Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. Διὸ καὶ ὁ Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λεγόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. Μὴ δῴης τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. Διαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδενῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος, ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ᾽ ὅλου τοῦ βίου αὐτοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰπεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν.