ τῶν θαυμαστῶν ἔργων αὐτοῦ. οζʹ. Χριστοῦ διαστολὴ πρὸς τὴν Ἐκκλησίαν, περὶ τῆς τοῦ προτέρου λαοῦ παρανομίας. οηʹ. Προφητεία τῶν ὑπὸ τοῦ Ἀντιόχου τῇ Ἰουδαίᾳ συμβάντων αὐτοῖς· ἢ ἱστορία παρὰ τοῖς Μακκαβαίοις.
οθʹ. Προφητεία τῆς ὑπὸ τῶν Ἀσσυρίων πολιορκίας, καὶ δέησις περὶ τῆς Χριστοῦ ἐπιφανείας. πʹ. Κλῆσις ἐθνῶν, καὶ διδασκαλία τῶν συμβεβηκότων τῷ προτέρῳ λαῷ. παʹ. Ἔλεγχος τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους.
πβʹ. Δέησις περὶ τοῦ πεπονθότος σκυθρωπὰ λαοῦ, καὶ προφητεία περὶ τοῦ τέλους τῶν ἐχθρῶν τοῦ Χριστοῦ. πγʹ. Χριστοῦ ἐνανθρώπησις καὶ περὶ τῶν Ἐκκλησιῶν. πδʹ. Προφητεία εἰς τὸν Χριστὸν καὶ τοὺς δι᾽ αὐτοῦ λελυτρωμένους.
πεʹ. Προσευχὴ Δαυῒδ καὶ προφητεία κλήσεως ἐθνῶν. πϛʹ. Χριστοῦ ἐνανθρώπησις. πζʹ. Χριστοῦ θάνατον προφητεύει. πηʹ. Χριστοῦ βασιλεία ἐκ σπέρματος Δαυΐδ. πθʹ. Ἰουδαίων ἀποβολή. ϟʹ. Χριστοῦ νίκη καὶ παντὸς τοῦ κατ᾽ αὐτὸν τελειουμένου.
ϟαʹ. Περὶ τῆς κατὰ Θεὸν ἀναπαύσεως. ϟβʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας. ϟγʹ. Περὶ τῶν κατὰ τῆς Ἐκκλησίας δογμάτων. ϟδʹ. Κλῆσις Ἰουδαίων καὶ ἀπόγνωσις αὐτῶν. ϟεʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία.
ϟϛʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας. ϟζʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ϟηʹ. Ὕμνος βασιλείας Χριστοῦ. ϟθʹ. Κλῆσις ἐθνῶν. ρʹ. Ὕμνος τοῦ κατὰ Θεὸν τελείου. ραʹ. Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ, καὶ προφητεία τοῦ λαοῦ, καὶ κλῆσις ἐθνῶν.
ρβʹ. Διδασκαλία εὐχαριστίας. ργʹ. Διδασκαλία ἐξομολογήσεως. ρδʹ. Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ Θεοῦ εὐεργεσιῶν. ρεʹ. Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. ρϛʹ. Προφητεία κλήσεως ἐθνῶν, καὶ τῆς εἰς ἀνθρώπους τοῦ Θεοῦ Λόγου ἐπιλάμψεως.
ρζʹ. Κλῆσις ἐθνῶν. ρηʹ. Πάθη Χριστοῦ. ρθʹ. Νίκη Χριστοῦ. ριʹ. Εὐχαριστία Χριστοῦ. ριαʹ. Διδασκαλία Χριστοῦ. ριβʹ. Νέου λαοῦ κλῆσις. ριγʹ. Νέου λαοῦ διδασκαλία. ριδʹ. Νέου λαοῦ προκοπή. ριεʹ. Νέου λαοῦ τελείωσις.
ριϛʹ. Κλῆσις ἐθνῶν. ριζʹ. Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. ριηʹ. Στοιχείωσις τῆς κατὰ Θεὸν ἀναγωγῆς. ριθʹ. Παροικίας. ρκʹ. Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς. ρκαʹ. Ἀγαθῶν εὐαγγέλια.
ρκβʹ. Εὐχῆς. ρκγʹ. Εὐχαριστίας. ρκδʹ. Ἀποκαταστάσεως. ρκεʹ. Προσδοκία μελλόντων. ρκϛʹ. Οἰκοδομὴ Ἐκκλησίας. ρκζʹ. Κλῆσις ἐθνῶν. ρκηʹ. Νίκη Χριστοῦ στρατιᾶς. ρκθʹ. Εὐχὴ μαρτύρων ρλʹ. Περὶ ταπεινοφροσύνης.
ρλαʹ. Προσευχὴ τοῦ Δαυῒδ καὶ ἐπιφάνεια. ρλβʹ. Λαοῦ τελείου. ρλγʹ. Λαοῦ ἐρχομένου. ρλδʹ. Διδασκαλία εἰσακτική. ρλεʹ. Εὐχαριστία λελυτρωμένου. ρλϛʹ. Ἁγίων φωναὶ τῶν ἐν αἰχμαλωσίᾳ. ρλζʹ. Εὐχαριστία μετὰ προφητείας.
ρληʹ. Ἔντευξις δικαίου σὺν θεολογίᾳ. ρλθʹ. Φωναὶ τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. ρμʹ. Προσευχὴ τοῦ κατὰ Θεὸν τελείου. ρμαʹ. Φωναὶ τοῦ κατὰ Θεὸν πολεμουμένου. ρμβʹ. Προσευχὴ ἐξομολογουμένου. ρμγʹ. Εὐχαριστία νενικηκότος.
ρμδʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμεʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμϛʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμζʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμηʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμθʹ. Ὕμνος σὺν θεολογίᾳ. ρνʹ. Παρακέλευσις ὕμνου καθολική.
ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. Ὁ μὲν ψαλμὸς ἔοικεν ἀπὸ τοῦ ψαλτηρίου παρωνύμως ἐπικεκλῆσθαι· λέγεται δὲ ψαλτήριον ὄργανόν τι μουσικὸν παρὰ τὴν κιθάραν διαλλάττον τῷ σχήματι, ἐν ᾧ τὴν ἀνακρουομένην ᾠδὴν ψαλμὸν προσαγορεύεσθαι. ᾨδὴν δὲ εἶναι τὴν διὰ μέλους ἀναφωνουμένην ἄνευ ὀργάνου ῥῆσιν μουσικήν. Ψαλμὸν δὲ ᾠδῆς λέγεσθαι, ἐπειδὰν προηγησαμένης τὸ αὐτὸ τῆς ᾠδῆς μέλος διὰ τοῦ ψαλτηρίου κρουσθῇ· ᾠδὴν δὲ ψαλμοῦ τὸ ἀνάπαλιν. Ὡς ἐν ταῖς ἱστορίαις τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων Δαυῒδ ὁ βασιλεὺς μετὰ τὴν τοῦ Σαοὺλ τελευτὴν, ἀναγαγὼν τὴν κιβωτὸν τῆς Διαθήκης Κυρίου, οὖσαν ἐν οἴκῳ Ἀβδοδὼμ ἔτεσιν εἴκοσιν ἐξότου ἐκ τῶν Ἀζωτίων μετενήνεκτο, καὶ καταστήσας αὐτὴν εἰς Ἰερουσαλὴμ, ἐπιλέγεται ἐκ τῆς φυλῆς Λευῒ κλήρῳ ψαλτῳδοὺς ἄρχοντας ᾠδῶν τέσσαρας, τοῦ ψάλλειν καὶ ᾄδειν ἐνώπιον τῆς κιβωτοῦ τῷ Κυρίῳ, καὶ ἀναφέρειν φωνὴν εὐφροσύνης εἰς ἐξομολόγησιν καὶ αἴνεσιν ἐν ὀργάνοις ἡρμοσμένοις, καὶ ᾠδαῖς, καὶ κινύραις, καὶ νάβλαις, καὶ τυμπάνοις, καὶ κυμβάλοις, καὶ ψαλτηρίῳ, καὶ κερατίνῃ, τὸν Ἀσὰφ, Αἰμὰν, Αἰθὰν, Ἰδιθούμ· οἷς ἀριθμὸς ᾠδῶν ἐπετέτακτο, ᾀδόντων διακοσίων ὀγδοήκοντα ὀκτὼ, ἑκάστῳ ἑβδομήκοντα δύο, ἐκ τοῦ Χὰμ λβʹ, τοῦ Σὴμ κεʹ, τοῦ Ἰάφεθ ιεʹ. Οἵτινες, ἑστῶτες ἔμπροσθεν τῆς κιβωτοῦ Διαθήκης Κυρίου, ἔψαλλον καὶ ᾖδον τῷ Κυρίῳ· ὃς μὲν ἐν κινύρᾳ, ὃς δὲ ἐν κυμβάλοις, ὃς δὲ ἐν κιθάρᾳ.
ὃς δὲ ἐν ψαλτηρίῳ· ὧν μέσος ἵστατο ὁ μακάριος Δαυῒδ, αὐτὸς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον. Ἕκαστος δὲ ᾖδεν καὶ ἔψαλλεν ὑμνῶν τὸν Θεὸν ἁγίῳ Πνεύματι τεταγμένως. Ἡνίκα τοίνυν ἐσκίρτα τὸ Πνεῦμα ἐπί τινα τῶν ἀρχόντων τῶν ψαλτῳδῶν, οἱ λοιποὶ ἡσυχίαν ἦγον παρεστῶτες καὶ ὑπακούοντες συμφώνως τῷ ψάλλοντι, Ἀλληλούϊα.
Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως. Οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Ἀμέλει ὁ μὲν πρῶτος καὶ δεύτερος συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ᾽ ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ, καθὼς ἡ βίβλος τῶν Βασιλειῶν, καὶ αὕτη ἡ τάξις δηλοῖ. Πολλῆς τοίνυν κατακρατησάσης εἰδωλολατρείας τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτούς φασι πεποιῆσθαι τῶν πατρίων γραφῶν, ὡς μηδὲ τοῦ Μωϋσέως νόμου βίβλον ἐπιφέρεσθαι, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας ἀποσώζειν. Οὕτω γοῦν τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας. Οὐδὲ νῦν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν καὶ τῶν ἐμφερομένων τινὰς τῇ βίβλῳ τῶν ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις. Ὕστερον δὲ μετὰ ταῦτα, εἴτε Ἔσδραν, εἴτε τινὰς ἑτέρους προφήτας, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μεθ᾽ ὧν καὶ τὴν βίβλον τῶν ψαλμῶν ἡγιοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους.
Καὶ τάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· μηδὲ τοὺς τοῦ Δαυῒδ ἐφεξῆς κεῖσθαι πάντας· ἔν τε τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶντος, καὶ Μωϋσέως, Αἰμάν τε, καὶ Αἰθὰν, καὶ Ἰδιθοὺμ, καὶ πάλιν τοῦ Δαυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ᾽ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ᾽ οὓς εὕρηνται. Ἔνθεν τε συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας, ἀναληφθῆναι προτέρους· τοὺς δὲ προτέρους μετὰ ταῦτα εὑρεθέντας ἐν δευτέρᾳ ταγῆναι χώρᾳ· τὸ δ᾽ αὐτὸ εὕροις γεγενημένον ἐν τοῖς προφήταις.
Πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ βίβλῳ τῶν ψαλμῶν τεθησαύρισται. Κἀκεῖνο δὲ τηρήσεις, ὡς ἡ βίβλος τῶν ψαλμῶν καινὴν διδασκαλίαν περιέχει μετὰ τὴν Μωϋσέως νομοθεσίαν, καὶ ὅτι δευτέρα μετὰ τὴν Μωϋσέως νομοθεσίαν γραφὴν διδασκαλικὴ βίβλος αὕτη τυγχάνει. Μετὰ γοῦν τὴν Μωϋσέως καὶ Ἰησοῦ τελευτὴν καὶ μετὰ τοὺς κριτὰς Δαυῒδ γενόμενος, ὡσανεὶ τοῦ Σωτῆρος αὐτὸς χρηματίσαι πατὴρ καταξιωθεὶς, καινὸν τρόπον τὸν τῆς ψαλμῳδίας πρῶτος Ἑβραίοις παρέδωκε· δι᾽ ἧς ἀναιρεῖ μὲν τὰ παρὰ Μωϋσῇ περὶ θυσιῶν νενομοθετημένα, καινὸν δὲ τὸν δι᾽ ὕμνων καὶ ἀλαλαγμῶν τρόπον τῆς τοῦ Θεοῦ λατρείας εἰσάγει· καὶ ἄλλα δὲ πλεῖστα τὸν Μωϋσέως νόμον ἐπαναβεβηκότα δι᾽ ὅλης αὐτοῦ τῆς πραγματείας διδάσκει.
Εὐσεβίου Καισαρείας περὶ τοῦ διαψάλματος. Ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες πέντε ἄρχοντες, οἳ ἐξελέγοντο ὑπὸ Δαυῒδ τοῦ βασιλέως ἐκ τῆς φυλῆς Λευΐ· ὧν τὰ ὀνόματά εἰσι ταῦτα, Ἀσὰφ, οἱ υἱοὶ Κορὲ, Αἰμὰν, Αἰθὰμ, Ἰδιθούμ· τούτοις ἀριθμὸς ᾠδῶν παρηκολούθει, ἑκάστῳ ἑβδομήκοντα δύο. Οὗτοι ἵσταντο ἐνώπιον τοῦ ἁγιάσματος Κυρίου, αἰνοῦντες τὸν πάντων δεσπότην, ὃς μὲν κύμβαλα, ὃς δὲ ψαλτήριον, ὃς δὲ κινύραν, ὃς δὲ κερατίνην, ὃς δὲ κιθάραν ἔχων, ὧν μέσος ἵστατο ὁ Δαυΐδ. Καὶ οὕτως ἤρχοντο τῶν ᾠδῶν κρατοῦντες ἐπὶ χεῖρα τὰ τοιαῦτα ὄργανα· καὶ ἕκαστος Πνεύματι ἁγίῳ κινούμενος ὕμνει τὸν Θεὸν, καὶ πάντες ἐπεφώνουν τῷ ψάλλοντι τὸ Ἀλληλούϊα.
Ὁπηνίκα δὲ ἡ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπέστη χάρις πρὸς βραχὺ, τῶν ὀργάνων λοιπὸν μὴ κινουμένων, τὸ τηνικαῦτα εἰκὸς καὶ τὸ διάψαλμα ἔγραφον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.