Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΡΣΤ΄ - ΡΙΗ΄

Έναρξη του Πέμπτου Βιβλίου. Ερμηνεία των ψαλμών 106 έως 118, με αναφορές στην απελευθέρωση των αιχμαλώτων, τον Υιό ως Κύριο, τη λύτρωση των εθνών και τον άμωμο βίο κατά τον θείο νόμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 14 από 16

ΑΛΛΗΛΟΥΙΑ. Ρϛʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλύτρωσεν ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης· ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Τῷ Κυρίῳ ἐξομολογεῖσθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ, κατά τε τὸ εὐχαριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις, τὸ ἐχέγγυον τῆς παρ᾽ αὐτοῦ θεραπείας ἔχοντας· ὅτι μὴ μόνον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐτοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ χωρῶν συνήγαγεν αὐτούς.

Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν, ἡ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα, προφητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν· ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· Καὶ ὠργίσθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν· τοὺς πάλαι ὑπὸ τῶν ἐχθρῶν καὶ πολεμίων τῶν ἀνθρώπων, τουτέστι τοῦ διαβόλου καταδεδουλωμένους.

Καὶ ἀπὸ χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ Ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκουμένην διὰ τῶν τεσσάρων ἐδήλωσε κλιμάτων. Ἐκ τούτων γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ Θεοῦ νέα συνέστη. Εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰουδαίων ἐκ τῶν ἐθνῶν συναγωγὴν διὰ τοῦ παρόντος δηλοῦσθαι ψαλμοῦ, ὡς μελλόντων τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν, καὶ τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι, συνάγεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν γῆν. Τοιαῦτα γὰρ εἰσέτι καὶ νῦν παῖδες Ἰουδαίων φαντάζονται. Ἀλλ᾽ ἐπεὶ μὴ ταῦτα περὶ αὐτοὺς τοῖς ἔργοις ὁρᾶται γεγενημένα, ἤδη που χιλίοις ἐγγὺς ἔτεσι τῆς ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας αὐτῶν μηδενὸς τοιούτου περὶ αὐτοὺς πραχθέντος· ὥρα τῇ τῶν πραγμάτων ἐκβάσει τοὺς λόγους ἐφαρμόττειν, καὶ ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀνάγειν τὴν προφητείαν.

Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ καὶ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν. Ἡμεῖς μὲν οἱ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν θεοσεβείας καὶ ἐν ἀκάρπῳ, ἀνύδρῳ τε καὶ ἀγόνῳ ζωῇ πάλαι πρότερον πεπλανημένοι, ὅτε ἦμεν ἔθνη ἄλογα, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, οἱ μηδέποτε ὁδὸν πόλεως κατοικητηρίου εὑρόντες· ὅτε ἦμεν ἀλλότριοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οἱ μεμισημένοι πάλαι, ἐν λιμῷ καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, διὰ τὸ ἐστερῆσθαι λογικῆς καὶ ἐπουρανίου τροφῆς ποτοῦ τε πνευματικοῦ, κατὰ τό· Ἐξαποστελῶ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.

Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως τῆς θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι· διὸ καὶ ἐν ἐρήμῳ τῶν ἀρετῶν ὄντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ἔχοντες, ᾧ ἑπόμενοι εὑρεῖν οἷοί τε ἦμεν μετὰ τὴν ὁδὸν πόλιν εὖ διατεταγμένην ἱερῷ νόμῳ, ἐν ᾗ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες· αὕτη δέ ἐστιν ἀρετὴ καὶ Θεοῦ σοφία. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν ἐθνῶν ἁπάντων πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, καὶ τῆς ψυχῆς αὐτῶν ἐκλειπούσης ἐξ ἀτροφίας σωτηρίων λόγων, ἐβόων πρὸς τὸν Θεὸν ἱκετεύοντες, κοινὸν ἅπασι καταπεμφθῆναι Σωτῆρα.

Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Τοὺς ἐγκεχειρισμένους αὐτοὺς ὑπερπάσχοντες καὶ ὑπεραλγοῦντες αὐτῶν καὶ διψώντων καὶ τὴν ψυχὴν ἤδη δι᾽ ἀτροφίαν ἐκλειπόντων, ἐβόων αὐτοὶ καὶ ἔκραζον πρὸς Κύριον, ὑπὲρ τῶν οἰκείων ἕκαστος πρεσβεύοντες.

Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπλανήθησαν ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, τοῦτο πρῶτον νόσημα νενοσηκότες τὸ τῆς πλάνης· καὶ δευτέρῳ κακῷ περιπεσόντες ὁδὸν πόλεως κατοικητηρίου αὐτῶν οὐχ εὗρον· καὶ τρίτον δὲ αὐτοὺς περιέσχε κακὸν, ἐπείπερ ἦσαν πεινῶντες καὶ διψῶντες, ὡς τὴν ψυχὴν αὐτῶν ἐκλείπειν ἐν αὐτοῖς. Ὁ δὲ φιλάνθρωπος Θεὸς καὶ ἀγαθὸς Σωτὴρ πρῶτον μὲν ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν· ἔπειτα ἔδειξεν αὐτοῖς πῶς χρὴ βαδίζειν τὴν φέρουσαν εἰς τὴν πόλιν τοῦ κατοικητηρίου. Καὶ τίς ἂν εἴη ἡ εὐθεῖα ὁδὸς ἢ ὁ σωτήριος λόγος ὁ εὐαγγελικὸς, ὁ μόνος ἡμᾶς ἄγων εἰς τὴν ἐπουράνιον πόλιν· ἐν ᾗ γενόμενοι τὸ κατοικητήριον ἡμῶν εὑρήσομεν;

Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· κηρύσσοντες εἰς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅπως οἱ πάντες, τὴν χάριν τὴν εἰς ἡμᾶς γεγενημένην καὶ τὰ ἐλέη τοῦ Θεοῦ μαθόντες, σπεύσωμεν ἐπὶ τὴν αὑτῶν σωτηρίαν.

Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν, καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Κυρίου, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις. Αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς δὲ οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.

Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. Ἐτηρεῖτο γὰρ τὸ μέγα τοῦτο κατόρθωμα μόνῳ τῷ Λόγῳ τοῦ Θεοῦ, περὶ οὗ ἑξῆς εἴρηται· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Πῶς γὰρ οὐκ ἦμεν ἐν ἀνάγκαις, πονηροῖς δαίμοσι καὶ πνεύμασιν ἀκαθάρτοις δεδουλωμένοι;

Ἀλλ᾽ ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς, ταῖς τῶν ἁγίων αὐτοῦ προφητῶν τε καὶ θεοφιλῶν ἀνδρῶν εὐχαῖς ἐπακούσας βοώντων ὑπὲρ ἡμῶν πρὸς αὐτὸν, οὐ μόνον ἐξήγαγεν ἡμᾶς ἐκ τούτων, ἀλλὰ καὶ τούτων τὰ δεσμὰ διέῤῥηξεν. Δηλοῖ δὲ τοῦτο τὴν ἀθρόαν τῶν ἁμαρτωλῶν ἄφεσιν, ἧς κατηξίωσεν ἡμᾶς ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις.

Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Καὶ νῦν τὸ αὐτὸ λέγεται ἐπὶ ταῖς δευτέραις εὐεργεσίαις αὐτοῦ. Ἡγοῦμαι δὲ διὰ τούτων τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν δηλοῦσθαι· δι᾽ ἃς καὶ μέχρι θανάτου ἐδέησε τῷ λυτρωτῇ πάντων καὶ Σωτῆρι κατελθεῖν.

Ἔνθα γενόμενος μόνος τῶν πώποτε ὁ Χριστὸς τοῦ Θεοῦ, τὰς ἐξ αἰῶνος σιδηροδέτους πύλας, καὶ τὰς μηδενὶ θνητῷ ἀνοιχθείσας, καὶ διὰ τοῦτο χαλκᾶς γενομένας, συνέτριψε, καὶ τοὺς τούτων ἀῤῥήκτους μοχλοὺς συνέκλασεν.

Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Διὰ κακοεξίαν τῶν ἀποστρεφομένων πᾶσαν λογικὴν καὶ ψυχῶν σωτήριον τροφὴν, εἰκότως ἀποσταλεὶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἔφθασε, σαρκωθεὶς καὶ ἐνανθρωπήσας, χεῖρα σωτηρίας ὀρέξας καὶ τοῖς μέχρι τούτου καταπεπτωκόσι, καὶ πρὸς αὐτὸν ἀναβοήσασι. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Μνημονεύσας ὁ λόγος τῆς ἀφίξεως τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, δι᾽ οὗ τὰ προλεγόμενα πάντα κατώρθωται, ἑξῆς συνάπτει τὴν περὶ τῶν ἀποστόλων αὐτοῦ προφητείαν. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ῥητῶς καὶ κατὰ λέξιν· ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν Εὐαγγελίων μαρτυρεῖ. Τοιγαροῦν τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίᾳ.

Αὐτοῖς τοιγαροῦν τούτοις καὶ τὰ νέα μυστήρια τῆς Καινῆς Διαθήκης πράττειν παρεκελεύετο, λέγων· Καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπάταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς.

Ταῦτα προφητικῶς θεσπιζόμενα ἐπληροῦτο ῥητῶς καὶ πρὸς λέξιν· τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν ἐμπλεόντων σὺν αὐτῷ, σεισμὸς, φησὶν, ἐγένετο μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ πρὸς αὐτοὺς φήσας· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εὐφρανθήτωσαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς εἰς λιμένα θελήματος αὐτοῦ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ὁδηγηθέντες ἐπὶ λιμένα θελήματος αὐτοῦ· ἐφ᾽ οἷς ὁ λόγος ἀναγκαίως προστάττει τέταρτον οὕτω τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ τὰ ἐλέη αὐτοῦ διὰ στόματος φέρειν· παρεγγυᾷ πᾶσί τε τοῖς υἱοῖς τῶν ἀνθρώπων ἀπαγγέλλειν τὰ θαυμάσια αὐτοῦ. Ἔθετο ποταμοὺς εἰς ἐρήμωσιν, καὶ ἐξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.

Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.

Ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Τὸ μὲν γὰρ πλῆθος τοῦ Ἰουδαίων ἔθνους εἰς τοσαύτην ἤλασεν ἀγαθῶν σπάνιν, ὡς ὀλίγους εὑρίσκεσθαι ἐν αὐτοῖς τοὺς κατὰ Θεὸν εὐδοκιμοῦντας. Καὶ τὸ μὲν πᾶν ἔθνος ταύτην ὑπέμεινε τὴν πρόῤῥησιν· οἱ δ᾽ ἐν αὐτοῖς ἄρχοντες, πατριάρχαι τινὲς καὶ ἀρχιερεῖς καὶ νομοδιδάσκαλοι, Σαδδουκαῖοί τε καὶ Γραμματεῖς καὶ Φαρισαῖοι αἰσχύνην κατεχέαντο, ἐξουδενώσει παραδοθέντες· ἅτε δὴ κληθέντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν καὶ παραιτησάμενοι αὐτήν.

Καὶ ἐβοήθησε πένητα ἐκ πτωχείας. Καὶ ἐν τούτοις συνήθως ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Καὶ ὀχυρώσει πένητα ἀπὸ κακώσεως. Ἐκείνοις μὲν γὰρ ἔσται τὰ προδηλωθέντα, φησί· τὸν δὲ πένητα λαὸν ὀχυρώσει· τὸν ἐξ ἐθνῶν δηλαδὴ συστησόμενον· ὃν καὶ μακαρίζων ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἔθετο ὡς πρόβατα πατριάς· ὁ δὲ Ἀκύλας, Καὶ θήσει, φησὶν, ὡς ποίμνιον συγγενείας· ὁ δὲ Σύμμαχος, Καὶ τάξει, φησὶν, ὡς ποίμνην συγγενείας, τὰς κατὰ πόλιν καὶ κατὰ χώραν Ἐκκλησίας ἐκ διαφόρων συγγενειῶν συνεστώσας.

Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Τί δὲ ὄψονται ἀλλ᾽ ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; Διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ, Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Καὶ πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς· λυττῶσα ὑπὸ φθόνου διαῤῥηγνυμένη, μηδὲν δὲ πράττειν διὰ τὸν ταῦτα βουληθέντα Θεὸν δυναμένη. Τοῦτο δὲ πάρεστιν ἐναργῶς ὁρᾷν, ὡς κατὰ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ τῶν ἀπίστων καὶ εἰδωλολατρῶν ἀνδρῶν ἀνομία λυττῶσα καὶ πολλάκις ἐπιμήνασα, τέλος διὰ τὸ μηδὲν δύνασθαι, τὸ στόμα ἑαυτῆς ἔφραξεν ὑπὸ τοῦ θείου λόγου φιμουμένη, τοῦ καὶ αὐτῇ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς φάσκοντος· Σιώπα, πεφίμωσο.

Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ᾽ αὐτὴν πεποιημένον, κατὰ τό· Ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα. Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;

ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΔΑΥΙΔ. ΡΖʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, Ὁ τοῦ σωτηρίου μακαρισμοῦ γενόμενος ἄξιος, δι᾽ οὗ εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ Πνεύματι δι᾽ ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει. ᾌσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι᾽ ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ᾽ ἂν βούληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα.

Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἱκετεύω καὶ δέομαι τάχος ἐπιστῆναι τὴν χάριν, καὶ σὲ τὸν ὕψιστον Θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑμνούμενον γνωσθῆναι, καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν. Τούτου γὰρ γενομένου, ῥυσθήσονται οἱ ἀγαπητοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας ἣν πεπόνθασιν ὑποχείριοι γενόμενοι. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς Παῖς, ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητὸς, δι᾽ οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐτοῖς ὁ Θεός· πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, ἀποκρίνεται λέγων, Ὑψωθήσομαι, πρὸς δὲ τό· Καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, πάλιν ἀποκρίνεται τὰ ἀκόλουθα ἀπὸ τοῦ, Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.

Ταύτην τοίνυν, φησὶ, τὴν κοιλάδα, τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω, ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτούς· διαμετρήσω εἰς σκηνὰς κατὰ πᾶσαν πόλιν, καὶ χώραν καὶ κώμην· καὶ πάλιν, σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ Ἐκκλησίας.

Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπειδὴ Ἐφραῒμ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσὴφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην χώραν Γαλαὰδ, καὶ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ· διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραῒμ κατ᾽ ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν, κραταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. Ἰούδας βασιλεύς μου, Μοὰβ λέβης τῆς ἐλπίδος μου. Τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι, λέγει. Πρόδηλον δὲ ὅτι κατὰ τὸν Ἀπόστολον ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ οὗ συνέστη τὸ βασίλειον γένος. Συνάγει δὲ ἐν τούτοις ὁ λόγος τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν, ἐπειδὴ τὸ παλαιὸν διῃρεῖτο τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο βασιλείας, προφητεύων μηκέτι ἔσεσθαι τὴν διάστασιν ταύτην, ἀλλ᾽ ἕνωσιν τοῦ παντὸς ἔθνους. Ἐπληροῦτο δὲ καὶ ταῦτα κατὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἥνωτο γοῦν κατ᾽ ἐκείνους τοὺς χρόνους τὸ πᾶν ἔθνος τῶν Ἰουδαίων, οὐκέτι ἐκ δύο βασιλειῶν διῃρημένων. Διὸ καὶ ὁμοίως ἐκήρυττεν ὁ Σωτὴρ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ εἰς πάσας τὰς φυλὰς αὐτῶν τοὺς ἑαυτοῦ μαθητὰς ἐξαπέστειλεν. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου.

Τούτων δὲ, φησὶν, ἐν πρώτοις καὶ ἐν ἀρχῇ τῆς κλήσεως παραλαμβανομένων, οὐδὲ οἱ τῶν ἀλλοφύλων χείρους ἀλλότριοί μου καταστήσονται, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον τὸν Μωὰβ, τὸν ἀπηγορευμένον παραβάλλειν εἰς Ἐκκλησίαν Κυρίου προσλήψομαι καὶ ὑποδέξομαι.

Τοῦτο γὰρ ἐλπίζω. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Λευκότερον δὲ καὶ σαφέστερον τὴν διάνοιαν ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις· παρ᾽ οἷς εἴρηται, Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου· ὁ δὲ Σύμμαχος, Ἔσται, φησὶν, ὁ Μωὰβ λέβης ἀμεριμνίας μου. Οἶδα δὲ ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου εἰς τοὺς τόπους· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ᾽ ἧς γίνεται καὶ Δαυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς τοῦ Θεοῦ γεγέννηται, ὁ καὶ ἐπὶ τοῦ Ἰωάννου βάπτισμα καὶ τὸ λουτρὸν τὸ ἐν τῷ Ἰορδάνῃ παρεληλυθώς.

Μωὰβ λέβης τῆς ἐλπίδος μου. Δοκεῖ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως, οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὰν δὲ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλληται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. Ὅτε γὰρ ἡ προφητεία τοὺς Μωαβίτας προσίεται, τοὺς πάλαι ἀπηγορευμένους, δῆλον, ὅτι δι᾽ ἐκείνων καὶ τοῖς λοιποῖς ἔθνεσιν ἀγαθὰς ἐλπίδας ὑπογράφει.

Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς, ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.

Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. Τουτέστιν, Ἐπιβήσομαι καὶ ἐμπεριπατήσω τοῖς ἔθνεσιν. Ἰδουμαῖοι γὰρ ἦσαν οἱ ἀπὸ τοῦ μεμισημένου Ἠσαῦ, περὶ οὗ λέλεκται· Οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος· καὶ, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπιβαλῶ οὖν, φησὶ, τὸ ὑπόδημά μου, οὐκέτι ἐπὶ τὸν Ἰσραὴλ, οὐδὲ ἐπὶ τὴν Ἰουδαίας γῆν, οὐδὲ ἐπὶ μόνα τὰ Ἱεροσόλυμα, ἀλλ᾽ ἐπ᾽ αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν. Ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ἐπὶ Φυλισταίους συνεταιρισθήσομαι· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐπὶ τοὺς ἀλλοφύλους ἐντιμωθήσομαι· ὁ δὲ νθʹ ψαλμὸς, Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Γνώσεως δὲ Θεοῦ καὶ φιλίας καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους, καὶ ἀλλοτρίους μὲν τοῦ Θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ΡΗʹ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας, τῷ νικοποιῷ, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε· μονονουχὶ διδάσκοντος ἡμᾶς τοῦ ἁγίου Πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῖς κατὰ τοῦ θανάτου τροπαίοις, καὶ τὰς παρούσας φωνὰς ἐγκαταλέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίσταται βίος, καὶ ἡ ὑπομονὴ τῶν παθημάτων. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη.

Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσωπον τοῦ Χριστοῦ, τὰ πάθη περιέχων αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα ὁ Πέτρος, τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας, καὶ παραινέσας ἕτερον δεῖν παραληφθῆναι εἰς τὸν τῶν ιβʹ ἀποστόλων ἀριθμὸν, μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προκειμένῳ ψαλμῷ φασκούσῃ· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· ὥστε κατὰ τὴν Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐτὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν, καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν Σωτὴρ διὰ τῶν προκειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄνθρωπος, μείνας δὲ Θεὸς, ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυτοῦ Πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. Σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ Πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς· ὃ δὴ ἐν ἑτέροις διδάσκει λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγάσαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπουδὴν ἐποιοῦντο. Ἀλλὰ σὺ, φησὶν, ὦ Πάτερ, μὴ συγχωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου, τὴν εἰς τὴν σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην.

Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη.

Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ Γραμματέων ἐτύγχανε, τῶν μεθ᾽ ὑποκρίσεως αὐτὸν Διδάσκαλον καὶ Ῥαββὶ ἀποκαλούντων, ἐξαιρέτως δὲ τοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ Σωτῆρα καὶ Κύριον φιλήματι προεδίδου.

Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολία, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Δέον γὰρ ἀγαπᾷν ὡς εὐεργέτην, καὶ μὴ μόνον τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχῶν ἰατρόν· οἱ δὲ διαβολὰς ἔῤῥαπτον κατ᾽ αὐτοῦ.

Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· μονονουχὶ καὶ τοὺς ἐμοὶ μαθητευομένους ἔργῳ διδάσκων ὁποίους καὶ αὐτοὺς εἶναι προσήκει, εἴ ποτε τοῖς ὁμοίοις περιπίπτοιεν. Ἐπεὶ δὲ μέσως εἴρηται τό· Ἐγὼ δὲ προσηυχόμην· τίνα δὲ ἦν ἃ προσηύχετο καὶ ὑπὲρ ἐκείνων, οὐκ ἐμφέρεται· εἴποι δ᾽ ἄν τις εἰκότως, ὅτι ταῦτα προσηύχετο καὶ ὑπὲρ ἐκείνων, ἃ δὴ σύμφωνα ἦν ταῖς αὐτοῦ διδασκαλίαις, δι᾽ ὧν ἔφασκε· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς. —Καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Περὶ τούτων οὐδὲν δεῖ λέγειν, τῆς ἐν τοῖς Εὐαγγελίοις ἱστορίας περιεχούσης τὸ πλῆθος τῶν εὐεργεσιῶν ὧν ἐνανθρωπήσας αὐτοῖς παρεῖχε, θεραπεύων αὐτῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.

Κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ὁ καὶ σκελίσας αὐτὸν, πάντα ἃ πρότερον ἐδόκει κεκτῆσθαι δεξιᾷ τῆς αὐτοῦ ψυχῆς ἀποσυλήσας. Ἐν τῷ κρίνεσθαι ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.

Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν· ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Εἰκὸς καὶ ῥητῶς κατὰ ψιλὴν τὴν λέξιν ταῦτα πάντα πεπληρῶσθαι κατὰ τοῦ προδότου μετὰ τὴν ἀνάρτησιν αὐτοῦ, ἅμα μὲν ὀρφανῶν γενομένων αὐτοῦ τῶν παίδων, ἅμα δὲ καὶ τῆς γυναικὸς ἐν χηρείᾳ καταστάσης, καὶ τῶν ἑξῆς καταλεχθέντων ἁπάντων πρὸς λέξιν τέλος εἰληφότων, ὡς ἀληθεῦσαι τὴν πρόῤῥησιν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ψαλμοῦ ταῦτα ἔσεσθαι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Ἰουδαίων ἔθνους κατὰ λέξιν πεπληρωμένα μετὰ τὴν εἰς τὸν Χριστὸν ἐπιβουλήν· Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἄστατον ἅπαν τὸ ἔθνος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν.

Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· καὶ διαρπασάτωσαν ἀλλότριοι τὸν πλοῦτον αὐτῶν. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ὁ δὲ Σύμμαχος οὕτω, Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν, ἅπαντα ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσαι. Τούτων δὲ γενομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. Εἶτα μʹ οὐ διελθόντων ἐτῶν, πανολεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαός.

Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαυῒδ ἡ εὐσέβεια· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή.

Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν κριτῶν, τοὺς ἐπὶ τῶν βασιλειῶν, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον παρανομίᾳ συζήσαντας. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα δὲ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πάντα, φησὶ, τὰ ὑπ᾽ αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανολεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων τῶν ἠπιστηκότων Ἰουδαίων λέγει· ἀπὸ γὰρ ἑνικοῦ προσώπου ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν· οὐκέτι γὰρ εἶπεν, αὐτοῦ, ἀλλ᾽, αὐτῶν.

Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· τουτέστι πεπληγμένον δι᾽ ἃς ἑώρα ἐν αὐτοῖς παρανομίας. Ὅθεν καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἔλεγε κλαίων αὐτήν· Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου. Ἐθανάτωσε δὲ αὐτὸν, αἴτιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι.

Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν διαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Τῆς προφητείας λεγούσης εἰς πρόσωπον τοῦ Σωτῆρος· Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται, ὅπως μὲν οἱ καθ᾽ ὅλης τῆς οἰκουμένης τὸν Θεὸν δι᾽ αὐτοῦ ἐπιγνόντες, καὶ πιστεύσαντες εἰς αὐτὸν, τῆς ἐκ Θεοῦ καταξιοῦνται εὐλογίας, ὡς πληθύνειν καὶ αὔξειν, καὶ τὰ σύμπαντα πληροῦν τὴν Χριστοῦ Ἐκκλησίαν, τοῖς πᾶσι τυγχάνει πρόδηλον· ὅπως δὲ Ἰουδαῖοι, ἀρώμενοι αὐτὸν καὶ βλασφημοῦντες ἐφ᾽ ἑκάστης ἡμέρας, τὴν ἐκ Θεοῦ κατάραν εἰς ἑαυτοὺς ἐπισπῶνται, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μὴ ἆραι κεφαλὴν, μηδὲ ἀνανεῦσαι αὐτοὺς ἀπὸ τῶν χρόνων τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς.

Καὶ σὺ, Κύριε, ποίησον μετ᾽ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον. Φροντίζων περὶ τῆς ἀπωλείας τῶν ψυχῶν αὐτῶν, αὐτοῦ τε ἐκείνου τοῦ προδότου καὶ τῶν τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευασμένων, περί τε τῆς ἀποβολῆς καὶ ἀποπτώσεως τοῦ παντὸς Ἰουδαϊκοῦ ἔθνους, ταράττεσθαι ὡς φιλάνθρωπος ὑπὲρ αὐτῶν ὁμολογεῖ· Διό φησι· Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει γνωστὴ γέγονεν ἡ χεὶρ τοῦ Θεοῦ, τουτέστιν ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ ὁ τέως τοὺς πολλοὺς λανθάνων, ἐφανερώθη, ὡς αὐτὸς ἑκὼν ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ αὐτὸς τὸ ἑαυτοῦ ἀνέστησε σῶμα, δεξιὰ καὶ δύναμις ὢν τοῦ Πατρός.

Γνώτωσαν τοίνυν, φησὶν, ὅτι ἡ χείρ σου αὕτη, ἣν ὀνειδίζουσι καὶ χλευάζουσι, καὶ σὺ, Κύριε, ἐποίησας αὐτὴν, τῷ εὐδοκῆσαι σῶμα αὐτὴν ἀναλαβεῖν. Χεὶρ γὰρ τοῦ Θεοῦ ἡ ποιητικὴ ἁπάντων δύναμις αὐτοῦ, οὐχ ἑτέρα οὖσα τοῦ δι᾽ οὗ γέγονε τὰ πάντα τοῦ Θεοῦ Λόγου.

Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν· ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Μέχρι καὶ σήμερον διέμειναν οἱ Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις· ἀλλ᾽ ἐκείνων βλασφημούντων, περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα τὴν αἰσχύνην αὐτῶν. Οἱ γὰρ Ἰουδαῖοι μετὰ τὴν κατὰ Χριστοῦ ἐπιβουλὴν, ἔρημοι τῆς τοῦ Θεοῦ ἐπισκοπῆς γενόμενοι, αἰσχύνην περιεβάλοντο· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν εὐφροσύνης εἰσέτι καὶ νῦν πληροῦται, διὰ τοῦ ὀνόματος αὐτοῦ καθ᾽ ὅλης τῆς οἰκουμένης καθεστώσης Ἐκκλησίας.

Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοᾷ· Οὕτω λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα τὴν αἰσχύνην αὐτῶν.

Καὶ τοῦτο μάθοις ἂν ἐπιστήσας ποίας ἄρα Ἰουδαίων παῖδες κέκτηνται διανοίας ὁρῶντες τὰ μὲν ἑαυτῶν σεμνὰ καὶ ἅγια ἐκ βάθρων ἠφανισμένα, τοῦ δὲ πρὸς αὐτῶν ἀτιμίᾳ περιβληθέντος, σταυρῷ τε καὶ θανάτῳ παραδοθέντος, τὸ μὲν τοῦ θανάτου μνῆμα σπουδαῖς τε καὶ φιλοτιμίαις τετιμημένον, τὰς δὲ διὰ τῆς αὐτοῦ δυνάμεως καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυθείσας Ἐκκλησίας αὐξούσας ὁσημέραι, καὶ πληθυνούσας, καὶ ἔτι μετὰ δόξης προϊούσας. Ταῦτα γὰρ ὁρῶντες ὀφθαλμοῖς Ἰουδαίων παῖδες, πῶς οὐκ ἐντροπὴν καὶ αἰσχύνην εἰκότως περιβάλλονται;

Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Πολλῶν· τίνων ἢ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης Ἐκκλησιῶν; Αὐτὸς γάρ ἐστιν ὁ εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Διὸ καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν μέσῳ τῶν Ἐκκλησιῶν παρὰ τοῦ Κυρίου τῷ Πατρὶ μεγίστη πρόεισιν εὐχαριστία.

ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ΡΘʹ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Σφόδρα ἀκριβῆ καὶ ἀληθῆ λόγον ἐπεσημήνατο ὁ Σωτὴρ ἡμῶν εἰρηκώς· Εἰ οὖν Δαυῒδ ἐν πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐ γὰρ ἐκτὸς Πνεύματος ἁγίου οἷός τε ἦν ὁ Δαυῒδ εἰπεῖν τό· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Πόθεν γὰρ παρῆν ἀνθρωπίνῳ λογισμῷ ἡ γνῶσις ἡ τοῦ Πατρὸς πρὸς τὸν ὠνομασμένον αὐτοῦ Κύριον κοινολογίας; Ὁ μὲν οὖν θρόνος τὴν βασιλικὴν αὐτοῦ ἀξίαν κατασημαίνει, ἡ δὲ κάθισις τὸ βέβαιον καὶ ἑδραῖον καὶ ἀσάλευτον τῆς ἐν τῇ βασιλείᾳ διαμονῆς· τὸ δὲ, ἐκ δεξιῶν, εἶναι καὶ δεξιῶν τοῦ Πατρὸς δωρημάτων κοινωνόν. Πάντα γὰρ τὰ δεξιὰ, φαιδρά τε καὶ ἀγαθὰ καὶ σωτήρια χορηγεῖ ὁ Υἱὸς ὡς παρὰ Πατρός. Ἐχθροὺς δὲ φησὶ τοὺς διὰ τοῦ προτεταγμένου ψαλμοῦ δεδηλωμένους· καὶ οὐ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις. Πάντας γὰρ ὑπὸ τοὺς πόδας αὐτοῦ θήσειν ὁ Πατὴρ διαγγέλλεται διὰ τοῦ προκειμένου ψαλμοῦ.

Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ῥάβδον δυνάμεως ἐν τούτοις ἡγοῦμαι τὸν εὐαγγελικὸν λόγον εἰρῆσθαι. Ἐπίστησον δὲ μήποτε καθ᾽ ἕτερον τρόπον ῥάβδος δυνάμεως εἴρηται ἐνταῦθα ἡ ἐν τῷ δευτέρῳ ψαλμῷ κεκλημένη ῥάβδος σιδηρᾶ. Ὁ μὲν οὖν εὐαγγελικὸς λόγος, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ τῆς κατ᾽ αὐτὸν οἰκονομίας ἀπαγγελτικὸς, ἡ παιδευτικὴ καὶ σωτήριος εἴη ἂν ῥάβδος· ἡ δὲ κατὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων τῆς αὐτοῦ Ἐκκλησίας καθαιρετικὴ λεγομένη σιδηρᾶ, δι᾽ ἧς ὡς σκεύη κεραμέως συντρίψειν λέγεται τοὺς ἐχθροὺς αὐτοῦ.

Ἐπεὶ τοίνυν ὁ Χριστὸς τὰς Ἐκκλησίας αὐτοῦ ἐν μέσαις ταῖς πόλεσι καὶ ἐν αὐτοῖς μέσοις ἔθνεσι μεταξὺ τῶν ἐχθρῶν καὶ πολεμίων συνεστήσατο, ἀναγκαίως λέλεκται ὅτι, Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος, ἵνα κατακυριεύσῃς ἐν μέσῳ τῶν ἐχθρῶν σου.

Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀκύλας, Ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου· ὁ δὲ Σύμμαχος· Ὡς κατ᾽ ὄρθρον σοι δρόσος ἡ νεότης σου· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος νεότητός σου. Καὶ ἔοικέ γε διὰ τούτων τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ τὴν οἰκονομίαν σημαίνειν.

Ἀπὸ γὰρ μήτρας, φησὶ, γενήσεται δρόσος ἐξωρθρισμένη τῆς παιδιότητός σου· ἢ ἐκ μήτρας γενήσεταί σοι δρόσος σου ὄρθρου ἐν τῇ νεότητί σου. Σημαίνεσθαι δὲ διὰ τούτων ἡγοῦμαι τὸ μὴ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ᾽ ἐξ ἁγίου Πνεύματος συστῆναι τὴν ἔνσαρκον γέννησιν. Οἷα γὰρ δρόσος ἄνωθεν ἐξ οὐρανοῦ φερομένη, οὕτω πως ἐν τῇ μήτρᾳ τῆς κυοφορούσης αὐτὸν μητρὸς ἡ τῆς σαρκὸς ὑπέστη σύστασις ἐν τῇ παιδιότητι αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐκ γαστρὸς, ἢ, ἀπὸ μήτρας, τὸ Ἑβραϊκὸν ἔχει, Μαριάμ. Οἶδα δὲ εἰς τοῦτο τινὸς ἀκούσας, ὡς τῆς Ἑβραϊκῆς φωνῆς ἐνταῦθα τῆς Μαρίας μνημονευσάσης· τὸ γὰρ, Μαριὰμ, τὸ Μαρίας ὄνομα σημαίνει, ὡς ὀνομαστὶ διὰ τούτων τῆς Θεοτόκου μνημονευθείσης.

Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.

Σφόδρα μοι δοκεῖ ἀκολούθως τῇ προγεγραμμένῃ λέξει συνήφθη τὰ προκείμενα. Εἰ γὰρ καὶ τὰ μάλιστα γένεσιν τὴν ἀπὸ μήτρας ὑπέμεινας, φησὶ, καὶ γεγένησαι οἷα δρόσος ἐξ ἁγίου Πνεύματος ἐν τῇ παιδιότητί σου σάρκα ἀναλαβὼν, ἀλλ᾽ οὐχ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις καὶ τὴν καταστροφὴν τοῦ βίου ποιήσεις· διαμενεῖς δὲ εἰς τὸν αἰῶνα ἱερώμενος τῷ Θεῷ καὶ Πατρί.

Τοῦτο γὰρ ὥρισται, καὶ μεθ᾽ ὅρκου βεβαιώσεως τοῦτο ἀποπέφανται πρὸς τοῦ σοῦ Πατρός.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Τὰ τῆς προγραφῆς τοῦ προκειμένου καὶ τῶν ἐφεξῆς αὐτῷ παρίστησι μὴ διὰ ψαλτηρίου εἰρῆσθαι τὰ προκείμενα, μηδὲ ᾠδῆς ἐπέχειν τόπον, ἀλλὰ μηδὲ προσευχῆς, μηδέ τινος τῶν ἄλλων προγραφῶν, εἶναι δὲ ὕμνους εὐχαριστηρίους· διὸ καὶ ἐπιγεγραμμένοι εἰσὶν, Ἀλληλούϊα, ὅπερ μεταβαλλόμενον εἰς τὴν Ἑλλάδα φωνὴν αἶνον Θεοῦ σημαίνει. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἀποδοθεῖσαν περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείαν εὐχαριστήριος ὕμνος διὰ τῶν προκειμένων συνάπτεται, ἐκ προσώπου λελεγμένος αὐτοῦ τοῦ Σωτῆρος, εὐχαριστοῦντος τῷ ἑαυτοῦ Πατρὶ ἐπὶ τῇ πάντων τῶν ἀνθρώπων σωτηρίᾳ.

Ἡ γὰρ ἐξομολόγησίς ἐστι μὲν ὅτε κατὰ τὴν συνήθειαν τῆς Γραφῆς ἁμαρτιῶν ὁμολογίαν σημαίνει, ἔστι δὲ ὅτε εὐχαριστίαν παρίστησιν. Αὐτίκα δ᾽ οὖν ἐν Εὐαγγελίοις αὐτὸς ὁ Σωτὴρ ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρὸς, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.

Ἐν βουλῇ τῶν ἁγίων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Οὐκέτι σκολιῶν ἀνδρῶν οὐδὲ διαστρόφων, ἀλλ᾽ ἀγαθῶν καὶ εὐθειῶν ψυχῶν τὸν εὐχαριστήριον ὕμνον δώσω σοι τῷ ἐμαυτοῦ Πατρί. Σημαίνει δὲ διὰ τούτων τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν διὰ τῆς αὐτοῦ χάριτος Ἐκκλησίαν. Βουλὴν δὲ εὐθέων ὠνόμασε τὰ τάγματα τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἁγίων· συναγωγὴν δὲ δεύτερον τάγμα μετὰ τὴν βουλὴν τῶν εὐθέων σημαίνει, τὸ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ δεύτερον τοῦ πλήθους ἄθροισμα.

Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν· ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· ἀρχὴ σοφίας φόβος Κυρίου. Μήποτε, ἐπεὶ ὁ φοβούμενος οὔτε τελείωται, ἡ μὲν εἰσαγωγὴ διὰ φόβου κατορθοῦται, τὸ δὲ τέλος δι᾽ ἀγάπης; ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τοιοῦτος δ᾽ ἂν εἴη ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως ἀγαπῶν Κύριον τὸν Θεόν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.

Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ ἡ σύνεσις τότε ἀγαθὴ τυγχάνει, ὅτε ἔργοις ἐπιτελεῖται· διὸ τὴν σύνεσιν οὐχ ἁπλῶς ἀγαθὴν εἶπεν, ἀλλὰ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τέλος γὰρ τῶν μακαρίων τὸ πρὸς τὸν Θεὸν εἶναι, καὶ παρεστάναι αὐτῷ, καὶ μόνῃ τῇ αὐτοῦ θεολογίᾳ καὶ αἰνέσει σχολάζειν.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΑʹ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτως εἴωθε καλεῖν πάντα τὸν ἐξ ἐθνῶν προσιόντα τῷ Θεῷ. Παρίσταται δὲ τοῦτο ἀπὸ τοῦ διεσταλμένως μετὰ τὸν Ἰσραὴλ καὶ μετὰ τὸν οἶκον Ἀαρὼν, καὶ μετὰ τὸν οἶκον Λευῒ, τοὺς φοβουμένους τὸν Κύριον ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ καλεῖσθαι, ὡς ἐν ἑτέροις εἴρηται. Τίνες γὰρ ἂν εἶεν μετὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον ἀλλ᾽ ἢ οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι καὶ ἀλλογενεῖς; Οὐκοῦν ἐν τῷ μετὰ χεῖρας ψαλμῷ οὐκ ἄλλος τις ἂν εἴη ὁ μακαριζόμενος τοῦ ἐξ ἐθνῶν προσεληλυθότος τῷ Θεῷ λαοῦ· ὅντινα ὀνομάζει φοβούμενον τὸν Κύριον. Οὐ μὴν ἤδη που μακάριος ὁ τοιοῦτος, εἰ μὴ καὶ τὸ ἑξῆς αὐτῶν ἐποιεῖτο· τουτέστι τὸ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλειν σφόδρα, ἀσφαλῶς δὲ τὸ θέλειν κέκτηται, ὡς ἂν μὴ ἐπάναγκες μηδὲ παρὰ προαίρεσιν φυλάττοιτό τις τὰς ἐντολὰς, ἀλλ᾽ ἐθελοντὴς, καὶ μετὰ τοῦ στέργειν σὺν πάσῃ προθυμίᾳ καὶ γνησίως ἀγαπᾷν τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ φυλακήν.

Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. Ὁ μακαριζόμενος τὸ οἰκεῖον φῶς οὐ διαλείπει, ἐξανατέλλων οὐ πᾶσι, τὴν διδασκαλίαν δὲ τοῖς εὐθέσιν αὐτοῦ, καὶ τὸ τῆς γνώσεως φῶς ἔνδον ἐν τῇ τῶν εὐθέων γενεᾷ παρέχων, καὶ τοὺς εὐθεῖς φωτίζων. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Οὐκ ἀποκλείει τὰ ἑαυτοῦ σπλάγχνα, ἀλλὰ μεταδίδωσι τῶν ὑπαρχόντων τοῖς δεομένοις, διὰ τὸ φυλάττειν ἐντολὴν τὴν λέγουσαν· Τίς ἆρα πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Ὁ τοιοῦτος, φησὶ, καὶ τοιαῦτα πράττων, οὔτε πεσεῖται, οὔτε σαλευθήσεται τῆς ἐπὶ τὴν πέτραν στάσεως. Οὔτε γὰρ ἀπειλαῖς ἀρχόντων πτήξει, οὔτε τῶν θορυβεῖν καὶ ταράττειν αὐτὸν πειρωμένων ἐν καιροῖς περιστατικοῖς.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδ᾽ ἐκ λόγων ψευδῶν, ἐπαγγελλομένων μὲν ἀλήθειαν, ἐπηρμένων δὲ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, πείσεταί τι δεινὸν, ἅτε δὴ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, καὶ μηδενὸς αὐτὸν χωρίζοντος ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον, ἐστήρικται ἡ καρδία αὐτοῦ· οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Διὰ ταῦτα, φησὶν, οὐ σαλευθήσεται, ἀλλ᾽ οὐδὲ ἀπὸ ἀκοῆς πονηρᾶς φοβηθήσεται, ἐπειδὴ ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐποίησεν· Ἑδραία ἡ καρδία αὐτοῦ ἀμέριμνος ἐν Κυρίῳ.

Διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ· καὶ οὐ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα παραμένει. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.

Ἐπειδὴ περὶ τῶν διὰ πίστεως τελειουμένων ὁ πᾶς λόγος, καὶ περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ τοῦ κατὰ τὴν θείαν διδασκαλίαν θεοσεβοῦντος, εἴρηται, ἀκολούθως μνημονεύει καὶ τῶν ἐκ περιτομῆς διαπριομένων ἐπὶ τῇ προκοπῇ τῶν ἐξ ἐθνῶν. Διὸ λέλεκται· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ὡς τοῦ παρανόμου μὲν εἰληφότος νόμον, παραβεβηκότος δὲ αὐτόν. Τοιοῦτος δὲ πᾶς ὁ ἐκ περιτομῆς, ὃς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ τοὺς ὀδόντας αὐτοῦ βρύχει. Ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ἄπιστοι ταὐτὸν πάσχουσιν ἐπὶ τῇ προκοπῇ τῶν ἐξ αὐτῶν μεταβεβηκότων ἐπὶ τὴν κατὰ Θεὸν πολιτείαν.

Πλὴν ἀμφότερα τὰ τάγματα διαπριόμενα κατὰ τῶν ἐν Χριστῷ τελειουμένων ἐκτακήσεται, τῆς ἐπιθυμίας αὐτῶν ἀπολλυμένης.

ΑΛΛΗΛΟΥΙΑ ΑΓΓΑΙΟΥ ΚΑΙ ΖΑΧΑΡΙΟΥ. ΡΙΒʹ. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Πάντα τὸν διὰ τὸ φοβεῖσθαι Κύριον μακάριον γεγενημένον ἄνδρα ὑποτυπωσάμενος ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τόν τε βίον τῶν τοιούτων καὶ τὴν κατὰ Θεὸν πολιτείαν, καὶ τὸ ἐπὶ τούτοις παρὰ Θεῷ τέλος ὑπογράψας ἐν τῷ προκειμένῳ, τίνες ποτέ εἰσιν οὗτοι, καὶ τίνων τυγχάνουσι παραπλήσιοι διδάσκει, παῖδας αὐτοὺς καλῶν διὰ τὸ νεαρὸν καὶ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, καὶ τούτους ἐπὶ τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, παῖδες, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος δούλους ὠνόμασαν φήσαντες· Ὑμνεῖτε, δοῦλοι, Κύριον, ὑμνεῖτε τὸ ὄνομα Κυρίου. Δούλων γὰρ οὐδὲν διενηνόχασιν οἱ παῖδες, φόβῳ δουλείας παιδαγωγούμενοι.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὡς ἀγνοοῦσι τοῖς παισὶν ὅπως χρὴ τὸν Κύριον ὑμνεῖν τὸ προφητικὸν Πνεῦμα δίκην παιδαγωγοῦ καὶ διδασκάλου τὰς φωνὰς αὐτὰς παραδίδωσιν. Εὐχὴ δὲ αὕτη ἐστὶν ὑπὲρ ἡμῶν αὐτῶν τῶν παίδων ἀναπεμπομένη, ὡς ἂν διαμείνῃ ἡμῖν τὸ τοῦ Κυρίου ὄνομα εἰς τὸ διηνεκὲς, μὴ φεῦγον ἡμᾶς, ἀλλ᾽ ἀναπαυόμενον τῷ ἡμετέρῳ βίῳ.

Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ πότε τέλους ἔτυχεν ὁ λόγος ἀλλ᾽ ἢ μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Πρὸ γοῦν ταύτης ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἐλέγετο γνωστὸς εἶναι Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, τῶν ἔξω τῆς Ἰουδαίας ἐθνῶν δαίμοσι καταδεδουλωμένων καὶ πνεύμασιν ἀκαθάρτοις, καὶ τοῖς τῆς εἰδωλολατρείας ἀντεχομένοις τοῦ ὀνόματος τοῦ Κυρίου μηδὲ εἰς ἔννοιαν ἥκοντος. Ὅτε γε μὴν ἐπιφανεὶς αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς αὐτοῦ μαθητὰς ἐπὶ πάντα διεπέμψατο τὰ ἔθνη, τηνικαῦτα πληροῦται ὁ διὰ τῶν προκειμένων φωνῶν τοῖς πᾶσι παραδοθεὶς ὕμνος.

Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; Διδάσκεται δὲ διὰ τούτων ὁ νέος λαὸς, ὡς εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ᾽ οὖν καὶ οὕτω πλήρης ἐστὶ πᾶσα ἡ γῆ καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ᾽ ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἐστὶ καταδεές. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγὼ, καὶ οὐ Θεὸς πόῤῥωθεν, ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ, ὁ κατέχων τὸν γύρον τῆς γῆς; Ἀλλ᾽ ἐπειδὴ πρὸς Ἰουδαίους ἦν αὐτῷ ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, συγκαταβαίνων τῇ παχύτητι αὐτῶν· εἶτα κατὰ μικρὸν ἀνάγων αὐτῶν τὴν διάνοιαν καὶ πτερῶν τὴν γνώμην καὶ ἀναβιβάζων, ἠρέμα ἐπάγει ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τουτέστι καὶ ἄνω καὶ κάτω. Τοῦτο δὲ εἶπε διὰ τὴν ἀσθένειαν τὴν Ἰουδαϊκὴν, τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. Εἰπὼν γοῦν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, δίδωσι νοεῖν, ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα, καὶ διὰ πάντων ἥκει. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν καὶ ἀχώρητος ὢν καὶ ἀπερίγραπτος καὶ πᾶσι περιιστάμενος.

Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Οὐ γὰρ ζητεῖ ὅπως ἄν τις τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως ἐπάξιον, ἀλλ᾽ ὅπως ἐκείνοις χωρητόν. Καὶ ἀλλαχοῦ δὲ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς ἐκ τοῦ τὰς οὐρανίας δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ δόξαν ἐνιδρυμένην ἔχειν· καὶ ἡ γῆ ὑποπόδιον, διὰ τὸ ἐπὶ γῆς τοὺς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Ἐνταῦθα δὲ ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν ὁ Δαυῒδ, ἐφ᾽ ἕτερον ἔρχεται τῆς δυνάμεως τοῦ Θεοῦ δεῖγμα λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

Ὑμνεῖ τὴν δύναμιν τοῦ Θεοῦ, ῥᾳδίως μεταβάλλουσαν ἃ βούλεται. Οὐ μόνον γὰρ, φησὶ, πλουτίζει τὸν πένητα καὶ δοξάζει, ἀλλὰ καὶ τοῖς ἄρχουσι τοῦ λαοῦ συγκαθίστησι, καὶ εἰς ἀρχὴν ἀνάγει. Μεγάλης γὰρ δυνάμεως καὶ ἀφάτου τὸ τὰ μικρὰ ἐπαίρειν. Δύναται δὲ ὁ στίχος καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι, περὶ οὗ φησιν ὁ προφήτης· Καὶ διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι᾽ ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων.

Τοῦτον γὰρ τὸν πτωχὸν καὶ πένητα λαὸν, ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας, καὶ τῆς ἀτιμίας τῶν παθῶν καὶ τῆς κοπρίας τῶν Ἑλληνικῶν μυσαγμάτων, καθίσει μετὰ τῶν ἀρχόντων τοῦ Ἰσραὴλ, ὄντος λαοῦ αὐτοῦ. Εἰσὶ δὲ οἱ ἀπόστολοι ἄρχοντες τοῦ Ἑβραίων λαοῦ, ἢ καὶ οἱ πατριάρχαι, μεθ᾽ ὧν κατασκηνώσουσιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες. Καὶ τοῦτό φησιν ὁ Κύριος· Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ἔστι μὲν οὖν ὁ λόγος καθολικός. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν αὐτὸν βουληθείη, ὄψεται τοῦτο πάλιν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενον. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ᾽ ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, καὶ εἰς οὐρανὸν ἐκάθισε τὸν ὑψηλότερον. Κοπρίαν δὲ ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα.

Ταῦτα δὲ καὶ ἡ μακαρία Ἄννα εἴρηκε, τὸν χαριστήριον ὕμνον προσφέρουσα τῷ Θεῷ· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ γινόμενα.

Οὕτω τὸν μακάριον Δαυῒδ, ποιμένα ὄντα, βασιλέα πεποίηκε· οὕτω τὸν Ἰωσὴφ, εἰς δουλείαν μεταπεσόντα, ἐπὶ τὸν βασιλικὸν ἐκάθισε θρόνον· οὕτω τὸν Μωσέα, προβατέα γενόμενον, δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τῇ δουλείᾳ τῆς ἀσεβείας δουλεύοντα καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας καὶ βδελυγμίας ἐπικαθήμενα, τῶν τοῦ Ἰσραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀνθρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ ᾅδου πυθμένα, ἀνέλαβε καὶ ἀνήγαγε, καὶ ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΓʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν διηγούμενος, καὶ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα, καὶ ὡς εἷς ἐστι Θεὸς Παλαιᾶς καὶ Καινῆς Διαθήκης.

Ἀντὶ δὲ τοῦ, Ἐκ λαοῦ βαρβάρου, ὁ μὲν Ἀκύλας, Ἀπὸ λαοῦ ἑτερογλώσσου· ὁ δὲ Σύμμαχος, Ἐκ λαοῦ ἀλλοφώνου, ἐκδέδωκεν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Πάλαι μὲν γὰρ, ὅτε διὰ Μωϋσέως τὴν ἐξ Αἰγύπτου πορείαν ἐποιήσαντο οἱ ἀπὸ τοῦ προτέρου λαοῦ, βραχύ τι μόριον τῆς γῆς καὶ σφόδρα εὐτελὴς γωνία τῆς ἁπάσης οἰκουμένης, Ἰουδαία, ἐξείλεκτο τῷ Θεῷ, καὶ ἔθνος ἓν τὸ Ἰουδαίων· ἐπεὶ δὲ, τῆς σωτηρίου ἐπιφανείας τῆς χάριτος ἁπλωθείσης καθ᾽ ὅλης τῆς οἰκουμένης, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, καὶ ὑψηλὸς οὐκ ἐπ᾽ ἔθνος τὸν Ἰσραὴλ, ἀλλ᾽ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη γέγονεν ὁ Κύριος.

Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡσεὶ ἀρνία προβάτων. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σοὶ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡσεὶ ἀρνία προβάτων; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Δοκεῖ μοι πάλιν ἐντεῦθεν ὁ λόγος τὴν προφητείαν ποιεῖσθαι τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως. Πάλαι μὲν γὰρ, φησὶ, κατὰ τὴν ἐξ Αἰγύπτου πορείαν, Ἰουδαία μόνη γέγονεν ἁγίασμα τοῦ Θεοῦ, καὶ μόνος Ἰσραὴλ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ.

Καὶ πάλαι μὲν μερική τις γέγονεν αἴσθησις θαλάσσης, καὶ ποταμοῦ καὶ ὀρῶν καὶ βουνῶν· νῦν δὲ τὸ πᾶν στοιχεῖον τῆς γῆς κινείσθω καὶ σαλευέσθω· μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν, ὠδινησάτω, ὅπως πληρωθῇ τὸ εἰρημένον ὑπὸ Ἡσαΐου προφήτου· Τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰσάπαξ; Τῆς γὰρ κλήσεως τῶν ἐθνῶν καὶ τῆς τοῦ Θεοῦ χάριτος μελλούσης χεῖσθαι καθ᾽ ὅλης τῆς ὑπὸ τῶν ἀνθρώπων οἰκουμένης, ἀνάγκη πᾶσα ἦν τὰ ἐξ αἰῶνος ἱδρυμένα σεβάσματα τῶν ἐθνῶν σάλον καὶ κλόνον παθεῖν, καὶ τοὺς ἐν αὐτοῖς δαίμονας φυγεῖν, ἵνα τῷ Θεῷ γεννηθῇ καθ᾽ ὅλης τῆς οἰκουμένης ὁ ἐξ ἐθνῶν λαός.

Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα τῶν χειρῶν ἀνθρώπων. Ἐνταῦθά μοι δοκεῖ τὸ Πνεῦμα τὸ ἅγιον αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν, εὐχήν τε αὐτοῖς παραδιδόναι εἰς ἐξομολόγησιν, ἐκ προσώπου τε αὐτῶν τὰ παρόντα φάσκειν, δι᾽ ὧν παρίστανται μηκέτι ἔχοντες τὴν ἐπισκοποῦσαν αὐτοῖς θείαν δύναμιν· δι᾽ ὧν διδάσκονται δέεσθαι καὶ παρακαλεῖν διὰ τοῦ λέγειν· Ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος, ἧς κατηξίωνται πάντα τὰ ἔθνη· ἀλλὰ μὴ ἡμῖν ποιήσῃς Δέσποτα· ἀλλὰ διὰ τὸ ὄνομά σου τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ᾽ ἡμᾶς, καὶ μὴ ταῖς ἡμῶν δικαιοσύναις, ἀλλὰ τῷ σῷ ἐλέει χάρισαι καὶ τῇ σῇ ἀληθείᾳ. Εἰ γὰρ μὴ ἐλεήσειας, ἐροῦσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;

Ἀλλ᾽ ἵνα μή ποτε τοῦτον εἴπωσι τὸν λόγον, χάρισαι ἡμῖν καὶ δώρησαι ἔλεός σου. Κἂν γὰρ μὴ ἡμᾶς μηκέτι ἡ σὴ ἐπισκοπὴ διακυβερνᾷ, ἀλλὰ πεπείσμεθά σε εἶναι ἐν τῷ οὐρανῷ, καὶ ταῦτα ποιεῖν ἅπερ ἠβουλήθης. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προσθείη Κύριος ἐφ᾽ ὑμᾶς, ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν.

Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγʹ ψαλμοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ριδʹ ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ριγʹ ὕμνου. Δοκεῖ οὖν τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν· δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον ἔχοντα, οὐ φημὶ τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ᾽ οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστηκεν.

Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΔʹ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην; Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.

Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου· ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαίρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.

Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν· ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν· ἐκεῖ δὲ οὐκ ἔστιν ἀλλοίωσις, οὔτε σώματος, οὔτε ψυχῆς. Οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτάραχον τῶν λογισμῶν ἀφαιρουμένης. Χώρα ἐστὶν ἐκείνη τῶν ἔτι ζώντων, ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ ὁ προφήτης κατεπαγγέλλεται, ὡς ὑπ᾽ οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι ζώντων.

Ἐκείνη χώρα ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα, οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐ τῶν ἔξωθέν τι περιστατικῶν· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθινὴν ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΕʹ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Συνῆπται καὶ ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλελεγμένων, καὶ μέρος εἶναι αὐτῶν. Ἐπεὶ μὲν γὰρ εἰρήκει· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· καὶ πάλιν· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων· ἐνταῦθα δὲ ἐπισυνάπτει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβήν· Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.

Ἐταπείνωσα ἐμαυτὸν, καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἐκακώθην σφόδρα. Τοῦτο δὲ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην, ὅτι πᾶς ἄνθρωπος ψεύστης· διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς, ὡς ἄνθρωπος ἀποφηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπών· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων, ψεύσωμαι· τούτου χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς ψυχῆς ἀναπαύσει, καὶ τῇ χώρᾳ τῶν ζώντων, καὶ διὰ τοῦ πιστεῦσαι λαλήσας ταῦτα αὐτὰ, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας, καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα.

Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα· καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. Τὰ δ᾽ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; Ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα· ἢ γὰρ ἂν καὶ ἐψευσάμην· ἀλλ᾽ ἐπίστευσα τοῖς τοῦ Θεοῦ λόγοις, καὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις.

Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον τοῦ σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ ὁ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Διέῤῥηξας τοὺς δεσμούς μου. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν, τῆς Ἐκκλησίας. Δεσμοὺς δὲ οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο. Ἐλευθερωθεὶς δὲ τῆς ἁμαρτίας, καὶ υἱὸς τῆς σῆς παιδίσκης γινόμενος τῆς Ἐκκλησίας, τῶν προτέρων ἀνέθην ἁμαρτημάτων διὰ τῆς σῆς χάριτος. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.

Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Προκοπὴν σημαίνει τῷ ταῦτα λέγοντι, φημὶ δὲ τῷ ἐξ ἐθνῶν λαῷ. Τῷ γὰρ, Σοὶ θύσω θυσίαν αἰνέσεως, τοῦ σώματος καὶ τοῦ αἵματος, φησὶ, μεταλήψομαι, καὶ ἐν τῇ τούτων μεταλήψει τὸ ὄνομά σου ἐπικαλέσομαι, καὶ τὰς εὐχαριστηρίους εὐχάς σοι τῷ Κυρίῳ ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ, καὶ ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ τὰς ἐπαγγελίας ἅς ποτε ἐποιησάμην.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙϛʹ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἀνακαλεῖται τοίνυν ὁ λόγος ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα ἔθνη· εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· Ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προφητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τέως μὲν γὰρ ἔθνη τυγχάνοντα, οὔπω λαὸς ἦν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου, καὶ μετασχόντα τῶν τοῦ Θεοῦ μυστηρίων δι᾽ ἀναγεννήσεως καὶ λουτροῦ παλιγγενεσίας, γίνονται αὐτοῦ λαοί. Ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν παρ᾽ Ἑβραίοις προφητῶν Θεὸν ὑμνούντων, καὶ τὰ αὐτὰ ἀναγνώσματα, μαθήματά τε καὶ δόγματα διδασκομένων. Ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα, οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ᾽ ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΖʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ ὁ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προκειμένοις, τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περιτομῆς λαὸς, καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώτους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ· ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ Εὐαγγελίῳ, κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα τοὺς Ἰουδαίους εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ᾽ οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην.

Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἦλθον ἀλλ᾽ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ.

Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ᾽ ἄρχουσι. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παραλαβὼν τὰ τέλη τῶν ἀσεβῶν. Ἔγνων γὰρ, ὅτι ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, ἢ ἐπεσβέσθησαν ὡς πῦρ ἐν ἀκανθῶν ὡς μηκέτι με ταράττεσθαι, εἴ ποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους, καὶ τῷ λαῷ Θεοῦ ἐπανισταμένους. Πεπαίδευμαι γὰρ ὁποῖον αὐτοὺς τέλος περιμένει.

Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοὶ, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα.

Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνῃ προγράφεται· κατ᾽ εἶδος δὲ λοιπὸν διαιρῶν τις, εἴποι ἀναλόγως τὸ, Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, καὶ πύλας φρονήσεως, καὶ τῶν λοιπῶν τῶν κατὰ Θεὸν πράξεων.

Ἐπειδὰν διὰ πασῶν παρέλθῃ τῶν πυλῶν, λοιπὸν ἐπὶ τὸ τέλος τῶν, ὡς ἂν εἴποι τις, ἐνδοτάτω ἁγίων ἐλθὼν, οὐκέτι πολλὰς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ Κυρίου, δι᾽ ἧς πάντες εἰσελεύσονται οἱ δίκαιοι. Εἴποι δ᾽ ἄν τις ταύτην τὴν ὑστάτην καὶ τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προσελθεῖν Ὑστάτη δὲ πύλη τοῦ Κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐεργεσίαν καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσί φησιν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον τοὺς ἀπολαύοντας, ὥστε ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους διαδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε, μετὰ τὸ τυχεῖν, μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν.

Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ Κύριος ἐπέφανέ τε καὶ ἔδειξε· διό φασιν, Εὐλογήκαμεν ὑμᾶς· ὅτι ἐπέφανε τὴν ὑμετέραν δείξας σωτηρίαν. Ἐπευξάμενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ Πνεύματι τὰ προκείμενα οἱ προφῆται, μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦσθαι.

Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου, ὑμεῖς οἱ ἐξ ἐθνῶν ἐν τοῖς πυκάζουσι. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Δήσατε ἑορτὴν ἐν πιμελέσιν· ὁ δὲ Σύμμαχος· Συνδήσατε ἐν πανηγύρει πυκάσματα ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Προστάττει δὲ διὰ τούτων πολλοῖς κειμηλίοις πληροῦν τὸν οἶκον τοῦ Θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς.

Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Προστάττεται δὲ ὁ συγκροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ οἴκου Ἀαρὼν, καὶ ἐκ τῶν φοβουμένων τὸν Κύριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τὸ, Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν.

Τίνι δὲ ταῦτα λέγει ἢ τῷ ἀνωτέρω δεδηλωμένῳ Κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτὸν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ΑΛΛΗΛΟΥΙΑ. ΡΙΗʹ. Μακάριοι οἱ ἄμωμοι ἐν τῇ ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. Ὤφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Τότε οὐκ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἄμωμοι δ᾽ ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ὁδῷ, οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς τυγχάνων τῶν θείων μαθημάτων· ὡς ἂν μὴ ἐπιτρίβοιτο αὐτὸς χαυνούμενος, ὡς ἤδη μακάριος· γινώσκῃ δὲ, ὅτι μακρὰ ἀφυστερεῖ τῶν μακαριζομένων. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Περὶ τῶν μαρτυρίων ἤδη διηγησάμεθα· ὁδὸς οὖν μαρτυρίων τούτων εἴη ἂν τὸ ὁδεῦσαι κατὰ τὸ βούλημα αὐτῶν, οὐκ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ μετὰ πάσης εὐφροσύνης, καθὸ ὁ Προφήτης φησίν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Τοὺς δικαιοκρισίας σου, φησὶ, λόγους ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελοῦμαι.

Φοβοῦμαι δὲ μήποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται· διόπερ εὐχὴν ἐποιησάμην· τὸ δι᾽ ἁπάσης τῆς ἐμαυτοῦ ζωῆς, καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως· ἢ καὶ ἄλλως, τῆς σῆς καθ᾽ ὅλου προνοίας, ὦ Κύριε, τὰ κρίματα εἰδέναι ἐπεθύμησεν ἡ ψυχή μου.

Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνείδιζόν με, φησὶ, παλαιὰ εἰ τύχοι ἁμαρτήματα· ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες, ὡς οὐδενὸς ἄξιον λόγου.

Ἐγὼ δὲ καταμόνας καθήμενος, καὶ τοῖς θείοις λόγοις προσανέχων, καὶ μηδένα κεκτημένος σύμβουλον μηδ᾽ ἄλλην ἔχων παραμυθίαν, τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὥσπερ ἀρχὴ κοιμήσεώς ἐστι νυσταγμὸς, οὕτως ποτὲ καὶ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν, καθελκομένη μὲν ὥσπερ εἰς ὕπνον, τὸ ἁμάρτημα, ἀνανεύουσα δὲ καὶ ἐγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης. Ἀναγκαίως δὲ συνετισθῆναι ἀξιῶ, καὶ φωτισθῆναι τοὺς ὀφθαλμούς μου εἰς κατανόησιν τῶν νόμων, ἵνα πᾶσα ὁδὸς ἀδικίας ἀποστῇ ἀπ᾽ ἐμοῦ. Ἀντὶ δὲ τοῦ, Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, ὁ μὲν Ἀκύλας, Ὁδὸν ψεύδους ἀπόστησον ἀπ᾽ ἐμοῦ, εἴρηκεν· ὁ δὲ Σύμμαχος, Ὁδὸν ψευδῆ περίελε ἀπ᾽ ἐμοῦ· ὡς ἀληθεύειν τὴν προειρημένην ἐξήγησιν.

Εὔχεται γὰρ ἕκαστος ἐκτὸς γενέσθαι πάσης ψευδοδοξίας καὶ τῆς περὶ τὰς θείας Γραφὰς ψευδοῦς ὑπολήψεως. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Τὸν στίχον τοῦτον ἐρεῖ μόνος ὁ καταφρονῶν μὲν τῶν βλεπομένων ὡς προσκαίρων, σκοπῶν δὲ τὰ μὴ βλεπόμενα ὡς αἰώνια, καὶ μόνα κυρίως ἀληθῆ, καὶ ἐπ᾽ ἐκεῖνα σπεύδων. Οὐκ ἀληθείας γὰρ ὁδὸς, ἣν αἱρεῖται ὁ πραγματευόμενος τὸν κάτω πλοῦτον καὶ τὰς ἐπὶ γῆς δόξας. Ὁ οὖν ἑλόμενος ὁδεύειν, ὡς ἀποδεδώκαμεν, τὴν τῆς ἀληθείας ὁδὸν, οὗτος οὐκ ἐπιλανθανόμενος τῶν κριμάτων τοῦ Θεοῦ καὶ τῶν ἀνταποδόσεων αὐτοῦ τὸ τοιοῦτον πράττει. Ὁ φιλαλήθης καὶ μήποτε προφέρων ψευδῆ λόγον διὰ στόματος εἴποι ἄν· Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀλλὰ καὶ ὁ διαπαντὸς πρὸ ὀφθαλμῶν τιθέμενος τὰ τοῦ Θεοῦ κρίματα καὶ ἐπὶ πάσῃ πράξει μεμνημένος αὐτῶν ἐρεῖ· Τὰ κρίματά σου οὐκ ἐπελαθόμην.

Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς. Κεκόλληται τοῖς μαρτυρίοις ὁ ἐπὶ λόγοις τοῖς περὶ οὐρανοῦ καὶ γῆς, ἤ τινος τῶν γεγραμμένων παραδεδομένοις ἑνῶν ἑαυτὸν, καὶ μηδαμῶς αὐτῶν ἀφεστηκώς. Οὗτος καὶ θαῤῥείτω κἂν πρότερον ἔργα αἰσχύνης πεποιηκώς· ἢ καὶ αἰτείτω ἀπὸ Θεοῦ ἄφεσιν, καὶ λεγέτω· Κύριε, μή με καταισχύνῃς.

Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Διέδραμον, φησὶν, ἐν βραχεῖ χρόνῳ οὐ μιᾶς ἐντολῆς, ἀλλὰ πασῶν ἐντολῶν σου τὴν ὁδὸν ἔργοις ἐπιτελῶν, καὶ αὐταῖς πράξεσι τὰ ὑπὸ τῶν ἐντολῶν σου διηγορευμένα. Ὅθεν καὶ Παῦλος, τετελεκὼς τοῦτο, φησί· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.

Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὰ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖ, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐν αὐτῷ εἰς ἀναζήτησιν αὐτῆς.

Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Βούλεται ἐξερευνῆσαι τὸν νόμον τοῦ Θεοῦ ὁ προφήτης ἐπιστάμενος, ὅτι οὐκ ἔστι σαφὴς καὶ εὐκαταφρόνητος. Συνέτισόν με τοίνυν, ἵνα ζητήσω αὐτὸν μετὰ τῆς πρεπούσης ἐρεύνης καὶ ἐπιστασίας, ὡς ἐξ αὐτοῦ λαβεῖν τῶν πρακτέων καὶ θεωρητῶν τὴν χρῆσιν καὶ κατάληψιν· οὕτω γὰρ δυνήσομαι φυλάξαι αὐτὸν ἐν ὅλῃ καρδίᾳ ἀνενδοιάστως αὐτῷ προσερχόμενος. Εἰ δὲ συνέσεως δεῖται ἵνα μόνον ἐρευνήσῃ τὸν νόμον, τίνος δεῖται, συνέσεως ἀπὸ Θεοῦ διδομένης, ἵνα εὕρῃ τὸ τέλος;

Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Ἵνα εἴπῃ τὸν νόμον, ἤτοι τὴν τρίβον· ἔστι γὰρ ἐντολῶν τρίβος. Τρίβος δὲ λέγεται ἡ τετριμμένη ὁδὸς, ἣν πολλοὶ πρὸ ἡμῶν ἐπορεύθησαν τῶν δικαίων. Ἐὰν δέ τις μὴ ὁδηγῷ χρήσηται τῷ δικαίῳ, οὐ δύναται ὁδεῦσαι κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ Χριστοῦ γὰρ ἡμᾶς δεῖ γίνεσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.

Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς, ὅτι χωρὶς Θεοῦ οὐδὲν δυνάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε, οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ᾽ ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ᾽ ἐμοί; Εἰ δὲ μὴ, πανταχοῦ ἐπέπλεξε τοῖς ἀπὸ τοῦ Θεοῦ τὰ ἐφ᾽ ἡμῖν.

Ἀπὸ τοῦ Θεοῦ τό· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· τὸ δ᾽ ἐφ᾽ ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δ᾽ ἐπ᾽ ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ.

Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου· τί τὸ ἐπ᾽ ἐμοί; Ὅτι αὐτὸν ἠθέλησα· δῆλον δὲ ὅτι τὸν ἀνωτέρω εἰρημένον νόμον, ὥστε αἰτῶμεν τὰ ἀπὸ Θεοῦ προσγενέσθαι ἡμῖν, ἐπαγγελλόμενοι καὶ τὰ ἐφ᾽ ἡμῖν καὶ μὴ ψευδόμενοι, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀθετῶμεν συνθήκας.

Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ ἕνεκεν τοῦ ὀνόματος Χριστοῦ μαρτυρεῖν.

Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ᾖρα τὰς χεῖρας πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἆραι χεῖρας πρὸς ἐντολάς ἐστι τὸ πᾶσαν πρᾶξιν πρὸς ἐντολὰς θείας ἁρμοζομένην ἐργάζεσθαι.

Οὐκοῦν ἑκάτερον μὲν ὁ Ψαλμῳδὸς ἑαυτῷ μαρτυρεῖ· ὁμοῦ δὲ ἡμῖν νομοθετεῖ ταῖς ἐντολαῖς τοῦ Θεοῦ παρέχειν τὴν κατόρθωσιν, παρέχειν δὲ καὶ τὴν ἐπὶ πολὺ μελέτην καὶ θεωρίαν· οὕτω γὰρ αὐτοί τε κατορθοῦν ἀκριβέστερον, καὶ τοὺς ἄλλους ἐνάγειν εἰς κατόρθωσιν ἕξομεν.

Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με. Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτὸν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην, μηδὲ κατ᾽ ὀλίγον κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν ἀνεχόμενος.

Ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

Μερίς μου εἶ, Κύριε· εἶπα φυλάξασθαι τὸν νόμον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασι, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μηδ᾽ ἐν τῷ θέλειν τὰ τοιαῦτα, ἀλλ᾽ ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικὸν, περὶ οὗ ὁ Παῦλος λέγει· Οἴδαμεν ὅτι πνευματικός ἐστι νόμος, καὶ τὰ ἑξῆς. Πῶς γὰρ οὐ φυλάξουσι τὸν νόμον ἢ τὰς ἐντολὰς τοῦ Κυρίου οἱ μερίδα αὐτὸν ἔχοντες κατὰ τοὺς Λευΐτας, οἷς διηγόρευται μηδὲν κεκτῆσθαι κατὰ τὸν βίον; Λέλεκται γάρ· Τοῖς Λευΐταις καὶ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν, οὐκ ἔστι μερὶς, οὐδὲ κληρονομία ἐν τοῖς υἱοῖς Ἰσραὴλ, διότι Κύριος μερὶς αὐτῶν.

Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.

Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Μεσονύκτιον οὐκ ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.

Ἐὰν κατανοήσῃς τὸ πλῆθος τῶν ἁμαρτανόντων, τῶν ἀσεβούντων, τῶν ἀδικίαν εἰς Ὕψος λαλούντων, καὶ ἴδῃς τοῦ Θεοῦ τὴν μακροθυμίαν ἐπὶ τὰ τοσαῦτα ἁμαρτήματα, πῶς καὶ μετὰ τοσαῦτα πάντα ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, ἐρεῖς· Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.

Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Ἀντὶ τοῦ· Χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου, ἐξέδωκεν ὁ Σύμμαχος.

Διδάσκεται δὲ ὁ τὰ θεῖα πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τῆς εἰς αὐτὸν γεγενημένος τοῦ Θεοῦ εὐεργεσίας· εἰδέναι δὲ, ὅτι, χρηστότητος Θεοῦ φθανούσης εἰς αὐτὸν, κατηξίωται δοῦλος χρηματίσαι Θεοῦ, κατὰ τὸν λόγον αὐτοῦ γενόμενος.

Πρὸ τοῦ ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Διὰ τὰς προτέρας, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς ἐταπεινώθην, κρίσει Θεοῦ ταῦτα παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας, ὡς ἂν γνῶ ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο.

Χρηστὸς εἶ σὺ, Κύριε, καὶ τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Δικαίου ἔργον ἐστὶν, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν εὐαρεστούμενον καὶ κατακληρούμενον ἀπὸ τῆς Προνοίας, ἱλαρῶς δεχομένου λέγειν, καὶ ἐπὶ τοῖς πικροτέροις εἶναι νομιζομένοις, τῷ Θεῷ τό· Χρηστὸς εἶ σὺ, καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Ἀντὶ τοῦ, Χρηστὸς εἶ σὺ, αἱ λοιπαὶ ἐκδόσεις· Ἀγαθὸς εἶ σὺ, ἡρμήνευσαν. Οἶδα μὲν οὖν, φησὶ, καὶ οὐκ ἀμφιβάλλω περὶ τῆς σῆς οὐσίας, ὅτι δὴ αὐτοάγαθον πέφυκεν· ἀλλὰ δέομαι διδασκαλίας τῶν δικαιωμάτων σου, ἣν ἀξιῶ διδάξαι με· διδασκαλίας γάρ μοι δεῖ, εἰς τὸ γνῶναι τοὺς περὶ τῶν ὑπερηφάνων λόγους.

Ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Ὅσῳ δίκαιός τίς ἐστι, προστιθέμενος ἐπὶ πλεῖον τῷ Θεῷ, καὶ πληθύνεται ἐν αὐτῷ ἡ εἰρήνη τοῦ Θεοῦ, τοσούτῳ, ὡς ἐπὶ ἀθλητὴν μείζονα ἐπ᾽ αὐτῷ πληθύνεται, ἢ τῶν ἀδικεῖν αὐτὸν θελόντων ὑπερηφάνων, εἴτε δυνάμεων ἀντικειμένων, εἴτε ἀνθρώπων. Τούτου δὲ γινομένου, οὐδὲ κατὰ τὸ ποιὸν ἐνδίδωσιν τοῦ μὴ ἐν ὅλῃ καρδίᾳ ἐξερευνᾷν τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸς τὸ καὶ ποιῆσαι αὐτάς.

Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Πρὸ μὲν γὰρ τῆς ὑπερηφανίας εὔεκτοί τινες καὶ ἁπαλοὶ ἦσαν τὴν καρδίαν, καὶ πότιμοι ὡς τῷ γάλακτι αὐτὴν παραβάλλεσθαι τροφιμωτάτῳ· ἡνίκα δὲ τὴν ὑπερηφανίαν ἐνεδύσαντο πάντες, καὶ σκληρυνθέντες, οἱονεὶ ἀπὸ γάλακτος εἰς τυρὸν μεταβεβλήκασιν. Ἀντὶ δὲ τοῦ, ἐτυρώθη, ὁ μὲν Ἀκύλας φησίν· Ἐλιπάνθη ὡς στέαρ ἡ καρδία αὐτῶν· ὁ δὲ Σύμμαχος· Ἐμυαλώθη ὡς στέαρ ἡ καρδία αὐτῶν. Πλὴν ἀλλ᾽ εἰ κἀκεῖνοι ἐν τούτοις ἦσαν, ἐγὼ τῶν ἐμοὶ προκειμένων οὐκ ἀνεχώρουν, ἐν ὅλῃ καρδίᾳ ἐξερευνῶν τὰς ἐντολάς σου, ἀπὸ τῆς τούτων ἐρεύνης τὴν γνῶσιν τῆς σῆς προνοίας καὶ τῆς καθόλου διοικήσεως θηρώμενος, καὶ τῶν μὲν ἡ καρδία ἐλιπαίνετο ἐν τῇ παρούσῃ αὐτοῖς τροφῇ· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Οὐρανὸν μὲν γὰρ καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς λόγῳ δημιουργήσας καὶ προστάγματι, ὅτε ἦλθεν ἐπὶ τὸν ἄνθρωπον εἶπεν· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἰδίαν καὶ καθ᾽ ὁμοίωσιν. Τίνι δὲ ἄλλῳ λέγει, Ποιήσωμεν ἄνθρωπον, ἢ τῷ Μονογενεῖ αὐτοῦ καὶ τῷ Πνεύματι ἁγίῳ, οὓς καὶ χεῖρας νῦν ἀποκαλεῖ;

Καὶ ἐν τῷ Ἰὼβ δὲ γέγραπται· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· μετὰ ταῦτα μεταβαλών με δεινῶς ὀλέκεις, ἐπανακαινίζων ἐπ᾽ ἐμὲ τὴν ἔτασίν μου. Οὐκοῦν αἱ χεῖρες τοῦ Θεοῦ καὶ ἐποίησαν καὶ ἔπλασαν. Καὶ Ὠριγένης μὲν καὶ ἕτεροί τινες τὸ, ἐποίησαν, ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ, ἔπλασαν, ἐπὶ τοῦ σώματος. Ἄλλοι δὲ τὸ μὲν, ἐποίησαν, ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν εἰρῆσθαι, τὸ δὲ, ἔπλασαν, ἐπὶ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως.

Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν.

Εἰ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, καὶ φθήσαιεν ἐμοὶ οἱ οἰκτιρμοί σου, οὐ καταποθήσομαι ὑπὸ τῆς ταπεινώσεως, ἀλλ᾽ ἐγκαρτερήσας διὰ τῆς ὑπομονῆς, εὖ οἶδα ὅτι ζήσομαι. Τυχεῖν δὲ τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἀξιῶ· ἐπεὶ καὶ αὐτὸς τὰ παρ᾽ ἐμαυτοῦ πάντα πληρῶν οὐ διαλιμπάνω, καὶ ἐν αὐτῇ τῇ ταπεινώσει τὸν νόμον σου μελετήσω.

Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. Πάντα γὰρ τὰ ἁμαρτήματα αἰσχύνης ἐστὶν ἄξια. Ἕως μὲν γὰρ καρδία ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς καὶ ἀγωνία μή πη ἄρα καὶ ἀσθενήσῃ καὶ χείρων ἑαυτῆς γένηται· ὅτε δὲ εἰς ἄκρον φθάσῃ τῆς τελειότητος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μή ποτε ἄρα καταισχυνθῇ.

Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Σφόδρα ἀκολούθως ἑρμηνεύων τί ποτέ ἐστι τὸ σωτήριον ἐπιλέγει ἑξῆς· Εἰς τὸν λόγον σου ἐπήλπισα, σημαίνων, ὅτι τὸ σωτήριον ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντος· Πότε παρακαλέσεις με; ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Διηγήσαντο μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, Κύριε. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ ἐτέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Τὸ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ζῇν τὸ σὺν εὐσεβείᾳ ζῇν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. Τούτου γὰρ τυχὼν, ἐν εὐζωΐᾳ ἔσται, ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ Θεοῦ, μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ Λόγου τοῦ Θεοῦ, οὗ εἶπον αὐτοῦ στόμα εἶναι.

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου, ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἀλήθειαν δὲ λέγει τὴν ἐπαγγελίαν ταύτην, ἣν οἶδε πάντως γενησομένην εἰς γενεὰν καὶ γενεάν. Καθ᾽ ἑκάστην γὰρ γενεὰν μέρη τινὰ τῆς ἀληθείας ἀνθρώποις ἀποστέλλεις, καὶ τὰ σύμπαντα τοῦ κόσμου μέρη τά τε ὁρατὰ τῇ σῇ διατάξει συνέστηκεν, μὴ κινούμενα τῶν ὁρῶν, μηδὲ τὸν νόμον τὸν ὁρισθέντα αὐτοῖς παραβαίνοντα. Αἴτιον δὲ τῆς τούτων ἁπάντων διαμονῆς τὸ σὲ μόνον Κύριον εἶναι τῶν ὅλων· τὰ δὲ λοιπὰ πάντα σὰ δοῦλα, καὶ ὡς δοῦλα ὑποτέτακται.

Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἴρηται ὡς ὁ καιρὸς τῶν πειρασμῶν καὶ τῶν περιστάσεων ταπείνωσις ὀνομάζεται. Μακαρίου τοίνυν ἐστὶν ἀνδρὸς τὸ γενέσθαι ἐν τῇ ταπεινώσει, καὶ μὴ ἀπολέσθαι· οἱονεὶ ἐλήλυθα εἰς πειρασμὸν μαρτυρίου· εἰ μὲν ὁ νόμος τοῦ Θεοῦ μελέτη μου ἦν ἀεὶ πρὸ τοῦ ἐμπεσεῖν, καὶ ἤσκουν αὐτὸν, ἐλθὼν ἐπὶ τὴν ταπείνωσιν τὴν κατὰ τὸν πειρασμὸν τοῦ μαρτυρίου, οὐκ ἀπόλλυμαι.

Οὕτως ἁρμόζει καὶ ἐπὶ παντὸς πειρασμοῦ εἰπεῖν· ἀλλὰ καὶ τῶν πονηρῶν λογισμῶν καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμουσῶν ἐμοί. Εἶχον ἂν ἀπολεῖσθαι, εἰ μὴ ὁ σὸς νόμος ἀντιστήριγμά μου γένηται. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Ἀλλὰ μεμνήσομαι τῶν μαθημάτων σου, ὧν ἔμαθον ἐν τῷ βίῳ· δι᾽ ἐκεῖνα γὰρ ἀπὸ γῆς εἰς οὐρανὸν μετελθὼν οἰκῶ μετ᾽ ἀγγέλων. Ὥσπερ γὰρ ὁ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βεβαίαν ἀναλαβὼν ὑγίειαν δι᾽ αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οἷς ἠκολούθησε τὸ οὕτως αὐτὸν μετ᾽ εὐεξίας ὑγιαίνειν· οὕτως ὁ ἅγιος οὗτος, ὑπὸ Θεοῦ ζωοποιηθεὶς ἐν οἷς ἔσχε παρ᾽ αὐτοῦ δικαιώμασι λέγει παρ᾽ ὅλον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν, τὸ ἐν αὐτοῖς τὸν Θεὸν αὐτὸν ἐζηκέναι.

Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐμὲ ὑπέμειναν οἱ ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγοι που ὁ Σωτήρ· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καὶ τὰ ἑξῆς, λεκτέον, ὅτι τοῦτ᾽ εἴρηται τῷ Σωτῆρι προσδιαστειλαμένῳ, καὶ φάντι· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς. Ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. Οἱ δὲ ἐνταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχάνουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων. Γίνεται δὲ πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως.

Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.

Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐπεὶ, μηδενὸς ἐκβιασαμένου, οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ, ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμοσε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ, εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ Θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ Θεοῦ.

Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Ἡ ψυχή τινος ἐν χερσὶν αὐτοῦ ἐστιν, εἴ ποτε ἐν κινδύνοις γεγένηται, καὶ τοῦτο ἡ συνήθεια λέγει ὅτι· Τὴν ψυχήν μου εἶχον εἰς τὰς χεῖράς μου. Ἐγὼ οὖν, φησὶν ὁ δίκαιος, καθημέραν ἀποθνήσκω, ἀεὶ κινδυνεύω διὰ τὸν λόγον σου, διὰ τὴν ἀλήθειαν, διὰ τὸν ἔλεγχον, διὰ τὴν βασιλείαν ἣν βασιλεύω· καὶ διὰ ταῦτα ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντός. Οὐ γὰρ ὁ κίνδυνος τοῦ θανάτου ἐποίει με ἐπιλαθέσθαι τοῦ νόμου σου. Δύναται δέ τις καὶ ὑψηλότερον νοῆσαι τὸ ῥητὸν, καὶ εἰπεῖν, ὅτι ἡ ψυχή μου ἐν ταῖς χερσί μου ἦν διαπαντὸς, ἀντὶ τοῦ, ἐν πράξεσιν ἀγαθαῖς· ἡ χεὶρ γὰρ ἐπὶ τῶν πράξεων πολλάκις παραδέδοται. Εἰ δὲ ἐν ταῖς χερσί σου εἴη, νοήσωμεν χεῖρας εἶναι τοῦ Θεοῦ τὴν δημιουργίαν αὐτοῦ, ᾗ προσιτέον διαπαντός. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσίν. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾽ ἀντάμειψιν.

Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Εἰπὼν, Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι, ἀκολούθως τὸν Θεὸν καὶ εἰς τοῦτο ἐπικαλεῖται, ὡς ἂν τῇ αὐτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυτοῦ ψυχῆς οἱ πονηρευόμενοι, σχολῆς τε τυχὼν τῆς κατὰ Θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι, καὶ μὴ ἀποπέσοι τῆς ἑαυτοῦ προσδοκίας· καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.

Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειούμενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ, καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς. Εἶτα συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι, καὶ λέγειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περιπλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται τούτων ῥυσθῆναι. Ἀντὶ δὲ, τοῖς ἀδικοῦσί με, Ἀκύλας ἐξέδωκε· Μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με.

Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ὁ μετανοήσας καὶ ἀπὸ τῶν ἐνεργησάντων εἰς αὐτὸν ἐξελθὼν καὶ τῆς αἰχμαλωσίας λυτρωθείς φησιν· Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· οὗτοι γάρ με εἰς πονηρὸν ἐξεδέξαντο. Ἐὰν γὰρ μὴ ἐκδέξῃ με τὸν δοῦλόν σου ὑποχείριον γενόμενον τοῖς πολεμίοις, οὗτοι οἱ ὑπερήφανοι, αἱ ἀντικείμεναι δυνάμεις, μέλλουσί με συκοφαντεῖν. Πῶς δὲ συκοφαντοῦσιν; Αὗται ἐνήργησαν καὶ ἔπεισαν ἵν᾽ ἁμαρτωλὸς γένωμαι· καὶ αὗταί μοι κατήγοροι γίνονται, ὅλην τὴν αἰτίαν τῶν ἁμαρτημάτων εἰς ἐμὲ ἀναφέρουσαι. Ἀναγκαίως παρακαλεῖ τὸν Θεὸν ἀνάδοχον αὐτοῦ γενέσθαι, ὥσπερ καὶ ἐγγυητήν· ἵν᾽ αὐτὸς φύλαξ αὐτοῦ γένηται, τηρῶν ἑαυτῷ καὶ φυλάττων τὴν ἐγγύην, πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις.

Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου, πάσας, φησὶν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς ἐμαυτοῦ ἐλπίδας, ῥυσθῆναι δεόμενος ἀπὸ τῶν διαφθονούντων μου τῇ σωτηρίᾳ.

Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δικαιοσύνην, καὶ σοὶ δὲ τῷ Θεῷ ἔσται ποτὲ τοῦ ποιῆσαι καιρὸς, δηλονότι κρῖμα καὶ δικαιοσύνην διὰ τῶν κατασκεδασάντων τὸν νόμον σου. Τοῦτο οὖν εἰδὼς ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ, ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ πάντα παρ᾽ ἀνθρώποις τίμια νενομισμένα.

Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ἡ ἀνθρωπίνη ψυχὴ συμπληρώσασα τὸν λόγον, πάντως ἐν κακίᾳ γίνεται. Ἀδύνατον γὰρ ἅμα τῷ συμπληρωθῆναι τὸν νόμον τὸν φυσικὸν ἐν ἀνθρώποις μὴ ὑποστῆναι τὴν ἁμαρτίαν. Ἐπὰν οὖν γένηται ἡ κακία καὶ στρεβλωθῇ ἡ ψυχὴ, δεῖται κατορθώσεως. Τίνα οὖν ἐστι τὰ κατορθοῦντα; Μία ἐντολὴ δύναταί πως τὴν στρέβλαν τῆς ψυχῆς, τὴν γενομένην ἀπὸ κακίας, κατευθῦναι. Τὸ μέντοι ἄκρως κατορθωθῆναι τὴν ψυχὴν ἐνταῦθα ἀμήχανόν ἐστι χωρὶς πασῶν τῶν ἐντολῶν. Εἰ μέντοι γε σκολιὰ παραληφθῇ ἡ ψυχὴ, οὐκέτι ἐντολαῖς κατορθωθήσεται, ἀλλὰ πυρὶ ἢ σκότῳ, ἢ διχοτομίᾳ, ἤ τινι τῶν σκυθρωποτέρων προσαγομένων ὑπὸ Θεοῦ. Ἐὰν τοίνυν μὴ ποιήσωμεν πάσας τὰς ἐντολὰς, οὐ κατορθούμεθα Ὅθεν θαυμασίως εἴρηται· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμεθα, πᾶσαν ὁδὸν ἄδικον ἐμισήσαμεν. Οὐ γὰρ ἔτι περισπώμενος ὑπὸ τῆς εἰς τὸ ἀδικεῖν ἐπιθυμίας, ἀπέχεται τῆς ἀδικίας, ἀλλ᾽ ἀπέχεται μισήσας τὴν ἀδικίαν ὁ κατορθωθεὶς πρὸς πάσας τὰς τοῦ Θεοῦ ἐντολάς.

Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξερεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τὰ δὲ μαρτύριά σου θαυμαστὰ, καὶ ἐκπλήξεως πλήρη. Εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας, καὶ ὥσπερ τὸ στόμα ἀνοίξας, τὸ παρὰ σοῦ θεῖον Πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Καὶ τοῦτ᾽ ἔπραττον ἐφελκόμενος εἰς ἑαυτὸν τὸ παρὰ σοῦ πνεῦμα, ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ, καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι, διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν· αὐτῆς τῆς ὑποθέσεως τῶν ἐντολῶν ἐπισπωμένης καὶ ἐφελκομένης τὸ πνεῦμα. Περὶ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί· καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διαβοητικὴ αὐτῆς δύναμις, ἣ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον. Οὐδὲν διαφέρει λαβεῖν λόγον καὶ ἑλκῦσαι πνεῦμα εἰπεῖν· ταυτὸν γὰρ τὸ πνεῦμα τῷ θείῳ λόγῳ. Διὸ καὶ ὁ Σωτὴρ, περὶ οὗ ἔλεγε λόγου καὶ ῥημάτων εἴρηκε· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι.

Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ Θεοῦ ἐλεουμένων, οἱ μὲν τυγχάνουσι τούτου διὰ μετανοίας, ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολογούμενοι· οἱ δὲ πεῖραν ἐλέου Θεοῦ λαμβάνουσιν, ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς ἀρετῆς. Εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρῖμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων ὄνομα Κυρίου· τῶν γὰρ κατ᾽ ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον· διὸ καὶ παῤῥησιάζεται ὀφθῆναι τῷ Θεῷ. Ἐπίβλεψον, γάρ φησιν, ἐπ᾽ ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆναί με.

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει * τὰ διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος. Εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος.

Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ ἐλέου λελυτρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν Κυρίου φυλακήν· ἢ οὐδὲ μισθὸν, ἀλλ᾽ εὐχαριστίαν εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν αἰσθητῶς τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ἄνθρωποι τροπικῶς ὁ διάβολος καὶ αἱ κατ᾽ αὐτὸν πονηραὶ δυνάμεις, ἀφ᾽ ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαι.

Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν δευτέραν τοῦ Σωτῆρος ἐπίλαμψιν ἰδεῖν ποθῶν ἀξιοῖ περὶ αὐτῆς, τῷ Πατρὶ φάσκων, Τὸ πρόσωπόν σου, Κύριε, ἐπίφανον· ὅπερ ἰδών τις ἑώρακε καὶ τὸν Πατέρα.

Αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Ὁ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπὼν, Θλίψεις καὶ ἐγκακήσεις κατέλαβόν με· αἱ δὲ ἐντολαὶ ἔτερπόν με· ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνοντος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν, ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μόνην δὲ ἔχοντος παραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ Θεοῦ.

Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι. Αὕτη ἡ δικαιοσύνη, ἣν ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος, οὐκ ἀποδίδοται ἡμῖν ἐν ὀλίγαις ἡμέραις, ἀλλ᾽ εἰς τὸν αἰῶνα. Ἐν τούτοις πᾶσιν αἰτεῖ ὁ Προφήτης ἀπὸ τοῦ Θεοῦ σύνεσιν, τὸ ἀναγκαιότατον τῶν τοῦ Θεοῦ δωρημάτων, καὶ λέγει· Συνέτισόν με, ἵνα ζήσω· ἐπ᾽ ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ ἔρχεται ἢ ἀσύνετος, ἀλλὰ δεῖ αἰτῆσαι παρὰ τοῦ Θεοῦ σύνεσιν, τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτὸν, ἵνα λαβόντες σύνεσιν, δυνηθῶμεν εἰπεῖν· Συνέτισόν με, καὶ ζήσομαι.

Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Ὁ ἐν ἀωρίᾳ προλαβὼν καὶ τὸν Θεὸν ἐπικαλούμενος ἐλευθεροῦται τῶν νυκτερινῶν ἐπιβουλῶν, καὶ ἐν τῷ ὄρθρῳ αὐτοῦ, τουτέστιν ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς προφθάνοντος δηλαδὴ, τοὺς ὀφθαλμοὺς προαπαντῶντας κέκτηται, καὶ μελετᾷ τοῦ Θεοῦ σὺν παῤῥησίᾳ τὰ λόγια. Ἐκείνη γὰρ μάλιστα τῷ νόμῳ χαίρει ψυχὴ, ἥτις αὐτὴ σύνοιδεν ἑαυτῇ τὴν κατόρθωσιν.

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.

Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξέλου με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Κριθῆναι πρὸς τοὺς ἐχθροὺς αἰτεῖ τοὺς ἀφανῶς ἢ ἐμφανῶς πολεμοῦντας, καὶ λυτρωθῆναι· μόνος γάρ ἐστιν ὁ Θεὸς ὁ ἐξ ἑκατέρων λυτρούμενος, καὶ οὐ θανάτου μόνον ἡμᾶς ἀπαλλάττων, ὃν ἀπειλοῦσι καὶ ἐνεργοῦσιν οἱ δαίμονες, ἀλλὰ καὶ ζωὴν παρέχων διὰ τὸν αὐτὸν λόγον. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ· ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ὃς καὶ πάνυ δικαιότατος εἶναι δοκεῖ. Συγκρίσει γὰρ ἀνθρώπων ὡς πρὸς τὴν ἀκριβῆ κρίσιν τοῦ Θεοῦ, ἐλέου δεῖται τὸ δίκαιον.

Πᾶν γὰρ ὃ δοκεῖ γεγονέναι κατ᾽ ἔλεον, ἐλέῳ Θεοῦ γίνεται. Τί γάρ τις ἄξιον πεποίηκε αἰωνίου μακαριότητος καὶ βασιλείας οὐρανῶν, μὴ ὑπὸ Θεοῦ βοηθούμενος; —Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια· καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.

Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ἀδικίας ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ, ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, τὸν πρῶτον ἀνέπεμπεν ὕμνον· εἶτ᾽ ἐπιστάσης ἡμέρας, κατὰ τὴν πρώτην ὥραν, ὥσπερ ἕωθεν τὴν θυσίαν προσέφερε τῷ Θεῷ τὸν δεύτερον, καὶ κατὰ τὴν τρίτην ὡσαύτως τὴν τρίτον, καὶ πάλιν κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον, εἶθ᾽ ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν, ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδίδου, καὶ οὕτως ἐπλήρου τό· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε.

Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Τοῖς τοῦ Θεοῦ ὄνομα ποθοῦσιν εἰρήνη τυγχάνει πολλὴ, οὐ τοσοῦτον ἡ ἔξωθεν· οὐ γὰρ ἐφ᾽ ἡμῖν αὕτη· ἀλλ᾽ ἡ ἐν τοῖς λογισμοῖς, καθ᾽ ἣν συμβαίνει ἀταραξίαν καὶ ἀνενοχλησίαν τῆς ἐξ ἀπαθείας ἔχειν. Ταύτην ἅμα τῇ καταλλήλῳ χάριτι εἰλήφασιν οἱ ἔχοντες ἀπὸ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Κεκτημένοι γοῦν αὐτὴν διὰ τὸ ὄνομα τοῦ Θεοῦ, ὑπερβαλλόντως ὑπάρχοντες τέλειοι, σκάνδαλον οὐκ ἔχουσιν ἐν ἑαυτοῖς· μικρῶν γὰρ ἀλλ᾽ οὐ μεγάλων τὸ ἔχειν τοῦτο, ὥς φησιν ὁ Σωτήρ· Ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Εἰ δὲ εἴη εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλὴν, πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς αὐτοῦ· οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων τοιοῦτος γεγένηται ὡς ὑπὸ μηδενὸς ἔτι σκανδαλισθῇ λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, καὶ τὰ ἑξῆς.

Προσεδόκων τὸ Σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Προσδοκῶν τὴν ἀπὸ σοῦ σωτηρίαν τὴν ἀληθινὴν, οὐ μόνον ἐτήρησα, ἀλλὰ καὶ ἠγάπησα σου τὰς ἐντολάς. Τῆς γὰρ μετ᾽ ἀγαπήσεως τῶν ἐντολῶν κατωρθωμένης ἐνεργείας ὑπαρξάσης, εὐθὺς ἀκολουθήσει τὸ προσδοκώμενον Σωτήριον, οὐχ ἕτερον ὂν τῆς τῶν σωζομένων σωτηρίας. Εἰ δὲ καὶ τὸν Σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται· Πᾶσα σὰρξ ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ Θεοῦ, οὗ καὶ τὸ Σωτήριον προσεδόκησεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρῶς, καὶ τὴν προσδοκίαν θεωρητικῶς, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν Θεὸν Λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπησεν ἡ ψυχή μου, καὶ ἐφύλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἓν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἓν, φησίν· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.

Ὁ ἁμαρτωλὸς οὐκ ἐρεῖ· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου· αἱ γὰρ ὁδοὶ τοῦ ἁμαρτωλοῦ οὐκ εἰσὶν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, ἀλλὰ μόνον αἱ τοῦ δικαίου· ἵν᾽ οὖν καὶ αἱ ἡμέτεραι γένωνται πᾶσαι αἱ ὁδοὶ ἐναντίον τοῦ Θεοῦ, οἱ νόμοι, οἱ προφῆται, ἡ ἐπὶ πᾶσι τελεία, ἀληθινὴ καὶ ἀγαθὴ ὁδὸς, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, Χριστὸς Ἰησοῦς, εὐξώμεθα ἐν τῇ ὁδῷ μέχρι τέλους ὁδεύοντας φθάσαι πρὸς τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων διὰ Χριστοῦ Ἰησοῦ.

Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Σφόδρα ἀκολούθως μετὰ τοῦ εὔξασθαι περὶ τῆς διανοίας· τὸ γὰρ συνετισθῆναι τὰ λόγια τοῦ Θεοῦ οὐκ ἦν χειλέων οὐδὲ γλώσσης, ἀλλὰ τοῦ κατὰ ψυχὴν διανοητικοῦ· τὰ ἡγούμενα τοίνυν αἰτήσας ἐπὶ τὰ δεύτερα μέτεισι, καὶ ἀξιοῖ τὰ τοῦ ἐν αὐτῷ λόγου ὄργανα τὰ χείλη καὶ τὴν γλῶτταν ἀφιερωθῆναι, ὡς ἂν διαπαντὸς τὰ μὲν χείλη ὕμνον διερεύγοιντο, διδασκομένου τοῦ νοῦ ὑπ᾽ αὐτοῦ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ· ἡ δὲ γλῶττα φθέγγοιτο μηδὲν ἕτερον ἢ τὰ λόγια τοῦ Θεοῦ, καὶ τοῦτο πράσσοι, ὅτι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ δικαιοσύναι.

Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Συνιδὼν τὸ μέγεθος τοῦ ἑτοίμου, βοηθείας δεῖται τῆς παρὰ τοῦ Θεοῦ εἰς τὸ κατορθῶσαι τὰ προλελεγμένα· μεγάλα δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, καὶ τὸ παρ᾽ ἑαυτοῦ συνεισφέρει λέγων· Ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Ὅπερ γὰρ ἦν ἐπὶ τῇ ἐμῇ ἐξουσίᾳ, τοῦτ᾽ ἐξ ἐμοῦ πεπλήρωται. Τὰς ἐντολάς σου ᾑρετισάμην, ἀγαπήσας αὐτὰς κατὰ τὰ πρόσθεν εἰρημένα.

Ἐπεπόθησα τὸ Σωτήριόν σου, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. Οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπιποθοῦσι σωτηρίαν, ἀλλ᾽ οὐ τὸ τοῦ Θεοῦ, ἀλλὰ τὸ σαρκὸς σωτήριον τὸ ἐν κόσμῳ. Ἔργον δέ ἐστιν ἐπιποθῆσαι τὸ τοῦ Θεοῦ Σωτήριον, ὥστε ἐν Θεῷ σωθῆναι, ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια· τὸ γὰρ Σωτήριον τοῦ Θεοῦ τοῦτό ἐστιν ἡ αἰώνιος ζωή. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ Σωτήριον τοῦ Θεοῦ ὁ Χριστός ἐστιν· Ἰησοῦς γὰρ ἑρμηνεύεται, Θεοῦ σωτηρία.

Οὗτος ἡμῖν ἐπέμφθη. Ὁδὸς τοῦ ἐπιποθοῦντος τὸ Σωτήριον τοῦ Θεοῦ, τὸ τὸν νόμον εἶναι μελέτην τῷ ἐπιποθοῦντι, προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ ἄφιξιν. Νόμον δὲ ἐνταῦθα καλεῖ πᾶσαν τὴν παλαιὰν καὶ θείαν Γραφήν.

Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειεν τὴν ζωὴν τῆς ψυχῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Καὶ τὰ κρίματά σου βοηθήσει μοι.

Ἐπὶ βοηθείᾳ τῶν κρινομένων τὰ κρίματα τοῦ Θεοῦ γίνεται. Ἀλλὰ ἄλλη παῤῥησία βοηθείας κριμάτων πρὸς τὸν δίκαιον, ἡ χωρὶς βασάνων καὶ πόνων· ἄλλη ὁδὸς βοηθείας κριμάτων πρὸς τὸν διὰ πόνων καὶ βασάνων ἀχθησόμενον. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.