ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΔΑΥΙΔ. ΡΖʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, Ὁ τοῦ σωτηρίου μακαρισμοῦ γενόμενος ἄξιος, δι᾽ οὗ εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ Πνεύματι δι᾽ ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει. ᾌσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι᾽ ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ᾽ ἂν βούληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα.