Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ϞΣΤ΄ - ΡΕ΄

Ερμηνεία των ψαλμών 96 έως 105, ολοκληρώνοντας το Τέταρτο Βιβλίο. Εξετάζονται η παγκόσμια κρίση, η δοξολογία της κτίσεως, η ανακαίνιση της ψυχής και η ιστορική αναδρομή στις θείες ευεργεσίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 13 από 16

Τῼ ΔΑΥΔ, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ. {ϟϛʹ} Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Ἐπειδὴ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ φέρεται ἡ προγραφὴ, ἐροῦμεν, ὡς, πολλάκις συμφοραῖς περιπεπτωκὼς ὁ Δαυῒδ τότε μὲν ὅτε ὑπὸ Σαοὺλ ἠλαύνετο, καὶ τὰς ἐρήμους μετεδίωκε, τάς τε παρὰ τοῖς ἀλλοφύλοις διατριβάς· τότε δὲ ὅτε πολέμοις ἐσχόλαζε, τὸν προκείμενον, οἶμαι, ψαλμὸν κατ᾽ ἐκεῖνον ᾖσε καθ᾽ ὃν κατέστη ἡ γῆ αὐτοῦ, ὁμοῦ καὶ τῆς διανοίας αὐτοῦ καὶ τῆς βασιλείας ἐν ἀταραξίᾳ καὶ εἰρήνῃ καὶ γαλήνῃ καταστάσης μετὰ τὴν πάντων τῶν ἐχθρῶν ἀναίρεσιν. Τότε οὖν ὁ προφήτης, ἐν εἰρηναίῳ καταστήματι γεγονὼς, ὑπὸ τοῦ θείου Πνεύματος ἐπὶ τὴν τῶν προκειμένων διδασκαλίαν ἀνακινεῖται. Ἐπειδὴ δὲ μήτε ᾠδὴ, μήτε ψαλμὸς ἐπιγέγραπται παρ᾽ Ἑβραίοις, εἴποις ἂν τὰ προκείμενα προφητείαν εἶναι καὶ διδασκαλίαν ἁπλῆν τὰ περὶ τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Σωτῆρος ἡμῶν περιέχουσαν· ἧς καὶ ὁ Δανιὴλ μνημονεύων φησίν· Ἐθεώρουν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ Υἱὸς ἀνθρώπου παρῆν, καὶ μέχρι τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν.

Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ οὐ μὴ ἀφαιρεθῇ. Τότε, φησὶν, ἀγαλλιάσεται πᾶσα ἡ γῆ, ἤτοι ἡ καινὴ κτίσις, καὶ πάντες οἱ ἐξ αἰῶνος τὴν γῆν οἰκήσαντες ἄνθρωποι τοῦ Θεοῦ· ἢ καὶ οἱ μέλλοντες κληρονομεῖν τὴν ἐπουράνιον γῆν, κατὰ τό· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τῆς γὰρ σωματικῆς οὐσίας εἰς ἀφθαρσίαν μεταβαλλούσης κατὰ τοὺς τῆς ἀναστάσεως λόγους, ἀγαλλιάσεται ἡ γῆ, ἅτε τῆς τῶν οὐρανῶν βασιλείας καὶ αὐτὴ καταξιωθησομένη.

Εὐφρανθήτωσαν νῆσοι πολλαί· πολλαὶ δὲ, καὶ οὐ πᾶσαι, διὰ τῶν κακοδόξων· οὐ χρὴ γὰρ χαίρειν τοῖς ἀσεβέσι. Νήσους γὰρ ἔσθ᾽ ὅτε τὸ Γράμμα τὸ ἱερὸν τὰς Ἐκκλησίας ἀποκαλεῖ· οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ τόπῳ, καὶ πικροῖς ὕδασι περιεχομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ ὡς ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς· πλὴν ἀδιαπτώτως ἐρηρεισμένας, καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. Ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ Ἐκκλησίαι, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῶν. Οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐννοεῖν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας, οὐκ ἀπὸ τοῦ πρέποντος βαδιεῖται σκοποῦ. Ἐγκαινίζονται γοῦν πρὸς Θεὸν νῆσοι τῷ Ἡσαΐᾳ, αἱ ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαι, ἄρτι καθιστάμεναι, καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακύπτουσαι, καὶ πῆξιν λαμβάνουσι τῷ Θεῷ βάσιμον.

Καλῶς τοίνυν κἀνταῦθα τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμένων, νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι.

Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Νεφέλη μέν ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα· γνόφος δὲ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός. Δι᾽ ἀμφοτέρων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἀποσεμνύνει ὁ λόγος. Ὥσπερ γὰρ τὸν νεφέλῃ τινὶ καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν, οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύσιν.

Σημαίνει δὲ καὶ τὴν λεληθυῖαν ἐν ἀνθρώποις τοῦ Κυρίου κάθοδον, ὅτε πέφυκεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς νοεῖσθαι νεφέλην καὶ γνόφον τὴν προσληφθεῖσαν σάρκα, ἅτε τὴν θεότητα ὑποκρύπτουσαν, κατὰ τό· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἀναμιμνήσκει δὲ καὶ ὡς αὐτός ἐστι καὶ ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν, καὶ διδάσκει, ὅτι, εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ᾽ οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεωρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι.

Ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσε· διὸ ἐπάγει· Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη, φησὶ, γέγονε τῆς παρουσίας ἡ αἰτία, τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις.

Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίᾳ. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· σέσωκε δὲ ἡμᾶς καὶ δι᾽ ὕδατος τοῦ ἁγίου καὶ μυστικοῦ, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Ταῦτα ἡ τοῦ Χριστοῦ βασιλεία κατώρθωσε. Δῆλον δὲ ἀφ᾽ ὧν ἡμεῖς μὲν τῶν καταδουλωσάντων ἀδίκως ἠλευθερώθημεν, ἐκεῖνοι δὲ κατεκρίθησαν. Τοῦτο γὰρ κρίσις δικαία, τὸ τὸν μὲν τυραννοῦντα διάβολον καθελεῖν, τοὺς δὲ τυραννουμένους ἀνθρώπους ἐλευθερῶσαι. Πλὴν ἀλλὰ καὶ ἡμᾶς ἀπαιτεῖ δικαιοσύνην καὶ κρίσιν κατορθοῦν.

Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ. Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Ἐν τούτοις τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείκνυσι, διὰ τοῦ πυρὸς καὶ τῆς διαττούσης ἀστραπῆς ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ· ἐκκαλύπτει δὲ καὶ τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν. Οὐ γὰρ δήπου φαμὲν, ὅτι τῆς εἰς ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην, ἀλλὰ τὴν τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς κατασημαίνει ὀνόματι· ἢ ἀστραπὰς ὀνομάζων Χριστοῦ, τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην τὴν οἰκουμένην κατέλαμψαν· οἷς καὶ αὐτὸς ἔφη Χριστός· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ᾽ αὐτοῦ φωτὸς καὶ αὐτοὶ κατὰ τό· Ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ, χρηματίζουσι φῶς τοῦ κόσμου.

Οὗτοι τοίνυν καθάπερ ἀστραπαὶ γεγόνασι τῇ ὑπ᾽ οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμπονται φῶς. Καὶ πῦρ δέ φησιν ὁ ψάλλων, οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὴν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον καὶ δυσάντητον καὶ δυσδιάφυκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθραίνοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ᾽ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἐπαφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὸν ὀργήν. Οὕτως ἐξείλετο τοὺς ὑπ᾽ αὐτοῦ γενομένους, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς. Τάχα δὲ πυρὸς καὶ ἀστραπῆς ἐμνημόνευσεν ὁ Δαυῒδ, ἤγουν φλογὸς καὶ φωτός· ἐπειδὴ διπλῆ τοῦ πυρὸς ἡ ἐνέργεια· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει· καὶ τὸ μὲν φῶς τοῖς δικαίοις ἀποχαρίζεται, ἡ δὲ καῦσις τοῖς παρανόμοις ἀφώρισται. Ταῦτα καὶ τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα· ταῦτα καὶ Δανιὴλ ἐθεάσατο· Ποταμὸς, γάρ φησι, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ ὁ Κύριος εἶπεν, ὡς ἡ παρουσία αὐτοῦ ἔσται ὡς ἡ ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν φθάνουσα ἀστραπή.

Τὸ μὲν πῦρ αὐτοῦ προπορεύσεται ἕνεκα τῶν ἐχθρῶν αὐτοῦ· τῶν δὲ εὐσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν χάριν ἀστραπαὶ αὐτοῦ ἐκ τοῦ αὐτοῦ φωτὸς ἐκπεμπόμεναι ἀντὶ ἡλίου καταλάμψουσι τὴν οἰκουμένην. Εἰ γὰρ τότε ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, κατὰ τὴν σωτήριον διδασκαλίαν· πόθεν ἄλλοθεν φωτισθήσεται ὁ κόσμος εἰ μὴ ἐξ αὐτοῦ· Ἐπειδήπερ ἐστὶν αὐτὸς ὁ Κύριος φῶς αἰώνιον.

Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ· ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Σιὼν μὲν τὴν Ἐκκλησίαν Χριστοῦ ὑπάρχειν ἰστέον, θυγατέρας δὲ τῆς Ἰουδαίας τὰς ἀποστολικὰς ψυχὰς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους διελθούσας· αἳ δὴ καὶ ἐμπίπλανται εὐφροσύνης καὶ ἀγαλλιάσεως, μανθάνουσαι περὶ τῶν κριμάτων τοῦ Κυρίου, τῶν τε τοῖς εἰδωλολάτραις ἀποκειμένων τιμωριῶν, καὶ τῶν τοῖς ἔθνεσι τετηρημένων ἐπαγγελιῶν. Εἰκότως δὲ χαίρουσιν ἅτε αὐτῷ ἀνακείμεναι, καὶ ἐλπίζουσαι τῆς ἐνδόξου αὐτοῦ παρουσίας καταξιωθήσεσθαι. Ὅτι σὺ εἶ Κύριος ὁ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. Εἰ ἀποστραφέντες, φησι, τὸ πονηρὸν ὅσιοι γένησθε, τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν, καὶ τῆς τοῦ διαβόλου ῥυσθῆναι χειρός· οὗτος γὰρ ὁ κυρίως ἁμαρτωλός. Ὁ μὲν οὖν τρόπος τῆς πρὸς τὸν Κύριον ἀγάπης τὸ μισεῖν πονηρά· μισθὸς δὲ τούτου τὸ ἔχειν αὐτὸν φυλακὴν τῆς ζωῆς, καὶ κρείττω τῶν ἐπανισταμένων δυσμενῶν γίνεσθαι. Εἶδες ἡλίκα τῆς πρὸς Θεὸν ἀγάπης ἀπολάβομεν;

Γινόμεθα δὲ ὅσιοι ἀνακείμενοι αὐτῷ, καὶ φύλακα τὸν Θεὸν τοῦ μεγίστου κτήματος τῆς ἡμετέρας ψυχῆς ἔχομεν· ὥστε μὴ ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐξουσίαν γενέσθαι τοῦ ἐχθροῦ· Φῶς γὰρ ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ϟζʹ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει, ἀλλὰ τὰ πλείονα περὶ τῆς δευτέρας διέξεισιν. Εἰκότως δὲ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ· ἐπειδὴ τῶν προτέρων πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινὴν πολιτείαν προαγορεύει. Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γενόμενα ἐπὶ σωτηρίᾳ ἡμετέρᾳ. Ὁ γὰρ Σωτὴρ, ἐπιδημήσας τῷ κόσμῳ καὶ χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου ἐπὶ τῷ ᾆραι τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς διὰ τῶν ἑπομένων δηλωθήσεται στίχων, τῶν μεγάλων καὶ ἀποῤῥήτων ἡμᾶς κατηξίωσε μυστηρίων. Ἔσωσε αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ καὶ βραχίων Θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ Σωτὴρ εἶναι κατὰ τοῦ τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένου.

Σώζει οὖν αὐτῷ τῷ Θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἠρμένους. Οὐ γὰρ πᾶς σωζόμενος Κυρίῳ τῷ Θεῷ σώζεται· ἀλλὰ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος, καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ᾽ εὐσεβείας ἀνειληφώς. Ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως Θεῷ σώζεται, μάλιστα ὅτε οὐκ ἐπίσταται ἐκ Θεοῦ τὴν ὑγίειαν αὐτῷ δεδόσθαι. Ἅγιος δὲ ὁ βραχίων τοῦ Θεοῦ ἐστιν, οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων, ἀλλ᾽ ἁγίου Πνεύματος ὢν βραχίων. Καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ Θεοῦ δύναμις, οὐκ ἄλλη τοῦ Θεοῦ Λόγου τυγχάνουσα, καλεῖται, διὰ τὸ δεξιῶς, τουτέστιν ἁγίως, σοφῶς, ἀμέμπτως, ἐπαινετῶς πάντα ποιεῖν· βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι.

Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Πάλαι τὸν Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐπαγγειλάμενος, τὴν τῶν λόγων ἀλήθειαν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐπιστώσατο· καὶ ὃ δι᾽ ὅρκου ἐπηγγείλατο παρέξειν ἔλεος, τοῦτο ἔδειξεν εἰς ἔργον ἐκβάν. Κομιδῆ δὲ ταῦτα ἔοικε τοῖς Ἡσαΐου θεσπίσμασι, δι᾽ οὗ ὁ Πατὴρ ἔφη πρὸς τὸν Μονογενῆ· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἐπειδὴ γὰρ τοῖς θαυμασίοις πατριάρχαις καὶ τῷ Δαυῒδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι᾽ αὐτοῦ πᾶσιν ἀνθρώποις παρέξειν, διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν. Γένος δὲ αὐτοῦ τὸν Ἰσραὴλ κέκληκεν· ἐπειδὴ ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστός. Δέδωκά σε τοίνυν εἰς διαθήκην γένους, τουτέστιν, ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ᾽ εἰς φῶς οὐκ ἔτι Ἰουδαίων, ἀλλ᾽ ἐθνῶν· οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπιστίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ἔφη Δαυΐδ· Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, ἤγουν τῷ Ἰσραὴλ, τουτέστι τὰς πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσε, καὶ εἰς ἔργον ἤγαγε· διὸ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Κηρυχθέντος γὰρ τοῦ Εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ᾽ οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, κατὰ τὴν Χριστοῦ χρησμῳδίαν, εἶδον πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν, τὸ Σωτήριον τοῦ Θεοῦ.

Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου, καὶ τὰ ἑξῆς.

Κατὰ μὲν τὸ ῥητὸν, συνάψατε, φησὶ, τοῖς ὕμνοις καὶ ὄργανα ψαλμικά· κατὰ δὲ ἀναγωγὴν, κιθάρα ἡ πρακτική· φωνὴ δὲ ψαλμοῦ ἡ θεωρία. Δοξάσατε οὖν, φησὶ, τὸν Κύριον διὰ πράξεως καὶ θεωρίας, καὶ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον, ἤγουν τὰς διὰ τοῦ σώματος ἐνεργείας τὰς κατ᾽ ἀρετὴν, καὶ φωνή τις ᾀδέτω ἡ περὶ τῶν πρακτέων θεωρία· κιθάραν γὰρ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν λέγει. Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον· τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα στόματα, καὶ χρώμεθα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι· πλήκτρου δὲ παντὸς ἡ γλῶσσα ὀξύτερον κινουμένη, τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ᾽ ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν. Αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα.

Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου βοῶν· Ἀπόστησον ἀφ᾽ ἡμῶν ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι. Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἐλαταὶ λέγονται σάλπιγγες οἱ λόγοι τῶν· ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν διὰ τὸ βεβασανισμένον καὶ πεπυρωμένον τῆς πίστεως αὐτῶν· κεράτιναι δὲ διὰ τὸ πρακτικόν. Βοῶν γὰρ αἱ κεράτιναι σάλπιγγες· βοῦς δὲ ἐργατικὸν ζῶον.

Καὶ περὶ τῶν ἀποστόλων δέ φησιν ὁ Παῦλος· Μὴ τῶν βοῶν μέλει τῷ Κυρίῳ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει. Φωναὶ τοιγαροῦν τῶν ἱερῶν τοῦ Σωτῆρος ἀποστόλων ἐλαταὶ ὁμοῦ καὶ κεράτιναι σάλπιγγες ἐτύγχανον. Κιθάραν δὲ ἄλλως μὴ ὄκνει λέγειν τὸν σύμπαντα τοῦ Χριστοῦ λαὸν ἐκ διαφόρων ψυχῶν ὡς ἐκ πλειόνων χορδῶν ἡρμοσμένον, μίαν τε εὐχὴν καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμποντα.

ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ϟΗʹ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ χερουβὶμ, σαλευθήτω ἡ γῆ. Ἀνεπίγραφος παρ᾽ Ἑβραίοις ὁ ψαλμός· εἷς δὲ καὶ αὐτὸς τυγχάνει τῶν εὐαγγελιζομένων τὴν τοῦ Χριστοῦ βασιλείαν.

Ἐπεὶ μὲν γὰρ τῷ βασιλεύειν ἁπάντων τῶν ὅλων Θεὸν, οὐδένα ἄν τις ὀργίζεσθαι φαίη, ἐπὶ δὲ τῇ τοῦ Χριστοῦ βασιλείᾳ φησὶν ὁ παρὼν λόγος ὀργίζεσθαι λαούς· φησὶ δὲ τοὺς ἐκ περιτομῆς καὶ τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας αὐτῷ. Τίς δέ ἐστιν ὁ Κύριος διασαφεῖ λέγων ἑξῆς· Ὁ καθήμενος ὑπὲρ χερουβίμ.

Δάκνει γὰρ τοὺς ἀπίστους καὶ λυπεῖ ὁ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν ζῆλος· οὐ γὰρ συνῆκαν τὰς περὶ τῆς βασιλείας αὐτοῦ προφητικὰς φωνάς· Σαλευθήτω ἡ γῆ. Οἵ τε γὰρ πάλαι πολλὰ δυνάμενοι δαίμονες ἐξησθένησαν, ὡς πάσας αὐτῶν τὰς δυνάμεις σαλευθῆναι, καὶ παυσθῆναι τὰς ἐνεργείας· οἵ τε τὴν γῆν οἰκοῦντες ἄνθρωποι, μεταβαλόντες, τῆς πατρῴας πλάνης τὸν ὄλεθρον ἐπέγνωσαν, τὸν Θεὸν Λόγον αὐτῶν Κύριον ἐπιγραψάμενοι. Οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπιστοῦντες αὐτῷ, μεγάλως ἐσαλεύθησαν, κινούμενοι καὶ καταπληττόμενοι τῆς διδασκαλίας αὐτοῦ τὴν δύναμιν.

Τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώματος φύσις ἀπερίληπτος καὶ ἀπερίγραφος. Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Σιὼν ἑρμηνεύεται σκοπευτήριον· οὕτω δὲ ὀνομάζειν ἔθος τὴν θείαν Γραφὴν πᾶν τὸ θεοσεβὲς πολίτευμα, τῶν τὰ ἐπουράνια σκοπούντων τοῦτον δηλουμένων τὸν τρόπον ὁποῖος ἦν λέγων ὁ Ἀπόστολος· Σκοπούντων ἡμῶν οὐ τὰ ἐπίγεια, ἀλλὰ τὰ ἐπουράνια. Παρὰ τούτοις οὖν μέγας ἐστὶν ὁ Κύριος.

Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Νῦν μὲν ὀργίζονται λαοὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν βασιλείᾳ· ἔσται δέ τις καιρὸς ἐν ᾧ καὶ αὐτοὶ ἐξομολογήσονται τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, Ὅτε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Πατρός.

Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ἡ τοῦ βασιλέως τιμή τε καὶ ἀρετὴ εἰκότως μετὰ κρίσεως τοῖς μὲν ἐπίφοβον ποιεῖται τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἅγιον. Εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον, δι᾽ αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν· οἱ κατορθοῦντες τὸν θεῖον νόμον δι᾽ αὐτοῦ τοῦ ἐνεργεῖν κατὰ ταὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα, ἀγαπῶντες τὴν παρ᾽ αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρῖμα αὐτοῦ, καὶ ὅτι τεύξονται θείων ἀμοιβῶν, κατὰ τὸ βούλημα αὐτοῦ, εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι.

Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ τὰ ἑξῆς. Μηδεὶς, φησὶ, νομίζοιτο ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγχάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιοσύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομοθεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀνταποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται διανοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμενον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο.

Καὶ οὗτος ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ νῦν ἐπὶ πάντας τοὺς λαοὺς ὑψηλὸς ὑπάρχων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι δοξαζόμενος, ὁ κἀκείνων εἰσακούων καὶ λαλῶν αὐτοῖς ἐν στύλῳ νεφέλης. Οὐκ ἄλλως δὲ τῆς τοσαύτης ἀξίας ἔτυχον οἱ δηλωθέντες, εἰ μὴ ὅτι ἐφύλαττον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ δέδωκεν αὐτοῖς. Οὕτως οὖν καὶ ἡμῖν διὰ τῆς Καινῆς Διαθήκης ὁ αὐτὸς προστάγματα καὶ ἐντολὰς, καὶ μαρτύρια ἔδωκεν, ἅπερ εἰ φυλάττοιμεν, τῶν ἴσων καὶ αὐτοὶ καταξιωθησόμεθα.

Κύριε Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν, σὺ εὐΐλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Σὺ, φησὶν, ὁ ἡμέτερος Κύριος καὶ Θεὸς, ὁ τῶν ἐθνῶν βασιλεὺς, ὁ ὑφ᾽ ἡμῶν κηρυττόμενος, αὐτὸς ἦσθα ὁ καὶ τῶν ἀμφὶ Μωϋσέα καὶ Ἀαρὼν ὑπακούων, καὶ τῆς τοσαύτης ἐκείνοις μεταδιδοὺς παῤῥησίας, ἱλεουμένοις σε ὑπὲρ τοῦ παροργίζοντος λαοῦ, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας.

Εἰ γὰρ καί τισιν ἀσθενείαις περιέπιπτον ὡς ἄνθρωποι, ὡς Μωϋσῆς ἐπὶ τῇ ἀπιστίᾳ τοῦ ὕδατος, καὶ Ἀαρὼν ἐπὶ τῇ μοσχοποιίᾳ, σὺ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱὸς, ἵλεως αὐτοῖς ἐγίνου, συγγνώμην νέμων τῇ θνητῇ ἀσθενείᾳ. Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Εἰ καὶ ἔδοξάν τι, φησὶν, ἁμαρτάνειν ὡς ἄνθρωποι, ἀλλ᾽ ἐπαίδευες αὐτοὺς ἐν οἷς παιδείας ἐδέοντο. Ἠλέγχετο γὰρ ἐπὶ τοῦ μόσχου ἁμαρτήσας Ἀαρὼν, καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Μηδὲν ταπεινὸν, φησὶ, καὶ ἀνθρώπινον περὶ τοῦ Κυρίου φρονεῖτε· ἀλλ᾽ ὑψοῦτε αὐτὸν ὑψηλὰ περὶ αὐτοῦ δοξάζοντες, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκατε σέβας. Ὄρος δὲ ἅγιον πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας ἐθέσπισαν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου· τουτέστιν ἡ τοῦ Θεοῦ γνῶσις πᾶσι δήλη γενήσεται.

Οἶδε γὰρ καὶ ὁ Ἀπόστολος νοητὸν ὄρος Σιών· Προσεληλύθατε γὰρ ὄρει Σιὼν καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ προσκύνησιν· ὃς καὶ Κύριος ἡμῶν ἐστιν ὡς δούλων, καὶ Θεὸς ὡς πλάστης. Ἀλλ᾽ οὕτω μὲν πνευματικώτερον τὸν ψαλμὸν νοήσαιμεν.

ΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ. ϟΘʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Τουτέστι τὰ ἐπὶ γῆς ἔθνη· καὶ διὰ τούτων κέκληται ἐπὶ ἐξομολόγησιν τῶν προτέρων ἁμαρτημάτων, ἐν οἷς ἐκαλινδοῦντο ὅτε τῇ εἰδωλολάτρῳ προσεῖχον πλάνῃ. Διὸ ἐπιγέγραπται ψαλμὸς Εἰς ἐξομολόγησιν. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ὑποβαλόντες ἑαυτοὺς τῷ αὐτοῦ ζυγῷ. Ὅμοιον γάρ ἐστι τὸ δουλεύειν αὐτῷ τῷ δουλεύειν φωτὶ, καὶ δουλεύειν ζωῇ καὶ ἀληθείᾳ, καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ· πάντα γὰρ ταῦτά ἐστιν ὁ Κύριος. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.

Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ. Ὅταν γὰρ γνῶμεν ὅτι αὐτὸς Θεός ἐστιν, αὐτὸς ὁ Κύριος, τὸ τηνικάδε αὐτοῦ τοῦ γινώσκειν ἐνώπιον αὐτοῦ εἰσεληλυθότες, καὶ ποιητὴν ἑαυτῶν ὁμολογήσομεν αὐτόν. Ὅτι δὲ οὐχ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν, κἂν αἴτιοι δοκῶμεν τυγχάνειν τῆς τῶν παίδων γενέσεως, δῆλον ἐντεῦθεν· ἐκ πατρὸς γὰρ καὶ μητρὸς γενόμενοι Ἰὼβ καὶ Δαυῒδ, φασὶν ἑκάτεροι, Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· καὶ πρὸς Ἱερεμίαν αὐτὸς ὁ Θεὸς, Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τῇ γοῦν ἐσφαλμένως λεγούσῃ τῷ ἀνδρὶ, Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπόκτεινόν με, σοφὸς ὢν ὁ ἀνὴρ, δογματικῶς ἐπιτιμᾷ, Μὴ ἀντὶ Θεοῦ σοι εἰμὶ ἐγὼ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; Εἰ γὰρ καὶ δοκοῦσιν οἱ πατέρες ποιεῖν τὰ τέκνα, ἀλλ᾽ οὖν ὁ Θεὸς ταῦτα ποιεῖ· καὶ ὁ μὲν αἴτιος, οἱ δὲ συναίτιοι, ὡς τῷ ἐξ ἀρχῆς αὐτοῦ διακονοῦντες προστάγματι. Διὰ τοῦτο πολλοὶ, καίτοι ἐπιθυμοῦντες παιδοποιεῖν, οὐ δύνανται. Ὁ δὲ Σύμμαχός φησιν, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐγνώρισεν· οὐ μόνον γὰρ ἡμῶν δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῶν προσφέρων νομήν.

Ἡμεῖς δὲ λαὸς αὐτοῦ, ὡς βασιλέως, πρόβατα δὲ ὡς ποιμένος· λαὸς οἱ κρείττους καὶ λογικώτεροι· πρόβατα οἱ ὑποβεβηκότες, καὶ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων· κατὰ τὸ, Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.

Πλὴν ἀλλὰ πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντα καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ Θεός· τοὺς μὲν, ὡς λαὸν αὐτοῦ, τὰ δὲ, ὡς πρόβατα χειρὸς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Μνημονεύετε, φησὶ, τῶν κακῶν, ἐν οἷς πρῶτον ἐξετάζεσθε, ὅτε μακρὰν ἐτυγχάνετε τοῦ Κυρίου ὑφ᾽ ἑτέροις δεσπόταις πονηροῖς ἀγόμενοι. Διὸ ὡς περιῤῥαντηρίῳ χρώμενοι τῇ τῶν προτέρων ἀσεβημάτων ὁμολογίᾳ εἴσιτε εἰς τὰς πύλας αὐτοῦ θαῤῥοῦντες· ὅτι μετὰ τὰς πύλας, τουτέστι μετὰ τὰς ἀρχὰς καὶ τὰς πρώτας εἰσόδους τῆς τοῦ Θεοῦ δουλείας, εἰς τὰ ἐνδότατα καὶ τὰς αὐλὰς παρελθόντες, οὐκέτι χρήσεσθε τῇ ἐξομολογήσει, ἀλλ᾽ ὕμνοις λοιπὸν τοῖς εἰς αὐτὸν σχολάσετε.

Ὥσπερ μέντοι εἰσιέναι δεῖ πρότερον εἰς τὰς πύλας, εἶτα εἰς τὰς αὐλὰς, οὕτως ἐξομολογεῖσθαι πρότερον χρὴ τὰ ἁμαρτήματα, εἶτα ὑμνεῖν τὸν Θεὸν, ἵνα, τῇ ἐξομολογήσει καθαρθείσης τῆς γλώττης, καθαρὸς ὁ ὕμνος προσενεχθείη. Ἐξομολογεῖσθε αὐτῷ. Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς ὁ Κύριος· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Δίκαιον, φησὶν, εὐχαριστεῖν καὶ ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας.

Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκε, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο· καὶ οὐ παύσεταί ποτε ἡ εἰς ἡμᾶς παρ᾽ αὐτοῦ γενομένη εὐεργεσία, ἥτις ἐστὶν ἀλήθεια, κατὰ τὸ, Ἐμνήσθη διαθήκης αὐτοῦ εἰς τὸν αἰῶνα· ἢ τὸ, Ἐξομολογεῖσθε, ἀντὶ τοῦ, Ὡς ἰατρῷ τὰ τῆς ψυχῆς ἀπογυμνοῦτε τραύματα δι᾽ ἐξομολογήσεως· Θαῤῥοῦντες δὲ τοῦτο πράττετε, δόγμα ἀληθὲς περὶ αὐτοῦ μαθόντες, ὅτι ἀγαθός ἐστι καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ κατὰ πᾶσαν γενεὰν ἀληθείας γέμουσιν οἱ λόγοι αὐτοῦ.

ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. Ρʹ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ᾽ ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς ἀποφάσεις. ᾟ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι᾽ ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ᾽ ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσωθεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονηρούς.

Οὐδέποτε γοῦν κατὰ προαίρεσίν τι ἥμαρτον· εἰ δὲ καί τι συνέβη ἀνθρώπινον, ἀλλ᾽ οὐ προθεμένου μου τοῦτο ἐγένετο. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δὲ, ὅτι ὁ κολλώμενος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἢν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρὸν, μὴ ἔχοντα τόπον παρ᾽ αὐτῷ, ἐκκλίνειν ἀπ᾽ αὐτοῦ· ἐκκλίνοντος δὲ, φησὶν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐτοῦ ἔσχον παρ᾽ ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀνθρώπου πονηροῦ, ὅτι οὐδ᾽ ὅτε προσῆλθεν, οὐδ᾽ ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς λοιμοὺς, καὶ οὐδὲν εἰδέναι προσεποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ᾽ εἰδὼς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, οὐ συνδιετιθέμην τοῖς πονηροῖς.

Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἄνθρωπον, φησὶ, καὶ λογισμὸν ὑποβάλλοντά τι πονηρόν μοι κατά τινος ἐξέβαλον ἐκ τῆς καρδίας μου, ὡς κύνα λαθροδήκτην. Ὁ γὰρ σπουδαῖος, ἐν παντί τῳ παῤῥησίαν ἔχειν ἀγαπῶν, ὥσπερ τὰ λάθρα δρώμενα τῷ αἰσχύνης εἶναι ἄξια, παραιτεῖται· οὕτω καὶ τὸ λέγειν ἢ ἀκούειν κατά τινος κρύβδην οὐκ ἀνέχεται· κακοήθους γὰρ καὶ ἀνελευθέρου τὸ χρῆμα, ἐπήρτηται δὲ κίνδυνος τῷ πράγματι, τῆς Γραφῆς λεγούσης· Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· καὶ, Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.

Τί δέ ἐστι τὸ καταλαλεῖν ὡς ἐν τύπῳ παραδοτέον· οὐ γὰρ τὸ ὁπωσοῦν λέγειν περί τινος καὶ λάθρα ἐκείνου καταλαλεῖν ἐστι· πολλάκις γοῦν ἀγορεύομέν τινα κακῶς ἀπόντα, οὐ καταλαλεῖν αὐτοῦ βουλόμενοι, ἀλλὰ λυπούμενοι διὰ τὸ εἶναι αὐτὸν ἴσως φαῦλον· πειρώμεθα δὲ λέγειν τὰ περὶ αὐτοῦ τοῖς ὡσαύτως ἡμῖν κηδομένοις αὐτοῦ καὶ φροντίζουσιν ἀπὸ διαθέσεως φιλικῆς. Ὁ οὖν οὕτω λέγων κατὰ ἀπόντος, οὐ κατάλαλός ἐστιν· ἀλλὰ σπουδὴν ἔχει σὺν ἡδονῆς κατ᾽ ἐκείνου λέγειν, οὐκ ἀχθόμενος ἐπὶ τῷ τοιαῦτα ἐκεῖνον πεποιηκέναι, ἀλλὰ καὶ χαίρων. Λέγει γοῦν ἐκείνοις τὰ περὶ αὐτοῦ τοῖς μισοῦσιν αὐτὸν, καὶ φανερῶσαι δυναμένοις δι᾽ ἐπαγγελίας ἑτέροις πλείοσι τὰ περὶ αὐτοῦ. Τί δὲ βούλεται προσκείμενον τὸ, λάθρα, φανεροῦ ὄντος, ὅτι πᾶσα κατηγορία λάθρα γίνεται;

Ἢ αὐτὸ λέγει τὸ ὂν, ἢ διαιρετέον οὕτω, ὅτι τῶν κατηγορούντων τινὰς, οἱ μὲν κατὰ πρόσωπον παρόντας κακηγοροῦσι, λοίδοροι δὲ οὗτοι καὶ ὑβρισταὶ συνήθως καλοῦνται· ὅμως οὖν τῷ κατά τινος λέγειν κατάλαλοι ἂν εἶεν· οἱ δὲ λάθρα καὶ ἀπόντων τῶν κατηγορουμένων λέγουσι κατ᾽ αὐτῶν. Τὸν ταύτην οὖν ἔχοντα τὴν τάξιν ἐκδιώκειν ὁ ἅγιος λέγει, οὐ τοὺς εἰς πρόσωπον διαλοιδορουμένους. Ἐκεῖνος γὰρ καθ᾽ οὗ αἱ βλασφημίαι ἢ παρὼν ἀπολογήσεται, ἢ ἐλεγχθεὶς ἐπὶ τῷ τοιοῦτος εἶναι, αἰσχυνθήσεται. Δυνατὸν ἀντιδιαστέλλεσθαι τὴν λάθρα γινομένην καταλαλιὰν πρὸς τὴν ἐπὶ κριτῶν κατηγορίαν. Καὶ γὰρ αὕτη τῷ γένει καταλαλιὰ, ἀλλ᾽ οὐ λάθρα γινομένη. Καρπὸς μὲν οὖν διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφοῦ, καὶ ταῦτα λάθρα, ἀλλὰ μὴ εἰς πρόσωπον, ἵνα μὴ παρὼν ἀπολογήσηται ὁ κατηγορούμενος· ὡς ὅ γε ἐφ᾽ ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ᾽ ἑτέρων ἀφέξεται. Ὅθεν χρὴ τὸν τοιοῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ καταλαλήσας τὴν Εὔαν ἠπάτησεν. Ἡμεῖς δὲ μήτε λέγωμεν κακῶς, καὶ τοῖς λέγουσιν ἀκοὴν μὴ παράσχωμεν.

Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. Διὸ καὶ ὁ Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λεγόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. Μὴ δῴης τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. Διαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδενῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος, ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ᾽ ὅλου τοῦ βίου αὐτοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰπεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν.

Ἐξουδενῶσαι δέ ἐστι τὸ οἱονεὶ βδελύσσεσθαι τὸν πλησίον, καὶ σικχαίνεσθαι ὡς ἀηδῆ τινα· ὃ καὶ τοῦ κατακρῖναι ὀλεθριώτερον.

Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Ἄνω μὲν περὶ φίλου ὑπερηφάνου ἔλεγεν· ἐνταῦθα δὲ περὶ ὑπηρέτου φησὶν, ὅτι Οὐδένα τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην, οὐδὲ πρωτείων καὶ παῤῥησίας ἠξιοῦτο παρ᾽ ἐμοὶ, ὡς τοῦ ἐν μέσῳ τῆς οἰκίας παῤῥησίαν καὶ ἐλευθερίαν ἔχοντος· ἐν ὄψεσι γὰρ δεσπότου ὁ τοιοῦτος. Ποιεῖν δὲ ὑπερηφανίαν ἐστὶ τὸ μετὰ ἀλαζονείας ἐνεργεῖν. Λέγοι δ᾽ ἂν, καὶ ὅτι· Οὐ κατῴκει ἐν τῇ καρδίᾳ μου λογισμὸς ὑποβάλλων ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Συντόμως εἰπεῖν, πᾶσαν ἀδικίαν ἀπεστρεφόμην, οὐδὲ τὴν μέχρι λόγων ὑπομένων· ὁ γὰρ λαλῶν ἄδικα οὐδὲν ἤνυεν, οὐκ εὐωδοῦτο ἐνώπιόν μου, οὐ κατώρθου ἃ ἐσπούδαζεν.

Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν. Τὸ ἀκριβὲς καὶ ἀπλανὲς καὶ νηφάλιον τῆς δίκης παρίστησιν· ὅτι οὔτε θυμὸς, φησὶν, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο· ὁ μὲν γὰρ θυμὸς εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ τοῦ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δὲ μέθη, κἂν ὀψίας πολλὴ προσεγένετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο. Καθαρᾷ οὖν καὶ χειρὶ καὶ γνώμῃ κατὰ τῶν εἰς Θεὸν ἁμαρτανόντων ἐξωπλιζόμην, μήτε τῆς ἐξ οἴνου γνώμης, μήτε τῆς ἐκ θυμοῦ σφαλλούσης τὸν λογισμόν. Τοὺς δὲ ἁμαρτωλοὺς ἀπέκτεινον οὐχ ἁπλῶς ἁπάσης τῆς γῆς, ἀλλὰ τῆς ὑπ᾽ ἐμέ· καὶ πάντας δὲ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν τοῦτον, νῦν δὲ ἐκεῖνον. Μᾶλλον δὲ τοῦτο παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται· οὐ γὰρ ὅτι καθ᾽ ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην, οὐ τοῦτό φησιν ὁ λόγος· τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ᾽ ἑκάστην πρωΐαν αὐτόχειρ γίνεσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς;

Οὐ γὰρ περιγίνεσθαι πάντων δυνατὸν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων εἰς τὸ εἰκὸς ὄντων· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ᾽ οὐχὶ καθ᾽ ἑκάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγίνετο. Τί οὖν τοῦτό ἐστι;

Συνετώτερον τῶν λεγομένων ἀκούσωμεν, ἵνα μὴ κατηγορήσωμεν ἐπὶ ψεύδει τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· ἁμαρτωλοὶ δὲ γῆς, περὶ ὧν φησιν ὁ Σωτὴρ, ὅτι Ἔσωθεν ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι.

Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τούτους δὴ τοὺς ἐκ τῆς γῆς ἁμαρτωλοὺς, τουτέστι τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ᾽ ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτῶν ἐκκαθαίρων. Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ᾽ ἑκάστην ἀνατολὴν σωτηρίου δόγματος γίνεται, ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίας κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρῆσαι τὰς ἐνθυμήσεις· οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμὸς, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οὗτος ἐὰν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν (πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι), μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. Τοῦτο οὖν λέγει Δαυῒδ ὅτι, Τοὺς ἁμαρτωλοὺς καὶ ἐμπαθεῖς λογισμοὺς τοὺς ἐκ τοῦ γεώδους σώματος φυομένους ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζον· καὶ τῷ φωτὶ τῆς γνώσεως καὶ τῇ δι᾽ ἐξομολογήσεως φανερώσει διέκρινον καὶ ἐξωλόθρευον τὰ τοῦ σώματος πάθη, καὶ τοὺς ἀνομοῦντας λογισμοὺς ἐκ τῆς καρδίας μου.

Αὕτη γάρ ἐστιν ἡ πόλις τοῦ Κυρίου, ὡς οἶκος τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδὴ πληγή ἐστιν, ὡς ἀληθῶς, κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία, καλῶς ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωΐαν ἑαυτοῖς ποιεῖν, διὰ τὸ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου, ψυχὴ δὲ ἡ πόλις, πάντας τοὺς λογισμοὺς τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν ἀμεινόνων, κατὰ τὸ, Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Νεκρουμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, ὑπωπιαζομένου τε καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐχ οἷαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι᾽ ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν· καὶ λοιπὸν ζῶσι τὰ κρείττονα. Δεῖ τοίνυν ἡμᾶς μὴ μόνον παθῶν εἶναι σωματικῶν φονευτὰς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας. Ἁμαρτωλοὶ γὰρ γῆς τὰ τοῦ σώματος πάθη, ἐργαζόμενοι δὲ ἀνομίαν ἐκ πόλεως Κυρίου ἐξολοθρευόμενοι, τῆς ψυχῆς οἱ ἀνομοῦντες λογισμοί.

Κατὰ δὲ τὸ ῥητὸν, Ἀπέκτεινον, φησὶ, τοὺς ἁμαρτωλοὺς, χάριν τοῦ ἐξολοθρεῦσαι τοὺς παρανομοῦντας, ἵνα τὴν ἀποτομίαν τῆς κολάσεως ἡ παρανομία βλέπουσα συσταλῇ καὶ ἀφανισθῇ. Ἡ δὲ πρωΐα τὸ σπουδαῖον δηλοῖ κατὰ τὸ τάχος· νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε γὰρ, φησὶ, τὸν πονηρὸν ἐξ ὑμῶν.

ΠΡΟΣΕΥΧΗ Τῼ ΠΤΩΧῼ, ΟΤΑΝ ΑΚΗΔΙΑΣΗ, ΚΑΙ ΕΝΑΝΤΙΟΝ ΚΥΡΙΟΥ ΕΚΧΕῌ ΤΗΝ ΔΕΗΣΙΝ ΑΥΤΟΥ. ΡΑʹ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ ἐπιγραφὴ ἔχει, Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ, νοήσεις τὸν ἐνταῦθα λεγόμενον πτωχὸν, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ, κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἁρμόσειε δ᾽ ἂν τῷ ἀκηδιῶντι πτωχῷ καὶ τό· Μακάριοι οἱ κλαίοντες καὶ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι· παρὰ δὲ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, ἀθυμίᾳ, κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν, κατέχεται, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· καὶ ὁ εἰπών· Οὐκ ἔστι ποιῶν χρηστότητα.

Πλὴν ἐπὶ τούτοις ὁ πτωχὸς ἀκηδιῶν καὶ ἀθυμῶν, φάρμακον τοῦ πάθους θεραπευτικὸν περινοεῖ ἑαυτῷ· τοῦτο δὲ ἦν ἡ πρὸς τὸν Θεὸν εὐχὴ, ἣν μόνην εἶχε παραμυθίαν, δι᾽ ἧς ἐξαπλῶν αὐτοῦ τὴν ψυχὴν, καὶ σύμπαντας ἑαυτοῦ τοὺς λογισμοὺς προσφέρων ἐνώπιον τοῦ Θεοῦ, λέγεται ἐνώπιον Κυρίου ἐκχέειν τὴν δέησιν αὐτοῦ, ἢ, τὴν λογοποιίαν ἑαυτοῦ, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χορὸς, λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ προτέρου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ, τὰς ὑπὲρ τοῦ λαοῦ ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς ὁ λαὸς οἰκτειρηθῇ.

Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι κλῖνον πρὸς μὲ τὸ οὖς σου. Ἐνταῦθα εἰρήσθω τὸ τοῦ Ἡσαΐου· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Χρὴ δὲ ἄρα καὶ πρὸ τοῦ θλίβεσθαι, ταῖς ἱκετηρίαις σχολάζειν, καὶ μὴ μόνον ἐν τοῖς περιστατικοῖς καιροῖς. Ὁ μέντοι ἅγιος εὔχεται οὐχ ὅπως μὴ θλίβῃ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ᾽ ὅπως θλιβόμενος μὴ ἡττηθῇ, καὶ ὅπως τῇ ἐλπίδι χαίρων ὑπομένῃ τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. Ἡ γὰρ θλίψις τὴν ἐλπίδα διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς γεννᾷ.

Ἐπάκουσον οὖν μου, φησὶν, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἐπικλίνας μου τὴν φιλάνθρωπον ἀκοήν. Κλίνειν δὲ ὁ Θεὸς τὸ οὖς αὐτοῦ λέγεται, ὡς οὐκ ἐφικνουμένης τῆς ἀνθρωπίνης δυνάμεώς τε καὶ κραυγῆς φθάνειν ἐπὶ τὸ ὕψος τῆς αὐτοῦ θεότητος· διόπερ αὐτὸς ὑποκατιὼν τῆς αὐτοῦ μεγαλειότητος ὑποκλίνει τὴν ἀκοὴν τοῖς καταξιουμένοις εἰσακούεσθαι. Τὸ δὲ, Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἀντὶ τοῦ, Μὴ νῦν μόνον, ἀλλὰ παρ᾽ ὅλην ζωὴν, πλέον δὲ ἐν θλίψεσι· τότε γὰρ μάλιστα χρεία βοηθείας. Ἢ τάχα οὐχ ὡς περὶ μελλούσης θλίψεως, ἀλλ᾽ ὡς ἐνεστώσης εἴρηται. Βούλεται γὰρ εἰπεῖν ὅτι, ἐπεὶ αὕτη ἐστὶν ἡ ἡμέρα ἧς οὐκ ἔστιν ὑπενεγκεῖν τὴν βαρύτητα, κάμφθητι καὶ ταχεῖαν δὸς τὴν βοήθειαν. Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Καὶ τί τὸ κατεπεῖγον; αἰτία δὲ τίς, ἢ ποία τῆς ταχύτητος; Ὅτι ἐξέλιπον αἱ ἡμέραι μου ὡσεὶ καπνός· τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον διὰ τοῦ καπνοῦ δηλοῖ. Καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς χορὸς, ἢ καὶ ὁ Δαυΐδ· καὶ δείκνυσιν ὅτι πᾶσα δύναμις αὐτῶν, δι᾽ ἧς συνειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν.

Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, καὶ ἡ αὐτονομία τοῦ ἔθνους. Ὑψηλότερον δὲ ὁ κατὰ Θεὸν πτωχὸς πρῶτον αὐτοῦ κατόρθωμα διδάσκει τὸ ἐκλελοιπέναι καπνοῦ δίκην τὰς τῆς προσκαίρου ζωῆς ἡμέρας αὐτοῦ, ἀδόξως καὶ ἀφανῶς αὐτὰς διεξάγοντος.

Νοήσεις δὲ τοῦτο ἀφ᾽ ὧν ὁ Ἰώβ φησιν· Ὅτε ηὔγει ὁ λύχνος ὑπὲρ κεφαλῆς μου· ὅτε ἤμην ὑλώδης λίαν. Ηὔγει αὐτῷ ὁ λύχνος τότε ἐν εὐθηνίᾳ ὑπάρχοντι· ὅτε δὲ πάντα αὐτῷ τὰ ὑπάρχοντα διαπεπτώκει, εἶπεν ἂν καὶ αὐτός· Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Τοιοῦτος δέ ἐστιν ὁ κατὰ Θεὸν πτωχὸς, ἀδόξως καὶ ἀφανῶς τὰς ἡμέρας αὐτοῦ τῆς προσκαίρου ζωῆς διεξάγων. Εἶτα ἀσιτίαις ἑαυτὸν καὶ κακώσεσιν ὑποβάλλων, ἐν λιμῷ καὶ δίψει κατατρύχει καὶ καταφρύγει. Καὶ ἐπεὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου, μαραίνων ἑαυτοῦ τὴν σάρκα φησὶν, Ἐπλήγην ὡσεὶ χόρτος.

Ὁ δὲ ἀληθὴς στεναγμὸς, ὃς καὶ φωνὴν ἔχει ἀκουομένην παρὰ Θεοῦ, τήκει τὸ σῶμα, καὶ τῆς σαρκὸς ἐργάζεται νέκρωσιν, ὥστε τὸν ἔσω ἀνακαινοῦσθαι ἄνθρωπον. Ἐπιβαλεῖς δὲ καὶ ὧδε· Ἐκλείπει καπνὸς πυρὸς σβεννυμένου· ὑφεστηκὼς εἰς ὅσον ἐνεργεῖ τὸ πῦρ ᾧ αὐτὸς παρακολουθεῖ. Ἵν᾽ οὖν, φησὶ, καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν. Οὐ γάρ μοι πρὸς καλοῦ ἔσται τὸ σβεσθῆναι τὸ φῶς ἀπ᾽ ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου· παράγαγε τὰ θλιβερά. Εἰ γὰρ ἐπιμένοιεν, αἴτια γενήσονται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ἔτι μᾶλλον συμφρύξοιεν παραμένοντα, τουτέστι, τὰς εὐτόνους καὶ στεῤῥοτάτους τῆς ψυχῆς δυνάμεις, αἳ καὶ συμφρύγονται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτῷ τὴν καρδίαν φησὶν, οὐδὲν ἱλαρὸν οὐδ᾽ ἐφ᾽ ᾧ ἐστιν ἔχειν θυμηδίαν κεκτημένην. Γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον, ὡς μηκέτι οἷόντε εἶναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῇ τιμιωτέρᾳ αὐτῇ οὐσίᾳ ἄρτον τρέφεσθαι· τούτου γὰρ τοῦ ἄρτου μεταλαμβάνειν ἔστι, μὴ περιελκόμενον, μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός.

Εἰς τοσοῦτον δέ φησι μὴ τεθράφθαι τοῦτον τὸν ἄρτον, ὡς καὶ λήθην ἔχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα, τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν, ὡς ἐκ τῆς φωνῆς μου μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου, διὰ τὴν πολλὴν ξηρασίαν ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. Αὕτη γὰρ ἡ ὑγρότης ὅτε μοι παρῆν, πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς, τὴν μέσην σάρκα καὶ ὀστέων ἔχουσα χώραν.

Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· φεύγων δηλονότι τὰς ἐν ὄχλῳ διατριβὰς ἐμονούμην καὶ ἐξηνθρώπιζον. Ἐπεὶ καὶ τὸ ζῶον τοῦτο φιλέρημον εἶναι λέγεται ὁ πελεκάν. Παρίστησι δὲ καὶ τὴν ἐρημίαν τοῦ ἔθνους, καὶ τοῦτό που καθ᾽ ἣν μόνος εὕρηται εἷς που καὶ δεύτερος καὶ βραχεῖς τινες· οἷον Ἱερεμίας ἢ Βαροὺχ, ἢ ἕτερος τῶν τότε ἀπολειφθέντων, ὧν ἐκ προσώπου λέγεται τὰ προκείμενα. Ὁμοιοῦται δὲ καὶ ὁ Κύριος ἐρημικῷ πελεκᾶνι κατὰ τὴν τοῦ ὀρνέου τούτου πρὸς τὰ ἔγγονα θαυμασιωτάτην συμπάθειαν. Τοῦτο γὰρ τὸ ζῶον τὰς νοσσιὰς παρὰ πέτραις ἀποτόμοις πηγνύμενον τοῖς νεοσσοῖς, τὸ μὴ ῥᾷστα παρά τινος τῶν ἐπιβούλων διαφθείρεσθαι, κατεργάζεται. Ἀλλ᾽ ὅ γε ὄφις, ἀποπτάντος αὐτῶν τοῦ πατρὸς, ἐπειδὴ καὶ μὴ προσεγγίζειν τῇ καλιᾷ δύναται, ἐπιχέει αὐτοῖς πόῤῥωθεν τὸν ἰόν· περισκοπεῖ γὰρ ὅθεν πνεῖ ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ, καὶ τελευτῶσιν.

Ἀλλ᾽ ὁ γεννήσας, αὐτοῖς ἐπιπτὰς αὖθις, καὶ τὴν ἐπιβουλὴν φυσικοῖς λόγοις εἰδὼς, οἶδε πάλιν ὁμοίως ὅπως ἀναβιώσονται. Σκοπεῖ γὰρ νεφέλην καὶ πέτεται εἰς ὕψος, καὶ κατὰ κορυφὴν ἠρέμα ἐπ᾽ αὐτοῖς πτερύσσεται, καὶ τὰ πλευρὰ τοῖς πτεροῖς ἑκατέρωθεν πλήσσων σφοδρότερον, αἵματος αὐτοῖς ῥανίδας ἀφίησιν· αἱ δὲ διὰ τῆς νεφέλης ἐπιστάζουσαι ζωογόνον τοῖς νεκρωθεῖσιν ἐντιθέασι δύναμιν, καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον, οἱ δὲ νεοττοὶ εἰς τοὺς πρωτοπλάστους, ἡ δὲ καλιὰ εἰς τὸν παράδεισον, ὁ δὲ ὄφις εἰς τὸν ἀποστάτην διάβολον. Ἐνεφύσησεν οὖν οὗτος διὰ τῆς παρακοῆς τοῖς ἐν τῷ παραδείσῳ τεθεῖσι πρωτοπλάστοις, καὶ νέκρωσιν αὐτοῖς ἐντέθεικεν· ὁ δὲ Χριστὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦ γενόμενος ἐπὶ τοῦ σταυροῦ, καὶ νυγεὶς τὴν πλευρὰν, ἐκεῖθεν τὸ ζωήῤῥυτον ἐστάλαξεν αἷμα, καὶ διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος νεκρωθέντας ἡμᾶς ἀνεζώωσεν· Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Δειλὸν ὁ νυκτικόραξ· διὸ φεύγων πανταχόθεν τοῖς ἐρειπίοις τῶν οἰκημάτων ἐναυλίζεται, καὶ ἐν νυκτὶ κράζει ὑπὸ δειλίας. Διὰ μὲν οὖν τοῦ πελεκᾶνος τὴν παντελῆ ἐρημίαν τοῦ λαοῦ ἐσήμανε· διὰ δὲ τοῦ νυκτικόρακος τὸ κατειληφὸς σκότος τὸν λαὸν δηλοῖ· καὶ ὅτι, τοῦ καταυγάζοντος αὐτοὺς φωτὸς ἀποσβεσθέντος, οἷα ἐν σκοτίᾳ εἰσὶ καὶ νυκτὶ ἀγνωσίαν Θεοῦ ἔχοντες.

Τάχα δὲ ὁ ἅγιος, ἐπειδὴ παννύχεις ἐβόα προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει νυκτικόρακι.

Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ πάλαι ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασι. Καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον· ὡς μὴ ἔχοντα βοηθὸν τὸν Θεόν. Καὶ οὐ μόνον οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτ᾽ ἔπραττον, ἀλλὰ καὶ οἱ ἀγαπῶντές με κατ᾽ ἐμοῦ ὤμνυον, τουτέστιν οἱ ἀπὸ τοῦ αὐτοῦ ἔθνους καὶ γένους.

Καὶ οὗτοι γοῦν ἠπίστουν ταῖς αὐταῖς προφητείαις, τάς τε παρακλήσεις καὶ τὰς τῶν μελλόντων ἐπαγγελίας διασύροντες κατ᾽ ἐμοῦ ὤμνυον, τὸ μὴ πιστεύειν τοῖς ὑπ᾽ ἐμοῦ προφητευομένοις. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

Τούτοις παραπλήσια τὰ ἐν τῷ οθʹ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, τίς ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν;

Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς· ἐπειδὴ σὺ, Δέσποτα, κεκίνηκας κατ᾽ ἐμοῦ τὴν ὀργήν. Ταῦτα δέ φησιν ὁ Προφήτης, οἰκειούμενος τὴν τοῦ λαοῦ συμφορὰν, καὶ ὀλοφυρόμενος τὴν ἀπώλειαν τοῦ τοσούτου πλήθους, Ἀπὸ προσώπου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Τὰ συμβεβηκότα τῷ λαῷ καὶ τῷ τόπῳ ἰδιοποιεῖται διδάσκων, ὅτι εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν, ὡς Θεοῦ λαὸν χρηματίσαι, τόνδε τὸν οἶκον Θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. Ἐπάρας καὶ τιμήσας ὁ Θεὸς ἐφαμίλλως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ, εἰς τὸ ἐναντίον παραγαγὼν, κατέῤῥαξε· τὸν μὲν τόπον πολιορκίᾳ παραδοὺς καὶ παντελεῖ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμαλωσίᾳ.

Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Πάλιν κοινοποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον, ἐπιλέγει· Καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν θνητὰ, φησὶ, καὶ ἀνθρώπινα τοιαῦτα, οἷα καὶ δεδήλωται, τυγχάνει, εὐμετάβολα καὶ ἀνώμαλα, οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα· ἀλλ᾽ ἐπαιρόμενα, καὶ καταῤῥηγνύμενα, ὑψούμενά τε καὶ ταπεινούμενα, καὶ παντοίας τροπὰς καὶ μεταβολὰς ὑπομένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν· σὺ δὲ, Κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον, εἰς τὸν αἰῶνα μένεις, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ὡς ἀΐδιος καὶ ἀναλλοίωτος, καὶ τὰ ἅπαξ ὑπὸ σοῦ σαλευθέντα, καὶ ἐν ἐπαγγελίᾳ θεσπισθέντα μένει εἰς μνημόσυνον ἀΐδιον, ἢ κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλὰ τῇ ἐρχομένῃ κατὰ τὴν ψαλμῳδίαν. Καὶ τοῦτο οὖν σε μάλιστα ἐπικάμψαι ὀφείλει, Δέσποτα, ὅτι ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω ἐπίκηρον καὶ ὀλιγοχρόνιον, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ αἰώνιος καὶ ἀθάνατος, ὥστε μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.

Δὸς, φησὶν, ἀμείνω μεταβολὴν τῆς συμφορᾶς· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ· συντετέλεσται γὰρ ὁ τῆς ταλαιπωρίας ἡμῶν χρόνος. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς οʹ ἔτεσι περιωρισμένης τιμωρίας καὶ αἰχμαλωσίας τὸ τέλος.

Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον προσφέρει τὴν ἱκετηρίαν, καὶ συνᾴδει τούτοις τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα. Καὶ ὁ Ζαχαρίας δὲ προσευχόμενος ἔλεγε· Κύριε παντόκρατορ, μέχρι πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; τοῦτο ἑβδομηκοστὸν ἔτος. Προφητεύεσθαι δὲ ἐνταῦθα οἶμαι καὶ τὴν ἐν ἀνθρώποις Χριστοῦ ἐπιφάνειαν, αἰτίαν ἐσομένην τοῦ ἀνοικοδομηθῆναι τὴν Σιὼν, τουτέστι τοῦ ἀνεῳχθῆναι τὸ τῆς εὐσεβείας πολίτευμα.

Τίς δὲ ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς, ἐν ᾧ πληρωθῆναι λέγεται τὰ παρὰ τῆς Σιὼν ἐπηγγελμένα; Ὁ τῆς ἀναστάσεώς σου, Κύριε. Ἐπεὶ γὰρ τὴν τοῦ κόσμου ἁμαρτίαν ἆραι ἐλήλυθας· οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν· ὅτε ἐνέστη ὁ χρόνος, καθ᾽ ὃν εἴρηται ὅτι, «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, τότε ὑπὲρ παντὸς ἐγεύσω θανάτου.» Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου. Εἰκότως δὲ μεταξὺ τοῦ εὐδοκεῖσθαι τοὺς λίθους τοῦ προτέρου λαοῦ τὴν τῶν ἐθνῶν ἐπισυνάπτει κλῆσιν, καὶ λευκότερον παρίστησιν, ὅτι τὸν σωτήριον ἀναλήψονταί ποτε φόβον, καὶ θεοσεβήσουσιν.

Οἱ βασιλεῖς δὲ εἶπεν ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστιν, οὐκ ἔθνος, οὐ βασιλεία, ἡ μὴ προσκυνοῦσα τὴν δόξαν Χριστοῦ, ἢ καθόλου ἢ ἀπὸ μέρους. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἑτέρως δὲ οἰκοδομήσει τὴν Σιὼν ὁ Κύριος, τουτέστι τὴν Ἐκκλησίαν· οἰκοδομὴν δέ φημι καθ᾽ ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· καὶ τότε δοξασθήσεται ἐν αὐτοῖς.

Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὑψηλότερον δὲ δοκεῖ μοι διὰ τούτων ὁ προφητικὸς χορὸς σημαίνειν τὴν διὰ τοῦ Σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν· ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης. Ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρουσίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύσουσιν, οὐκέτι τοῖς πατρῴοις δαίμοσι, ἀλλὰ τῷ Κυρίῳ· ἐν αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ, τὴν ἐμὴν, φησὶν, ἰσχὺν ἐκάκωσεν ὁ Κύριος, κολοβῶσαι τὰς ἡμέρας, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. Ὁ προφητικὸς μὲν οὖν ἐστι χορὸς ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν καὶ λέγων πρὸς τὸν Θεὸν ὁποῖος ἔσται ὁ ἡμέτερος βίος. Ηὔχετο γὰρ μαθεῖν εἰ φθάσειεν εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ᾽ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής.

Ὁδὸν δὲ ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν καλεῖ· ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ἥμισυ δὲ τῶν ἑαυτοῦ ἡμερῶν, ἤτοι τῆς ζωῆς, τὸ τέως ἐν θεωρίᾳ γενέσθαι τῆς ἐπιφανείας. Ηὔχετο οὖν πληρωθῆναι τὸν ὅλον αὐτοῦ χρόνον, καὶ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῆναι· οὕτω γὰρ ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Τέως μὲν γὰρ, φησὶν, ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ· λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν εὐχὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

Κατὰ δὲ τὴν ἱστορίαν, Βλέπων, φησὶν, ἐμαυτὸν ἀτονοῦντα καὶ βαρυνόμενον, ὀλίγον ὑπολαμβάνω καιρὸν ὑπολελεῖφθαί μοι ζωῆς. Μὴ οὖν ἐκδημήσαιμι τοῦ σώματος ἐν τῷ ἡμίσει καὶ ἀτελεῖ τῶν ἡμερῶν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Ἀναγκαίως προειπών· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, εὐξάμενός τε παραθεῖναι τὴν ζωὴν μέχρι τῆς ἐκβάσεως τῶν προφητευομένων, συνορᾷ τὸ ἀδύνατον διὰ τὸ ἀσθενὲς καὶ ὀλιγοχρόνιον τῆς θνητῆς φύσεως· εἶτα ἔφη· Σοῦ μόνου, Κύριε, τὰ ἔτη εἰς γενεὰν καὶ γενεὰν διατείνει· καὶ σὺ ἥξεις εἰς ἐκείνην τὴν γενεὰν, κἀκεῖνον τὸν λαὸν, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Γραφήτω αὕτη εἰς τὴν γενεὰν ἑτέραν, καὶ τὰ ἑξῆς.

Κατ᾽ ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Εἰ μὲν γὰρ οὐ συνῆσθα, φησὶ, κατ᾽ ἀρχὰς, ὦ Κύριε, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα· νῦν δὲ, ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι, καὶ μὴ πρότερον ὄντα, σῇ βουλῇ καὶ δυνάμει γέγονεν. Ἓν γάρ ἐστι μένον ἀεὶ, καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἑλιχθήσονται. Καὶ οἱ οὐρανοὶ δὲ, εἰ καὶ μέγα καὶ ἐξαίρετόν τι τυγχάνουσι κτίσμα, ἀλλ᾽ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ· ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς εὐχερῶς οὕτως ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

Καινοῖς γενομένοις καὶ ἐπὶ τὸ κρεῖττον μεθαρμοσθεῖσι, καὶ τὸ σπέρμα ἑαυτῶν, δηλαδὴ τῶν δούλων σου, εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

Τῼ ΔΑΥΙΔ. ΡΒʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Τάχα δὲ μέσην ἀπολειφθεῖσαν τὴν ψυχὴν τοῦ σώματος καὶ τοῦ πνεύματος, τὸ μὲν σῶμα ἐπὶ τὰς οἰκείας ἐπιθυμίας καὶ ἀνδραποδώδεις ἡδονὰς καθέλκει, ὥσπερ ἀφ᾽ ὕψους ἄνωθέν ποθεν καταβάλλον αὐτήν· τὸ δὲ πνεῦμα πάλιν πρὸς ἑαυτὸ ἀνέλκει ἄνω που πρὸς Θεὸν ἀνάγον, καὶ τοῦ Κυρίου μνημονεύειν παρακαλεῖ, εὐλογεῖν τε αὐτὸν, καὶ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχειν· ἢ αὐτὸς ἑαυτὸν ἐπὶ τὸν ὕμνον διεγείρειν καὶ εὐλογεῖν τὸν Θεὸν ἐγκελεύεται, καλὸν ἑαυτῷ σωτηρίας φάρμακον τὴν εἰς τὸν Θεὸν εὐλογίαν προβαλλόμενος.

Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τοῖς ἐντὸς αὐτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, τουτέστι τῇ φύσει τῶν ἔσωθεν ἐξερχομένων διαλογισμῶν, ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροί εἰσι, φόνοι, μοιχεῖαι, κλοπαί· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικόν. ᾯ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, καὶ πάντα τὰ ἐντὸς καθιεροῖ καὶ πάσας τῆς ψυχῆς τὰς δυνάμεις, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινεῖ· ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα καὶ τὰς διαφόρους δυνάμεις αὐτῆς, τὴν νοητικὴν, τὴν διανοητικὴν, τὴν βλεπτικὴν, τὴν ὁρμητικὴν, τὴν φανταστικὴν, τὴν μνημονευτικὴν, τὰς ἑτέρας· πολλαὶ γὰρ δυνάμεις καὶ διάφορα κινήματα ἐν τῇ ψυχῇ· καθ᾽ ἃ ποτὲ μὲν σπουδαῖόν τι διανοούμεθα, ποτὲ δὲ ἐπιθυμοῦμεν, ποτὲ δὲ ἐπιθυμούμεθα, ποτὲ δὲ κρίνομεν· καὶ ἄλλοτε μὲν ἐφιέμεθά τινων, ἄλλοτε δὲ ἀποστρεφόμεθα· καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δὲ ἐκκλίνομεν, καὶ ποτὲ μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι. Πάσας οὖν ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον Πνεῦμα εὐλογεῖν τὸν Κύριον.

Εἰ δὲ καὶ σωματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴποι ἂν, ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ Θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ Θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ Θεοῦ εὐλογίαν κέκληται. Εἰ μέντοι τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος πλάττει, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιπλάττει, ἑτέρως νοήσομεν ἐπ᾽ αὐτῇ τὰ περιτιθέμενα μέρη τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν, οἰκείως κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λογικοῦ καὶ ἀλόγου· στῆθος τὸν θυμὸν, γαστέρα τὴν ἐπιθυμίαν, τοῖς τῶν μερῶν ὀνόμασι συμβόλοις τῶν δυνάμεων χρώμενοι.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Αὗταί εἰσιν αἱ περὶ ἡμᾶς ἀνταποδόσεις τοῦ Θεοῦ· Πρῶτον ἱλασμὸν ἔθεικε τῶν ἡμετέρων ἁμαρτιῶν, ἃς ἐν πλάνῃ καὶ εἰδωλολατρείᾳ διεπραξάμεθα· καὶ ἵλεως ἑκάστῃ τούτων ἐγένετο, προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ τὴν ἄφεσιν δοὺς διὰ τοῦ ἱλασμοῦ αὐτοῦ, ὅς ἐστι Χριστός· δεύτερον δὲ, ἐπειδὴ καὶ μετὰ τὴν ἄφεσιν συνέβη σε νοσεῖν, ὦ ψυχὴ, ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσι, καὶ ταύτας τὰς νόσους ὁ Σωτὴρ καὶ λογικοῖς καὶ σωτηρίοις φαρμάκοις, τοῖς ἐν ταῖς θείαις αὐτοῦ Γραφαῖς καταβεβλημένοις, ἐθεράπευσε· τρίτον ἐπὶ τούτοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν, καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ ἀποθανεῖται, ἀκόλουθα τῷ αὐτοῦ πράττων ἐλέῳ, λύτρα δοὺς ὑπὲρ σοῦ τῷ θανάτῳ τὸ τοῦ Μονογενοῦς αἷμα, ἐλυτρώσατο· τέταρτον, οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέει καὶ οἰκτιρμοῖς χρώμενος, ἐπεὶ ἐξ ἔργων οὐδεὶς δικαιοῦται, ἐστεφάνωσέ σε τῷ τῆς υἱοθεσίας χαρίσματι.

Καὶ ἁπλῶς οὗτός σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι δεδώρηται τῶν παθῶν τὴν ἴασιν, τῆς ἀναστάσεως τὴν ἐλπίδα, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ τὸν τῆς ἀφθαρσίας χιτῶνα ἐνέδυσε, καὶ χάριτι σέσωκε.

Χάριτος γὰρ καὶ φιλανθρωπίας ὁ στέφανος. Καὶ ταῦτα πάντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα· πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνον. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πνευματικῶν ἀγαθῶν σε ἐνέπλησεν, ἢ καὶ τὴν ἐν ἀγαθοῖς ἐπιθυμίαν σου ἐπλήρωσεν, ὃς τήν γε ψυκτὴν ψυχὴν ἀπαγορεύει, δίδωσι δὲ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.

Εἰ δὲ βούλει κατὰ ταὐτὸν ἰδεῖν παθήματα καὶ ἁμαρτήματα λυόμενα, ἔχεις τὸν παράλυτον τῆς διπλῆς ταύτης ἀπολαύσαντα χάριτος· ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, καὶ, Ἆρον τὸν κράββατόν σου· οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως, ὁ λῃστὴς, οἱ τελῶναι, ἀπλῶς ἅπαντες οἱ πιστεύσαντες.

Τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποθεμένην ἄνθρωπον, τὸν δὲ νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος αὐτὸν, λαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς μηκέτι παλαιοῦσθαι, μηδὲ εἰς φθορὰν αὖθις χωρεῖν, ἀεὶ δὲ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. Ἐπεὶ δὲ ὁ ἀετὸς τῶν ὀρνέων ἐστὶ βασιλικώτατον, ἀλλὰ καὶ ὑψιπετέστατος, μόνος δὲ ζώων ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸς, καὶ ἀτενὲς ἀφορᾷν αὐτῷ, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, καὶ τὸν βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε.

Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις, ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Ἐκ τῆς αὐτῆς δὲ Μωσέως Γραφῆς μαθήσῃ ὁποῖα κρίματα παρέσχε τοῖς ἀδικουμένοις· κρίσει γὰρ δικαίᾳ μετῆλθε τοὺς Αἰγυπτίους, πληγαῖς θεηλάτοις κολάσας αὐτοὺς ὑπὲρ τῶν αὐτῶν ἠδικημένων υἱῶν Ἰσραήλ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Ὥσπερ ἀπὸ σκότους τῆς τῶν ἁμαρτημάτων ἀγνοίας ἐπὶ τὸ φῶς τῆς αὐτοῦ γνώσεως μετεστήσατο ἡμᾶς· καὶ ταῦτα ἔπραξεν ὡς ἀγαθὸς πατὴρ σπλαγχνιζόμενος ἐπὶ υἱοῖς μεμηνόσι, καὶ ἐπὶ κακῶς διακειμένοις τέκνοις μείζονα οἶκτον ἀναλαβών· τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ᾠκτείρησεν ἡμᾶς, ἐξ ἀθέων καὶ ἀφόβων εὐσεβεῖς καὶ φοβουμένους αὐτὸν ἀπεργασάμενος.

Τὸ ἔλεος δὲ τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ τοὺς υἱοὺς τῶν υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.

Ὅμοιον καὶ τὸ, Ποιῶν ἔλεος τοῖς ἀγαπῶσί με. Παρατείνει γὰρ τὸ ἔλεος Κυρίου, καὶ ἡ σύζυγος αὐτοῦ δικαιοσύνη, εἰς πᾶσαν τὴν γενεὰν ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ τοὺς υἱοὺς αὐτῶν, τουτέστι τοὺς τῶν ἔργων αὐτοῦ ζηλωτὰς, τοὺς οὐχ ἁπλῶς μεμνημένους τῶν ἐντολῶν αὐτοῦ, ἀλλ᾽ ἐπιτιθέντας τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταὐτὸ τὸν οἰκεῖον βίον ῥυθμίζοντας. Δίδονται γὰρ αὗται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν καὶ γνῶσιν ἔχειν ἡμᾶς, ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. Τοῦτο καὶ ὁ Σωτὴρ παρίστησιν εἰπών· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· τῆς γὰρ ποιήσεως ἀλλ᾽ οὐ τῆς μνήμης αὐτῶν μόνης ὁ μισθός· καὶ οὐχ οἱ ἀκροαταὶ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.

Καλῶς δὲ διαθήκη ὁ νόμος τοῦ Θεοῦ προσηγόρευται, ἵνα κληρονομίαν ἐλπίζωμεν ἐξ αὐτῆς οἱ φυλάσσοντες. Ὅτι δὲ ἡ μὲν φύσις ἡμῶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν, μυρία ἂν εὕροις μαρτύρια. Διὰ γὰρ τὴν τοῦ Ἀβραὰμ δικαιοσύνην, καὶ τὴν τοῦ Ἰσαὰκ καὶ Ἰακὼβ, τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσε· τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν κτησαμένῳ εὐσέβειαν, ἀλλ᾽ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον· τῷ θεσπεσίῳ Δαυῒδ, ἄσβεστον ἐτήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων.

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει. Ἀκριβῶς δὲ τὸ πάντων δεσπόσει, εἴρηται, ἀλλ᾽ οὐ, πάντων δεσπόζει· ἐπεὶ μὴ πάντες ἄξιοι τυγχάνουσι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Δεσπόζει δὲ πάντων καθ᾽ ἑτέραν ἐπίνοιαν καὶ τῶν ἀναξίων τῆς βασιλείας αὐτοῦ κρατῶν, οἷα δὴ πάντων Κύριος.

Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀνωτέρω μὲν τὸ θεῖον Πνεῦμα τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐκάλει ἐπὶ τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ, φάσκον· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· νῦν δὲ, ἐπειδὴ τοῦ θρόνου τοῦ Θεοῦ ἐμνημόνευσε, καὶ τῶν οὐρανίων διατριβῶν, ἃς τοῖς ἀξίοις ὁ Θεὸς ἡτοίμασε, σφόδρα ἀκολούθως ταῖς οὐρανίοις δυνάμεσι συγχαίρειν τῇ τῆς ψυχῆς σωτηρίᾳ παρακελεύεται, κατὰ τὸν σωτήριον λόγον φήσαντα χαρὰν ἔσεσθαι ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ἀλλὰ καὶ εἰς τέλος ἄγει τὴν ἀνθρώπου ψυχὴν καὶ τὰς οὐρανίους δυνάμεις· τὸ γὰρ αὐτὸ τῆς εὐλογίας ἔργον καὶ ταύτῃ κἀκείνοις ἐπιτάττει. Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ᾽ ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ ὅμως τοῦτο ποίει. Ἴσθι δὲ, ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ἀκούειν τῆς φωνῆς αὐτοῦ καὶ τῶν λόγων αὐτοῦ, πρεπόντως καὶ κατ᾽ ἀξίαν εὐλογοῦσιν αὐτόν.

Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες τὸν ἰσάγγελον βίον μετερχόμενοι, ἅτε τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες, ἰσχύοντες δὲ καὶ αὐτοὶ ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ δυνατοὶ τῆς φωνῆς αὐτοῦ ὑπακούειν, κατὰ τὸν φήσαντα· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. Καὶ οὗτοι, ἰσάγγελοι ὄντες, εὐλογείτωσαν αὐτόν. Μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν.

Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ. Ὁ μὲν Δαυῒδ, ἐπειδήπερ εἰσὶ καὶ ἀντικείμεναι δυνάμεις, σφόδρα ἀναγκαίως ἐπιφέρει τό· λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ, δεικνὺς τίνας βούλεται καὶ ὁποίας δυνάμεις εὐλογεῖν τὸν Θεόν· ὅτι μὴ πάσας, μηδὲ τὰς ἐναντίας, ἀλλὰ μόνος τὰς ἀξίας τὰς ἐν διαφόροις τάξεσι λειτουργούσας αὐτῷ, ἤτοι ποιούσας αὐτοῦ τὸ θέλημα. Λειτουργοὶ γάρ εἰσι Θεοῦ δυνάμεις ὑπερητοῦσαι αὐτῷ εἰς ἃ βούλεται ποιεῖν δι᾽ αὐτῶν ἐπ᾽ εὐεργεσίᾳ καὶ ὠφελείᾳ παντός· διὸ καὶ ποιεῖν τὰ θελήματα αὐτοῦ εἴρηνται. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ἡ τῆς ἀκολουθίας διάνοια τοῦτον ἔοικεν ὑποβάλλειν τὸν νοῦν· Εἰ μὲν ἀγγέλων ἦν, φησὶ, μόνον, καὶ θείων δυνάμεων καὶ οὐρανίων λειτουργῶν Θεοῦ τὸ εὐλογεῖν αὐτὸν, καλῶς ἂν εἶχες, ὦ ψυχὴ, ὑποστέλλεσθαι ἑαυτὴν, τοῖς κρείττοσι παραχωροῦσα τὴν εὐλογίαν· ἐπειδὴ δὲ ὁ θεῖος λόγος πᾶσι τοῖς ἔργοις αὐτοῦ εὐλογεῖν τὸν Κύριον προστάττει· προσήκει γὰρ πᾶσαν τὴν κτίσιν κατὰ τὴν αὐτῆς δύναμιν τὸν πρέποντα ὕμνον ἀποδιδόναι τῷ Θεῷ· τί μέλλεις, ὦ ψυχή; Οὐχὶ καὶ αὐτὴ, ἅτε ἔργον οὐκ εὐκαταφρόνητον οὖσα τοῦ Θεοῦ, ἀλλὰ κατ᾽ εἰκόνα ἑαυτοῦ πεποιημένη, ἀνεγείρῃ σεαυτὴν ἐπὶ τὴν θεολογίαν καὶ εὐλογίαν τοῦ Θεοῦ;

Ἐπειδὴ ἡ δεσποτεία αὐτοῦ, κατὰ τὸ εἰρημένον, πάντων δεσπόζει, οὐρανίων, ἐπιγείων, καταχθονίων, ἀκολούθως πάντα τὰ ἔργα αὐτοῦ, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντα, τὰ σύμπαντα γὰρ, φησὶ, δοῦλα σὰ, ὡς ποιήματα, εὐλογείτω αὐτόν. Καὶ πῶς εὐλογοῦσι τὰ ἄλογα καὶ τὰ ἄψυχα; Ὡς οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, πάντως ἀντὶ φωνῆς χρώμενα τῇ ὄψει εἰς ἔμφασιν τῆς θείας δυνάμεως· παρ᾽ ὧν ἐγὼ λαμβάνω τοῦ ὑμνεῖν τὰς ἀφορμὰς, καὶ κινοῦμαι πρὸς εὐφημίαν τοῦ κτίσαντος. Ἄλλως τε εἰώθασιν οἱ προφῆται καὶ τὴν ἄλογον φύσιν πολλάκις παραλαμβάνειν εἰς εὐφημίαν τοῦ Θεοῦ, ὡς οὐκ ἀποχρώσης τῆς λογικῆς, καθάπερ ἀμέλει καὶ οἱ παῖδες ἐν τῇ καμίνῳ. Πλὴν τὸ ἐν παντὶ τόπῳ ᾄδειν οὐχ ἁρμόττει τοῖς Ἰουδαίοις.

Ἐκεῖνοι γὰρ, ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν ἐν Βαβυλῶνι, ἔφασαν, ἔννομον δρῶντες· Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένοις αἴρειν ὁσίους χεῖρας. Τοῦτο καὶ ὁ δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, τὴν τοπικὴν ἀναιρῶν προσκύνησιν, τὴν δὲ ἐν Πνεύματι καὶ ἀληθείᾳ διδάσκων λατρείαν.

ΨΑΛΜΟΣ ΡΓʹ Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Διὰ τῆς τῶν κτισμάτων μεγαλουργίας καὶ προνοίας καὶ ποικιλότητος χαίρειν δὴ ἐν ταὐτῷ καὶ θάρσος ἀναλαμβάνειν διδάσκεται ἡ ψυχὴ, διὰ τοῦ σεμνύνεσθαι, καὶ Κύριον ἑαυτῆς καὶ Θεὸν τῶν τοσούτων μεγαλουργὸν ἐπιγράφεσθαι, καὶ ἰδιοποιεῖσθαι αὐτὸν ἐν τῷ λέγειν· Ὁ Θεός μου, μετὰ διαθέσεως, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ὡς ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, οὕτω τὸ μὴ δύνασθαι διασχεῖν τὸ περὶ τὸν Θεὸν φῶς, ἀκατάληπτον αὐτοῦ τὴν οὐσίαν παρίστησιν. Ἀλλὰ τί φῂς, ὦ Δαυΐδ; Ὁ εὐαγγελιστής φησιν· Ὅτι αὐτός ἐστι φῶς ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ Παῦλος, ὅτι φῶς οἰκῶν ἀπρόσιτον, σὺ περιβεβλῆσθαι τὸ φῶς αὐτὸν φῂς ὡς ἱμάτιον; Ὁρᾷς, ὅτι, κἂν προφήτης ᾖ τις, κἂν εὐαγγελιστὴς, κἂν ἀπόστολος, οὐ δύναται περιδράξασθαι τῆς σαφηνείας, ἀλλ᾽ ἀπὸ τῶν παρ᾽ ἡμῖν ὀνομάτων ἀναβαίνοντες κατὰ μικρὸν ἀμυδράν τινα παριστῶσιν ἔννοιαν τῆς ἀῤῥήτου δόξης ἐκείνης. Ἐπειδὴ γὰρ αὐτὸ τί ποτέ ἐστι τὴν οὐσίαν οὐκ ἴσασιν, ἀπὸ τῶν παρ᾽ ἡμῖν λαμπρῶν φιλονεικοῦσιν ἐπιλαβέσθαι αὐτῆς ὡς οἷόν τε.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἐντεῦθεν εἰκότως. ἑρμηνευόμενα τὰ σεραφὶμ, εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπιπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσι. Καὶ τὸ, σεραφὶμ τὸν ἐμπρησμὸν δηλοῦν λέγεται. Διὸ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· Ὁ ποιῶν ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ἔναγροι εἰς δίψαν αὐτῶν. Ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ἐπεὶ καὶ ἀρχόμενος ἔλεγεν· Ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ· νῦν φησι· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων σου· εἰ μή τῳ φίλον ὑπερῷα τοῦ Θεοῦ ὡς παρ᾽ αὐτοῦ πεποιημένα τὸν ἀέρα νοεῖν, τοῖς νέφεσι περιβαλλόμενον.

Ποτίζει τοιγαροῦν ὁ Θεὸς τὰ ὄρη καὶ τὰ ἐν τούτοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, οὐδ᾽ ἀπὸ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ᾽ ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνωθεν ἀφ᾽ ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους ἐπιχορηγῶν ὑετούς. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. Ὄρη μέν εἰσιν οἱ πνευματοφόροι ἄνδρες· ποτίζονται δὲ ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ Θεοῦ, πληρούμενοι τῶν τοῦ Πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. Ὑπερῷα δὲ Θεοῦ, ἀφ᾽ ὧν τὰ ὄρη ποτίζει, ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσι, ὑπερῷα καλούμεναι, τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Αὐτὸς γὰρ εἶπε· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, καὶ τὰ ἑξῆς. Ἐκ τῶν Ἰησοῦ κατὰ τὴν οἰκονομίαν ἔργων, πολὺν καρπὸν ἐχόντων, ἅπασα ἡ γῆ χορτάζεται, μεταλαμβάνουσα τῶν οὕτω παραδόξως ὑπὸ Ἰησοῦ γεγενημένων· οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. Καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς, οἷα καρπὸς ἔργων Θεοῦ τυγχάνων, χορτάσει τὴν γῆν· φημὶ δὴ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ τὰ ἑξῆς. Εἶπεν, ὅτι ἀπὸ τοῦ ὑετοῦ κτᾶται πλησμονὴν ἡ γῆ, τοῦ Θεοῦ ἐργαζομένου τὴν ἐκ θαλάσσης τῶν ὑδάτων ἀναγωγήν. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν, ὅτι πιανθεῖσα ἐκ τῆς τῶν ὑδάτων χορηγίας ἡ γῆ, ἐξανατέλλει τοῖς ἀπ᾽ αὐτῆς ἅπασι τὰς προσφόρους τροφάς· ἀνθρώπῳ μὲν εὐγενεῖ ζώῳ, καὶ ὑπὸ τοῦ Θεοῦ τετιμημένῳ, ἐξαίρετον καὶ ἀφωρισμένην τροφὴν, ἄρτον, καὶ οἶνον καὶ ἔλαιον· ἄρτον μὲν ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχὴν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα, καὶ ἁπαλύνεσθαι θεραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. Οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπόλαυσιν οἷα πατὴρ ὁ Θεὸς ἐδωρήσατο. Οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζώων κατωλιγώρησεν ἐπιμελείας· φροντίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν καὶ τούτοις ἀπένειμε τροφήν· χόρτον μὲν τοῖς κτήνεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας.

Σφόδρα δὲ ἀκριβῶς ὁ προφήτης τὴν τῶν ζώων πεποίηται διαίρεσιν· κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφάγον ζῶον, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῶα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρισμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συνεργοῦντα ἀνθρώπῳ, ὡς βοῦς· τὰ δὲ ἀχθοφορεῖ, ὡς ὄνος· τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται· ἃ οἰκείως καὶ προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησὶ, τουτέστι τὴν ὑπ᾽ ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν· τοῖς δὲ ἄλλοις κτήνεσι, τὸν αὐτομάτως βλαστῶντα χόρτον. Δύναται δὲ καὶ ἀμφότερα ἥ τε χλόη καὶ ὁ χόρτος, ὁμοῦ καὶ τοῖς κτήνεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρκοβόρα· τὰ δὲ ἑρπετὰ, αὐτῇ τῇ γῇ κέχρηται τροφῇ Ὅρα δὲ κύκλῳ περιϊόντα τὸν λόγον καὶ τὰ σαφέστερα παρατρέχοντα, ἐμφιλοχωροῦντα δὲ τοῖς παρὰ τῶν πολλῶν ἀντιλεγομένοις, καὶ τῶν ἀλόγων οὐκ ἀφιστάμενον, καὶ τῆς χρείας αὐτῶν καὶ τῆς ὑπηρεσίας.

Ποιεῖ δὲ τοῦτο διὰ δύο ταῦτα· δι᾽ ἓν μὲν, ἵνα ἐκ περιουσίας ἐπιστομίσῃ τὴν ἀναισχυντίαν τῶν λεγόντων εἶναί τι περιττὸν ἐν τῷ κόσμῳ καὶ ἄχρηστον· δι᾽ ἕτερον δὲ, ἵνα δείξῃ ὅση τῷ Θεῷ τῶν ἀνθρώπων ἡ κηδεμονία, ὅπου γε τῶν δι᾽ ἐκείνους γενομένων τοσοῦτον ποιεῖται λόγον. Τί ταύτης ἶσον γένοιτ᾽ ἂν τῆς κηδεμονίας, ὅταν καὶ τὰ δουλεύοντα ἡμῖν οὕτω τρέφῃ, καὶ μὴ συγχωρῇ πονεῖσθαι περὶ πάντα; Οὔτε γὰρ εἴασε τὸν ἄνθρωπον, οὔτε βαρύνει τοῖς πόνοις αὐτὸν, ποικίλλων αὐτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα καλὸν εἰπεῖν πρὸς τὸν τοὺς ὁμογενεῖς καταδουλούμενον· μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα· σὺ δὲ ταῦτα ὀλιγωρεῖς· διὸ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῇ κυριεύειν ἐποίησας. Τὸν καθ᾽ ὁμοιότητα Θεοῦ ὄντα καὶ πάσης γῆς ἄρχοντα τίς ὁ ἀπεμπολῶν; τίς ὁ ὠνούμενος; μόνου Θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ Θεοῦ· ἀμεταμέλητα γὰρ αὐτοῦ τὰ χαρίσματα. Εἰ δὲ ὁ Θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; Πλὴν ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι. Μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον. Ἐξανατέλλει δὲ ἐν τούτοις ὑπερφυέσι καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον· ὃν φέρεσθαι τροφὴν οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι.

Ἔστι δὲ ὁ ἐν τούτοις τοῖς ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς Γραφῆς· ἀλλὰ καὶ ὁ ἠθικώτερος, οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν, οὐκέτι ἐν δουλείᾳ τῶν ἀνθρώπων ὄντες, ἀλλ᾽ ἄνθρωποι γεγενημένοι, ἐροῦσι πάλιν ἕκαστος· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἄξιον ἐνταῦθα ζητῆσαι τίνος χάριν εἰπὼν ὁ Δαυῒδ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν, ἐπήγαγε· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, ἀπὸ τοῦ σίτου δηλαδὴ κατασκευαζόμενον. Τί ποτέ ἐστιν ὅπερ αἰνίξασθαι βούλεται; Ὅτι τὸ αὐτὸ σπέρμα κοινὴ γίνεται ἐδωδὴ καὶ ἀλόγοις καὶ ἀνθρώποις, οὐ κατὰ τὸ αὐτό. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας. Σκόπει δέ· Καταβάλλεται σῖτος, τέως μὲν ἀνθρώπων ἐστὶ τροφὴ μόνον· ἐπειδὰν δὲ βλαστάνῃ, ἄνεισι καὶ τὴν τῶν ἀλόγων ἔχων τροφήν. Ὥσπερ γὰρ αὐτὸ τὸ εἶναι δι᾽ ἡμᾶς ἔλαβε τὰ ζῶα, οὕτω καὶ ἡ τροφὴ αὐτῶν ἐκ τῆς ἡμετέρας τροφῆς ἔχει τὴν ἀρχήν. Ἡ γὰρ χλόη διὰ τοῦτο προηγουμένως γέγονεν, ἵνα τὸν σῖτον διατηρῇ.

Εἶδες οὖν τὰ ἄλογα οὐ μόνον ἡμῖν δουλεύοντα, ἀλλὰ καὶ τὴν τροφὴν τῶν ἀλόγων τῇ ἡμετέρᾳ τροφῇ ὑπηρετουμένην, καὶ τῇ τάξει πάλιν τὸ αὐτὸ τοῦτο μιμουμένην. Ὥσπερ γὰρ πρότερον ἄλογα, καὶ τότε ἄνθρωπος, ἐπειδὴ διὰ τὸν ἄνθρωπον τὰ ἄλογα· οὕτω καὶ πρῶτον χλόη, καὶ τότε σῖτος ἐν τῇ βλάστῃ, ἐπειδὴ διὰ τὸν σῖτον ἡ χλόη. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Οὐ πᾶς, ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.

Ἀλλ᾽ ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται, εἰς τοῦτον δὲ λαβεῖν ἐστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά· καὶ οὗτος ὁ λόγος ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος, ἐπὶ τὸ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον, καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένον. Ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. Τοῦ ἐξιλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς, ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν· Ἐγὼ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας· ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Ὁ Ἑβραῖος καὶ οἱ λοιποὶ, ξύλα τοῦ Κυρίου, τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν.

Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Καλῶς τῷ Θεῷ προσέγραψε τῶν κέδρων τὴν φυτείαν· ὅτι ἐκτὸς ἀνθρωπίνης ἐπιμελείας ἐπὶ τοσοῦτον ηὐξήθησαν.

Οὐ γὰρ ἀλσοκόμος τις τούτων γέγονε φυτουργός· ἀλλ᾽ ὁ θεῖος Λόγος, ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν εἰργάσατο κορυφάς. Εἰ δὲ αὐτὸς ἐφύτευσε, πάντως ὅτι χρήσιμα· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν. Τοῦ μὲν Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τὰ ἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι.

Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὁ Ἀκύλας οὕτως ἔχει· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, νῦν καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Οὐκ ἀσκόπως δὲ, οἶμαι τὰ δόξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ᾽ οὐρανὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ λόγος ἐπαναλαμβάνει, μετὰ τοσαῦτα μνημονεύσας αὐτῶν, ἀλλ᾽ ὑπὲρ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη. Τάχα γὰρ, εἰ πρῶτον αὐτῶν ἐμνημόνευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις, καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς ζώων τε καὶ καρπῶν συστάσεως. Τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέσεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. Ἀλλ᾽ οὐκέτι ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ᾽ ὅτι καὶ τούτων ἐκτὸς ἡ καθόλου πρόνοια τοῦ Θεοῦ οὐ μόνον τὰ κατ᾽ οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῶά τε καὶ φυτά. Τοῦτο καὶ Μωσῆς διδάξαι βουληθεὶς, πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ᾽ οὕτως τὴν τῶν φωστήρων σύστασιν.

Καὶ νῦν δὲ ὁ Δαυῒδ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν οὐρανοῖς πρόνοιαν, δι᾽ οὐδὲν ἕτερον τὴν σελήνην γεγενῆσθαι λέγων, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν· τὸ γὰρ, εἰς καιροὺς, τοῦτο δηλοῖ· τουτέστιν, εἰς τὸ διαγινώσκειν διὰ τῶν ἐν αὐτῇ τροπῶν τὰς τῶν καιρῶν μεταβολὰς, εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. Αἱ γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι· τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ ἐν τοσαύταις ἡμέραις αὐξάνουσά τε καὶ φθίνουσα· ὥστε ἡ τῆς σελήνης δημιουργία διὰ τὴν τῶν καιρῶν διδασκαλίαν γέγονεν· Οὐχ ἡ τυχοῦσα δὲ χρεία ἐντεῦθεν ἀνύεται ἐκ τοῦ καιροὺς εἰδέναι καὶ παρασκευάζεσθαι πρὸς ἅπαντα· ὡς, εἰ μὴ τοῦτο ἦν, πάντα ἂν ἀπολώλει, οὔτε γεωργοῦ, οὔτε ναύτου, τοῦ μὲν τὴν γῆν ἀνατέμνειν, τοῦ δὲ τὴν θάλασσαν εἰδότος ἐν καιρῷ τῷ προσήκοντι. Αὕτη ἡ ἐκ τῶν καιρῶν τούτων γνῶσις οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐπιτηδεία καὶ χρησιμωτάτη.

Περὶ τῶν φωστήρων καὶ ἐν τῇ Γενέσει εἴρηται· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· εἰς σημεῖα μὲν ἐπομβρίας, αὐχμῶν, πνευμάτων κινήσεως· εἰς καιροὺς δὲ, τὰς τῶν ἀέρων ἐναλλαγὰς, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου· ἃς εὐτάκτως ἡμᾶς περιοδεύειν τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει· εἰς ἡμέρας δὲ, οὐχ ὥστε ἡμέρας ποιεῖν· ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως· ἀλλ᾽ ὥστε κατάρχειν τῶν ἡμερῶν· εἰς ἐνιαυτοὺς δὲ, ὅτι σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική· ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον τοῦ ἡλίου ἀποκατάστασις.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην. Μόνον γὰρ φωτίζειν ἔμαθεν ἥλιος· Οὐδ᾽ ἀεὶ καὶ διαπαντὸς, τῆς δὲ ἡμέρας ἀρχὴν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαίνουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον· ὅπως νυκτὸς γενομένης, καὶ ἐπιπολάσαντος τοῦ σκότους τῇ γῇ, ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζώων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα προσέλθοι ἐπὶ τὴν οἰκείαν τροφήν· ἐν οἰκείῳ γὰρ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι.

Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ὅτι μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ὁ Θεὸς ὡς τῶν ἁπάντων κηδεμὼν, καὶ τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων, τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν, καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο· τὰ δὲ ὡς τοῦ φωτὸς συγγενῆ ἐν ἡμέρᾳ προϊέναι, καὶ τὸν βίον αὐτῶν ἐν τῷ φωτὶ διάγειν συνεχώρησε· τῶν μὲν θηρίων εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζώου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζώων γεννητικὸν καὶ θρεπτικὸν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμπληθῆ γένη ζώων τρέφει. Οὐ γὰρ κενοὺς τοὺς χώρους ὁ Θεὸς ἐποίησεν, ἀλλὰ ζώων πάντα ἐνέπλησε τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν· τὸν μὲν ὀρνίθων μόνον, τὴν δὲ τετραπόδων καὶ πτερωτῶν, τὴν δὲ ἀπείρων ἰχθύων· ὧν οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, καὶ τροφὴ τοῖς μείζοσιν οἱ ἐλάττονες, καὶ τὸ γένος οὐ δαπανᾶται. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις συνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ᾽ ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόσοδος.

Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς καταδεεστέρους καταπίνουσιν. Ἀλλ᾽ ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμβαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομάζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ.

Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται, λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ᾽ ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ᾽ ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ᾽ ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινόνητον.

Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκκλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πληθὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ᾽ ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἁπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν.

Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου, καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς, συγκαταβαίνοντες ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Ἔτι τὸν τῇδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ τὸν ἀναφυρμὸν, σημαίνων ἡμῖν ἀστείως ὁ μελῳδὸς, Αὕτη ἡ θάλασσα, φησὶν, ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων. Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ᾽ οὐδενὶ μὲν ἔσθ᾽ ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν τῇδε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς, καὶ εἰκαίους ἀνατλῆναι παρασκευάζει πόνους. Οὐκοῦν ἰχθύων διανηχόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τουτέστι τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος.

Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσι· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ὅρα εἰ δυνήσῃ καθολικὸν ἀπὸ τούτου ἐκλαβεῖν δόγμα, ὡς πάντων τῶν γενητῶν πενομένων, λειπομένων τε καὶ δεομένων τῆς παρὰ τοῦ Θεοῦ χορηγίας, ἧς μεταλαβόντα δυναμοῦται καὶ ἰσχύει, ὥσπερ διὰ τροφῆς ζωούμενα. Πάντα πρὸς σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Τὰ πάντα δὲ φήσας ὁ λόγος περιείληφεν ὁμοῦ τὰς νοητὰς καὶ ἁγίας δυνάμεις, τάς τε αἰσθητὰς καὶ τὰς ἐν θνητοῖς σώμασιν. Οὕτω γὰρ μᾶλλον μειζόνως ἡ ἀγαθότης διαλάμπει, τῷ καὶ ἀξίοις καὶ μὴ ἀξίοις τῆς παρ᾽ αὐτοῦ χρηστότητος μεταδοῦναι.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Περὶ ἀνθρώπων δὲ ὁ λόγος, καὶ οἶμαί γε διὰ τούτων τὴν τοῦ παρόντος αἰῶνος δηλοῦσθαι συντέλειαν, καὶ τὴν τοῦ μέλλοντος ἀνανέωσιν· ὡς ἂν μή τις ὑπονοήσῃ εἰς ἄπειρον κατατείνειν τὴν παροῦσαν τοῦ κόσμου σύστασιν, ἀλλ᾽ ἔχοιμεν ἐλπίδας εἰς ἐκεῖνον τὸν νέον αἰῶνα καὶ τὴν ἀνάστασιν, ἣν ὁ λόγος παρίστησι μετὰ τὸ φάναι, Εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν, ἐπαγαγών· Ἐξαποστελεῖς τὸ πνεῦμά σου τὸ ζωοποιὸν, καὶ κτισθήσονται, ἐκ γῆς ἀνιστάμενοι, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τὸ κάλλος τῆς γῆς, δηλαδὴ τοὺς ἀπὸ γῆς πλασθέντας ἀνθρώπους. Ἐνταῦθα σαφῶς ἡμῖν καὶ τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν, καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων, ἀναπλασμόν· τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν.

Καὶ δείκνυσιν, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης. Οὐ γὰρ βούλεται τοῖς σκυθρωποῖς ἐνδιατρίβειν, ἀλλὰ τοσοῦτον εἰπὼν ὅσον φοβῆσαι, πάλιν ἐπὶ τὰ χρηστὰ ἐπανάγει τὸν λόγον, καὶ ὅπερ ἀλλαχοῦ εἴρηται, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστι Κύριος, τοῦτο ἐνταῦθα δηλοῖ, καί φησι τοὺς εἰς τὸν χοῦν ἐπιστρέψαντας ὑπὸ τοῦ Πνεύματος κτίζεσθαι, καὶ ἀνακαινίζεσθαι τῶν ἀνθρώπων τὸ γένος· ἡ γὰρ ἀνάστασις εἰς τὸ ἀρχαῖόν ἐστιν ἀποκατάστασις. Ἀποστολὴν δὲ καλεῖ τοῦ Πνεύματος τὴν πρὸς τὸ ἐνεργεῖν αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, ὑφ᾽ οὗ τὸ πρόσωπον τῆς γῆς ἀνακαινίζεται. Τοῦτο γὰρ κάλλος, τῆς οἰκουμένης τὰ ζῶα τὰ ἐν αὐτῇ, τὰ φυτὰ, τῶν ἀνθρώπων τὸ γένος· ὥστε δὲ ταῦτα συστῆναι, τῆς παρ᾽ αὐτοῦ διδομένης χρεία πνοῆς καὶ ζωῆς· ἣν καὶ δοῦναι καὶ λαβεῖν αὐτῷ ῥᾴδιον, καὶ πάντα μετὰ τάχους καὶ εὐκολίας. Καὶ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Ὁρᾷς καὶ ἐν τῷ παρόντι βίῳ μελετωμένην τὴν ἀνάστασιν ἐν τοῖς σπέρμασιν, ἐν τοῖς φυτοῖς, καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων. Καὶ ζῶα γὰρ καὶ φυτὰ κατ᾽ ἔσχατον ἀπήχημα τῆς ζωῆς ἔχουσι τὸ εἶναι, ἧς ἀνταναιρουμένης κατὰ τὸ λόγιον, ἐκλείπει πᾶσα ζωὴ, καὶ πρὸς ἓν τὰ ἐκλελοιπότα τῇ πρὸς τὸ μετέχειν αὐτῆς ἀσθενείᾳ πάλιν ἐπιστρεφόμενα, πάλιν ζῶα γίνεται.

Τὸ δὲ θειότατον, ὅτι καὶ ὅλως ἡμᾶς, ψυχάς φημι καὶ τὰ συζυγῆ σώματα, πρὸς παντελῆ ζωὴν καὶ ἀθανασίαν ἐπήγγελται μεταθήσειν· πρᾶγμα τῇ παλαιότητι μὲν ἴσως παρὰ φύσιν δοκοῦν, τῇ δὲ ἀληθείᾳ καὶ θεῖον καὶ ὑπὲρ φύσιν τὴν καθ᾽ ἡμᾶς, οὐ τὴν πανσθενῆ· αὐτῇ γὰρ οὐδὲ μία ζωὴ παρὰ φύσιν, ἢ ὑπὲρ φύσιν, ὥστε οἱ περὶ τούτων τῆς παροινίας Σίμωνος ἀντιῤῥητικοὶ λόγοι ἀπεληλάσθωσαν. Τινὲς δὲ οὕτω νοοῦσι τοὺς στίχους· Ἀποστελεῖς τὸ Πνεῦμά σου, τὸ διὰ τοῦ ἁγίου βαπτίσματος ἐπιφοιτῶν, καὶ κτισθήσονται εἰς καινὴν κτίσιν, εἰς νέον λαόν· ὡς νοεῖσθαι τὴν μὲν προτέραν ἑρμηνείαν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε καὶ ἡ γῆ ἀνακαινισθήσεται καὶ ἀπαλλαγήσεται τῆς φθορᾶς, τὴν δὲ δευτέραν περὶ τῆς ἐκ βαπτίσματος παλιγγενεσίας.

Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἐπειδὴ ταῦτα δεδίδαγμαι, φησὶ, τούτου χάριν πᾶσαν τὴν ζωήν μου εἰς ὕμνον καταναλώσω τῷ δημιουργῷ· καὶ ἕως ἂν ζῶ καὶ ὑπάρχω ἐν τῷ βίῳ τούτῳ τὸν ὀφειλόμενον ψαλμὸν ἀποδώσω τῷ Θεῷ μου. Πολλὴν δὲ ἐμφαίνει διάθεσιν καὶ οἰκείωσιν πρὸς τὸν Θεὸν ἡ προσθήκη. Οὐ γὰρ εἶπε, ψαλῶ τῷ Θεῷ, ἀλλὰ, τῷ Θεῷ μου. Ἔοικε γὰρ φάσκειν, τῷ κτίσαντί με καὶ θρέψαντι καὶ πάντων αἰτίῳ μοι γεγονότι τῶν ἀγαθῶν. ᾨδὴν δὲ ἐνταῦθα λέγει οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ εὗρεν ἑαυτὸν πολλῶν ὄντα ὑπεύθυνον τῷ Θεῷ, καὶ ἀντίδοσιν οὐδεμίαν ἀξίαν δυνάμενον καταβαλεῖν, ἣν ἔχει, ταύτην κατατίθησι, τὸ διηνεκῶς ὑμνεῖν, τὸ πᾶσαν εἰς τοῦτο δαπανῆσαι τὴν ζωήν. Ἀκουέτωσαν οἱ πραγματείαις καὶ καπηλείαις διὰ πάσης κατασηπόμενοι τῆς ἡμέρας, καὶ οὐδὲ ἅπαξ εἰς εὐχὴν τρεπόμενοι, ὅσον εἰσὶν ὑπεύθυνοι τῷ Θεῷ· τοῦτο τῆς ζωῆς τὸ κέρδος, τὸ εὐλογεῖν τὸν Θεὸν, ἐπὶ τούτῳ καὶ ζῇν ἄξιον. Εἰκότως δὲ προσέθηκε, ἐν τῇ ζωῇ μου, καὶ τὸ, ἕως ὑπάρχω, ψαλῶ τῷ Θεῷ. Οὐ γάρ ἐστιν ἐν θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται;

Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανώσαις.

Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου· ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εἴη, φησὶ, τοιαῦτά με ᾆσαι καὶ ψάλαι, ὡς ἡδυνθῆναι αὐτῷ τὸν ἐμοῦ καρπὸν, τὴν διαλογήν μου· τουτέστι τὴν διάλεξίν μου, τὴν ὁμιλίαν μου, τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται.

Τί δέ ἐστιν, Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου; εὐπρόσδεκτος γένοιτο, ἀρέσαι δεχθείη, ἡδίστη καὶ τερπνοτάτη ὀφθείη τῷ Θεῷ. Ἄρα ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς Θεόν. Ἐννόησον τοίνυν τὴν ψαλμῳδίαν, ἐν αὐτῇ τὴν ἀμοιβὴν ἔχουσαν. Τί γὰρ ἴσον γένοιτ᾽ ἂν τοῦ Θεῷ διαλέγεσθαι; Ἡ τοιαύτη θορύβων ἀπαλλάττεται ψυχὴ, εἰς τὸν οὐρανὸν μεθίσταται, τῶν συνδέσμων τοῦ σώματος ἀπολύεται, πτεροῦται, κουφοτέρα καθίσταται, ἀποτίθεται τὰ πάθη, ἀποδύεται τὰ νοσήματα. Εἰ γὰρ ἀνθρώπῳ τις συνετῷ καὶ νοῦν ἔχοντι διαλεγόμενος, ἀπὸ τῆς ὁμιλίας τι κερδάνας ἀπέρχεται, ὁ πρὸς τὸν Θεὸν ὁμιλῶν, ἐννόησον πόσην καρπώσεται τὴν ἀρετήν. Ἄρα ὕμνος τοῦτό ἐστιν ἡ πρὸς Θεὸν ὁμιλία. Πῶς δ᾽ ἂν αὕτη ἡδυνθείη τῷ Θεῷ; Εἰ βίος εἴη καθαρὸς, εἰ ψυχὴ φιλοσοφοῦσα.

Ὅταν γὰρ πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν εὐχόμενος, τῆς πολιτείας ἀντιπραττούσης, οὐκ ἀκουσθήσῃ ῥᾳδίως, οὐ μόνον αὐτὸς, ἀλλ᾽ οὐδ᾽ ἕτερος ὑπὲρ σοῦ τοῦτο ποιῶν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσευχώμεθα, οὐδ᾽ ἵνα μὴ ψάλλωμεν, ἀλλ᾽ ἵνα μετὰ τοῦ ψάλλειν καὶ βίου καὶ πολιτείας ἐπιμελώμεθα. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Πολλοὶ κατὰ συναρπαγὴν παρηλλαγμένως τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου, καὶ ἐπιπλεῖον ἐρευνηθέντος, ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις.

Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι, διαιρεῖν ἀκριβῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὅμοια γνωρίζειν, καὶ τὰ ἑαυτῆς διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγεν ὁ Δαυῒδ τὸ, Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶς καὶ φιλονείκως ἐπεμβαινόντων τοῖς πράγμασι διαλεκτικὴ, οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστιν. Ὅτι μὲν οὖν ἡδὺς Θεῷ λόγος ὁ εἰς ὀρθότητα βλέπων, αὐτὸς ἐν τῷ ᾄσματι λέγει· Κηρίον ἀποστάζουσι χείλη σου, ἀδελφή μου νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. Ὅτι δὲ ὁ ψυχρολογεῖν εἰωθὼς ἀκαλλὴς, ἡ ψαλμῳδία παρίστησι· Τάφος γὰρ, φησὶν, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εὔχομαι, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν καὶ διάλεξιν ἡδίστην ὀφθῆναι τῷ Θεῷ. Τούτου γὰρ γενομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ, τουτέστιν ἐπὶ τῇ λατρείᾳ, ἐπὶ τῇ προσκυνήσει καὶ τοῖς ἐπιτάγμασι τοῖς αὐτοῦ, ἐπὶ τῷ τοιοῦτον ἔχειν δεσπότην.

Καλὰ μὲν γὰρ καὶ τὰ ὁρώμενα, καὶ τέρπει ὁ οὐρανὸς, καὶ εὐφραίνει ὁ ἥλιος, καὶ γῆ ἀνίησι σπέρματα καὶ φυτά· ἀλλ᾽ ἐγὼ τούτων πάντων ἐπὶ τῷ ποιήσαντι πλέον εὐφραίνομαι. Τοῦτό μοι τρυφὴ, τοῦτό μοι εὐφροσύνη, τοῦτο ἡδονὴ, τοῦτο τὰ μυρία ἀγαθά.

Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ, ἀκούσονται γὰρ, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με· καὶ οὐκ ἔσονται ἐν τῇ μερίδι τῶν εὐλογούντων τὸν Θεόν. Ἀλλ᾽ ἐρεῖ τις τυχόν· Ἆρ᾽ οὖν ὁ μακάριος Προφήτης κατεύχεται τῶν ὄντων ἐν ἁμαρτίαις, καὶ πάντας ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται;

Καίτοι μᾶλλον ἐχρῆν ἅγιον ὄντα καὶ πνευματοφόρον ὑπερεύχεσθαι τῶν ἠσθενηκότων. Ἄκουε λοιπὸν, ἐρῶ γὰρ διὰ βραχέων· πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ᾽ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο· μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν· Ἰουδαῖοι δὲ πάλιν εἶχον μὲν νόμον τὸν παιδαγωγόν· ἀλλ᾽ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλιπον οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις.

Πῶς ἢ τίνα τρόπον; δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι· ὥστε ἐνταῦθα οὐ τὴν οὐσίαν ἀφανισθῆναι εὔχεται, οὔτε τοὺς ἀνθρώπους πανολεθρίᾳ παραδοθῆναι· ἀλλὰ τὴν πονηρίαν ἐκλίποι ἁμαρτωλὸς, ὥστε μὴ εἶναι ἁμαρτωλὸς, ἀλλὰ μετατεθῆναι· μὴ ὑπάρχοι ὁ ἄνομος, ἀλλὰ μεταβληθῆναι. Τοιαύτας γὰρ αἱ τῶν ἁγίων ψυχαὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλ᾽ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὰς δεήσεις ἀναφέρουσι. Καὶ νῦν τοίνυν ὁ Δαυῒδ, τὸ θεῖον κάλλος κατὰ τὸν ἀπόῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους ἱμείρετο τῆς αὐτῆς μεταλαχεῖν γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στίφος ἀντιβολῶν, μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα.

Ὥστε μάτην οἱ ἐριστικοὶ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς τοιαύτας φωνὰς παρατίθενται· τὸν Δαυῒδ ἐκλείπειν τὸν ἁμαρτωλὸν ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον· τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ τοῦ Θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα· τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον· καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς θείαις Γραφαῖς ἀναλέγονται, συνιστάμενοι τῷ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τὴν τοῦ Θεοῦ ἀγαθότητα.

Ἀλλ᾽ οὐδεὶς τῶν ἀληθῶς ἁγίων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει.

Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισμὸν ἐπιθυμεῖ γενέσθαι· οὕτω καὶ τῶν ἁγίων ἕκαστος τὸ τῇ φύσει πολέμιον, εἰς ἀφανισμὸν ἐλθεῖν εὔχονται.

Ὅταν γὰρ ὁ Ψαλμῳδὸς εἴπῃ· Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλιπεῖν καὶ τὴν ἀνομίαν εὔχεται. Οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ᾽ ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησε. Τὸ κακὸν τοίνυν ἐκλιπεῖν εὔχεται· ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστι. Πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα;

Οὕτως κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσί σοι τὸ στίφος τῶν ἐναντίων, ἐκ τοῦ ἀοράτου τῇ ἀνθρωπίνῃ προσπολεμούντων ζωῇ. Ὅτι δὲ οὐκ ἀνθρώπων, ἀλλὰ δαιμόνων κατεύχεται, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος· Αἰσχυνθήτωσαν γὰρ, φησὶν, οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν.

Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ ἐντραπήτωσαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι, Εὖγε, εὖγε. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Μόνοι γὰρ οἱ δαίμονες εἰς ψυχὴν ἐπιβουλεύουσι· ψυχῆς δὲ ἐπιβουλὴ Θεοῦ ἀλλοτρίωσις διὰ τῆς ἐμπαθοῦς γινομένης διαθέσεως.

Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι· οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλολατροῦντος τοῦ βασιλέως καὶ τοῦ λαοῦ, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ᾽ ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προσάγει τῷ Θεῷ τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Καὶ Ὠσηὲ δὲ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις τῇ ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Καὶ εἴ τις ἄλλος τοιοῦτος ἐν τοῖς ἁγίοις εὑρεθῇ λόγος θυμοῦ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἢ ἐξορίζει τὸ κακόν· οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον.

Εἰ δέ τις ἑτέρως τὰ τοῦ Δαυῒδ νοεῖν βούλεται, ὡς τοῦ Προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ἀραῖς ὑποβάλλοντος· καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Παῦλος γὰρ Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.

Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων τὸ μισεῖν τοὺς μισοῦντας τὸν ἀγαπώμενον. Τάχα δὲ καὶ τὴν μετὰ τὴν ἀνάστασιν διὰ τούτων ὁ Δαυῒδ σημαίνει κατάστασιν, ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει, ἐκλιπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται, τῆς ἁμαρτίας οὐκ οὔσης; Τοιαῦτα εὔχου καὶ σύ· Ἄνοιξον, Κύριε, τὴν πλουσίαν σου χεῖρα εἰς χορηγίαν πνευματικῆς εὐεργεσίας· ἵνα ἡ πικροτάτη καὶ ἀπηνής μου ψυχὴ πλησθῇ χρηστότητος. Ἀπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ἀνακαίνισον τὴν κατεφθαρμένην μου γῆν, ἵνα τότε εὐφρανθῶ ἐπὶ τοῖς ἔργοις σου, τῶν δαιμονικῶν μαγγανευμάτων ἐκλιπόντων ἀπὸ τῆς καρδίας μου.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνταῦθα καταλύσας τὸ πᾶν εἰς δοξολογίαν, εἰς εὐφημίαν τῷ αὐτῷ στίχῳ συγκλείει τὸν ψαλμὸν, ἀσφαλῆ μετὰ τοῦ θεμελίου τὸν ὄροφον ἐπιθεὶς τῷ λόγῳ, καὶ τῷ προοιμίῳ ἐοικὸς τὸ τέλος ἐπαγαγών. Σὺ γὰρ, φησὶν, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει δημιουργὸν καὶ Σωτῆρα.

Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τῶν ἁγίων ἀξιοῦσθαι ποιήσει. Καὶ ἀρχὴν τοῦ λόγου καὶ τέλος τὴν εἰς αὐτὸν εὐλογίαν ποιοῦ. Εὐλογία γὰρ Θεοῦ διηνεκὴς εἰς εὐζωΐαν ῥυθμίζει τὸν ἡμέτερον βίον.

ἈΛΛΗΛΟΥΙΑ. ΡΔʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. ᾌσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Τῶν ἐπιγεγραμμένων Ἀλληλούϊα πρῶτος ὁ παρὼν τυγχάνει ψαλμός.

Ἔστι δὲ τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα· ἵνα τοιοῦτον ᾖ τούτου τὸ σημαινόμενον, Αἰνεῖτε τὸν Κύριον. Ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας Γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ, ἡ λέγουσα, Αἰνεῖτε τὸν Κύριον, διὰ τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς φωναῖς τὸ τοιοῦτον σημαίνεται. Τὸ μὲν Ἀλληλοὺ αἶνος νοεῖται, ὃς εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει· τὸ δὲ Ἴα ἓν τῶν ἑρμηνευτικῶν τῆς φύσεως τῆς θείας ἐστὶν ὄνομα. Ὅλον δὲ κοινῇ τὸ, Ἀλληλούϊα, Αἶνος Θεοῦ ἑρμηνεύεται. Ὅταν τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳδίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκείμενον εἰς δοξολογίαν ἄγειν Θεοῦ. Οὕτω καὶ τοῖς τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιούτων ἐπιγραφαὶ ἐφευρίσκονται, δι᾽ ὧν ἔστιν ἐννοεῖν, ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ᾽ ἀρετὴν πολιτείας, καὶ διὰ τῶν προλαβόντων σῆς ψαλμῳδίας τμημάτων κατὰ τὴν νοηθεῖσαν ἐπ᾽ αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν, ἁρμόζει τὸ αἰνεῖν τὸν Θεὸν, καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι πεπίστευται. Οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχολίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν Θεὸν, οὔτε τοῖς κατ᾽ ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτοῦ αἶνον εἶναι Θεοῦ παρασκευάσαι.

Ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα, πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας εὑρίσκονται, σαφῶς ἔστι κατανοῆσαι, καὶ ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον Θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν Θεὸν παρακέλευσις.

Προστάττει μέντοι ἐν τῷ μετὰ χεῖρας ψαλμῷ τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς αὐτοῦ παρουσίας ὁ Κύριος· ναὶ μὴν καὶ ὅσα εὐηργέτησε τὸν πάλαι λαὸν, καὶ οἷον ἀνθ᾽ οἵου ἐποίησεν. Ἔτι δὲ ἐν τούτῳ καὶ μνήμη τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι᾽ ἐκείνους ὑπ᾽ αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ τούτων ἡ μνήμη τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι.

Διδάσκει δὲ κατὰ ταὐτὸ καὶ τὸν νέον λαὸν, ἤγουν τοὺς ἐξ ἐθνῶν ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ὡς ὁμοῦ ἐκ τῆς κατ᾽ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν Ἰουδαίοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδὸν ὁδεύοιεν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατ᾽ ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ᾽ ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ᾽ ἀρετὴν βίον χειραγωγούμεθα· ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τινα καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει, καὶ τὴν περὶ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιίας. Παρακελεύεται τοίνυν ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Τὸ γὰρ ἐπικαλεῖσθε, κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσεν· ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι αὐτοῦ· μέγα τι αἰνιττόμενος. Ἂν γὰρ ἐξομολογήσῃ, φησὶ, καὶ ἀποθῇς τὰ ἁμαρτήματα, δυνήσῃ, μετὰ παῤῥησίας τὸ ὄνομα αὐτοῦ καλέσας, μεγάλα ἐργάσασθαι ἀγαθά.

Οὐ μάτην δὲ ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον ἐπικαλεῖσθαι βούλεται· ἀλλ᾽ ἵνα, καθαροὶ διὰ τῆς ἐξαγορεύσεως γενόμενοι, ἐκ καθαροῦ ὀργάνου τὸν ὕμνον προσενέγκωμεν. Ἐπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπὸ Αἰγύπτου· ἣν καὶ ἐπαγγέλλειν τοῖς ἔθνεσι τὸ θεῖον Πνεῦμα παρακελεύεται, ὥστε διὰ τούτων δηλῶν ἐστιν, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐθνῶν πραγματεύεται, τοῦ Πνεύματος τοὺς τῶν ἐθνῶν διεγείροντος κήρυκας εἰς τὸ ζητεῖν τὸν Κύριον καὶ κηρύσσειν τὰ περὶ αὐτοῦ διηγήματα. Καὶ ταῦτα μεθ᾽ ὕμνων· φησὶ γοῦν· ᾌσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Βούλεται ἀπαγγελθῆναι τοῖς ἔθνεσιν, ὡς ἀγνοοῦσι καὶ μηδέπω μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ Θεὸς τῷ προτέρῳ λαῷ παρέσχετο· καὶ ὅπως, μυρίων ἀγαθῶν παρὰ τοῦ Θεοῦ τετυχηκότες, παρέβησαν ἀσεβήσαντες· καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν τῆς θείας ἐπισκοπῆς ἐκπεπτώκασι. Κελεύει δὲ καὶ ἑρμηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· ἅπερ ἂν εἴη τὰ θαυμάσια αὐτοῦ· καὶ ἁπλῶς ὑμνῳδίαις αὐτὸν ἀμείβεσθαι καὶ τὰ παρ᾽ αὐτοῦ γενόμενα τοὺς ἀγνοοῦντας διδάξαι θαυμάσια.

Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἐπαινεῖσθε, καυχᾶσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις αὐτῶν, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ, μέγα φρονεῖν· ἀλλ᾽ ἐν τῇ τοῦ ἀληθινοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ καὶ τῷ καλεῖσθαι Χριστιανούς.

Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν ἐκεῖνος δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησι. Ταῦτα καὶ Ἱερεμίας καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι ὁ Κύριος ὁ ποιῶν ἔλεος καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· τουτέστιν ἐπικαλουμένων αὐτὸν εἰς βοήθειαν, ἢ δι᾽ ἀρετῆς πρὸς αὐτὸν ὁδευόντων, οἷς καὶ εὑρίσκεται Διδάσκει δὲ πόσον ὄφελος ἐκ τοῦ ἐξομολογεῖσθαι γενήσεται.

Ὃ γὰρ ἐζητήσατε, φησὶ, τοῦτο συμβήσεται ὑμῖν, ἡ περὶ τὸν νοῦν εὐφροσύνη· τῆς γὰρ εἰς Θεὸν ἐλπίδος αὕτη καρπός. Θέα δὲ ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξατο, καὶ κατέληξεν εἰς εὐφροσύνην. Ἀρχὴ μὲν γὰρ τῆς κατὰ Θεὸν προκοπῆς ἐξομολόγησις· τέλος δὲ ἡ κατὰ Θεὸν εὐφροσύνη· πλεῖστα δὲ τὰ μεταξὺ τούτων.

Δεήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ διὰ γνησίας μετανοίας, καὶ καρπῶν πρεπόντων τῇ ἐξομολογήσει· ἔπειτα βελτιωθέντας θαῤῥεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ οὕτως μετὰ τὴν ἐξομολόγησιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ Θεοῦ χαρισμάτων· εἶτα τούτων τυχόντες, ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν εἰς ἅπαντας, ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ· καὶ ἐπὶ τούτοις ὡς ἂν καταξιωθέντας τῆς κατὰ Θεὸν θυμηδίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν· καὶ μετὰ ταῦτα σαφηνιστὰς γίνεσθαι τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· εἶτ᾽ ἤδη κατωρθωκότας τὰ τοσαῦτα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τέλος μετὰ πάντα, εὐφραίνεσθαι κατὰ διάνοιαν, καρδίαν ὀνομαζομένην.

Αὕτη, τὸν Κύριον ἐκζητοῦσα, ἐξ αὐτῆς τῆς ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως, ἀπολαυέτω τῆς κατὰ Θεὸν εὐφροσύνης. Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον τῶν ἀποστόλων ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναφέρεσθαι. Τὸ γὰρ, Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν τοῦ Θεοῦ τὰ ἔργα ἐν τοῖς ἔθνεσι τοῖς δι᾽ αὐτῶν τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκόσιν, οὓς ἀνωτέρω καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσε. Δεῖ τοίνυν τὸν μέλλοντα ζητεῖν τὸν Κύριον ἐξομολογεῖσθαι πρότερον δι᾽ εἰλικρινοῦς μετανοίας καὶ τῶν ταύτης καρπῶν· ὁ γὰρ τοιοῦτος καὶ ζητεῖν δύναται, καὶ ζητῶν εὑρεῖν.

Εἰ γὰρ ἐπὶ λίθων τιμίων τῶν εἰδότων χρεία, καὶ ἐπὶ κολυμβητῶν πολλῆς τῆς ἐπιστήμης δεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ κωλύοντα αὐτὸν εὑρεῖν, καὶ πραγμάτων ὄχλος, καὶ σαρκὸς ἐπαναστάσεις, καὶ νοσήματα ψυχῶν, καὶ δαιμόνων ἐπιβουλαὶ, καὶ ῥᾳθυμία γνώμης. Κἂν ἀπαλλαγῶμεν τούτων ἁπάντων, ταχέως αὐτὸν εὑρήσομεν, καὶ τὴν κακίαν ἀποδυσόμεθα, καὶ τὴν ἀρετὴν ἑλώμεθα. Αὕτη γάρ ἐστιν ἡ ἐκεῖ φέρουσα ὁδός. Τί οὖν ἐστι ζήτησις; τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν καὶ λογίζεσθαι· ὁ γὰρ ζητῶν ἐπὶ διανοίας ἔχει τὸ ζητούμενον.

Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Τί ἐστι τὸ ζητεῖν τὸν Κύριον; τὸ τὰ ἐκείνου φρονεῖν, τὸ ἀεὶ αὐτὸν λογίζεσθαι, τὸ ἀεὶ ἐν διανοίᾳ ἔχειν, τὸ μηδέποτε παύεσθαι ὁμιλοῦντα αὐτῷ διὰ τῆς προσευχῆς καὶ τῶν ἀγαθῶν πράξεων. Ἄμαχοι δὲ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Παρορμήσας μέντοι ὁ λόγος τοὺς τῶν ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν Κύριον, ἔτι μᾶλλον αὐτοὺς ἐπιῤῥώννυσι λέγων, Κραταιώθητε, τουτέστι, Μὴ χαυνοῦσθε εἰς τὸ ζητεῖν αὐτόν.

Τοῦτο δὲ προσφωνεῖ αὐτοῖς, ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον ποιῆσαι· ὅπερ ἦν τὸ ἔθνεσι κηρύξαι, Ἕλλησί τε καὶ βαρβάροις, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Διδάσκων δὲ πῶς δεῖ τὸ ζητεῖν ποιεῖν, καὶ ὅτι οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν καὶ τὴν ὠφέλειαν καρποῦσθαι, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός· οὐ τρίτον τοῦ ἐνιαυτοῦ, κατὰ τὸν ὑπὸ Μωϋσέως δοθέντα νόμον ἐνώπιον αὐτοῦ φαινόμενοι, ἀλλὰ παρὰ πάντα τὸν βίον.

Πρόσωπον δὲ ἐνταῦθα τὴν ἐπιφάνειαν αὐτοῦ φησὶ, τὴν ἐπισκοπὴν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν βοήθειαν, τὴν συμμαχίαν, τὴν ἔννοιαν τὴν περὶ αὐτόν. Τὸ γὰρ τῆς οὐσίας πρόσωπον οὐδεὶς ὄψεται καὶ ζήσεται.

Πρόσωπον δὲ αὐτοῦ καὶ ὁ Υἱός. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· εἴτε τῶν ἐν τῇ Παλαιᾷ Γραφῇ, εἴτε τῶν ἐν τοῖς Εὐαγγελίοις. Ταῦτα γὰρ δεήσει ὑμᾶς τοὺς τῶν ἐθνῶν κήρυκας εἰς πάντα τὰ ἔθνη διαδοῦναι· ἐπεὶ μὴ πρότερον αὐτὰ παρά τινος ἄλλου μεμαθήκασιν.

Ὅσα τοίνυν ἐνανθρωπήσας ὁ Λόγος διεπράξατο τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες, μνήσθητε παραδοῦναι τοῖς ἔθνεσιν. Ἐνταῦθά μοι δοκεῖ τὴν ὁδὸν δεικνύναι δι᾽ ἧς δυνατὸν καὶ ζητεῖν καὶ εὑρεῖν τὸν Θεόν. Τίς δὲ ἡ ὁδός; τὸ διηνεκῶς ἐπὶ μνήμης φέρειν τὰ παράδοξα αὐτοῦ ἔργα, καὶ τοὺς νόμους καὶ τὰς ἐντολάς· διὸ ἐπάγει, Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· τέρατα μὲν τὰς θεοσημείας λέγων, κρίματα δὲ τὰς ἀποφάσεις, τὰς ἐντολὰς, ἢ τὰ ἐνδίκως καὶ κρίσει δικαίᾳ ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ποῖα δὲ τέρατα, εἰπέ μοι; Τὰ ἐν Αἰγύπτῳ, τὰ μετὰ τὴν Αἴγυπτον, τὰ πρὸ τῆς Αἰγύπτου, τὰ μετὰ τὴν παρουσίαν τὴν αὐτοῦ. Πάντα γὰρ ταῦτα θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ ἀκολουθίαν ἀνθρωπίνην ὑπερβαίνοντα. Ἢ τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ τοιαῦτα· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας, ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης. Μᾶλλον δὲ ἐνταῦθά μοι δοκεῖ κρίματα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ.

Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα ἅπαντα· ἡ θάλασσα τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη τὸ πεπηγέναι, ἡ γῆ τὸ ἑστάναι, ὁ ἥλιος τὸ τρέχειν, ἡ σελήνη τὴν ἰδίαν εὐταξίαν, ὁ ποικίλος τῶν ἀστέρων χορὸς, ἡ φύσις τῶν σωμάτων, ἡ τῶν φυτῶν, ἡ τῶν ἀλόγων, ἡ τῶν ἄλλων ἁπάντων· οἰκείοις γὰρ ἅπαντα διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγμασι γέγονεν, ὅπερ δηλοῦται διὰ τοῦ στόματος. Ὅσα τοίνυν τὸ στόμα αὐτοῦ ἔκρινεν, εἴτε διὰ τῆς Παλαιᾶς, εἴτε διὰ τῆς Νέας Διαθήκης ἔκρινε, ἐπισυνάψατε, φυλάττειν ὡς νόμους βασιλικοὺς τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες. Νοήσεις δὲ κρίματα τὰ δικαίᾳ ψήφῳ θαυματουργηθέντα.

Ἐπειδὴ γὰρ τὰ ἐν Αἰγύπτῳ μέλλει διηγεῖσθαι, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Ἔδει γὰρ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ. Δι᾽ ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι.

Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, εἰκότως μὲν ὁ Σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· Οἶδα, ὅτι σπέρμα Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· ὥς τινων τέκνα μὲν ὄντων τοῦ Ἀβραὰμ διὰ μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται· τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλεκτῶν οὐκ ὄντων. Οὐ γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ᾽ οἱ υἱοί. Τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. Ἐπεὶ τοίνυν οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἱ τῶν ἐθνῶν γενόμενοι κήρυκες, ἀμφότερα εἶχον, ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί· ὅθεν πρὸς αὐτοὺς λέλεκται· Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Πρὸς δὲ τὸ, Ἐκλεκτοὶ αὐτοῦ, παραθήσεις τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσομεν ἀπὸ τοῦ· Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.

Οὐκ ἀγνοητέον, φησὶν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν, ὃς προνοίᾳ τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ, ὡς μηδὲν ἀκρίτως, μηδὲ ἄνευ τῆς τοῦ Θεοῦ προνοίας γίγνεσθαι. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.

Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Ἐπιστήσας ἀκριβῶς τίς ἦν ὁ λόγος ὃν ἐνετείλατο εἰς πολλὰς γενεὰς ἐξικνούμενον, οὐ γὰρ ἐτῶν ἀριθμὸν, ἀλλὰ τὸ διηνεκὲς αἰνίττεται καὶ τὸ πλῆθος, ὡς τὸ ἑπτάκις, Στεῖρα ἔτεκεν ἑπτὰ, τουτέστι πολλὰ, καὶ, Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται· εὑρήσεις αὐτὸν εἰρημένον οὕτως πρὸς Ἀβραὰμ, Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς. Καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου. Εὕροις δ᾽ ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ ἐπηγγελμένα καὶ ὀμοσθέντα περί τε τῆς γῆς καὶ τοῦ πληθυσμοῦ τοῦ σπέρματος. Ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας Χριστοῦ τοῦ ἐκ σπέρματος Ἀβραὰμ, γενομένου Σωτῆρος ἡμῶν. Εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία, μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Οὗτος οὖν μετὰ μακρὸν αἰῶνα, καὶ μετὰ πλείστας σφόδρα γενεὰς, τὰς γὰρ χιλιάδας ἀντὶ τῶν πολλῶν παρείληφε, καὶ ταύτας ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας πᾶσι τοῖς ἔθνεσι τὴν τοῦ Ἀβραὰμ εὐλογίαν δεδωρημένος.

Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι λεληθὸς τοὺς πολλοὺς διδάσκει. Τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζώου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὴ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου, παρίστησιν, ἵνα καὶ φανιεῖ που ἄρτος μὴ στηρίζοι τοὺς ἐμπιπλαμένους ἐξ αὐτοῦ, κατὰ τὸ, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς, κατ᾽ ὀργὴν Θεοῦ γιγνόμενον, τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι.

Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμεινε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα· ὁμοίως δὲ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἕνδεκα ἀστέρας προσκυνεῖν αὐτῷ. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Τὸ, Λόγιον Κυρίου ἐπύρωσεν αὐτὸν, ὅμοιον τῷ, Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐκ ἂν γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.

Ὅτε αὐτάρκως ἐπυρώθη ὑπὸ τῶν πειρασμῶν ὁ Ἰωσὴφ, τότε Θεοῦ ὑποβαλόντος τῷ Φαραὼ, ὃν καὶ βασιλέα καὶ ἄρχοντα νῦν ὁ λόγος καλεῖ, λύεται τῶν δεσμῶν, καὶ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πάσης τῆς κτήσεως αὐτοῦ καθίσταται. Ἐξήνεγκε γὰρ αὐτὸν, ὡς μὲν εἴποι ἂν ὁ πολὺς ἄνθρωπος, διὰ τὸ συναγαγεῖν τὰ γεννήματα τῆς εὐθηνίας, καὶ φυλάξαι αὐτὰ εἰς καιρὸν τοῦ λιμοῦ. Ὁ δὲ παρὼν λόγος διδάσκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι, ὅσον τῆς κατὰ ψυχὴν ὠφελείας τῶν μελλόντων ὑπ᾽ αὐτοῦ σοφίζεσθαι καὶ παιδεύεσθαι.

Ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι· ὧν ὠφελουμένων, εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ᾽ αὐτῶν μετασχεῖν βελτιώσεως. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τίς δὲ εἰσῆλθεν, ἀλλ᾽ ἢ Ἰσραήλ, Καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ, ἀλλ᾽ ἢ Ἰακώβ; Δηλοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τούτου παῖδες. Ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθε Ἰακὼβ, ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ, κατὰ τό· Ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον· διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώθησαν διὰ τῶν προκειμένων. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδὲ ἐκραταιώθησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ, καὶ τῆς παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης.

Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.

Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν.

Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίων αὐτῶν. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμὸς, καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Ὥσπερ τὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι, καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι· εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς, προάγει ἐπὶ βασιλείαν· οὕτω καὶ νῦν, βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς καταξιῶσαι τὸν λαὸν, πρῶτον αὐτὸν πειρατηρίοις ἐκδίδωσιν, ἵν᾽ ὕστερον λεχθῇ τό· Καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκέκραξαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὑτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ἐπειδὴ δὲ εἴρηται, ὅτι μετέστρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυπτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δικαίως ἔπραξεν ὁ Θεός.

Ἐπειδὴ γὰρ, ἐν πολλῇ γεγονότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰγυπτίοις, εἰς λήθην ἦλθον τοῦ πατρῴου Θεοῦ, ἐξέδωκαν δὲ ἑαυτοὺς ταῖς τῶν Αἰγυπτίων εἰδωλολατρείαις· διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυπτίους, ἐπειδὴ πεποιθότες ἑαυτοῖς κατωλιγώρησαν τοῦ Θεοῦ, ὅπως θλιβέντες ὑπ᾽ αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις, μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εὐφράνθη Αἴγυπτος ἐν ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾽ αὐτούς. Ὁ Θεὸς προστάττει τῷ λαῷ διὰ Μωϋσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενικημένους, καὶ μισθὸν παρ᾽ αὐτῶν εἰσπράξασθαι τῆς μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο.

Καὶ οὐκ ἦν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τὸ γὰρ πολλῷ παραδοξότερον τοῦτο ἦν, ὅτι μετὰ τὸν πόνον, μετὰ τὴν πλινθείαν, μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ τὰς μάστιγας, οὐδὲ εἷς ἦν ὁ ἀσθενῶν, καὶ τοῦτο τοσούτων πληγῶν ἐν Αἰγύπτῳ κατενεχθεισῶν.

Τοῦτο καὶ τῆς φύσεως αὐτῆς τὴν ἀκολουθίαν ὑπερέβαινεν. Διεπέτασε νεφέλην εἰς σκεπὴν αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Διελθὼν τὰς κατὰ τῶν Αἰγυπτίων μάστιγας, ἀκολούθως μεταβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας· ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τὸν Αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσωμεν· εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ Θεοῦ, ᾗ παρεῖχε τὰς ἐξ αὐτοῦ εὐεργεσίας· ὁμοῦ καὶ ὧν ἠξιώθησαν παραδόξων Θεοῦ οἱ ἐκ περιτομῆς μνημονεύων, εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκείνων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς. ᾜτησε, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτων οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἀνέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί· ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ὁ Μωϋσῆς δὲ ἐν Δευτερονομίῳ πρὸς αὐτούς φησι· Μὴ εἴπῃς· Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον ὃν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν. Καὶ γνώσῃ σήμερον, ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου, Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.

Ἕκαστον γὰρ τῶν γενομένων εἰς θαῦμα μέγιστον ἦν, καὶ πολλὴν εἶχε τὴν παραδοξοποιίαν, τὸ ἀπαλλαγῆναι μεθ᾽ ἡδονῆς τῶν ὠθούντων ἐκείνων, καὶ μετ᾽ εὐπορίας ἁπάσης, τὸ ἐν ὑγείᾳ καθαρᾷ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ δὴ μόνον τῶν προτέρων ἀπήλλαξεν, ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἔδωκεν αὐτοῖς, οὐδαμοῦ πονεῖν συγχωρῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Ταῦτα ἐπηγγείλατο, ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ. Τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτόν. Τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ τοσαῦτα παρέσχε καὶ ἐχαρίσατο, προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν. Ἀλλ᾽ ὅτι τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ᾽ αὐτῶν ἡ χάρις, καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ Θεοῦ ἐκπεπτώκασι, δοῦλοί τε τῶν ἐθνῶν καὶ πολεμίων γεγόνασι.

ἈΛΛΗΛΟΥΙΑ. ΡΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν, ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητί σου τῶν ἐκλεκτῶν, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ τοῦ λαοῦ σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Αἶνον καὶ ὕμνον πρὸς τὸν Θεὸν καὶ ὁ παρὼν ψαλμὸς περιέχει· διὸ ἐπιγέγραπται, Ἀλληλούϊα· ὅπερ ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον. Προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ Θεοῦ Υἱῷ, καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ, διὰ τὸ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας. Ὁ δὲ τοῦτο πράττων γνησίως, καὶ ἀποκλαιόμενος ἐφ᾽ οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πράξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασι, παρὰ τοῦ Ψαλμῳδοῦ κομίζεται τὴν εἰσήγησιν. Προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν, διὰ τοῦ ἐπαγγέλλεσθαι, Ὅτι χρηστὸς ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Διὰ ταῦτα γὰρ, φησὶ, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλανθρωπίαν, εἰδὼς ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα.

Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Οὐ μόνοι, φησὶν, ἡμάρτομεν· ἀλλ᾽ εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρόνων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. Τοσούτων γὰρ θαυμασίων διὰ Μωϋσέως ἐπιτελουμένων, οὐ συνῆκαν, ἀλλὰ καὶ σωτηρίας τυχόντες, καὶ τῆς ὑπ᾽ Αἰγυπτίοις δουλείας ἐλευθερωθέντες, οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς Θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων τετυχήκασι.

Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμὸς, ἐπετέμνετο δὲ αὐτὸς καὶ τὰς ἐπὶ τῆς ἐρήμου παραδοξοποιίας, μηδὲν κατηγορήσας τοῦ λαοῦ. Ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν, καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν.

Ἔστι δὲ καὶ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων λαοῦ κατηγορικός. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Προσελθόντες Μωϋσῇ καὶ φήσαντες, Ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐπὶ τῆς ἐρήμου ταύτης· καὶ, Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς, θανατῶσαι ἐν τῇ ἐρήμῳ; Τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου;

Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες· Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Καὶ ὅσον μὲν ἐπ᾽ αὐτοῖς πικρὸν αὐτοῖς ἀντὶ χρηστοῦ τὸν Θεὸν κατεστήσαντο. Ὁ δὲ ἀγαθὸς Θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ, πάλιν ἔσωζεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ· ὅπως μὴ εἴπωσιν οἱ ἀσεβεῖς, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; διὰ τοῦτο παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν, πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. Οἱ δὲ νικηθέντες πρὸς μὲν ὀλίγον ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, διελθόντες τὴν Ἐρυθρὰν θάλασσαν.

Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ. Ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ πᾶσι Θεὸς ἀνωμολόγηται. Εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτάσσει τῇ θαλάσσῃ, πᾶσι Θεὸς ἀνωμολόγηται, ἵνα ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται. Θεὸς ὢν αὐτὸς ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, ὡς διοδεύσιμον αὐτὴν γενέσθαι, τὴν πάλαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην.

Καὶ ἔσωσε αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ζητήσῃ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰγυπτίων, τῶν διελθόντων τὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. Πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραήλ. Περὶ δὲ τῶν θλιβόντων εἴρητο τὸ, Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.

Ὁ δὲ ἐπίμικτος λαὸς Αἰγύπτιος μὲν ἦν, πιστεύων δὲ ταῖς Μωϋσέως φωναῖς, σωτηρίας ἔτυχεν. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ.

Σὺν τῷ Μωϋσῇ καὶ Ἀαρὼν τὴν ᾠδὴν τὴν ἐν τῇ ἐξόδῳ παραυτίκα καὶ παραχρῆμα μεταβαλλόμενοι ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Καὶ παρώξυναν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν, τὸν ἅγιον Κυρίου. Ὅτε μὲν τὸν Θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος, ὢν ἀμνησίκακος, οὐκ ἀμειψάμενος αὐτοὺς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Ἀλλὰ καὶ ὅτε παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτούς· οὐκ ἔδει γὰρ καταφρονηθῆναι τοὺς θεράποντας.

Ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ᾽ αὐτῷ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δὲ οὐκ ὤναντο δι᾽ αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ κολαστηρίῳ· Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν κεφαλὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. Μωϋσῆν μὲν οὖν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν εἰπόντες· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεὸς, οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν, καὶ θυσίας τῷ Θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες, παρώργισαν· ἀλλὰ τοὺς μὲν καταλαλήσαντας τοῦ Μωϋσέως, τὸν Δαθὰν παγγενεῖ ἀνοιχθεῖσα ἡ γῆ κατέπιε, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν.

Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ, καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν.

Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.

Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.

Κεῖται ἐν τοῖς Ἀριθμοῖς ἡ ἱστορία, ὅπως λαβὼν ὁ Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανῖτιν ἅμα τῷ σὺν αὐτῇ πεπορνευκότι, καὶ ἐκόπασε παραχρῆμα ἡ κατ᾽ αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. Παρίστησι δὲ ὁ λόγος, πόσον ἰσχύει παρὰ Θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη, ὡς κοπάσαι τὴν ὀργὴν, καὶ ἀνακρουσθῆναι τὴν κατὰ τῶν ἡμαρτηκότων θραῦσιν, διὰ τὸν Φινεὲς ὑπὲρ τοῦ Θεοῦ ζῆλον.

Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι᾽ αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδουλεύσαντο τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον.

Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐπὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Εἰ διὰ ταῦτα πάντα ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου; Ἀλλὰ ὅρα εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος, καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει, ὡς καὶ περὶ ἑτέρου λαοῦ μεθ᾽ ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει.

Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Οὐ παραδίδωσι δὲ Κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν· βδελύσσεται δὲ αὐτὸν διὰ τὰς προλελεγμένας πράξεις. Ἐπειδὰν δὲ ὁ Κύριος παραδῷ, τίς οὐ δύναται τῶν αὐτοῦ κυριεύσειν; Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν· πλεονάκις ἐῤῥύσατο αὐτούς.

Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Αὐτὸς μὲν, φησὶν, ἐῤῥύετο, χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γενόμενος· οἱ δὲ παρεπίκραναν, πικρὸν ἑαυτοῖς ποιοῦντες αὐτόν· καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ· οἱ δὲ ἀπώλλυντο, ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες· καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὑτῶν ἀνομίαις.

Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλεν ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρήσασθαι τῷ Ἰουδαίων ἔθνει, κατὰ τὰ ἐν τῇ Γραφῇ τοῦ Ἔσδρα φερόμενα. Ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ τῶν Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι, τοῦ Θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου· οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους. Καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίας ὀρέγει.

Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Διδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν᾽ ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν· ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν τῷ παρόντι βίῳ, ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου· ἡμεῖς δὲ, ἤδη τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀνθρώποις, ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ Θεοῦ Υἱὸν ἐπισυναγομένων ψυχῶν, ἐντεῦθέν τε παρασκευαζομένων ἐπὶ τὴν κρείττονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥντινα ἀληθῶς ἁγίαν ἐπαγγέλλεται. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.

Ἀκολούθως τῷ Ἀποστόλῳ φήσαντι· Ἐν παντὶ εὐχαριστεῖσθε, καὶ νῦν ὁ λόγος διδάσκει, πάντοτε εὐλογεῖν τὸν Κύριον, καὶ ἐφ᾽ οἷς ἐλεεῖ καὶ ἐφ᾽ οἷς παιδεύει, καὶ ἐφ᾽ οἷς σώζει.