Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στις Ωδές των Αναβαθμών (Ψαλμοί ΡΙΘ΄ - ΡΛΔ΄)

Σχολιασμός των Ωδών των Αναβαθμών (Ψαλμοί 119-134), οι οποίες συμβολίζουν την πνευματική άνοδο, την απελευθέρωση της ψυχής από τα πάθη και την ειρήνη της αληθινής Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 15 από 16

ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ ΑΠΟ ΡΙΘʹ ΕΩΣ ΡΝ. ΨΑΛΜΟΣ ΡΙΘʹ. ᾨδὴ τῶν ἀναβαθμῶν. Οἱ καταπεσόντες ἀπὸ τῶν τοῦ Θεοῦ καλῶν, ἀναβαίνουσιν ἐπὶ ταῦτα, παρασκευάσαντες εἰς τὴν ἀνάβασιν ἑαυτούς· τὴν οὖν παρασκευὴν ἱκανῶς ἐπιδείξας ὁ Ψαλμῳδὸς διὰ τοῦ πρώτου ψαλμοῦ εἰσάγει τὴν ἀνάβασιν τὴν διὰ τῶν θλίψεων.

Ἀπὸ γλώσσης δολίας. Τουτέστιν ἀπὸ πάσης ψευδοδοξίας καὶ ἀπάτης· δεῖται γὰρ ὁ ἐν ἀρχῇ προκοπῆς τυγχάνων ὅπως μηδεὶς αὐτὸν παραλογίζηται ἐν πιθανολογίᾳ.

Τί δοθείη σοι; κ.τ.λ. Ἐπακούσας ὁ Λόγος τοῦ προσευξαμένου, κατὰ τὸ, Ἔτι λαλοῦντός σου, ἰδοὺ πάρειμι, ἀποκρίνεται αὐτῷ καί φησι· Θάρσει, ὦ οὗτος, εἰδὼς ὅτι προστάτην καὶ ὑπέρμαχον ἔχεις δυνατὸν, ὅπλοις χρώμενον ὑπὲρ σοῦ κατὰ τῶν σῶν πολεμίων· βέλη τε γὰρ ἠκόνησεν κατ᾽ αὐτῶν, καὶ ἄνθρακας ἡτοίμασεν ἐρημοποιοὺς εἰς αὐτοὺς, μετελεύσεται ἐν ταῖς κατ᾽ αὐτῶν τιμωρίαις· τί οὖν πλέον αἰτεῖς δοθῆναί σοι; ἢ τί θέλῃς προστιθέναι σοι μετὰ τὴν τοσαύτην τοῦ Δυνατοῦ κατὰ τῶν ἀσεβῶν παρασκευήν;

Μετὰ τῶν σκηνωμάτων Κηδάρ. Κηδὰρ πάγος γενεᾶς δύναται καὶ σκοτασμός· Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου· καὶ ἡ ψυχή μου αὐτὴ, φησὶ, πολλὰ πλεονάκις παρῴκησεν.

ΨΑΛΜΟΣ ΡΚʹ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ὁ τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς ἀπαλλαγεὶς, καὶ κατ᾽ αὐτὴν ἤδη γεγονὼς τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονῶν ποθεν αὐτῷ ἥξει βοήθεια· τὰ μέρη δὲ πάντα τοῦ κόσμου καὶ τὰ ὕψη περιαθρήσας, ἐν οὐδενὶ τῶν αἰσθητῶν εὑρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀναδραμὼν, ἐνταῦθα ἵσταται, καὶ τὴν δευτέραν ᾠδὴν ᾄδει λέγων· Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Κύριος φυλάξει σε. Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ ἄϋπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιὰν χεῖρα σκέπει, ἅτε δεξιαῖς πράξεσι χρωμένου, καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί· οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ὁ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ. —Μάλιστα δὲ Θεὸς ἀπὸ κακίας φυλάττει, κἂν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ παρήγγειλε· Μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξον· δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν, καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ Θεοῦ πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπώλετο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τελευτῆς αὐτοῦ.

Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. Νεφέλη φωτεινὴ οὐκ ἐᾷ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογοῦντι ταύτης βοηθεῖ εἰς τὸ μηδὲ ὑπὸ νυκτερινοῦ φωστῆρος παθεῖν αὐτούς.

ΨΑΛΜΟΣ ΡΚΑʹ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, κ.τ.λ. Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν ἄγουσαν, παιδευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ᾽ αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα· καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετ᾽ εὐφροσύνης ποιούμενος. —Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυλῶνι· βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ ἄνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἑβδομήκοντα ἔτι χρόνον, μεθ᾽ ὃν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ· τούτων τοίνυν ἐρωτωμένων παρὰ τοῦ νέου λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους οἱονεὶ καὶ λέγοντας· Εἰς οἶκον Κυρίου πορευσώμεθα.

Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφρανθέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶσις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς, καὶ εἰπεῖν· Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες, ἑστῶτές ποτε ἐτύγχανον ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· ὅθεν ἀκριβῶς εἰδότες, ταῦτα ὑμᾶς εὐαγγελιζόμεθα, καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως, καὶ τὸν τύπον αὐτὸν, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα, ἀκριβῶς φέρομεν διὰ μνήμης· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη ὧδε κἀκεῖσε, οὐδὲ ἀπεσχισμένη καὶ διεστῶσα εἰς μέρη πολλὰ, ἀλλ᾽ οὕτως ἦν ᾠκοδομημένη ὡς δοκεῖν ἕνα εἶναι οἶκον, διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομημάτων· διὸ λέλεκται· Ὡς πόλις ἦν ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· τοιαῦται δέ εἰσι κατὰ διάνοιαν πᾶσαι αἱ παρὰ Θεῷ ψυχαὶ, καὶ οἱ ζῶντες λίθοι δι᾽ ὧν ᾠκοδόμηται ὁ ἀληθινὸς νεὼς τοῦ Θεοῦ, τῷ αὐτῷ νοῒ [καὶ] τῇ αὐτῇ γνώμῃ κατηρτισμένος.

Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανηγυρίζειν, ἐκέλευσεν· ὡς ἂν μὴ πανταχοῦ πλανώμενοι, πρόφασιν ἔχωσιν ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτυρίαν ἐκάλεσεν· τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιστον τεκμήριον ἦν· καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, διηγήματά τε κατορθωμάτων ἀρχαίων, καὶ σύνοδον ἐποιοῦντο τὴν πρὸς ἀλλήλους ἀγάπην συσφίγγουσαν.

Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Ἀεὶ γὰρ, φησὶ, καὶ πάντοτε μνημονεύοντές σου, ὦ Ἱερουσαλὴμ, τὰ περὶ τῆς σῆς εἰρήνης διαλεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας· ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν ἐγίνετο, ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ Θεοῦ.

ΨΑΛΜΟΣ ΡΚΒʹ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἐπείπερ οὐρανὸς θρόνος ἐστὶ τοῦ Θεοῦ, διὰ τοῦτο κατοικεῖν λέγεται ἐν τῷ οὐρανῷ· οὐδεὶς δὲ θησαυρίζων ἐπὶ γῆς, εἴποι ἂν τῷ Θεῷ· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου· οἱ μὲν οὖν ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ᾽ ἄκρα γῆς, ἢ ἐφ᾽ ὁτιδήποτε οὗ ἐπιθυμεῖ· ἐμβλέπει γάρ ποτε γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οἱ δὲ τοῦ δικαίου, διαπαντὸς πρὸς τὸν Θεόν.

Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Εὐαγγελισθεὶς ὁ νέος παρὰ τῶν πρεσβυτέρων λαὸς διὰ τῆς πρὸ ταύτης ᾠδῆς, Οὐκ ἐπ᾽ ἄλλο τι, φησὶν, ἐλπίζω, ἢ ἐπὶ σὲ τὸν οὐκ ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἀλλ᾽ ἐν οὐρανῷ κατοικοῦντα· μόνοις δὲ τοῦτο λέγειν ἁρμόττει τοῖς ἀπηλλαγμένοις αἰχμαλωσίας, καὶ τὸ τῆς ψυχῆς διορατικὸν ἐῤῥωμένοις· ψυχῆς δὲ ὀφθαλμὸς ἄνω μὲν ὁρῶν, ὠφελεῖται· κάτω δὲ, βλάπτεται.

ΨΑΛΜΟΣ ΡΚΓʹ. Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς. Οἱ φήσαντες, Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, νῦν ὡς ἐπακουσθέντες εὐχαριστοῦσι Θεῷ· τὰ δὲ παρόντα διδάσκεται λέγειν ὁ διορατικὸς, τὸν Θεὸν ἔχων πρὸ ὀφθαλμῶν· οὕτως γὰρ Ἰσραὴλ ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ προσάγων Θεῷ· διδάσκουσι δὲ τοὺς νέους οἱ γεγηρακότες, καὶ οἱ μαθηταὶ ὑπακούουσιν· Ἰσραὴλ δὲ τοῦ ἔχοντος ἐν ἑαυτῷ τὸν Θεὸν, τὸ δύνασθαι λέγειν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Τοιοῦτος ἦν ὁ ὑπὸ Μωϋσέως γενόμενος Ἰσραὴλ, ᾧ ἐλέγετο· Σιώπα, καὶ ἄκουε, Ἰσραήλ· καὶ Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.

Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ ὁ περιστατικὸς δὲ καιρὸς, εἰ καὶ σφοδρὸς, ἀλλὰ χειμάῤῥου δίκην ὀλιγοχρόνιος.

Εὐλογητὸς Κύριος, κ.τ.λ. Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἁλῶναι τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀνθρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ἐν ἡμῖν; Οἱ ἐπὶ τὸ θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς, οὐ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ἐξηγριωμένοι γὰρ οἱ ὠμόθυμοι λέοντες τοῖς ὀδοῦσιν αὐτῶν θηρεῦσαι ἡμᾶς ἐγλίχοντο· ἀλλ᾽ οὐκ ἐπέτυχον τοῦ σπουδαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου· ὃν καὶ εὐλογοῦμεν ῥυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ᾽ ἡμῶν διατεθέντων.

ΨΑΛΜΟΣ ΡΚΔʹ. Ὄρη κύκλῳ αὐτῆς. Ταῦτά φασιν οἱ μετὰ τὴν μακρὰν ἐπανελθόντες ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, ὡς ἤδη λοιπὸν ἐν ἀσφαλείᾳ γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ πεποιθήσει τοῦ Κυρίου θαῤῥοῦντες· ὃ δὴ κρεῖττον τοῦ κατοικεῖν Ἱερουσαλήμ· καὶ ἐπεὶ τοῦτο ποῦ κρείττων ἦν ὁ λαός; τοῦ μὲν τόπου ὄρη λέγεται κύκλῳ· τοῦ δὲ λαοῦ, δι᾽ ὃν καὶ ὁ τόπος τετίμηται, ὄντως ὁ Θεὸς, ὁ καὶ τὸν τόπον φυλάττων, ὅτε ἄξιος ὁ λαός.

Ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ· εἰς τὴν ἀκαθαρσίαν ἣν εἵλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.

ΨΑΛΜΟΣ ΡΚΕʹ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀποφανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους οὐκ ἦν ἡ αἰχμαλωσία· τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησιν· ἐρεῖ δὲ ἄλλος, ὅτι προφητικῶς τὸ μέλλον δηλοῦται. —Μέρος τι τῆς αἰχμαλωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀπολαβὸν τὴν Ἱερουσαλὴμ, περὶ τῶν ἀπομεινάντων ἐν Βαβυλῶνι τὴν προκειμένην ᾠδὴν ἐπ᾽ ἀγαθαῖς προσδοκίαις ἀναπέμπει· φασὶ δὲ, ὅτι οὔπω μὲν τελείως τὰ τῆς ἡμετέρας χαρᾶς πεπλήρωται· ἔσται δὲ τοῦτο ὅτε τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία· ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς παρακεκλημένοι, συμφώνως οἱ πάντες φασὶν, ἐγενήθημεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ᾽ οὐχ ὕπαρ τὴν ἐλευθερίαν ἡμῶν φανταζόμενοι· ἔσται δὲ ὕπαρ καὶ ἐναργὴς ἡμῶν ἡ χαρὰ, ἐπειδὰν καὶ οἱ λοιποὶ ἡμῶν ἀδελφοὶ ἀπὸ τῆς αἰχμαλωσίας ἐπανέλθωσιν· ἐφ᾽ ᾧ καὶ τὰ ἔθνη μακαριοῦσιν ἡμᾶς, ὡς ἴδια μέλη κομισαμένους· ἓν γὰρ τὸ σῶμα τῶν σωζομένων.

Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Τοὺς λέγοντας τὰ θεῖα ἐφ᾽ οἷς καρπὸς πνεύματος, χαρὰ τοῖς ἀκούουσιν τὸ μὲν στόμα γίνεται καὶ ἐπληρώθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφ᾽ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις· τούτων δὲ γινομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν· καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι.

Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐν δὲ τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν· Ἐπὰν ποιήσωμεν τῷ στόματι φυλακήν· καὶ τὸ, Στόμα δικαίου μελετᾷ σοφίαν· καὶ τὸ, Ἄνοιγε σὸν στόμα, λέγει Θεός· καὶ ὅμοια· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τότε ἀληθεύοντες φήσομεν· Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.

Καὶ μετ᾽ ὀλίγα· Ἐπὰν δὲ φυλάξωμεν τὰς ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν, τότε πληρωθήσεται ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη δὲ χαρᾶς καὶ τὸ Φιλίππου στόμα, ὅτε ἀνοίξας τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τοῦ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, εὐηγγελίσατο τὸν Ἰησοῦν τῷ εὐνούχῳ Αἰθίοπι.

Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γινομένης, εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡς ἔτι ἐν αἰχμαλωσίᾳ ὢν, ταῦτά φησιν ὁ Προφήτης, τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων, τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων τῶν ἐθνῶν· τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστιν τὰ ἀπὸ τοῦ, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν, ἕως τοῦ, ὡς χειμάῤῥους ἐν τῷ νότῳ.

Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν. Ἀκολούθως καὶ ταῦτα προσέθηκαν τοῖς πρώτοις· οὐ γὰρ ἀναισθητοῦντες, φησὶ, τῆς εἰς ἡμᾶς ἤδη γενομένης εὐεργεσίας, ταῦτά φαμεν, ἀλλ᾽ ὁμολογοῦντες, ὅτι μεγάλα μὲν ἐποίησε μεθ᾽ ἡμῶν ὁ Θεὸς, καὶ ἤδη γεγόναμεν ἐν εὐφροσύνῃ· οὕτω δὲ ἔχοντες, ὅμως ὑπὲρ τῶν καταλοίπων μελῶν ἡμῶν δεόμεθα καὶ ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ· ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους, τὴν εἰς ἡμᾶς γεγενημένην φιλανθρωπίαν θαυμάζειν, ἡμᾶς δὲ τοὺς τῆς εὐσεβείας τετυχηκότας, ἀχαριστίαν νοσεῖν.

Οἱ σπείροντες ἐν δάκρυσιν, κ.τ.λ. Ὁ σπείρων ἐν δάκρυσι, εἰς τὸ πνεῦμα σπείρει τῶν ἐπὶ τοῖς δάκρυσι μακαριζομένων· ἐν ἀγαλλιάσει δὲ θερίζει ζωὴν αἰώνιον, ὁ τυγγάνων ἤδη τοῦ γελᾷν τῷ πνεύματι. —Τοῖς περὶ τῶν λοιπῶν αἰχμαλώτων αἰτήσασι τὸ Θεῖον ἀποκρίνεται τὸ, Μακάριοι οἱ κλαίοντες ὅτι αὐτοὶ γελάσονται· ὅπερ εἰ ποιήσουσιν οἱ ἐν Βαβυλῶνι, ἀγαθὰς ἐλπίδας δι᾽ ὧν κλαίουσι σπείροντες, θεριοῦσιν ἀγαλλίασιν· ἀντὶ δακρύων ἅπερ ἔσχον ἀγαπώμενοι, δεξόμενοι τὴν τῆς ἐπανόδου χαράν· καὶ εἰ τότε βραχύ τι σπέρμα θεοσεβείας ἐφύλαττον, ἀλλὰ τὰς ἑαυτῶν ἐκεῖ ψυχὰς γεωργήσαντες, πολλοὺς ἐπανιόντες οἴσουσι τοὺς καρπούς. Μέχρι τῆς ζʹ ᾠδῆς τὰ περὶ τῶν ἐκ περιτομῆς αἰχμαλώτων προεθεσπίσθη.

ΨΑΛΜΟΣ ΡΚϛʹ. Κατὰ τὸ Ἑβραϊκὸν καὶ τοὺς ἑρμηνεύσαντας ἅπαντας, ἡ παροῦσα νῦν ᾠδὴ Σολομῶντός ἐστιν (ὥσπερ ἄλλοι ἄλλων εἰσὶν ἐπιγεγραμμένοι ψαλμοὶ) προφητικῶς ὑπ᾽ αὐτοῦ λεχθεῖσα ὁπηνίκα τὸν ναὸν κατεσκεύαζε· τῶν γὰρ Ἰουδαίων μεγαλοφρονούντων ἐπὶ τῷ τῆς κατασκευῆς ὀχυρῷ, θείῳ Πνεύματι συνορῶν τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ, καὶ τὴν ὑπὸ τοῦ Κυρίου μέλλουσαν Ἐκκλησίαν καθ᾽ ὅλης οἰκοδομεῖσθαι τῆς οἰκουμένης, ἀντιπαρατιθεὶς τῇ παρ᾽ αὐτοῦ κατασκευῇ τοῦ ναοῦ, ἐκείνην τε προκρίνει καὶ ὑπεράγαται, τὴν τότε παρουσίαν ἐλέγχων ὡς πρόσκαιρον καὶ μηδὲ πρὸς βραχὺ συνισταμένην ἄνευ Θεοῦ φυλακῆς· ἅπερ νῦν εἰς καιρὸν ᾖσε τῶν ἐκ Βαβυλῶνος ἐπανιόντων, ἐσπουδακότων περὶ τὴν ἀνάκτισιν τοῦ ναοῦ, καὶ φρονούντων ἐπὶ τούτῳ μεγάλα μέν. Εἰ γάρ φησιν, Ἔστ᾽ ἂν ὁ Κύριος φυλάττῃ, τοῦ δὲ φύλακος ἀναχωρήσαντος, ἔρημος ἔσται, ματαίας ἐσομένης τῆς ἐξ ἀνθρώπων σπουδῆς· ἐπὶ μὲν τοῦ ναοῦ, οἰκοδόμον εἰσάγει τὸν Κύριον· ἐπὶ δὲ τῆς πόλεως, ἀνθρώπους μὲν οἰκοδόμους, φύλακα δὲ τὸν Θεόν· χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς.

Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Θεοδοτίων, καὶ ἡ εʹ ἄρτον εἰδώλων ἐξέδωκαν εἰκότως· τὸ γὰρ Ἑβραϊκὸν τὸ ἀσεβεῖν ἔχει, ὅπερ καὶ ἐν ἑτέροις εἴδωλον ἑρμηνεύεται· προορᾷ δὲ τῷ πνεύματι Σολομῶν, ὡς οἱ μέλλοντες οἰκεῖν τὸν ὑπ᾽ αὐτοῦ γινόμενον οἶκον, εἰδώλοις προσκείσονται, δαίμοσι λατρεύοντες ἐν αὐτῷ· λέγει τοίνυν, μετὰ τὴν ἀναχώρησιν αὖθις ἐπὶ τοῦτον ἐλθεῖν, καὶ τοῦτο συνεχῶς ἐκ διαλειμμάτων ποιεῖν τί γὰρ ὄφελος τὸν τόπον τιμᾷν, τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν ἑαυτοὺς τοῦ Θεοῦ; Ὅθεν ὁ Σύμμαχος ἔφη· Μάταιον ὑμῖν ἐξ ὄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, ἢ εἰς τὸ ὑμνῆσαι.

ΨΑΛΜΟΣ ΡΚΖʹ. Ἀκολούθως τῇ πρὸ ταύτης ᾠδῇ ἡ κλησις τῶν ἐθνῶν διὰ ταύτης κηρύσσεται· οἱ γοῦν φοβούμενοι τὸν Κύριον, ἕτεροι λέγονται εἶναι παρὰ τὸν Ἰσραὴλ, καὶ παρὰ τὸ κρεῖττον ἐν τῷ Ἰσραὴλ τάγμα, λέγω δὲ τὸ ἱερατικόν· δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· καὶ μετὰ ταῦτα· Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· καὶ πάλιν· Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς· εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· καὶ μετὰ ταῦτα· Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον.

Ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακαριζομένους· οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δέ ἐστιν, καὶ ἐπαναβεβηκὼς τοὺς φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· Ἔξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς πορεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ᾽ ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι πάντες· κἂν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τὸν μακαρισμὸν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμὸς, ἐπισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ μόνῳ πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαντλούμενος· ἀλλ᾽ οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα.

Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. Οἱ λοιποὶ κόπον χειρῶν ἐξέδωκαν· ὡς ἐπὶ γεωργοῦ δέ φασιν ἅπερ ἐγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογοῦσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεὸν, ἔστι τροφὴ καὶ χαρὰ τῇ ψυχῇ· τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέλειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸ, Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν.

Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα φοβουμένῳ τὸν Κύριον, ἀλλ᾽ οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυνάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς· τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή· καὶ, Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ.

Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαίων. Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν Κύριον, οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φησι, πολλάκις ἐν περιουσίᾳ υἱῶν ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικὸς, ἀλλ᾽ ἐροῦμεν ὅτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ᾽ ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν.

ΨΑΛΜΟΣ ΡΚΗʹ. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται. —Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συνέκοψεν αὐχένας ἁμαρτωλῶν, Ἀκύλας κατέκοψεν βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρόχους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιοὺς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχατα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων.

ΨΑΛΜΟΣ ΡΚΘʹ. Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ, Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ᾽ ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ᾽ ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετέχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ᾽ ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ᾽ οὐ χείλεσιν· ὥσπερ οὐδὲ Μωϋσῆς, πρὸς ὃν ἐῤῥέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος· μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προσέχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔσης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν.

Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε. Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι, περὶ τῶν ἀσθενεστέρων τὴν παροῦσαν ἀναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διωγμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλήσεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν.

Πολλὴ παρ᾽ αὐτῷ λύτρωσις. Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύτρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζαχαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παρθένον, Ἀντελάβετο Ἰσραήλ.

ΨΑΛΜΟΣ ΡΛʹ. Ἀκολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου ταπεινοφροσύνης φωνὰς περιέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὁ δὲ Δαυῒδ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύματος φωνῶν, ὅτι τις ἱλασμὸς παρὰ τῷ Θεῷ, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται· Τοῦ Δαυῒδ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ᾽ ἔθνος αὐτοῦ· οὔτε μὴν ἐχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβον συστάσεως καθυφείς· οὔτε πάλιν ἐν τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον ἐφρόνησα, φησὶ, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί· ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ᾽ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.

Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς Δαυῒδ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσούντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς, ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὐτῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛΑʹ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Ὀμωμοκότι δὲ τῷ Δαυῒδ, ἀντώμοσεν ὁ Θεὸς ζητήσαντι τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παῦλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάβωμεν.

Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐτὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτηρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος· διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρόνος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρόνου.

Τοιγαροῦν καὶ ὁ Γαβριὴλ πρὸς τὴν Μαριάμ φησι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα.

Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Καθεσθήσονται ἐπ᾽ αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυῒδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν ποτε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ φυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθευδοῦνται ἐπὶ τὸν θρόνον σου τὸν τῷ Χριστῷ ἡτοιμασμένον.

Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Κατὰ δὲ ἀναγωγὴν, θήρα Σιὼν οἱ δίκην ἰχθύων διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν δικτύων ὁσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἳ τὸν ἄρτον σιτοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύτης ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόντων ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ἀκύλας μὲν ἔφη· Αἰνέσει αἰνέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες εὐφημήσουσιν.

Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ἔστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ᾽ ὅλης τῆς οἰκουμένης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα.

ΨΑΛΜΟΣ ΡΛΒʹ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν, κ.τ.λ. Οὐ πᾶν τὸ καλὸν, ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τερπνὸν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦλα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούντων, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ᾽ ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέγοντα· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερπνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκῶν τίθεσθαι.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενον τῷ Λιβάνῳ, ἐφ᾽ ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρόσον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολλῶν συναγομένη σταγόνων, ὑφ᾽ ἓν σωματοποιεῖται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμόνοιαν καὶ συμφωνίαν ἀπείκασε δι᾽ ἑτέρου παραδείγματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών· ἵνα μὲν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον.

Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.

ΨΑΛΜΟΣ ΡΛΓʹ. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἤδη τῷ Ἀβραὰμ εἴρηται· Οἱ εὐλογοῦντές σε, εὐλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο ποιῶν· εἰ δὲ ἐπὶ τοῦ Ἀβραὰμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ Κυρίου; οὐ γὰρ δεῖται τῆς παρ᾽ ἡμῶν εὐλογίας.

Ἕκαστος δὲ ἑαυτῷ χαρίζεται, καὶ ἑαυτὸν εὐλογεῖ, ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων Ποιητοῦ. Διὸ πρῶτον εἴρηται· Εὐλογεῖτε τὸν Κύριον· εἶθ᾽ ἑξῆς· Εὐλογήσαι σε Κύριος.

ΨΑΛΜΟΣ ΡΛΔʹ. Τῇ τῶν ᾠδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ὁ παρὼν αἶνος εἰκότως παράκειται· διὸ τὸ ἀλληλούϊα προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αἰνεῖτε, τοῦ δ᾽ ἴα, τὸν Κύριον. Εἴποι δ᾽ ἄν τις ὕμνον εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίῳ διεγείροντα τοὺς προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ αἴνου ἀπὸ τοῦ, Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.

Κατηχεῖ δὲ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶσιν Θεοῦ. Τοιαύτης γὰρ τοὺς νῦν ἐξ ἐθνῶν προσιόντας ἔδει τυχεῖν παραινέσεως· οὓς καὶ δούλους καλεῖ, μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. Συμβαίνει δὲ τούτους πρὸ τῆς παλιγγενεσίας λουτροῦ, στάσιν ἔχειν ἐν οἴκῳ Θεοῦ τῶν αὐτοῦ προπύλων, ἀλλ᾽ οὐ τῶν ἐνδοτάτω τυχόντας· εἰσαγωγὴν γὰρ ἔσχον, ἀλλ᾽ οὐ τελείωσιν. Διάφοροί γε μὴν αὐλαὶ, ἐπεὶ καὶ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι· προκοπῆς δὲ, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δὴ αἰνέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι Θεοῦ Λόγος, ἐφεστηκὼς τῷ παντὶ κόσμῳ, καὶ δεσπόζων αὐτοῦ· εἶτα περί τε οὐσίας αὐτοῦ μαθεῖν καὶ δυνάμεως, Υἱόν τε γνῶναι μονογενῆ τοῦ Θεοῦ.

Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ.τ.λ. Ἐπεὶ ἀγαθὸς Κύριος, αἰνεῖτε αὐτόν. Αἰτία δὲ τοῦ αἰνεῖν, τὸ ἀγαθὸν οὐ κατὰ μέθεξιν εἶναι, ὡσαύτως δὲ τῷ Πατρί. Αἰνοῦμεν δὲ οὐ τῇ λέξει μόνον, ἀλλὰ καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεωρίᾳ καὶ τοῖς θεολογουμένοις ἔργοις πράττειν ἁρμόδια, τὸ, Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται· τοῦτο γὰρ ἡδὺ καὶ ὑπὲρ πᾶσαν χρηστότητα· αἰνοῦμεν δὲ αὐτὸν ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας Ἰακὼβ, ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ᾽ αὐτὸν τὸν Ἰακὼβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ, εἰς περιουσιασμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιουσίου γενομένου, πάντων περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν καταγινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ.

Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε θελήματι Θεοῦ γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στόματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.

Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυροί τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπιτάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμένον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παντὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν.

Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιά φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος.

Ἀλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι᾽ ἣν ἔδρασεν ἀσέβειαν ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.

Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ᾽ ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαῤῥύνονται, μαθόντες ὡς ἐπ᾽ αὐτοῖς παρακληθήσονται, τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ᾽ ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἐπιδεομένοις παρακαλεῖται.

Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ᾽ αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει· ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε εἰργάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους· οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νεκρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιθωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ᾽ αὐτῶν, ὀφθαλμοὺς ἔχοντες καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες.

Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαντες, Εὐλογήσατε, φησὶ, τὸν Κύριον, τουτέστιν ἀνευφημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ Θεοῦ λαὸς, ὁ καλούμενος οἶκος Ἰσραὴλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλήθους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Ἀαρών· καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλουμένη οἶκος Λευΐ· καὶ μετὰ πάντας ἀνωτέρω οἱ φοβούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προσιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ οἴκου Ἀαρὼν, καὶ οἴκου Λευῒ, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμενοι τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλὴμ, ἢ τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ.