Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς
Υπόμνημα στους Ψαλμούς ΠΘ΄ - ϞΕ΄
Έναρξη του Τέταρτου Βιβλίου. Ερμηνεία των ψαλμών 89 έως 95, με έμφαση στην αιωνιότητα του Θεού, τη βραχύτητα του βίου, την πνευματική κατάπαυση και το νέο άσμα των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στους Ψαλμούς ΠΘ΄ - ϞΕ΄
Έναρξη του Τέταρτου Βιβλίου. Ερμηνεία των ψαλμών 89 έως 95, με έμφαση στην αιωνιότητα του Θεού, τη βραχύτητα του βίου, την πνευματική κατάπαυση και το νέο άσμα των εθνών.
ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘʹ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. Δόγμα παιδεύει ὁ λόγος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀίδιον.
Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων, οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάῤῥου τρόπον ἀποῤῥέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα, Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ᾽ ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ᾽ ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν· ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ᾽ οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ᾽ αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ᾽ ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ᾽ αὐτὸν καταφυγεῖν.
Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι λιμένος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέονται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ Κύριον· ἵν᾽, εἴτε ἐν καιροῖς διωγμῶν ὑπ᾽ ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πειρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι· Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην.
Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ᾽ ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γενηθῆναι, ἢ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ᾽ ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι. Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας;
Εἰ δ᾽ οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. Διὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· ἀλλ᾽ ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ Δημιουργοῦ βούλησις. Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ᾽ ὃν ὠδίνουσαι τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ᾽ ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω.
Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· εἶθ᾽ ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα.
Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐοίκει· πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συνελαμβάνετο· ὡς ὕστερον δὲ καὶ ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ πρὸ τοῦ ταῦθ᾽ οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Οὐδὲ γὰρ θέμις ἐπ᾽ αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ᾽ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει.
Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι᾽ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ᾽ ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ᾽ αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ᾽ ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ᾽ ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Ἀλλ᾽ ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν. Ἀλλ᾽ οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος.
Τί γὰρ καί φησι· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωΐ φησιν ἐκλελοιπέναι, ἀλλὰ Τὸ μὲν πρωῒ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωῒ ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωῒ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ᾽ Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωῒ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωῒ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ᾽ αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος.
Διὸ καὶ τὸ πρωῒ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατάστασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ᾽ ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωΐαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ᾽ αὐτοὺς πράγματα. Οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀποπέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, Δύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν· Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν. Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόῤῥητα παρ᾽ ἑαυτοῖς κατέχειν· παρ᾽ οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν᾽ οὖν σώζοιτο, καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν.
Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πηʹ ψαλμὸν καὶ τὰ δι᾽ αὐτοῦ περὶ τοῦ σπέρματος Δαυῒδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι· μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις.
Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ᾽ ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν, καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ καταφυγὴν ἔσχομεν. Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων.
Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάῤῥου δίκην παρεδράμομεν. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν. Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ᾽ οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. Διόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, διδάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.
Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ᾽ ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβʹ· μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος ἔτη συνάγεται φμηʹ· ὥστε εἶναι τὰ πάντα ϡπʹ. Διέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μʹ· μεθ᾽ ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας.
Ταῦτ᾽ οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμασται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγελίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. Δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ᾽ οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον.
Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Δοκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ᾽ ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται.
Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φησὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ᾽ ἡμᾶς καὶ ἐν πρωΐᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς, παρῆλθεν ἡ χλόη. Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ᾽ ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Δύναται δὲ καὶ καθ᾽ ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης· εἶθ᾽ ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν.
Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῆ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ᾽ οὗ σαφέστερον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς οʹ ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι᾽ ἧς φησιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, καθ᾽ ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ᾽ αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας.
Πάλαι μὲν οὖν ὕφαινον χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. Διό φησιν· Ἱστὸν ἀράχνης ὑφαίνουσι.
Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι᾽ ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες.
Ὅτε ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος.
Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου ζωῆς εἰς οʹ καὶ πʹ ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ᾽ ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; Διό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; Ἀλλὰ σύ γε ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι. Δεξιὰν δὲ Θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παιδεύονται τοίνυν οἱ δηλούμενα μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι᾽ αὐτῆς· ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ, τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.
Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφράνθημεν ἀνθ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾽ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· παρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρανώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον.
Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους.
Ὡς γὰρ πάλαι γέγονε πρωΐα τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμένων ἀγαθῶν. {ϟʹ} Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγραφος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν.
Ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως προσευχῆς ἐθέσπιζεν· ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ Κύριον τελειουμένου περιέχει· ἀλλὰ καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ. Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος; Ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ᾽ ἐκεῖνον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποιθὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσάλευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφήσεται, ἀλλ᾽ ἐφ᾽ ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν. Ἀντὶ δὲ τοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ὁ μὲν Σύμμαχος, Ὁ κατοικῶν ὑπὸ σκέπην τοῦ Ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου, ἐκδεδώκασι· σημαίνοντος τοῦ λόγου τοῦ κατὰ Θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ Ὕψιστος.
Πάλιν δὲ ἀντὶ τοῦ, Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, Ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, Ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον Πνεῦμα διελάλησε· τὰ δ᾽ ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέχρητο ὁ προὼν τοῦ Θεοῦ Λόγος· καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ Ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ Θεοῦ Λόγου, ἐπισκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλήπτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πληροῦσαν αὐτὸν τοῦ Θεοῦ Λόγου δύναμιν. Ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρημάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προσηγόρευται ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου λέγοντος· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγόμενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ᾽ ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ Σωτῆρος ἡμῶν, καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. Ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ Θεοῦ ὑπάρξει τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου καὶ αὐλιζομένῳ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ, λέγοντί τε τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν. Τίνα δέ ἐστι τὰ περὶ αὐτὸν γενησόμενα, καταλέγει διὰ τῶν ἑπομένων· Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Πολλὰς ἐπαναστάσεις ὁ λόγος προαγορεύει γενήσεσθαι τῷ προφητευομένῳ.
Οὗτος δὲ ἦν σπάνιός τις καὶ θαυμαστὸς, ἐν ἀποκρύφῳ τοῦ Ὑψίστου καθήμενος, ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος, καὶ λέγων τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν· ἢ κατὰ τὸν Ἀκύλαν, Ὁ Θεός μου, πεποιθήσω ἐν αὐτῷ· ἢ, Ὁ Θεός μου, καὶ εὐθαρσήσω ἐν αὐτῷ, κατὰ τὸν Σύμμαχον. Τούτῳ δὴ οὖν τῷ τῶν εἰρημένων τρόπῳ ἀνακειμένῳ τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐπιβουλαί τινες καὶ συσκευαὶ μυρίων κατ᾽ αὐτοῦ στρατευομένων ἐπανέστησαν· παγίδες γοῦν θηρευτῶν ὠνομάσθησαν, καὶ λόγοι ταραχώδεις, καὶ φόβος νυκτερινὸς, καὶ βέλος πετόμενον ἡμέρας, καὶ πρᾶγμα ἐν σκότει διαπορευόμενον, καὶ σύμπτωμα δαιμονίου μεσημβρινοῦ· καὶ πρὸς τούτοις ἅπασι χιλιάδες καὶ μυριάδες· αἱ μὲν χιλιάδες τὰ ἀριστερὰ αὐτοῦ ἀπολαμβάνουσαι, αἱ δὲ τὰ δεξιὰ μυριάδες. Αὐταὶ γὰρ τοῖς δεξιοῖς ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις μέρεσιν ἐπεβούλευον.
Τούτων δὲ πάντων οὐδὲν προσψαύειν τῷ περὶ οὗ ὁ λόγος προφητεύει. Ἔτι δὲ πρὸς τούτοις ἐπιβήσεσθαι λέγεται, ὅτι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων· μικρὰ γὰρ ἦν ταῦτα· ἀλλ᾽ ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον, καταπατήσειν τε λέοντα καὶ δράκοντα· ἃ δὴ βασιλικώτατα καὶ ἀρχικώτατα τῶν ἐν θηρίοις καὶ ἑρπετοῖς τυγχάνει. Οἶμαι γοῦν διὰ τούτων τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνεσθαι, καὶ τὰς ἀοράτους καὶ ἀρχοντικὰς δυνάμεις. Πλὴν ὅμως ὁ προφητευόμενος καταπατήσειν ἀθρόως λέγεται τὰς πάσας. Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Τίς οὖν γένοιτ᾽ ἂν τοιοῦτος, ὡς ἐφαρμόζειν αὐτῷ δύνασθαι τὰ τοιαῦτα, καὶ ὃς ὁ λαὸς μὲν ἐχθρῶν μὲν μυριάδας ἐπιστρατεύεται αὐτοῦ τοῖς δεξιοῖς, τοῖς δὲ κατὰ θάτερον μέρος χιλιάδας, μὴ τολμᾷν δὲ αὐτοῦ προσψαύειν, καταπίπτειν δὲ ἔμπροσθεν αὐτοῦ, φέρε κατανοήσωμεν. Φημὶ δὲ καθ᾽ ἕνα τρόπον ἀναφέρεσθαι ταῦτα ἐπὶ τὸν ἐν Χριστῷ τετελειωμένον ἄνθρωπον· οἷος ἦν ὁ Παῦλος λέγων· Οἶδα ἄνθρωπον ἐν Χριστῷ· ἐπὶ πάντα τε τὸν ὁμοίως ἐκείνῳ λέγειν δυνάμενον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν· Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· ὁ δὲ πρὸς τούτοις οἷός τε ὢν λέγειν· Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, ἄξιος ἂν γένοιτο τοῦ καὶ ἐπ᾽ αὐτῷ λεχθῆναι τὰς προκειμένας φωνάς. Ὁ γὰρ τοιοῦτος, κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ αὐλιζόμενος, ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεὸς, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν.
Ταῦτα δὲ αὐτοῦ διαθέσει τελείᾳ εἰρηκότος, θεσπίζει αὐτῷ τὸ θεῖον Πνεῦμα, ὅτι δὴ ἀσφαλῆ εἵλατο φύλακα, καὶ καλὴν ἐκτήσατο καταφυγὴν τὸν Κύριον. Τοιοῦτον γὰρ ἔχων βοηθὸν καὶ πρόμαχον καὶ ὑπερασπιστὴν, οὐδένα τῶν ἐχθρῶν φοβηθήσεται, ἅτε αὐτοῦ τοῦ Κυρίου ῥυομένου αὐτὸν ἐξ ἁπάντων. Καὶ γὰρ ἐκ παγίδος θηρευτῶν ἐξελεῖται αὐτὸν, καὶ ἀπὸ λόγου ταραχώδους τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει αὐτῷ· καὶ πάντα δὲ τὰ ἑξῆς κατηριθμημένα ἐπὶ πάντα τὸν ἐν Χριστῷ τέλειον ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν· ἢ τὴν τελείαν Ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν Ἐκκλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περιφράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. Διὸ τῇ τοιαύτῃ Ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Εἶτ᾽ ἐρεῖ μὲν αὐτὸς τῷ Κυρίῳ, οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν.
Κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθήσεται ὑπὸ τοῦ θείου Πνεύματος, ὡς ἄρα εἴη καλὴν εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ Κύριον. Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος.
Εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον· ὅτι αὐτὸς Κύριος ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.
Εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ Κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει. Ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι· Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Αὕτη γὰρ ἡ ἀλήθεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ᾽ ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν.
Δηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς καιροὺς, καθ᾽ οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ καταστάσει, καθ᾽ οὓς πόῤῥωθεν βέλη πετόμενα καθ᾽ ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ ἀσεβεῖς ἑαυτῶν λόγους. Κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόῤῥωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ᾽ ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανάτου φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. Ἀλλ᾽ ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὔτ᾽ οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσονταί τι καθ᾽ ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν Κύριον. Διὸ λέλεκται· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ᾽ οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. Εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀοράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν, ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πάσας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. Διὸ λέλεκται· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρειλήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ Θεοῦ πολεμηθέντων.
Πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα τὸν οἷόν τε λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Οὗτος δ᾽ ἂν εἴη ὁ Χριστοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων Θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀληθείας, καὶ τὰ βραβεῖα τῆς ἐν Θεῷ νίκης κατὰ τῶν ἀντιπάλων αἰρόμενος. Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. Εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ, Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει· πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο.
Μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ Κύριε, ἐφ᾽ ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ, ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου· ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωϋσῆς τῷ αὐτῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Διὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον.
Αὐτὸς δ᾽ οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. Διὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· Σὺ γὰρ, Θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν νϛʹ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος.
Οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ τὸν Σύμμαχον, Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων Θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, Οὐ μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. Ἐπὶ ταρσῶν ἀροῦσι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, Σὺ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. Ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λίθῳ ποδί σου; Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων Θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον; Τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; ἢ πῶς τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ χειρῶν βαστάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ;
Ἀλλ᾽ ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων Θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα.
Εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐνταῦθα Κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνομασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ ὁ Ἀπόστολος, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι᾽ οὗ τὰ πάντα· καὶ πάλιν, Εἷς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. Εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ Δαυῒδ ὠνομάσθησαν κατὰ τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωϋσῆς λέγων, Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης· ὥσπερ οὖν καὶ ἐν οἷς ἔφασκε τὸ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν Ὕψιστον καὶ Κύριον εἰδὼς φαίνεται· Ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληροδοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, Κύριον δὲ τὸν μετὰ τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα.
Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις Κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μʹ ἡμέρας καὶ μʹ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκότως ταῦτα πάντα τὸ Πνεῦμα τὸ ἅγιον προλαβὸν θεσπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι.
Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ᾽ οὕτως ἅπασιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. Διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων.
Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ᾽ ὅλαις ἡμέραις μʹ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι᾽ ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ᾽ αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ᾽ αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα.
Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι᾽ ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα· μεθ᾽ ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. Διὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ᾽ ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ μὲν πρῶτα δι᾽ ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ᾽ αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ᾽ αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι᾽ ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ᾽ ἰσχυκέναι· ἀλλ᾽ ἐν τῷ πλησιάζειν αὐτῷ καταπίπτειν χαμαί. Διὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ· Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν.
Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ᾽ αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ᾽ αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ Θεοῦ. Διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. Διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο.
Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώπων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ᾽ αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι᾽ ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ᾽ ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν.
Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες.
Οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. Διὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ· ἀλλ᾽ οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ᾽ ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπανταχοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!
Καθ᾽ ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα. Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐῤῥύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. Διὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσέταττε.
Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. Διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν.
Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου.
Καὶ ταῦτα μὲν κατ᾽ αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά! Τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες. Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ᾽ ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρίνατο· Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ καταβάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ. πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν ἀγγέλων, ἢ μὴ, πειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πειράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολμᾷν.
Ἀλλ᾽ οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς συνεργούσης αὐτῷ. Διὸ καὶ τῷ διαβόλῳ προστακτικῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ, μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ᾽ ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυτὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν (ὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι᾽ ἀέρος καθόδου), οὐκ ἀγγελικῆς ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβολος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμένον οὐ προσέθηκε· τοῦτο δὴ τὸ, Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ᾽ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παριστῶντα.
Οὐ γὰρ ἐβούλετο τὸν καθ᾽ ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι. Εἰ δὲ μὴ τὴν ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐκ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα, ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ᾽ ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν.
Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι τημελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας.
Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελεστέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τούτων ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ᾽ αὐτῷ τῷ Σωτῆρι ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμπροσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου.
Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δράκοντα καὶ λέοντα. Δηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦμαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαίνειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ᾽ ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνεργείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέγετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ, Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπιλέγεται, οὐκ ἐπ᾽ ἀγγέλους ἀναφέρουσα, ἀλλ᾽ ἐπ᾽ αὐτὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ᾽ αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν.
Ἡ τοίνυν ἐπινίκιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκαταλεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώματος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι.
Διὸ λέλεκται· Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δοκεῖ καθ᾽ ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σωτῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου· τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐτοῦ· τὰ δὲ τρίτα, δι᾽ ὧν λέγεται ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δράκοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ᾽ ἃ πάντα ἐπιλέγεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανάτου ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παρισταμένης.
ΨΑΛΜΟΣ ῼΔΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒΒΑΤΟΥ. ϟΑʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ.
Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ᾽ ᾔδεσαν, οὔτ᾽ ἐφύλαττον. Οὔτ᾽ οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ᾽ οὐδὲ οἱ ἔτι τούτων τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου. Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦνται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου, παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατάπαυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυσιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ᾽ αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰσεληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ. Τί δὴ οὖν σημαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι. Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκοσμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προνοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνικαῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπιτελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων τὴν ψυχὴν ἔργων (τοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς), ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι.
Καὶ περὶ τῶν τοιούτων Σαββάτων διδάσκει λέγων· Ἆρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.
Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός· ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ᾽ αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. Διό φησιν ὁ Ἀπόστολος· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.
Εἰκόνα δ᾽ ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκείνης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι᾽ ἡμέρας τε καὶ νυκτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέπαυον τότε καὶ ἐσαββάτιζον. Ἔνθεν εἰκότως καὶ ὁ Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφελῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐργάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γὰρ, φησὶ, ψαλτηρίῳ καὶ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ.
Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ᾽ οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο· μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει.
Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Διὸ δὴ παρῃτημένων ἐκείνων, διὰ τῆς Καινῆς Διαθήκης Λόγος μετήγαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀληθινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτηρίαν καὶ Κυριακὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ᾽ ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτοι νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευματικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι᾽ αὐτοῦ λελυτρωμένοι καθ᾽ ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν νόμον ἐπιτελοῦμεν.
Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰνέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαντισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προσώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐτὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου· ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ᾽ ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐν δεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαββάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθείκαμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμένης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιωτέρας.
Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ κατ᾽ αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγγελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶτόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ᾽ ἂν ἀρχὴ ἡ ἐξομολόγησις. Διὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολόγησιν, ἀλλ᾽ αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ.
Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐχαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀποδίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιάζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρχὰς τῶν δι᾽ ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ.
Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐσεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι. Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλάτρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτηρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββάτου, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαίνοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ, τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ᾽ οὖν ὀργάνου μουσικοῦ γένοιτ᾽ ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ λαῶν συμφωνία, καθ᾽ ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμοφροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν.
Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματικαῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Εἴη δ᾽ ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι· ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθητηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παριστὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι᾽ ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι᾽ ὧν τὴν ψυχὴν ἐνεργεῖ.
Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ᾽ ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ᾽ ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ᾽ Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ᾽ οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ᾽ οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ᾽ ἂν ποίημα μὲν καθ᾽ ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ᾽ ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ᾽ αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ᾽ αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα.
Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ Θεοῦ κτίσματα, καθ᾽ ὃ καὶ ἡ κατ᾽ εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διδάσκει τοίνυν· ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκήσεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχολίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ᾽ οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συνιέντες αὐτὰ δὴ ταῦτα, ἐφ᾽ οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. Διόπερ ὁ ὡς ἀληθῶς ἄφρων καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνωμαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν. Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοησίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια· ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. Διό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ὑπερυψώθησαν οἱ διαλογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς διαλογισμοὺς αὐτοῦ καθ᾽ οὓς διοικεῖ τὰ ἀνθρώπινα;
Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷός τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρωπον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβάνων.
Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος, οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς καθόλου προνοίας λόγοις μαθητεύεσθαι. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ᾽ εὐθὺς ἐπ᾽ ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεότητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον, ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαιρέσεως· εἶτ᾽ οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώλεια.
Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρήμασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται.
Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ᾽ εἰς ἄπειρον σαυτῷ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ μεταβαλλόμεθα. Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγαθὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καί σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. Διὸ κἂν μυρία συναγάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται.
Ἐγὼ δὲ ὁ τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς, ἀλλ᾽ ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλλον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος.
Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπιγραφόμενός σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος. Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασιλείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι, Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιττεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος διασκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλμός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ᾽ ἐμὲ καὶ πονηρευομένων. Τούτων δ᾽ οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα.
Διὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου· καθ᾽ οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖς τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρεσθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτωλῶν ζωή τε καὶ δόξα· ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρτον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ᾽ εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονοφυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι᾽ αὐτοῦ σωζομένοις. Ὧν ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυῶς πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέροντι καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ᾽ οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι᾽ αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα.
Ἀλλ᾽ οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνατέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι. Πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος· ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.
Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν, οὓς ἐφύτευσεν ὁ Παῦλος, δι᾽ οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν.
Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπουρανίοις μοναῖς· εἴ γε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ᾽ ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν.
Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυτευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ᾽ ἢ ἐν τῷ γήρᾳ τῷ πίονι; Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυχῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μάλιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ᾽ ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώνων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπείληνται τιμωρίαι, ἀφ᾽ ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ;
Ἀλλ᾽ ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοικήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα. Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πειρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδήσεως ἐπιδείκνυται. Τοιοῦτος καὶ ὁ μετ᾽ ᾠδῆς εἰρημένος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχολάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ.
ΣΙΝΟΣ ΩΔΗΣ ΤΩ ΔΑΥΙΔ. ϟΒʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πάλαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνατος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώπων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαιμονικὴ πλάνη. Διδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.
Εἰκότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ παραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραννίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρωπείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθελὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. Διὸ δὴ καταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, τουτέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασιλευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασιλεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος, δι᾽ ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφητείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται.
Διὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρτίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ᾽ αὐτοῦ βασιλείας.
Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου· τότε μὲν, ὅτε ταῦτ᾽ ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ᾽ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπολαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνεδύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην.
Διὸ λέλεκται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας· ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία. Εἶθ᾽ ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδίδωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων· Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμονικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύναμιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ᾽ αὐτὴν σαλεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν.
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ᾽ ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο.
Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ᾽ οὐκ, ἦς, φησὶν, ἀλλ᾽, εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ᾽ οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ᾽ οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο.
Καὶ τῆς γε φωνῆς αὐτῶν ἐκεῖνα ἦν, δι᾽ ὧν ἐβόων λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ· καὶ πάλιν· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Καὶ τὰ πλήθη δὲ τῶν ἐν ἀνθρώποις τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν ποταμηδὸν ἐν αὐταῖς τῶν ἐξ ἐθνῶν πεπιστευκότων συῤῥεόντων ἀεὶ, ἐπαιρόντων τε φωνὴν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς, ἔν τε ταῖς δι᾽ ὕμνων καὶ ψαλμῶν δοξολογίαις, δύνανται λέγεσθαι ποταμοί· ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν τοὺς μέλλοντας ἐκ τῆς αὐτοῦ καὶ θείας διδασκαλίας ἀρύεσθαι, καὶ τοῦ ἁγίου Πνεύματος πίνειν, ποταμοῖς παραβάλλει λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Ἀροῦσι ποταμοὶ ἐπιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψίστοις ὁ Κύριος. Εἰ νενόηνται οἱ ποταμοὶ οἱ ἐπὶ τῇ δόξῃ τῆς τοῦ Κυρίου βασιλείας τὴν αὐτῶν φωνὴν ἐπαίροντες, ἐκ τοῦ ἐναντίου νοηθήτωσαν ἕτεροι ποταμοὶ ἐπιτριβόμενοι καὶ κατεπαιρόμενοι τῆς γνώσεως τοῦ Θεοῦ, ἐναντίως δέ τε διακείμενοι τοῖς ἐπαίρουσι τὴν φωνὴν αὐτῶν τῷ Θεῷ. Οὗτοι δὴ οὖν οἱ ἐναντίοι ποταμοὶ αἴρουσι, φησὶ, τὰς ἐπιτρίψεις αὐτῶν, τουτέστιν ἀποθήσονται πᾶν ἔπαρμα καὶ πάντα τῦφον, καὶ πᾶσαν ἐπιτριβήν· καὶ τοῦτο ποιήσουσιν ἀπὸ τῆς φωνῆς τῶν ἁγίων ὑδάτων.
Νοήσεις δὲ τὸ εἰρημένον ἐπιστήσας, ὡς πάλαι μὲν ἐν ἀνθρώποις πολλάκις ἦν ἐπαγγελία σοφίας τοῦ αἰῶνος τούτου, καὶ φιλοσοφίας ἀνθρωπίνης ἐπιτριβή· ἐφ᾽ ᾗ καὶ ἐπήροντο φυσιούμενοι καὶ ἐπιτριβόμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν· ὡς δὴ μεγάλα τινὰ καὶ σοφὰ μαθήματα μετερχόμενοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου.
Ὅτε γε μὴν εἰς πᾶσαν τὴν γῆν παρ᾽ Ἕλλησί τε καὶ παρὰ βαρβάροις ἐκκλησίαι Θεοῦ συνέστησαν, τὴν ἀληθῆ σοφίαν μετιοῦσαι, καὶ τὰς πρεπούσας τῷ Θεῷ δοξολογίας τε καὶ ὑμνολογίας ποταμηδὸν καὶ μετὰ μείζονος καὶ πεπαῤῥησιασμένης βοῆς ἀναπέμπουσαι, καὶ ὥσπερ ὑδάτων πολλῶν φωνὴν διὰ τὸ πλῆθος θεοσεβούντων ἀφιεῖσαι, τὸ τηνικαῦτα καθῃρέθη ὁ τῦφος τῶν πάλαι νομιζομένων σοφῶν, καὶ πᾶσα αὐτῶν ἐπιτριβὴ τεταπείνωται, τῆς σοφίας αὐτῶν εἰς οὐδὲν λογισθείσης.
Εἰ δέ τις πώποτε ἐθαύμασε καὶ τῆς θαλάσσης τοὺς μετεωρισμοὺς, τοῦ βίου δηλαδὴ τοῦ θνητοῦ τὰς τρικυμίας καὶ τοὺς κλύδωνας τοὺς ἐπαιρομένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ἀλλ᾽ ἴστω, ὅτι ὑπὲρ πάντας θαυμαστός ἐστιν ἐν ὑψηλοῖς ὁ Κύριος· ὡς μηκέτ᾽ εὐλόγως τοὺς μετεωρισμοὺς τῆς θαλάσσης φοβεῖσθαι δεῖν τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας. Εἰκὸς δὲ θαλάσσης εἶναι μετεωρισμοὺς τοὺς ἐπανισταμένους τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διωγμούς· οὓς ὁ τὴν θάλασσαν κατοικῶν δράκων ἐνεργεῖν εἴωθεν, ὁ μετεωρίζων κύματα αὐτῆς, βομβῶν τε καὶ ἠχῶν καὶ ταράττων, καὶ μονονουχὶ ἀπειλῶν πᾶσαν ἄρδην κατακλύσειν τε καὶ ἀφανίσειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Εἴποις δ᾽ ἂν καὶ ἄλλως πρὸς λέξιν ταῦτα διηγούμενος, ἐπαίρειν τοὺς ποταμοὺς, αὐτοὺς δὴ τούτους τοὺς αἰσθητοὺς, τὴν φωνὴν αὐτῶν τῷ Θεῷ, τοῦ δημιουργοῦ τοῦ δὴ καὶ κτίσαντος αὐτοὺς καὶ ὑποστησαμένου τὴν δόξαν ἐμφαίνοντας.
Ὡς γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, τὸν αὐτὸν τρόπον ἐκ τῶν μερῶν τοῦ κόσμου τὸ θαῦμα τῆς τοῦ Θεοῦ μεγαλουργίας τοῖς ὁρᾷν δυναμένοις παρίσταται. Εἰ γοῦν τις παρ᾽ ἑαυτῷ λογίσαιτο, πόθεν ἄρα φέρεται ἡ τοσαύτη τῶν ποταμῶν φορὰ, πόθεν τὰ τοσαῦτα μεγέθη καὶ τὰ πλήθη τῆς ὑγρᾶς οὐσίας, πόθεν αἱ μηδὲ πώποτε ἐξ αἰῶνος διαλείψασαι πηγαὶ, αἱ τοὺς ἀεννάους καὶ παμμεγέθεις βρύουσαι ποταμούς· ἀπὸ ποίων ἆρα βυθῶν ὁρμῶνται, καὶ ἐκ ποίας ὑποστάσεως τὸν σύμπαντα ῥέουσιν αἰῶνα· εἴ τις ταῦτα ἐννοήσειεν, ὄψεται ὡς μονονουχὶ φωνὴν ἀφίησι, καὶ ἡ διὰ τῶν ποταμῶν αὐτῶν δὴ τούτων παρισταμένη τοῦ κτίστου καὶ δημιουργοῦ τῶν ὅλων μεγαλουργία, μαρτυροῦσα τῇ αὐτοῦ θεότητι.
Οὕτω δὲ καὶ τοὺς μετεωρισμοὺς τῆς θαλάσσης ὁρῶν τις, ὡς ἐπαίρεται κυρτούμενα αὐτῆς εἰς ὕψος τὰ κύματα, καὶ ὡς πάλιν ταῦτα συμπίπτοντα ἐν αὐτοῖς θραύεται, καὶ ὡς οὐ δύναται οὐδὲ τολμᾷ τὸν ὅρον καὶ τὸν νόμον ὑπερβῆναι τὸν αὐτοῖς διατεταγμένον, ὄψεται καὶ διὰ τούτων τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὴν δύναμιν. Εἶπε γοῦν αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, καὶ ὅριον αὐτῇ ἔθετο, καὶ οὐχ ὑπερβήσεται, οὐδὲ ἐπιστρέψει καλῦψαι τὴν γῆν. Καὶ ἑτέρως δὲ παρὰ τὰ εἰρημένα εἴποι ἄν τις θαυμαστοὺς εἶναι τοὺς μετεωρισμοὺς τῆς θαλάσσης, ὁπηνίκα προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· ὅτε καὶ ἐπετίμησεν αὐτῇ, καὶ γέγονε γαλήνη μεγάλη.
Καὶ ἄλλοτε πάλιν, ὅτε τῷ τοῦ Κυρίου κελεύσματι διαιρεθεῖσα, καὶ εἰς ἑαυτὴν διαστᾶσα καὶ ἀναχωρήσασα, παρέσχε δίοδον τοῖς υἱοῖς Ἰσραὴλ διελθεῖν δι᾽ αὐτῆς ὡς διὰ ξηρᾶς γῆς. Καὶ τότε γὰρ θαυμαστοὶ γεγόνασιν αὐτῆς οἱ μετεωρισμοί. Οὐ μὴν ἀλλὰ καὶ οἱ ποταμοὶ ἐπῆραν φωνὴν ἑτέρως, ὅτε ἡ κιβωτὸς διῄει τὸν Ἰορδάνην, ὑπανεχώρει τε καὶ ἵστατο τὰ ὕδατα ἔργοις τὴν δόξαν ἐκβοῶντα τοῦ Θεοῦ· καὶ ὅτε, αὐτοῦ τοῦ Σωτῆρος βαπτισθέντος ἐν τῷ αὐτῷ ποταμῷ, ἡ οὐράνιος φωνὴ Υἱὸν αὐτὸν ἀγαπητὸν εἰς τὰς πάντων ἀκοὰς ἀνεκήρυττε.
Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ᾽ ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρτυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπιστώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέγετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύσατο· νῦν δὲ, πιστουμένου τοῦ λόγου δι᾽ αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀποδυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθάσας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέθειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέπειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρανοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἐπιστώθη δὲ καὶ ταῦτα, ὅτε μετὰ τὸ πάθος, τὴν οἰκείαν ἀπολαβὼν δύναμιν, ἐν πάσῃ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ τὴν Ἐκκλησίαν αὐτοῦ ἐστερέωσεν, εἰς τὸ μηκέτι σαλεύεσθαι ὧδε κἀκεῖσε τὰς τῶν ἀνθρώπων ψυχὰς περὶ τὴν ἄθεον δεισιδαιμονίαν πλανωμένας. Καὶ πάλιν τὰ μὲν διὰ τῶν προφητῶν μαρτύρια προεφήτευον, ὡς ἄρα οἱ ποταμοὶ ἐπαροῦσι φωνὴν αὐτῶν, καὶ ἄλλοι ποταμοὶ ἀροῦσι τὰς ἐπιτρίψεις αὐτῶν· καὶ ταῦτα δὲ τὰ μαρτύρια ἐπιστώθη, ὅτε κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ καὶ καθ᾽ ὅλης τῆς οἰκουμένης τὰ πλήθη τῶν εὐσεβούντων κατὰ τὸ Εὐαγγέλιον ἐπαίρει φωνὰς εὐχαριστηρίους, τὰς δι᾽ εὐχῶν καὶ ὑμνολογιῶν τῶν πρὸς τὸν Θεὸν ἀναπεμπομένας, ὑφ᾽ ὧν οἱ πάλαι ἐπιτριβόμενοι σοφοὶ τοῦ αἰῶνος τούτου κατῄρηνται, καὶ τὰς ἐπιτρίψεις αὐτῶν περιεῖλον, ὡς πᾶσαν αὐτῶν σβεσθῆναι τὴν φιλοσοφίαν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς λοιπὰς τῶν προφητειῶν προῤῥήσεις διεξιὼν, ἐφ᾽ ἑκάστῳ ἁρμόσεις τὸ, Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Αἱ μὲν οὖν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαι, σφόδρα τὸ πιστὸν εἰλήφασι διὰ τῆς ἐν ταῖς ἐκβάσεσιν ὁρωμένης ἀληθείας· τῷ δὲ οἴκῳ σου, τουτέστι τῇ Ἐκκλησίᾳ σου, οὐδὲν οὕτω πρέπει εἰς τὸ φυλάττεσθαι αὐτὴν εἰς μακρότητα ἡμερῶν, ὡς ἁγιωσύνη. Ὡς γὰρ τοῖς μαρτυρίοις σου οἰκεία ἐστὶν ἡ ἀλήθεια καὶ ἡ πίστις, οὕτω καὶ τῷ οἴκῳ σου πρέπει ἁγιωσύνη· ὑφ᾽ ἧς φυλαττόμενος μένει καὶ παραμενεῖ εἰς μακρότητα ἡμερῶν.
Εἰ γάρ ποτε συμβαίη ἀπρέπειαν ἐν τῷ οἴκῳ σου εὑρεθῆναι, καὶ ἀντὶ ἁγιάσματος βέβηλον, καὶ ἀκάθαρτον, καὶ μυσαρὰν πρᾶξιν, οὐκέθ᾽ οἷόν τε αὐτὸ εἰς μακρότητα ἡμερῶν διαμένειν. Ἐρεῖ γὰρ ὁ ἐν αὐτῷ κατοικῶν Θεὸς ἅγιος ὢν καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἢ, ὃ μὴ γένοιτο, ἀπρεπές τι καὶ ἀλλότριον ἁγιάσματος περὶ τὸν οἶκον αὐτοῦ εὑρηθείη ποτὲ, τὸ, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Διὸ δεήσει ἡμᾶς πρὸ πάντων καὶ ὑπὲρ πάντων φροντίζειν, εἰσιόντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἁγιασμοῦ καὶ σωφροσύνης.
ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΤΕΤΡΑΔΙ ΣΑΒΒΑΤΩΝ. ϟΓʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ἀνεπίγραφος μέν ἐστι παρ᾽ Ἑβραίοις ὁ ψαλμὸς, περιέχει δὲ παράκλησιν καὶ παραμυθίαν τῶν κατὰ τὸν βίον τὸν ἐνεστῶτα διωκομένων καὶ καταπονουμένων εὐσεβείας ἕνεκα, ὧν καὶ τὴν εὐχὴν ὑποκαταβὰς τίθησι. Προτάττει δὲ τῆς εὐχῆς τὴν παράκλησιν καὶ τὴν παραμυθίαν προλαμβάνων τὴν δέησιν τῶν διωκομένων καὶ προθεραπεύων αὐτῶν τοὺς πόνους, ἔργοις τε παριστὰς πληρούμενον ἐπ᾽ αὐτοῖς τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Θαρσεῖτε τοιγαροῦν, ὦ οὗτοι, φησίν· ἔστι γὰρ ὁ Κύριος, ἐφ᾽ ὃν ἠλπίσατε, ὥσπερ Θεὸς ποιητὴς καὶ Θεὸς δημιουργὸς, καὶ Θεὸς σωτὴρ, καὶ Θεὸς εὐεργέτης, καὶ Θεὸς κριτὴς, καὶ Θεὸς πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, μακρόθυμός τε καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ἄλλας μορίας ἔχων θεϊκὰς ἐπινοίας· οὕτω καὶ Θεὸς ἐκδικήσεων. Μέλει γὰρ αὐτῷ τῶν ἐν οὐρανοῖς πραττομένων, ὡς καὶ δίκην τὴν ἀξίαν παρὰ τῶν ἀδικούντων εἰσπράττεσθαι, κρίνειν τε δικαίως καὶ κολάζειν οὓς δεῖ, ἀποδιδόναι τε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Θαρσεῖτε τοιγαροῦν μαθόντες, ὅτι Θεὸν ἔχετε ἐκδικήσεων· πέφυκε γὰρ εἶναι Θεὸς ἐκδικήσεων ὁ ὑμέτερος Θεὸς, καὶ τῷ παῤῥησίαν ἄγειν ὡς Θεὸς ἔκδικος τῶν ἀδικουμένων, διαῤῥήδην τε καὶ μετὰ παῤῥησίας τοῦτο διὰ τῶν αὐτοῦ προφητῶν κηρύττει· οὕτω γοῦν αὐτοῦ καὶ ὁ περὶ προνοίας συνίσταται λόγος, καθ᾽ ἢν δικαίως καὶ σοφῶς τὰ σύμπαντα διοικεῖ. Τέως μὲν κατὰ τὸν ἐνεστῶτα βίον, ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἐξ ἴσου τε τοῖς πᾶσι τὰ αὐτοῦ παρέχων ἀγαθά· κατὰ καιρὸν δὲ τὸν προσήκοντα Θεὸς ἐκδικήσεων γινόμενος, ὅτε καὶ τὴν πρέπουσαν δίκην παρὰ τῶν μὴ καλῶς ταῖς εὐεργεσίαις αὐτοῦ κεχρημένων εἰσπράξεται.
Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι ἀδικίαν; Τὸ μὲν θεῖον Πνεῦμα προφητικῶς καὶ περὶ τῆς εὐχῆς τὴν ἀπόκρισιν ἐποιήσατο προλαβὸν τὸ μέλλον ῥηθήσεσθαι μετὰ τὴν εὐχὴν διὰ τὴν πρόγνωσιν τῶν ἐν τῇ εὐχῇ περιεχομένων.
Διόπερ οἱ δύο προετάγησαν στίχοι τὴν ἀπόκρισιν περιέχοντες τοῦ ἁγίου Πνεύματος, τὴν ἁρμόζουσαν τῇ προσευχῇ. Τά τε μὴν τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεὸν ἀπὸ τοῦ, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἄρχεται. Φησὶ τοίνυν ὁ Λόγος· Ἀφ᾽ οὗπερ ὁ τῶν ἀνθρώπων ἤρξατο συνεστάναι βίος, ἀπὸ τότε ἁμαρτωλοὶ κατισχύειν τῶν δικαίων ἤρξαντο· ὡς Κάϊν τοῦ Ἄβελ, καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ γίγαντες τῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ Ἠσαῦ τοῦ Ἰακὼβ, καὶ τοῦ Ἰωσὴφ οἱ ἀδελφοί· καὶ οὕτω προϊὼν τοῖς χρόνοις, εὕροις ἂν καθ᾽ ἑκάστην γενεὰν τοὺς ἁμαρτωλοὺς ἐπανισταμένους τοῖς δικαίοις. Ἕως οὖν πότε, ὦ Κύριε, τοῦτο ἔσται;
Ἕως πότε εἰς τοσοῦτον ἐπιτριβῆς ἐλάσουσιν οἱ ἁμαρτωλοὶ, ὡς καὶ ἐγκαυχᾶσθαι ταῖς ἀσεβείαις αὑτῶν, καὶ μηδὲ σιωπᾷν ἐφ᾽ οἷς πράττουσι, μηδὲ ἀποκρύπτειν τὴν αὑτῶν κακίαν, ἀλλὰ καὶ φθέγξασθαι καὶ ἐξάκουστον τοῖς πᾶσιν ἐκλαλεῖν τὰς ἀδικίας αὐτῶν;
Ἕως οὖν πότε ἄρα προχωρήσῃ αὐτοῖς ταῦτα ποιοῦσι; Ἀλλὰ γὰρ ἤδη ποτὲ ἐπὶ τὸν ὑψηλὸν ἀναβὰς τῆς δικαιοκρισίας σου θρόνον, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, καὶ, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις, τὴν ἀξίαν. αὐτοῖς ἀποδιδοὺς τιμωρίαν. Νῦν γάρ σου αὐτοῦ καταπεφρονήκασιν, ὡς μηδὲν ὑψηλὸν ἔχοντος, μηδὲ ὁρῶντος, μηδὲ κρίνοντος τὴν γῆν. Διὸ καὶ ἄκριτα καὶ ἀπρονόητα ὑπειλήφασιν εἶναι τὰ κατὰ τὸν ἑαυτῶν βίον. Ἀλλ᾽ ἐγὼ τῆς ἀσεβείας αὐτῶν ἀλλότριος εἶναι εὐχόμενος, πέπεισμαι, ὅτι σὺ Θεὸς ἐκδικήσεων, ἢ καὶ σὺ εἶ ὁ κρίνων πᾶσαν τὴν γῆν. Εἰ γὰρ καὶ ταπεινοῖς σεαυτὸν, χρηστότητι καὶ ἀνοχῇ καὶ μακροθυμίᾳ χρώμενος, ἐπέχεις τε τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν· ἀλλ᾽ ἐγὼ πιστεύων, ὅτι οὐδὲν ἔσται ἄκριτον σοῦ ἐφορῶντος τὰ σύμπαντα, ἱκετεύω καὶ δέομαι ὑψωθῆναί σε καὶ δεῖξαι τοῖς πᾶσι τὸ οἰκεῖόν σου μέγεθος καὶ τὸ ὕψος τῆς θεότητός σου· ὅπως ἤδη ποτὲ παύσωνται οἱ ἁμαρτωλοὶ ἐναβρυνόμενοι καὶ ἐγκαυχώμενοι ἐπὶ πᾶσιν οἷς παρανόμως διαπράττονται.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ προσήλυτον ἀπέκτειναν, καὶ ὀρφανοὺς ἐφόνευσαν. Καὶ εἶπαν, Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐκ ἤρκει, φησὶ τοῖς ἁμαρτωλοῖς τὸ εἰς αὑτοὺς ἁμαρτάνειν, ἀλλ᾽ ἤδη καὶ τῷ σῷ λαῷ καὶ τῇ σῇ Ἐκκλησίᾳ ἐπανέστησαν, τοὺς μὲν ταπεινοῦντες, τοὺς δὲ κακοῦντες, τοὺς δὲ παντελῶς ἀναιροῦντες.
Καὶ ταῦτα κατὰ τοῦ σοῦ λαοῦ, ὦ Κύριε, καὶ κατὰ τῆς σῆς κληρονομίας τετολμήκασι, μονονουχὶ τὰ ἀσεβῆ καὶ βλάσφημα περὶ σοῦ φρονοῦντες Εἶπον γὰρ ἐν ἑαυτοῖς ἀσεβὲς λογισάμενοι· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Διὸ, ὡς μὴ ἐφορῶντος, μηδὲ συνιέντος σοῦ, τὰ τοσαῦτα δρᾷν ἐπιχειροῦσι κατὰ τοῦ λαοῦ σου, καὶ κατὰ τῆς κληρονομίας σου, κατά τε χηρῶν καὶ προσηλύτων καὶ ὀρφανῶν, τῶν κατὰ ἀνθρώπειον ἀπεριστάτων καὶ ἀβοηθήτων. Οὐ τοσοῦτον δὲ κατ᾽ ἐκείνων ταῦτ᾽ ἔπραττον, ὅσον κατὰ σοῦ, ὦ Κύριε· σοῦ γὰρ ἦσαν λαὸς καὶ σοῦ κληρονομία οἱ καταπονούμενοι· καὶ εἰς σὲ βλασφημοῦντες καὶ ἀσεβοῦντες οἱ καταπονοῦντες αὐτοὺς ταῦτ᾽ ἐλογίζοντο, ὡς οὐκ ὄντος σοῦ, οὐδ᾽ ἐφορῶντος, οὐδὲ συνιέντος, οὐδὲ ἐκδικοῦντος τὰ πραττόμενα.
Διὸ εἰκότως ἔφην εὐχόμενος, Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε διαμενοῦσι ταῦτα ποιοῦντες; Λαόν τε καὶ κληρονομίαν Θεοῦ χρὴ νοεῖν πάλαι μὲν τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Μετὰ δὲ τὴν ἐκείνων ἀποβολὴν, ἣν παρίστησι προφητικός τις λόγος, φήσας· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· νέον λαὸν τὸν ἐξ ἐθνῶν ἀντ᾽ ἐκείνων εἰσάγει ἀκολούθως ἑτέρα προφητεία εἰς πρόσωπον τοῦ Χριστοῦ φάσκουσα· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐκ ἀκούσεται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀποδυσπετήσας καὶ ἀνθρωπίνως ἀποκλαυσάμενος ὁ Προφήτης περὶ τῶν τοῖς ἀσεβέσι τολμωμένων, εὐξάμενός τε καὶ εἰπών· Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· ἀλλὰ καὶ ὡς ἀνακινήσας τὸν Θεὸν, καὶ διεγείρας διὰ τοῦ φάναι· Τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν καὶ ἐταπείνωσαν, καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· ἐμπίπλαται τῆς τοῦ ἁγίου Πνεύματος δυνάμεως, καὶ ὡς πρὸς τοὺς εἰρηκότας· Οὐκ ὄψεται ὁ Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακὼβ, ἀποκρίνεται λέγων· Καὶ πῶς, ὦ τὴν διάνοιαν ἀληθῶς τυφλοὶ, οὐ δύναται μὴ ὁρᾷν, μηδὲ ἀκούειν, ὁ τοῖς μὴ ἔχουσι ταῦτα παρασχόμενος; Πάντως γάρ που ὁ μεταδιδοὺς ἑτέροις πρῶτος αὐτὸς κέκτηται ταῦτα, ὧν μεταδίδωσιν. Ἔστι δὲ ὁ λόγος κατὰ συλλογισμὸν εἰρημένος καὶ κατασκευαστικὸς τοῦ περὶ προνοίας δόγματος.
Προσῆκε δὲ μάλιστα τοῖς τοιούτοις τῶν θείων Γραφῶν ἐφιστάναι τὸν νοῦν τόποις, εἰς ἀπόδειξιν τοῦ μὴ ἄλογον πίστιν προβάλλεσθαι ἡμῖν ὑπ᾽ αὐτῶν, μετὰ λογισμῶν δὲ ἐναργῶν καὶ ἀποδείξεων λογικῶν τὰς τῶν δογμάτων μαρτυρίας παρέχειν· Μυρία δ᾽ ἂν εἴη τοιαῦτα ταῖς ἱεραῖς βίβλοις κατεσπαρμένα.
Συλλογίζεται τοιγαροῦν τοὺς ἀσεβεῖς καὶ ἀθέους τοῦ μὴ ἐφορᾷν τὸν Θεὸν τὰ ἀνθρώπινα φάσκοντας. Πότερα γὰρ, φησὶν, ὦ οὗτοι, αὐτόματος ὑπέστη τῶν ζώων ἡ φύσις, ἢ γέγονεν ἔκ τινος αἰτίου; Τὸ μὲν οὖν φάσκειν εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλόγως καὶ αὐτομάτως τὴν ἄζωον καὶ ἄψυχον καὶ ἀνόητον ὕλην τὰ τοσαῦτα ζῶα καὶ τὴν ἐφ᾽ ἑκάστῳ γένει τῶν ζώων τοιάνδε κατασκευὴν, τάς τε ἐν αὐτοῖς μορφὰς καὶ τὰ εἴδη καὶ τὴν τοσαύτην τῶν μερῶν τε καὶ μελῶν διάθεσιν, τήν τε τοῦ κάλλους ποικιλίαν, καὶ τὰς τοσαύτας διαφορὰς προενηνοχέναι, σφόδρα μωρὸν καὶ ἠλίθιον, καὶ ἀνδρῶν ὡς ἀληθῶς τὰς ψυχὰς νενεκρωμένων.
Πῶς γὰρ τὸ μὴ ζωῆς μετέχον ζωὴν ἑτέρῳ ἂν παράσχοι; ἢ τὸ ἄψυχον πῶς ἂν ψυχὴν ὑποστήσαιτο; ἢ τὸ ἄλογον πῶς ἂν λογικόν τι κατασκευάσειε; Πῶς δὲ τὴν ἀρχὴν κινηθήσεται, ἢ πῶς ἕτερον κινήσει τὸ ἐξ ἑαυτοῦ τὴν φύσιν ἀκίνητον; Τοιοῦτον δὲ τὸ τῆς γῆς στοιχεῖον, ἐξ οὗ παντοῖα προῆλθε ζώων γένη, ὀφθαλμοὺς ἔχοντα καὶ ὦτα καὶ τὰ λοιπὰ αἰσθητήρια, ζωῆς καὶ κινήσεως καὶ ὁρμῆς μέτοχα; ἄνθρωπος δὲ καὶ τούτων ἐπάγεται πλέον, λογικῆς ὢν φύσεως, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸς τυγχάνων. Ἆρ᾽ οὖν ἐξ ἀλόγου καὶ ἀψύχου στοιχείου τὰ τοιάδε πάντα ὑπέστη; Ἀλλὰ καὶ τὸν μὴ βουλόμενον ὁμολογεῖν αὐτὰ νικᾷ ἡ ἐνέργεια, καὶ ὁ κατὰ φύσιν λογισμὸς τἀληθῆ λέγειν ἐκβιάζεται, τὸ μὴ τὴν ἄψυχον ὕλην, μηδὲ τὴν ξηρὰν καὶ ἄλογον οὐσίαν τούτων ὑπάρχειν αἰτίαν· νοῦν δέ τινα θεῖον καὶ δημιουργικὸν εἶναι Λόγον Θεοῦ τὸν κοσμοποιὸν, καὶ πάντων ποιητὴν αὐτὸν, καὶ τοῖς λοιποῖς ἅπασι καὶ αὐτῷ ἀνθρώπῳ αἰσθήσεις δεδωκότα σώματος, καὶ ψυχῆς λογισμὸν, καὶ νοῦν πρὸς τούτοις εἰς τὸ ἐπιβάλλειν τῇ φύσει τῶν πραγμάτων· καὶ θεωρεῖν μὲν ὀφθαλμοῖς τὰ ὁρατὰ, ὠσὶ δὲ τὰ ἀκουστὰ ἀκούειν, λογισμῷ δὲ συνιέναι τὰ νοητά. Πῶς οὖν οἷόν τε τὸν ἑτέροις τοῖς μὴ παρ᾽ ἑαυτῶν ἔχουσι παρεσχηκότα τὴν ὁρατικὴν δύναμιν, αὐτὸν μὴ ὁρᾷν;
Πῶς δὲ δυνατὸν τὸν ἐν τῷ γεώδει καὶ πηλίνῳ σκεύει διατρήσαντα ἀκοὴν καὶ οὖς, ἔνθεν τὰ εἰς ὦτα ἀκούειν τὴν ἄναυδον καὶ κωφὴν ὕλην τῶν ἔξωθεν φωνῶν αὐτῶν, μὴ οὐχὶ πρὸ πάντων πολὺ κρειττόνως καὶ μειζόνως τοῖς τῶν ἀνθρώπων ἐπιβάλλει λογισμοῖς; Εἰ δὲ καὶ ὅλα ἔθνη τὰ ἐπὶ γῆς βάρβαρά τε καὶ Ἑλληνικὰ, φυσικαῖς ἐννοίαις κινούμενα, ἃς ὑπὸ Θεοῦ εἰλήφασι, νόμους τινὰς καὶ διατάξεις ἑαυτοῖς διετυπώσαντο· πῶς οὐχὶ ὁ ταύτην αὐτοῖς τὴν σύνεσιν δεδωρημένος Θεὸς ἐλέγξει τοὺς παρὰ τὴν φύσιν καὶ παρὰ τὰς ὀρθὰς ἐννοίας πράττειν τι τολμῶντας; Πόθεν δὲ ἀνθρώποις ἡ περὶ παντὸς οὑτινοσοῦν πράγματος γνῶσις; πόθεν αἱ τέχναι; πόθεν τῶν ἐπιστημῶν αἱ θεωρίαι, πόθεν οἱ τῶν μαθημάτων λόγοι; ἆρ᾽ οὐκ ἀπὸ τοῦ κατασπείραντος ἐν αὐτοῖς τὴν δύναμιν τῆς τούτων καταλήψεως; Τί οὖν; ὁ τοιαύτην ἀνθρώπῳ φύσιν χαρισάμενος, αὐτὸς ἐστέρηται τῆς γνώσεως, ὡς μηδὲ γινώσκειν ταῦτα, ὧν αὐτὸς τυγχάνει δοτήρ; Ἀλλὰ γὰρ παύσασθε ἀσεβοῦντες, ὦ μάταιοι· ἀληθεῖ δὲ λόγῳ πειθόμενοι, γνῶτε, ὅτι ὁ φυτεύσας ἐν ἀνθρώποις τὸ οὖς, πολὺ πρότερος αὐτὸς τῶν παρὰ ἀνθρώποις λαλουμένων ἀκούσεται· καὶ οὐ μόνον ὄψεται καὶ τὰ πραττόμενα ἐποπτεύσει ὁ ἐν ἀνθρώποις πλάσας ὀφθαλμὸν, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις, τὰς ἔτι κατὰ διάνοιαν κρυπτομένας συνήσει. Αὕτη γὰρ Θεοῦ δύναμις γινώσκοντος καὶ διακρίνοντος τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.
Ἀληθῶς γὰρ πᾶσα ἡ παρὰ ἀνθρώποις νομιζομένη ἀλήθεια, καὶ πᾶσα ἡ παρ᾽ αὐτοῖς σοφία, ἣν ἐξ οἰκείων λογισμῶν καὶ θνητῶν ἐνθυμήσεων προβάλλονται, μάταιος ἂν εἴη. Πᾶν γὰρ σοφὸν καὶ ἀληθὲς παρ᾽ αὐτῷ μόνῳ τυγχάνει, καὶ παρ᾽ αὐτοῦ μόνοις τοῖς ἀξίοις δίδοται.
Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραῦναι αὐτῷ ἀφ᾽ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Πεισθεὶς ἐγὼ καὶ πιστεύσας τοῖς εἰρημένοις, καὶ ὅτι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων εἰσὶ μάταιοι, εἰκότως ἐκεῖνον μόνον μακάριον εἶναι ἡγοῦμαι, ὦ Κύριε, τὸν ἀπὸ τῆς σῆς σοφίας καὶ παιδείας, ὥσπερ ἀπὸ πηγῆς μεταλαμβάνοντα. Πῶς δὲ μεταλάβοι ἄν τις τῆς σῆς παιδείας ἢ τῷ νόμῳ σου τῷ θείῳ μαθητευθείς; Διὰ τοῦτο γὰρ καὶ ἐγγράφους παρέδωκας εὐσεβείας νόμους, εἰς τὸ μεταλαμβάνειν τῆς σῆς παιδεύσεως τοὺς μαθητευομένους αὐτοῖς. Διδασκόμεθα δὲ διὰ τούτων, ὅτι τὰ συμβαίνοντα τοῖς δικαίοις λυπηρὰ ἐπ᾽ ὠφελείᾳ αὐτῶν γίνεται, γυμναζομένων καὶ πειραζομένων δίκην ἀθλητῶν Θεοῦ διὰ πόνων καὶ διὰ πληγῶν ἐν ὑπομονῇ δοκιμαζομένων. Διὸ οὐ χρὴ λυπεῖσθαι, οὐδὲ ἀδημονεῖν ἐπὶ τοῖς κακουμένοις κατὰ τὸν παρόντα βίον, μακαρίζειν δὲ μᾶλλον αὐτοὺς, ὡς ὑπὸ τοῦ Θεοῦ παιδευομένους· Μακάριος γὰρ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε; καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὁ γὰρ παιδευόμενος ὑπὸ σοῦ καὶ διδασκόμενος, πραΰνεται ἐν ταῖς πονηραῖς ἡμέραις.
Ἐν αὐταῖς γοῦν ταῖς κακοπαθείαις καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τὰς ἀπὸ τοῦ νόμου σου παραμυθίας λαμβάνων θεραπεύεται, ὑπομένειν διδασκόμενος καὶ μακροθυμεῖν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος· τοῦτο γὰρ αὐτὸν περιμένει τὸ τέλος, καθάπερ ὁ σὸς νόμος διδάσκει. Διὸ ταῦτα μανθάνων ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ὁ δίκαιος, πραΰνεται καὶ θεραπεύεται, τὰς ἐκβάσεις, τῶν πραγμάτων σκοπῶν, καὶ τοῦ μὲν καταπονοῦντος αὐτὸν ἁμαρτωλοῦ τὸν βόθρον εἰς ὃν ἐμπεσεῖται, ἑαυτοῦ δὲ τὰς παρὰ τῷ Θεῷ ἀγαθὰς ἐλπίδας πρὸ ὀφθαλμῶν τιθέμενος.
Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Διάψαλμα. Ἀκολούθως μετὰ τὸ διαγράψαι τὸν ἀποκείμενον τῷ ἁμαρτωλῷ βόθρον, τὰ χρηστὰ τέλη τῶν διὰ τὸν Θεὸν κακουμένων ὑφηγεῖται. Ἐπεὶ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο, Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, εἰκότως νῦν τὰ τέλη τοῦ ταπεινουμένου λαοῦ καὶ τῆς κακουμένης κληρονομίας παρίστησι λέγων· Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν ἐπιτρέπει τοῖς ἀσεβέσι συγχωρῶν ταπεινοῦν καὶ κακοῦν τὸν λαὸν αὐτοῦ, ἀλλ᾽ οὐκ εἰς τέλος ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν καταλείψει.
Ποῖον δὲ λαὸν καὶ ποίαν κληρονομίαν, ἔγνωμεν ἀπὸ τῆς εἰς πρόσωπον τοῦ Χριστοῦ λεγούσης φωνῆς· Αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τὸν αὐτὸν δὲ λαὸν, τὸν ἐξ ἐθνῶν, καὶ Ζαχαρίας ὁ προφήτης θεσπίζει λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τοῦτον τοίνυν τὸν λαὸν αὐτοῦ οὐκ ἀπώσεται Κύριος, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Μέχρι γὰρ τούτου φυλάξει τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ, ἕως ἂν ἐπιστρέψῃ ἡ τοῦ Θεοῦ δικαιοσύνη, τὰ ἔπαθλα τῶν πόνων ἀποδώσουσα τοῖς καλῶς ἠγωνισμένοις. Οἱ δὲ ἐχόμενοι τῆς δικαιοσύνης τοῦ Θεοῦ πλησίον αὐτοῦ στήσονται ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως καταταγησόμενοι· ἅτε δὴ ὀρθοὶ καὶ εὐθεῖς γενόμενοι τῇ καρδίᾳ, καὶ μηδὲν τῇ ψυχῇ σκολιὸν, μηδὲ σκαμβὸν ἐπενηνεγμένοι, μόνην δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν βεβαδικότες.
Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Εἰ ἔλεγον, Σεσάλευται ὁ ποῦς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἡ κατὰ τὸ διάψαλμα διαστολὴ πλείστην καὶ τῆς διανοίας ἐποιήσατο μεταβολήν. Ὡς γὰρ συμπληρωθέντος τοῦ προτέρου λόγου ἀφ᾽ ἑτέρας ἀρχῆς φησι· Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους; μεμαθήκαμεν γὰρ, φησὶν, ἀπὸ τῆς τοῦ θείου Πνεύματος διδασκαλίας, ὅτι Θεὸς ἐκδικήσεών ἐστι Κύριος, καὶ ὅτι ἀποδώσει ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· καὶ ὅτι ὀρυγήσεται τῷ ἁμαρτωλῷ βόθρος· καὶ ὅτι οὐκ ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ καταλείψει· ἀλλ᾽ ἐπὶ τέλει τῶν πραγμάτων, ἐπὰν ἐπιστρέψῃ ὁ λαὸς εἰς κρίσιν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ὡς δεξιοὶ στήσονται πλησίον τῆς αὐτοῦ δικαιοσύνης πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ σὺν αὐτῷ τῷ Κυρίῳ τὰς διατριβὰς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ποιησόμενοι, καὶ πᾶσαν αὐτῶν τὴν ζωὴν αὐτῷ παραστησόμενοι. Τούτοις μὲν οὖν ἐπίστευσα, καὶ πιστεύσας παρεκλήθην. Ἀλλὰ τέως κατὰ τὸν ἐνεστῶτα καιρὸν τίς ὑπὲρ ἐμοῦ στήσεται κατὰ τῶν πονηρευομένων; ἢ τίς ἔκδικος συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;
Ἀλλὰ γὰρ εἴποιμ᾽ ἂν ὁμολογῶν τἀληθῆ, μηδένα βοηθὸν ἐν ἀνθρώποις εὑρήσειν ἐμαυτῷ, ἕνα δὲ μόνον ἐπίκουρον κεκτῆσθαι, τὸν Κύριον, ὃς εἰ μὴ βεβοηθήκει μοι, πάλαι ἂν ὑπὸ τῶν πονηρευομένων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν νενικημένος τῷ ᾅδῃ παρῴκουν, αὐτῆς μου τῆς ψυχῆς καὶ τῆς λογικῆς, καὶ τῆς κατ᾽ εἰκόνα Θεοῦ γενομένης οὐσίας, τὸν θάνατον καὶ τὸν ᾅδην οἰκητήριον λαχούσης ἔχειν. Ταῦτα δ᾽ οὖν ἔπαθον ἂν, εἰ μὴ αὐτὸς ὁ Κύριος παραστὰς βεβοηθήκει μοι. Εἴ ποτε γοῦν πειραζόμενος ἐν τοῖς ἀγῶσιν ἀντελαβόμην ἀσθενείας ἐμαυτοῦ, ὡς κινδυνεύειν σαλευθῆναι τοὺς πόδας τῆς ἐμῆς ψυχῆς, ὁμολογῶ παραχρῆμα τοῦ ἐλέους σου, Κύριε, αἴσθησιν εἰληφέναι, καὶ ὑπὸ σοῦ βεβοηθῆσθαι· ὡς εἰ μὴ τοῦτό μοι παρῆν ὑποστηρίζον μου τοὺς πόδας, πάλαι ἂν ὀλισθήσας ἐπεπτώκειν ἀπὸ τῆς παρὰ σοὶ στάσεως.
Νῦν δὲ τὸ ἔλεός σου, Κύριε, δίδωσί μοι παῤῥησίαν τοῦ λέγειν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνας τὰ διαβήματά μου. Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐ μόνον τοῖς ποσί μου τὸ ἔλεός σου δύναμιν παρεῖχε πρὸς τὸ μὴ σαλευθῆναι, οὐδὲ μόνον ἡ παρὰ σοῦ βοήθεια τὴν ἐμὴν κατεκράτει ψυχὴν πρὸς τὸ μὴ παροικῆσαι τῷ ᾅδῃ· ἀλλὰ καὶ ἃς ἔφερον ἐν τῇ καρδίᾳ μου ὀδύνας, αἱ παρὰ σοῦ παρακλήσεις ἐθεράπευον, ἀποῤῥήτῳ δυνάμει τῆς σῆς χρηστότητος παρακαλούσης μου τὴν ψυχὴν καὶ εὐφροσύνης αὐτὴν πληρούσης.
Οὐδὲ γὰρ μία τις ἦν παράκλησις, οὐδὲ δευτέρα, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι ἦν ἀριθμὸς τῶν ἐν τῇ καρδίᾳ μου ὀδυνῶν. Ἐφαμίλλως γοῦν ταῖς ἐμαῖς ὀδύναις τὰς παρὰ σοῦ μοι παρεῖχες παρακλήσεις πρὸς ἑκάστην ὀδύνην, ὥσπερ τι φάρμακον σωτήριον τὴν σὴν παράκλησιν προσφέρων, καὶ ὥσπερ πλείοσι τραύμασι, πλείους καὶ τὰς θεραπείας προσάγων. Τοιούτων δὲ παρακλήσεων ὁ θεῖος Ἀπόστολος ἀντιλαμβανόμενος, ἔφασκεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Καὶ ἦν ἂν εἰπεῖν πρὸς ταῦτα, μεταβαλόντα τό· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, τό· Οὐκ ἄξιον τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου πρὸς τὰς παρακλήσεις σου, ὦ Κύριε, ἐφ᾽ αἷς ηὔφρανας τὴν ψυχήν μου. Εἰ δὲ ἐφ᾽ ἑκάστῃ ὀδύνῃ παρακαλεῖταί τις ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐφροσύνης καταξιοῦταί τις· οὐκ ἂν εὔξαιτο διὰ Θεὸν πλείους ὑπομένειν ὀδύνας, ὡς ἂν πλειόνων τυγχάνοι παρακλήσεων, καὶ πλειόνων τῶν ἐπὶ ταῦτα εὐφροσυνῶν;
Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα; Εἰκότως, φησὶ, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου· ἐπειδήπερ οὐ πρόσεστί σοι Θεῷ ὄντι δικαίῳ καὶ ἀγαθῷ θρόνος ἀνομίας· πάντα γὰρ κρίσει δικαίᾳ καὶ ὀρθῷ νόμῳ διοικεῖς· διὸ πλάσσεις κόπον ἐπὶ πρόσταγμα, τουτέστι, τὸ πρόσταγμά σου κόπων καὶ καμάτων ἐστὶ ποιητικὸν διὰ τὰς μετὰ τοὺς πόνους διαδεξομένας ἀμοιβὰς τοὺς καλῶς ἀγωνισαμένους καὶ τὸν κόπον προθύμως καὶ εὐτόνως ὑπομείναντας. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.
Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Οἱ μὲν ἀσεβεῖς, φησὶν, ἐπὶ τοσοῦτον τὴν τοῦ δικαίου ψυχὴν θηρεύσουσι παγίσιν αὐτὴν καὶ δικτύοις περιβάλλοντες, ἕως ὅτε καὶ μέχρι θανάτου περιελάσωσιν αὐτὴν, αἷμα ἀθῶον καταδικάζοντες. Οὐκ ἀρκοῦνται γὰρ ταῖς διὰ χρημάτων ζημίαις, οὐδὲ ταῖς κατὰ τοῦ σώματος τῶν δικαίων πληγαῖς τε καὶ αἰκίαις, ἀλλὰ καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον κατ᾽ αὐτῶν ἐκφέρουσι. Κἀκεῖνοι μὲν τοιοῦτοι· ἐγὼ δὲ καὶ τοιούτων καταφρονεῖν μεμαθηκὼς, καὶ μέχρι θανάτου εὐθαρσῶς ἵστασθαι, εἰδὼς ἔχειν ἐμαυτῷ καταφυγὴν τὸν Κύριον, καὶ βοηθὸν ἐλπίδος μου τὸν Θεόν μου· ὃς ἐμοὶ μὲν βοηθήσει καταφυγή μου γινόμενος· τοῖς δὲ θηρεύουσι τὴν ψυχὴν τοῦ δικαίου, καὶ αἷμα ἀθῶον καταδικάζουσιν, ἀποδώσει τὴν ἀνομίαν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν στρέψει κατ᾽ αὐτῶν ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ, ὅτε καὶ ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν· διὸ καὶ Θεὸς ἐκδικήσεων κατ᾽ ἀρχὰς εἴρηται τοῦ ψαλμοῦ.
ΨΑΛΜΟΣ ϟΔʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Οὐ φέρεται παρ᾽ Ἑβραίοις ἡ προγραφή· καὶ εἰκότως· οὔτε γὰρ ψαλμὸν, οὔτε ὕμνον, οὔτε ᾠδὴν εὔλογον ἦν ἐπιγράφειν, τὸν καλοῦντα μὲν τὸν Ἰουδαίων λαὸν ἐπὶ ἀγαλλίασιν, ἀπειλοῦντα δὲ αὐτοῖς ὀργὴν καὶ τὰ τέλη τῶν παραγγελμάτων ἐπὶ σκυθρωποῖς περιγράφοντα. Σημειώσῃ δὲ εἴ που καὶ ἀλλαχοῦ τῆς Γραφῆς τὸ, δεῦτε, εἴρηται, καὶ τίνα τρόπον ὡς ἀφεστῶτας καὶ μακρὰν γεγονότας πλησιάζειν αὐτῷ καλεῖ· τηρήσεις καὶ ὅτι πάντοτε τὴν κλῆσιν ἐπ᾽ ἀγαθῷ ποιεῖται, ὡς ἐν τῷ, Δεῦτε τέκνα, ἀκούσατέ μου, καὶ, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ, Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες, καὶ, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου. Ἐν δὲ τῷ μετὰ χεῖρας ψαλμῷ σαφῶς ἐπὶ ἀγαλλίασιν ἥκειν παρακαλεῖ. Διὸ σημειώσῃ, ὅτι μὴ καλῶς ἡγοῦνται οἱ σκυθρωπὸν καὶ ἐπίλυπον νομίζοντες εἶναι τὸν τῆς θεοσεβείας ζυγόν· ἐπ᾽ ἀγαθοῖς γὰρ καὶ φαιδροῖς ποιεῖται τὴν κλῆσιν. Τούτοις παράθες τὸ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ τὰ ὅμοια, ἐναντίως τὸ, δεῦτε, τοῖς ἁμαρτάνουσι λεγόμενα. Ἐπειδὴ ἐν τοῖς καιροῖς τῶν πολέμων οἱ νικῶντες ἀλαλάζειν εἰώθασι, καὶ μέγα βοᾷν κατὰ τῶν πολεμίων, εἰκότως οὐ μόνον χαίρειν καὶ ἀγαλλιᾷν, ἀλλὰ καὶ ἀλαλάζειν ἐπὶ τῇ σωτηρίῳ νίκῃ προστάττει.
Τίς δ᾽ ἂν εἴη ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς ἡμῶν, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὁ εἰπὼν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον; ὁ καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς πάλαι κατακρατούσης ἡμῶν δαιμονικῆς ἐνεργείας, οὗ καὶ τὸ Ἰησοῦς ὄνομα σωτήριον Ἑβραϊκῇ φωνῇ σημαίνει. Τίνας δὲ προηγουμένως ὁ λόγος ἐπὶ τὴν ἀγαλλίασιν παρακαλεῖ, εὕροις ἂν ἐπιστήσας τοῖς ἑξῆς, ἐν οἷς εἴρηται, Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Σαφῶς γὰρ διὰ τούτων δηλοῖ τοὺς υἱοὺς τῶν ἐν τῇ ἐρήμῳ παραπικρανάντων, δῆλον δ᾽ ὅτι τοὺς ἐκ περιτομῆς. Τούτους τοιγαροῦν ἀνακαλεῖται λέγων· Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Θεσπίζει δ᾽ ὅτι μὴ ὑπακούσονται τῇ κλήσει· λέγει δ᾽ οὖν ἐπὶ τέλει· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Ἐπεὶ οὖν ἐκεῖνοι ἀεὶ πλανῶνται τῇ καρδίᾳ, εἰκότως ὁ ἐπιφερόμενος ἑξῆς ψαλμὸς τὰ ἔθνη πάντα καλεῖ ἐπὶ τὸ καινὸν ᾆσμα, καὶ ἐπὶ τὴν ἐν Θεῷ ἀγαλλίασιν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἐπὶ μὲν τῆς πρώτης αὐτοῦ παρουσίας τὸ πρόσωπον αὐτοῦ τὸ ἔνθεον ἀποκρύψας ὁ τοῦ Θεοῦ Λόγος, τὴν τοῦ δούλου μορφὴν περιεβάλετο· διὸ εἴρηται· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Ἐπὶ δὲ τῆς δευτέρας αὐτοῦ παρουσίας ἀνακεκαλυμμένῳ προσώπῳ καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστήσεται· διόπερ ὁ λόγος, προτάξας τὰ εἰρημένα διὰ τῶν πρώτων, ἅπερ ἐχρῆν ἐπὶ τῆς προτέρας αὐτοῦ παρουσίας πράττειν, ἑξῆς ἀκολούθως τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου ἐπιφανείας ὑπομιμνήσκει, παρακελευόμενος προβαλεῖν τὸ μέλλον, καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Καλὸν γὰρ προφθάσαι καὶ προλαβεῖν, καὶ πρὶν φανῆναι τὸ πρόσωπον αὐτοῦ ἔνδοξον, ἐφ᾽ οἷς ἡμάρτομεν ἀποκάθαρσιν ἑαυτοῖς πορίσασθαι διὰ τῆς ἐξομολογήσεως.
Γένοιτο δ᾽ ἂν ἡ ἐξομολόγησις γνησία, εἰ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, τουτέστι διὰ τῶν ὀργάνων τῆς ψυχῆς, ἅπερ ἐστὶ τὰ σώματα· δι᾽ ὧν προσήκει τὸν καλούμενον ἀλαλαγμὸν ἐπιτελεῖν, βίῳ σώφρονι καὶ πολιτείᾳ ἐναρέτῳ τὴν τοῦ θείου Πνεύματος ἁρμονίαν καὶ τὸν ἅγιον ῥυθμὸν ἐπιδεικνυμένους. Ταῦτα δὲ προηγουμένως πρὸς τὸν Ἰουδαίων λέλεκται λαὸν, προκαλουμένου αὐτοὺς τοῦ λόγου ἐπὶ τὴν τοῦ Σωτῆρος ἡμῶν γνῶσιν· ὅμως δὲ καὶ πρὸς πάντας ἡμᾶς χρησίμως ἂν ἐφαρμοσθείη. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Τὰ παρηγγελμένα διὰ τῶν ἔμπροσθεν ἐν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, δηλαδὴ τῷ τοῦ Θεοῦ Λόγῳ, ἐπιτελεστέον, διά τε τὰ ἄλλα, καὶ διότι φύσει μέγας ὢν Θεὸς καὶ μέγας τυγχάνει βασιλεὺς, ἅτε μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος. Βασιλεὺς δὲ μέγας ἐστὶν ἐπὶ πάντας τοὺς θεοὺς, ἢ κατὰ τὸν Σύμμαχον, ἐπάνω πάντων τῶν θεῶν· ἤτοι τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένων· ἢ τῶν Μωϋσεῖ παραπλησίων, ᾧ εἴρηται, Τέθεικά σε θεὸν Φαραώ· ἢ θεῶν περὶ ὧν εἴρηται· Θεὸς θεῶν Κύριος ἐλάλησε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· οὐδεὶς γὰρ αὐτῷ τούτων ὅμοιος. Δι᾽ ὃ καὶ ἀλλαχοῦ εἴρηται· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;
Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Καὶ διὰ τοῦτο ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν τῷ Θεῷ, οὐ μόνον ὅτι Κύριος καὶ Θεός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεοὺς, ἀλλ᾽ ὅτι καὶ ὑπηγάγετο καὶ ὑφ᾽ ἑαυτὸν ἐποιήσατο τὰ πέρατα τῆς γῆς. Τοῦτο γὰρ αἰτήσας παρὰ τοῦ Πατρὸς εἴληφε κατὰ τό· Αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἰ δὲ καί τινα ἦν ὕψη ὀρέων, ἤτοι τὰ παρὰ τῇ θείᾳ Γραφῇ τετιμημένα, ὡς τὸ Σιναῒ, καὶ τὸ Χωρὴβ, τό τε Θαβὼρ, καὶ τὸ ὄρος Σιὼν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον· ἢ καὶ τὰ τούτοις ἐναντία, τὰ δὴ ὑπὸ δαιμόνων πάλαι κρατούμενα, ἐν οἷς ἐθυσίαζον ὡς θεοῖς τοῖς πονηροῖς δαίμοσι τὰ ἔθνη· ἀλλὰ καὶ ταῦτα πάντα δεδιδάγμεθα ὅτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἴδια τυγχάνει· αὐτὸς γὰρ ἦν ὁ ποιητὴς αὐτῶν. Μήποτε δὲ ἐν μὲν τῇ χειρὶ αὐτοῦ τὰ πέρατά εἰσι τῆς γῆς, διὰ τὸ ὑπὸ τὴν αὐτοῦ χεῖρα διοικεῖσθαι τὰ περίγεια, τὰ δὲ ἐπουράνια, τροπικῶς ὕψη ὀρέων ὀνομαζόμενα, κρεῖττόν τι ἔχει τῶν ἐπὶ γῆς; ἐπειδήπερ αὐτοῦ ἐστιν οἷόν τι κτῆμα καὶ οἰκητήριον τῆς βασιλείας· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Μὴ θαυμάσῃς, φησὶν, εἰ τὰ πέρατα τῆς γῆς αὐτοῦ τυγχάνει· καὶ εἰ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν.
Ἀλλὰ γὰρ μάνθανε, ὅτι καὶ τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας, ἐφ᾽ ᾧ ἐστερέωται ἡ γῆ, αὐτοῦ ἔργον ὑπάρχει· οὐ μόνον κτῆμα ὂν, ἀλλὰ καὶ ποίημα αὐτοῦ. Τὴν μὲν οὖν θάλασσαν, δι᾽ ἧς τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας δηλοῦται, αὐτὸς ἐποίησε· τὴν δὲ ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν· τάχα διὰ τὸ λέγεσθαι· Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· καὶ πάλιν· Ἔπλασεν ὁ Θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ θηρία. Ἔοικε δὲ τὸ τῆς γῆς στοιχεῖον, σφαιροειδὲς ὂν, ὥς φασιν, ἢ καὶ ἄλλως κατά τινα τρόπον ἐσχηματισμένον, λόγῳ Θεοῦ καὶ αὐτὸ τὴν τοιάνδε πλάσιν εἰληφέναι. Διὸ ἀκριβῶς καὶ κατὰ φυσικὸν λόγον εἴρηται τό· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Τὴν ἔνθεον τοῦ Κυρίου δύναμιν διὰ τῆς προτεθείσης διδασκαλίας παραιτήσας ὁ λόγος, ἀνωτέρω τε εἰπὼν, Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, νῦν ἀναγκαίως διασαφεῖ τὸν τρόπον τῆς ἐξομολογήσεως. Πάνυ δὲ προτρεπτικῶς ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἀπὸ τῶν σκυθρωποτέρων ἤρξατο, ἀλλ᾽ ἀπὸ τῶν φαιδροτέρων, ὡς ἂν μὴ ἀποτραπεῖεν οἱ καλούμενοι τὸ, προσπέσωμεν καὶ κλαύσωμεν, εὐθὺς ἐν ἀρχαῖς ἀκούσαντες· εἰ μὴ ἄρα δύο τάγματα διὰ τούτων δηλοῖ· ἓν μὲν τὸ κρεῖττον, ὃ προηγουμένως ἐπὶ τὸν αἶνον καὶ τὴν ἀγαλλίασιν καλεῖ· δεύτερον δὲ τὸ δεόμενον θεραπείας· δι᾽ ὃ, Δεῦτε ἀγαλλιασώμεθα, ἐν τοῖς πρώτοις εἴρηται· εἶθ᾽ ἑξῆς μετὰ τὰ τεθεολογημένα περὶ τοῦ Κυρίου καὶ μετὰ τὴν τῶν προτέρων κλῆσιν ἐπὶ τοὺς δευτέρους μεταβαίνει, καὶ τούτους διδάσκων ἀντὶ ὕδατος καὶ περιῤῥαντηρίων, κλαυθμῷ καὶ ἐξομολογήσει ἐπὶ τοῖς πρώτοις αὐτῶν ἁμαρτήμασι χρήσασθαι. Προτρεπτικῶς δὲ τὸ, κλαύσωμεν ἐναντίον Κυρίου, ἐπαγαγὼν, τοῦ ποιήσαντος ἡμᾶς, ἀγαθὰς ὑπέγραψεν ἐλπίδας, διδάξας, ὅτι μὴ ἀλλότριοί ἐσμεν αὐτοῦ, ἀλλ᾽ ἔργον αὐτοῦ καὶ ποίημα αὐτοῦ· δι᾽ ὃ προσήκει τὰ χρηστότερα προσδοκᾷν, ἅτε δὴ κηδομένου αὐτοῦ τοῦ ἰδίου ποιήματος.
Ἔτι πρὸς τούτοις διὰ τοῦ, Προσπέσωμεν καὶ κλαύσωμεν ἐνώπιον Κυρίου, διδάσκει μὴ ἐνώπιον ἀνθρώπων μηδὲ δι᾽ ἀνθρώπους τοῦτο ποιεῖν, ἀλλ᾽ ἐν τῷ κρυπτῷ κατὰ τὸ, Ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Καθόλου μὲν οὖν ἅπασιν ἁρμόζει τὰ παρηγγελμένα· κυρίως δὲ καὶ προηγουμένως ὁ Λόγος τὸν Ἰουδαίων λαὸν ἐπὶ μετανοίᾳ ὧν ἐτόλμησαν παρακαλεῖ, Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Οὐ μόνον Κύριος ἡμῶν ἐστιν ὡς οἰκετῶν δεσπότης, οὐδὲ μόνον ποιητὴς ὡς ἂν κτίστης ἡμῶν, ἀλλὰ καὶ Θεός ἐστιν ἡμῶν, ἅτε δὲ ἀγαθὸς ὢν καὶ ἵλεως. Δι᾽ ὃ καὶ φείσεται ἡμῶν καὶ ἐλεήσει ἡμᾶς· ὅτι οὐ μόνον ποίημα, ἀλλὰ καὶ κτῆμα αὐτοῦ τυγχάνομεν ὄντες· καὶ οἱ μὲν λογικώτεροι λαὸς αὐτοῦ, οἱ δὲ ἔτι ἀτελεῖς καὶ ἀλογώτεροι πρόβατα χειρὸς αὐτοῦ· ὥστε ἐὰν ἐξομολογησώμεθα αὐτῷ καὶ προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ, ἐξ ἅπαντος σωθησόμεθα, οἱ μὲν ὡς λαὸς αὐτοῦ, οἱ δὲ ὡς πρόβατα χειρὸς αὐτοῦ. Λέγεται γοῦν αὐτὸς εἶναι ὁ ποιμὴν ὁ καλός· καὶ ἡμεῖς λέγειν διδασκόμεθα· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπικρασμῷ. Ἅπαξ τότε, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν, ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον ταὐτὸν πράξητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε ἐν ἀνθρώποις σήμερον γενομένου. Ὁ δὲ λόγος προηγουμένως πρὸς τοὺς ἐκ περιτομῆς λέλεκται ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν προφερόμενος· οἳ δὴ κατὰ μὲν τὴν ἀρχὴν τὰ πάντα ἔλεγον πληθυντικῶς, καὶ ἑαυτοὺς συγκαταλέγοντες τοῖς καλουμένοις· Δεῦτε, γὰρ ἔφασκον, ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν καὶ προφθάσωμεν· καὶ πάλιν· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν· ἐπὶ δὲ τοῦ παρόντος ἑτέρων εἰς πρόσωπον μὴ παραιτήσασθαι τὴν κλῆσιν παραινοῦσι· μηδ᾽ ἀπιστῆσαι τῇ φωνῇ τῇ σήμερον αὐτοῖς μελλούσῃ λαλεῖν. Τὸ δὲ, σήμερον, ὁ Ἀπόστολος εἰς πάντα τὸν παρατείνοντα τῆς ζωῆς ἡμῶν χρόνον ἐξείληφε, κατὰ τὸ, ἕως οὗ τὸ σήμερον καλεῖται. Προτρέπει δὲ καὶ ἡμᾶς ὁ λόγος ἐντεῦθεν ἀπάρξασθαι τῶν παρηγγελμένων.
Εἰ γὰρ καὶ πολλή τις γέγονε ῥᾳθυμία ἐν τῷ παρελθόντι χρόνῳ· ἀλλὰ κἂν ἀπὸ τῆς σήμερον καλουμένης ἡμέρας καὶ ἀπὸ ἐνεστῶτος καιροῦ σπουδάσωμεν προσέχειν τοῖς εἰρημένοις· καὶ μὴ ζηλώσωμεν τὸν λαὸν ἐκεῖνον, ὃς, ἀκούσας φωνῆς Θεοῦ ἐπὶ τῆς κατὰ τὴν ἔρημον ὀπτασίας, ἐσκληρύνθη τὴν καρδίαν ἐν τῷ καιρῷ τοῦ παραπικρασμοῦ, ὁπηνίκα πάντων αὐτῶν τὰ κῶλα κατεστρώθη ἐν τῇ ἐρήμῳ, διὰ τὸ παρακοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ. Ἀναγκαίως οὖν ἐκείνων ὑπομιμνήσκει, ἵνα μὴ καὶ ἡμεῖς τῇ σήμερον ἡμέρᾳ τῶν τοῦ Θεοῦ παραγγελμάτων ἀκούοντες καὶ παρακούοντες παραπικραίνωμεν αὐτὸν σκληρυνόμενοι τὰς καρδίας, καὶ μὴ ὑπακούοντες τοῖς σωτηρίοις παραγγέλμασι, καὶ διὰ τοῦτο πικρὸν αὐτὸν καὶ ἀπότομον κριτὴν ἑαυτοῖς κατασκευάζοντες.
Καὶ πρὸς πάντας μὲν οὖν ἡμᾶς, ὡς ἔφην, ἁρμόζει τὸ παράγγελμα· κατὰ δὲ τὸν προηγούμενον λόγον πρὸς τὸν ἐκ περιτομῆς λαὸν ταῦτα λέγεται, τοιαύτην ἔχοντα διάνοιαν· Ἅπαξ ποτὲ ἤδη πρότερον ἐπὶ τῆς ἐρήμου τῆς φωνῆς ἀκούσαντες τοῦ Θεοῦ, παρεπικράνατε αὐτὸν σκληρύναντες ἑαυτῶν τὰς καρδίας ἐπὶ Μωϋσέως· ἀλλ᾽ ἐπειδήπερ ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος μέλλει δεύτερον ἀνθρώποις λαλεῖν ἐπιφανεὶς τῷ βίῳ, καὶ παρ᾽ ὑμῖν αὐτοῖς διδάσκειν τὰ τῆς Καινῆς Διαθήκης μυστήρια, ὁρᾶτε μὴ πάλιν σκληρύνητε ἑαυτοὺς ὡς τὸ πρὶν ἐσκληρύνατε, μηδὲ αὖθις αὐτὸν παραπικράνητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μηδὲ τοὺς πατέρας ὑμῶν κατὰ τοῦτο μιμήσησθε, ὅπως μὴ στερήσητε αὑτοὺς τοῦ ἀληθινοῦ σαββατισμοῦ καὶ τῆς καταπαύσεως αὐτοῦ, ἣν καταπαύσει αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, τὴν οἰκείαν ἀπολαβὼν βασιλείαν, καὶ ἐν αὐτῇ ἀναπαυσόμενος, πάντας τε τοὺς παραδεχομένους αὐτὸν εἰς τὴν αὐτὴν ἀνάπαυλαν ὑποδεξόμενος, καὶ τὸ ἅγιον καὶ τὸ ἀληθὲς αὐτοῦ Σάββατον παρέξων τοῖς ἀξίοις τῆς παρ᾽ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως.
Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ· καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὅπως ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ οἱ πατέρες οὐχὶ τῶν πάλαι Ἰουδαίων μόνον, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ τῶν καὶ σήμερον ἀκουόντων μὲν τῆς φωνῆς τοῦ Θεοῦ, σκληρυνομένων δὲ, κεῖται παρὰ Μωϋσεῖ, καὶ ἐν οʹ δὲ καὶ ζʹ ψαλμῷ πολλάκις εἴρηται, καὶ ἐν ρεʹ· ἅπερ καθ᾽ ἑαυτὸν ἐπιζητήσας εὑρήσεις. Ἐπεὶ τοίνυν διὰ ταῦτα ὤμοσεν ὁ Θεὸς μὴ εἰσελεύσεσθαι τοὺς παραπικράναντας εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ὁ λόγος διὰ βραχέων παρέστησε, προνοητέον καὶ ἡμῖν καὶ μεριμνητέον μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ αὐτὰ γὰρ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰς ἔτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνωμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ καὶ ἡμᾶς ὀργὴ Θεοῦ καὶ ἀποπεσούμεθα τῆς παρ᾽ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως.
Ὁποία δέ ἐστιν ἡ ὀργὴ, παρίστησιν ὁ Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ. Τίς δὲ καὶ ἡ κατάπαυσις αὐτοῦ ἀλλ᾽ ἡ μετὰ τὴν ἔξοδον τοῦ παρόντος βίου σὺν αὐτῷ διατριβὴ, καθ᾽ ἣν ἀναπαυσόμεθα ἐν τῇ αὐτοῦ βασιλείᾳ, πάσης τῆς διὰ πράξεως ἀγωγῆς ἀπηλλαγμένοι, μόνῃ δὲ τῇ τῶν θείων καὶ ἐπουρανίων θέᾳ προσανέχοντες; ὅτε ἀποδράσεται μὲν ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀργία δὲ καὶ ἀπαλλαγὴ κακῶν, σχολή τε καὶ ἀνάπαυλα καὶ τὸ ἀληθινὸν Σάββατον ἡμᾶς διαδέξεται· ἐν ᾧ Σαββάτῳ ἀληθινῷ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναπαύσεται· τὸ μὲν περὶ τὸν αἰσθητὸν κόσμον, τῷ Ἰουδαίων λαῷ τὰ ἐν αὐτῷ προσφωνῶν, καὶ παρακαλῶν αὐτοὺς, εἰ δεύτερον καταξιωθεῖεν, ὡς τὸ πρῶτον ἐπὶ τῆς ἐρήμου, ἀκοῦσαι τῆς τοῦ Θεοῦ Λόγου φωνῆς, ἥτις ἤμελλεν αὐτοῖς πάλιν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ λαλεῖν, μὴ τοὺς πατέρας αὐτῶν ζηλῶσαι, μηδ᾽ αὖθις τὸν Θεὸν παραπικράναι ὡς καὶ πρότερον. Τοιαῦτα δὲ παρακαλῶν, προλέγειν μοι δοκεῖ καὶ προαινίττεσθαι τὴν ἐσομένην αὐτῶν εἰς τὸν Χριστὸν ἀπιστίαν, ἅτε τὸ μέλλον μὴ ἀγνοῶν· ἐπάγει δ᾽ οὖν ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ καὶ φησίν· Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Εἰ γὰρ ἀψευδὲς τυγχάνει τὸ θεῖον στόμα, ὅρον τε ἐξήνεγκεν καὶ ἀπεφήνατο, ὅτι ἀεὶ πλανῶνται, ὅρκῳ τε ἐβεβαίωσε τὸ μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν αὐτοῦ· σαφῶς τὸ μέλλον ἐθέσπισεν. Ὅθεν φαίνονται ὥσπερ τὸ πρῶτον ἐπὶ Μωϋσέως, οὕτω καὶ τὸ δεύτερον ἐπὶ τοῦ Κυρίου πλανηθέντες τῇ καρδίᾳ, καὶ διὰ τοῦτο τῆς ἐπαγγελίας στερηθέντες. Διόπερ ἀκολούθως μετὰ τὸν παρόντα ψαλμὸν ὁ ἑξῆς πάντα τὰ ἔθνη εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καλεῖ, ὡς ἂν τοῦ προτέρου λαοῦ μὴ ὑπακούσαντος.
ῼΔΗ Τῼ ΔΑΥΙΔ, ΟΤΕ Ο ΟΙΚΟΣ ῼΚΟΔΟΜΕΙΤΟ ΜΕΤΑ ΤΗΝ ΑΙΧΜΑΛΩΣΙΑΝ. ϟΕʹ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Φήσας ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τοῦ Ἰουδαίων λαοῦ τὸ, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ τὸ, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ἐπειδὴ πρώτους αὐτοὺς ἐπὶ τὴν κατὰ Θεὸν ἀγαλλίασιν προκαλεσάμενος ἀπειθεῖς εὗρεν, ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει· προσφωνεῖ δὲ ταῦτα τοῖς ἀποστόλοις καὶ μαθηταῖς τοῦ Σωτῆρος, ὅπερ δῆλόν ἐστι ἀπὸ τοῦ, Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἑξῆς εἰρημένου, καὶ, Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ἐπεὶ μὴ δι᾽ ἄλλων ἢ διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων εἰς ἔργον προκεχωρήκασιν οἱ λόγοι. Δι᾽ ὃ καὶ μόνοις ἁρμόζει τὰ προκείμενα προσφωνεῖσθαι διὰ τὴν Καινὴν Διαθήκην καὶ τὸ καινὸν ᾆσμα τὸ εὐαγγελικὸν, τὸ πᾶσι τοῖς ἔθνεσι δι᾽ αὐτῶν κεκηρυγμένον.
Οὗτοι δὴ οὖν προστάττονται ᾄδειν τῷ Κυρίῳ ᾆσμα καινὸν ἐν πάσῃ τῇ γῇ· ὅπερ καὶ ἔργοις πεπληρώκασιν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἦν δὲ τὸ ᾆσμα τὸ καινὸν, τὸ σωτήριον Εὐαγγέλιον, οὐ τὰ παρὰ Μωϋσεῖ παλαιὰ νόμιμα περιέχον, ἀλλὰ τὰ τοῦ Χριστοῦ πᾶσιν Ἕλλησιν ἁρμόδια παραγγέλματα· τὰ γὰρ Μωϋσέως οὐ τοιαῦτα ἦν. Προηγουμένως μὲν οὖν προστάττει ᾄδειν αὐτῷ τῷ Κυρίῳ τὸ καινὸν ᾆσμα· ἐπεὶ δὲ οὐ πᾶσα ἡ γῆ οἵα τε ἦν τίς ποτ᾽ ἦν ὁ Κύριος συνεῖναι, οὐδὲ τοὺς περὶ τοῦ Κυρίου βαθυτέρους εἰδέναι λόγους· ἀναγκαίως ἑξῆς κατὰ δεύτερον λόγον ἐπιλέγει τό· ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, τοιαύτην ἔχων τὴν διάνοιαν· εἰ μὴ συνιέναι τίς ἐστιν ὁ τοῦ σύμπαντος κόσμου δημιουργὸς, καὶ ὁ τῶν ὅλων δεσπότης Κύριος δύναται τὰ καθ᾽ ὅλης τῆς γῆς ἔθνη· καὶ εἰ μὴ συνορᾷν οἷά τέ ἐστιν ὅπως δημιουργικὸς ὢν Θεοῦ Λόγος, ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει τὰ πάντα διέπει καὶ διακυβερνᾷ· ἀλλ᾽ ἀπαρκεῖ γε αὐτοῖς ὡς ἐν εἰσαγωγῇ καὶ τὸ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ. Ἱκανὸν γάρ ἐστιν αὐτὸ τὸ τοῦ Κυρίου ὄνομα καὶ αὐτὴ ψιλὴ ἡ προσηγορία αὐτοῦ εὐφημουμένη καὶ εὐλογουμένη τὰ μέγιστα τοὺς εὐλογοῦντας ὠφελεῖν, μᾶλλον ἢ οἱ τὸν Ἀβραὰμ εὐλογοῦντες, πρὸς ὃν εἴρηται· Οἱ εὐλογοῦντές σε εὐλογηθήσονται.
Τὸ καινὸν δὲ ᾆσμα μετὰ τὴν αἰχμαλωσίαν οἱ τῆς νέας οἰκουμένης κατηξιωμένοι καθ᾽ ὅλης τῆς οἰκουμένης ᾀδέτωσαν. Διό φησιν ἡ προγραφὴ τοῦ ψαλμοῦ, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν. Ὅτε γοῦν ὁ μέγας οἶκος τοῦ Θεοῦ, ἡ Ἐκκλησία αὐτοῦ, ἐν πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν οἰκοδομεῖσθαι ἤμελλεν ὑπὸ τοῦ μεγάλου καὶ σοφοῦ ἀρχιτέκτονος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, περὶ οὗ φησιν ὁ προφήτης· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει· τότε αὐτὸς ὁ Σωτὴρ, μέλλων ἔργοις ἀποπληροῦν τὰ διὰ τῶν προφητῶν προπεφωνημένα, μετὰ χεῖρας λαβὼν καὶ διελθὼν τὴν δι᾽ αὐτοῦ προσώπου φάσκουσαν τοῦ Ἡσαΐου περικοπήν· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, πτύξας τὴν βίβλον μετὰ τὴν ἀνάγνωσιν, εἶπε· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν· διδάσκων αὐτὸν μὲν εἶναι τὸν οὐ σωματικῷ μύρῳ τοῖς σωματικοῖς χριστοῖς ὁμοίως, τῷ δὲ Πνεύματι τῆς πατρικῆς θεότητος κεχρισμένον, καὶ διὰ τοῦτο Χριστὸν ἀνηγορευμένον· δι᾽ αὐτοῦ δὲ καὶ τὸ Εὐαγγέλιον τοῖς τὰς ψυχὰς αἰχμαλώτοις κεκηρῦχθαι ἀκολούθως τῇ προφητείᾳ.
Οἱ μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους προφῆται οὐ τοιαῦτα ᾖδον, οὐδ᾽ ἀγαθῶν Εὐαγγέλια τοῖς καθ᾽ ἑαυτοὺς ἐκήρυττον· ἀλλ᾽ ὁποῖα Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ πρὸς τὸν λαὸν φάσκων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐστι καὶ τὸ, Παρώξυνάν με ἐν ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· καὶ τὸ, Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ Ἡσαΐας δὲ τούτοις κατάλληλον ᾄδων ᾆσμα ἔλεγεν· ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου· οἷς ἐπιλέγει· Τί ποιήσω τῷ ἀμπελῶνί μου, ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας; Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν πύργον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ τὰ ἀκόλουθα τούτοις.
Θρήνους δὲ καὶ Ἱερεμίας ᾖδε κατὰ τοῦ Ἰουδαίων λαοῦ· καὶ οἱ λοιποὶ δὲ ὁμοίως προφῆται, τὴν πτῶσιν αὐτῶν ἀπολοφυρόμενοι, ᾠδὰς αὐτοῖς ᾖδον καταλλήλους. Τὸ δὲ τοῖς ἔθνεσιν εὐαγγελιζόμενον ᾆσμα καινὸν οὐκ ἦν ἐκείνοις ὅμοιον, καινῶν δὲ καὶ νέων ἀγαθῶν ἐπαγγελίας περιέχον, καὶ οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πάσῃ τῇ γῇ προσπεφωνημένα. Σφόδρα δὲ ἀκριβῶς ἡ προγραφὴ τὸ καινὸν ᾆσμά φησι εὐαγγελισθήσεσθαι πᾶσι τοῖς ἔθνεσιν, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ μὲν αἰχμαλωσίαν. Καὶ ἄλλως γὰρ μετὰ τὴν Ἰουδαίων αἰχμαλωσίαν καὶ μετὰ τὴν ἀπόπτωσιν αὐτῶν, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς ἐκ Θεοῦ ὀργὴν, ἣν ἐθέσπισεν ὁ πρὸ τούτου ψαλμὸς εἰπὼν, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, οἱ πᾶσαν τὴν γῆν οἰκοῦντες ἄνθρωποι βάρβαροί τε καὶ Ἕλληνες, ὁπηνίκα παρ᾽ αὐτοῖς ὁ οἶκος τοῦ Θεοῦ συνέστη, δηλαδὴ ἡ Ἐκκλησία αὐτοῦ, τὸ καινὸν ᾆσμα ᾄδειν ἐδιδάχθησαν, τὸ τῆς δαιμονικῆς καὶ πολυθέου πλάνης ἀποθέμενοι. Ἐξ ἐκείνου δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ εὐαγγελίζονται, καθ᾽ ὅλης τῆς οἰκουμένης τοῖς τῶν ἱερῶν Εὐαγγελίων ἀναγνώσμασι χρώμενοι.
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς θαυμάσια αὐτοῦ. Καὶ τίσι ταῦτα προσήκει νομίζειν προστάττεσθαι ἢ τοῖς δι᾽ ἔργων ὕστερόν ποτε αὐτὰ πεπληρωκόσι, τοῖς δηλαδὴ εὐαγγελισαμένοις εἰς πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ Θεοῦ; Τούτοις γὰρ τὸ θεῖον Πνεῦμα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦτο πράττειν παρεκελεύετο.
Τοῖς αὐτοῖς δὲ καὶ τὰ ἑξῆς προσφωνεῖ, ὡς ἂν μέλλουσιν ἀναγγέλλειν τοῦ Κυρίου τὴν δόξαν ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσί τε ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ κηρύττειν. Τίνες οὖν ἦσαν οἱ ταῦτα δι᾽ ἔργων ἐπιτελέσαντες; Εἰ μὲν ἦν ἑτέρους δυνατὸν ἐπιδεικνύναι, ἤτοι κατὰ τοὺς Κύρου χρόνους, ἢ κατὰ τοὺς Δαρείου τοιούτους αἱ προκείμεναι προστάξεις γίγνονται τοῖς Ἰησοῦ μαθηταῖς, ἀκούουσι τό· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Βούλεται γὰρ τὸ Πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον· τῇ γὰρ, ἡμέρᾳ ἐξ ἡμέρας, τοῦτο παρίστησι, τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ σωτήριον, περὶ οὗ εἴρηται· Οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.
Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν, ἀλλ᾽ ἐπειδὴ καινή τις κλῆσις τοῦ παρόντος ψαλμοῦ, καινὸν τὸ κήρυγμα. Ἔθνη γὰρ, ὡς ὁρᾷς, οἱ καλούμενοι οὐ μόσχους οὐδ᾽ ἄρνας, οὐδ᾽ ἔξωθεν εἰσφοράν τινα τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), αὐτοὶ δὲ αὐτοὺς θύειν ἀπαιτούμενοι, δόξαν τε καὶ τιμὴν ὡς Θεῷ κομίζειν προσταττόμενοι. Ἐπεὶ δὲ δεῖ μὴ μόνον λόγοις καὶ ὀρθοῖς δόγμασι θεολογεῖν αὐτὸν, ἀλλὰ καὶ θυσίας προσφέρειν, ἐπάγει· Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσι· ὁ Κύριος ἐβασίλευσε, καὶ τὰ ἑξῆς· θυσίας μὲν λέγων τὰς λογικὰς καὶ πνευματικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὲρ τῶν εὐσεβῶν προσφερομένας, καὶ ἱερουργουμένας ὑπὸ τῶν ἱερέων, τοιαῦται δὲ καὶ αἱ ἀρεταί· αὐλὰς δὲ τὰς ἐκκλησίας, ἐν αἷς τῆς Καινῆς Διαθήκης θυσίαι προσφέρονται, αἱ πνευματικαὶ λατρεῖαι, αἱ δι᾽ ἔργων καρποφορίαι αἱ χαριστήριοι ἀναφοραί.
Ἄλλως δὲ οὐδὲ Ἰουδαίοις ταῦτα προσέταξεν, ἵνα μή τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, περὶ ὧν δι᾽ ἑτέρου προφήτου φησὶν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Εὖ δὲ καὶ τὸ φάναι, Ἄρατε θυσίας, τουτέστι, Μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα μὴ χαμαιζήλως βουθυτοῦντες, καὶ τὰ λοιπὰ σφάζοντες ζῶα, ἀλλ᾽ ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι, τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας, ὧν ὑποδείγματα καὶ σκιαὶ ἦσαν αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. Ποίας δὲ θυσίας ἀπαιτεῖ ἡ ψαλμῳδία, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ εἰσπορεύεσθε, φησὶ, διὰ ποίας ἐρχόμενοι τρίβου; διὰ τῆς πίστεως δηλονότι· αὕτη γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή.
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Σαλευθήτω ἡ θάλασσα, κατὰ τὸν Ἀκύλαν, Βροντήσει, ἢ κατὰ τὸν Σύμμαχον, Ἠχήσει. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσεσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ τῆς θαλάσσης νήσους, τούς τε ἐν ταύταις κατοικοῦντας ἀνθρώπους, πλήρωμα αὐτῆς ὠνομασμένους· ὃ καὶ αὐτὸ τέλους ἔτυχεν. Αὐτίκα γοῦν Ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πληροῦσι, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία μέχρι τῶν τὸν Ὠκεανὸν οἰκούντων παρεκτεινομένη.
Καὶ τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.