Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΡΛΕ΄ - ΡΝ΄

Ολοκλήρωση του Ψαλτηρίου. Ερμηνεία των ψαλμών 135 έως 150, με ύμνους ευχαριστίας, προφητείες για τη δοκιμασία της Εκκλησίας και την τελική, παγκόσμια και αέναη δοξολογία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 16 από 16

ΨΑΛΜΟΣ ΡΛΕʹ. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ. Θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ οὐρανὸς μὲν καὶ μόνῃ θέᾳ τὴν σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα.

Τῷ πατάξαντι Αἴγυπτον. Εἰ μὴ πέπεισαι, φησὶ, προνοίᾳ Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερνᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ᾽ αὐτοῦ, γνῶθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ᾽ οὐρανὸν προνοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ᾽ ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν.

Προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων, ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ᾽ Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ἰσχυρῷ βραχίονι χρησάμενος· εἴη δ᾽ ἂν οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δι᾽ οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο.

Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Ἑρμηνεύονται δὲ Ἀμοῤῥαῖοι μὲν λαλητοὶ παραπικραίνοντες, καὶ ὁ τούτων βασιλεὺς Σηὼν, πειρασμὸς καὶ παροργισμός· οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικὴν καταπικραίνοντές εἰσιν λαλητοὶ, τοὺς ὅσοι τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λαλεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν ἔχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμηνευομένη, τὴν τοὺς κακοὺς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ὢν, σὺν τῷ Σηὼν ἀποκτίννυται· ὅπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακῶς ἐκράτουν, σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλ᾽ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι.

Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰσραὴλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ᾽ ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, κατὰ τὸν Ἀπόστολον, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμματι ἀλλὰ πνεύματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ· καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν (ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραὴλ), ἐλυτρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματικοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ἡμᾶς δὲ ἀληθῶς ἐλυτρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυπτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τεταπεινωμένοι.

Τοσοῦτον δέ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφορα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δωρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν.

Διόπερ ὁ λόγος μετὰ τὸ φάναι, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛϛʹ. Ὁ παρὼν ψαλμὸς, ἀνεπίγραφος ὑπάρχει παρ᾽ Ἑβραίοις, καὶ οὔτε τίνος ἐστὶ προγέγραπται, οὔτε ποίου τυγχάνει εἴδους· ἀλλ᾽ ἔστι ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη· καὶ τοῦτο δὲ σημειώσει ὡς ἔν τισιν τῶν ἀντιγράφων, κατὰ τοὺς Ἑβδομήκοντα, ἐπιγέγραπται Ἀγγαίου καὶ Ζαχαρίου.

Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου! Ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι, καὶ τὸν τὰ νήπια αὐτῶν προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά· καὶ γὰρ τῷ ὄντι, τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα, μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δὲ ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη εἰ ἃ πέπονθεν ποιήσειεν, καὶ ἀνταιχμαλωτήσειεν τοὺς Βαβυλωνίους, καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ Θεοῦ φόβον.

Εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι, ἀλλὰ συντρίψειεν πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας, καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων, οὐκ ἂν ἁμάρτοις εἰπών· ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὔξειν, μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος.

ΨΑΛΜΟΣ ΡΛΖʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν Θεὸν, οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης περὶ ἄλλο τι, ἀλλ᾽ ὅλως ἀνηρτημένος μόνου τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ Θεῷ. Θαρσῶν δὲ τῇ τοιαύτῃ αὐτοῦ παῤῥησίᾳ, καὶ εἰδὼς, ὅτι ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ, θείων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ ἐφορώντων, καὶ θεωμένων τὰς ἐν Θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ Θεῷ λατρείαν, καί φησιν· Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.

Προσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου. Προσκυνεῖν ἐπαγγέλλεται πρὸς ναὸν ἅγιον, τὴν Ἐκκλησίαν δηλῶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τύπος ὁ ἐπὶ γῆς ὑπῆρχε ναός· εἶτα χάριν ὁμολογεῖ καταξιωθεὶς ἐλέου καὶ ἀληθείας Θεοῦ. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος, περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου, λέγει· τυχὼν γὰρ ἐλέου Θεοῦ, τύπων καὶ συμβόλων ἀπήλλακται, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν Θεῷ κατηξίωται.

Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. Πολλάκις παρετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ μήτε ὕμνον, μήτε ᾠδὴν, μήτε ψαλμὸν, ἤ τι ἕτερον ἔχοντες προγραφὴν, ἄλλου παρὰ ταῦτα τυγχάνουσι χαρακτῆρος, ὁποῖος ὁ παρὼν προφητικῆς μετέχων δυνάμεως· διὰ γὰρ τῶν προλαβόντων ἐξομολογησάμενος ὁ Δαυῒδ, Ἀλλ᾽ οὐκ ἐγὼ, φησὶ, ἐν βασιλεῦσι μόνος τούτου κατηξιώθην, πλεῖστοι δὲ τοιοῦτοι γενήσονται, δηλαδὴ μετὰ τὸ κήρυγμα τοῦ Σωτῆρος· καὶ μάλιστα ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σωτῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ᾽ ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν Ἑβραίων συνήθειαν. —Προφητεύει περὶ τῆς μελλούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώσεως· Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχηκεν.

Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ.

Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυῒδ, θαῤῥεῖ ὡς ἐφορῶντος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου.

Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ.τ.λ. Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ.

ΨΑΛΜΟΣ ΡΛΗʹ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα μου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν διῆλθον αὐτὸς ἐξιχνίασας.

Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Ἐπιβαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινά ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει.

Ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστόν μου· ἔργον γὰρ ἡ περίνοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ ἡ μήπω δι᾽ ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.

Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται καὶ ἀπελαύνει ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ᾽ αὐτῶν βλάβης.

Ἐπεὶ δὲ καὶ εἰς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γραφὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμβάνουσιν οἱ ἑτερόδοξοι, καὶ οὐχ ὡς δεῖ· ἀποστρέφομαι καὶ ἐκκλίνω ἀπ᾽ αὐτῶν.

Δοκίμασόν με, ὁ Θεός. Εἰπὼν ἐν ἀρχῇ, Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με, νῦν ὡς μήπω δοκιμασθεὶς ἔφη, Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. Καὶ τότε μὲν εἴρηται, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ἄρτι δὲ, Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου· μήποτ᾽ οὖν οὐκ ἐναντία λέγει. Τότε γὰρ ἁπλῶς δεδοκιμάσθαι καὶ ἐγνῶσθαι εἶπε, νῦν δὲ εὔχεται δοκιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς καθαρὸν καὶ εὐθῆ ὑπάρχειν· καὶ ὑπεραίρει τοῦ ἁπλῶς δοκιμασθέντα γνωσθῆναι τῷ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ· ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ, μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντας αὐτοῦ. Διὸ καὶ ἐπήγαγε· Καὶ ἰδὲ εἰ εἶδες ἀνομίαν ἐν ἐμοὶ, τουτέστιν ἐν ἕξει καὶ διαθέσει μου. Φέρεται καὶ οὕτως· Καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί· τουτέστι, κατανόησον εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία, ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ᾽ ἐμοί. Ὅμως δὲ καὶ εἰ τοσαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτησία, ἀλλ᾽ οὖν σὺ ὡδήγησάς με ἐν ὁδῷ αἰωνίᾳ, ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ.

ΨΑΛΜΟΣ ΡΛΘʹ. Πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες πυρός. Δίκην γὰρ ὑφέξει πρὸς αὐτοῦ, νόσον ἔχων τοιαύτην.

Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Τί δέ ἐστιν εἰς διαφθοράν; ὅτι πολλοὶ θηρεύονται εἰς σωτηρίαν, ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν ἀλλ᾽ οἵ γε πονηροὶ ὅταν ὑπὸ τῆς κακίας θηρεύονται καὶ φθορᾶς· πᾶς γὰρ ἄδικος, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας, δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν διαφθεῖραι.

Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ. Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα φησὶν ἐν τῷ Ἐκκλησιαστῇ· Τέλος λόγου τὸ πᾶν ἄκουε, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν, ἐάν τε πονηρόν· καὶ νῦν γὰρ, φησὶν, ὡς κρινεῖ ὁ Θεὸς ἐκδικῶν τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἐπὶ χρηστὸν δὲ μετὰ ταῦτα τέλος κατέστρεψε τὸν ψαλμόν· διὸ καὶ Εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Ὁ δὲ Σύμμαχος, παρὰ τῷ προσώπῳ σου, λέγει. Τί δὲ κρεῖττον τοῦ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τὸν Θεόν; κατὰ τὸν τοῦ Σωτῆρος μακαρισμὸν εἰπόντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οὗ τυχόντες εὐχαριστήσουσιν.

ΨΑΛΜΟΣ ΡΜʹ. Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται· ἔστι δὲ τοῦ Δαυῒδ, καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Ἔχει δέ τι πλέον οὗτος δογματικώτερος ὢν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρχῆς παιδεύων· καὶ φησίν· Ἐκέκραξα· οὐ πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋσῇ λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Ἀλλ᾽ ὁ μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αἰτῶν τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν· Ἐπειδὴ τοιοῦτός εἰμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθαρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λοιδορίας.

Οἷς καὶ ἀκολούθως ἐπήγαγεν·

Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμῶν· κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευσε, καὶ τῶν κατὰ πρᾶξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς· Ὅτ᾽ ἂν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ᾽ ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτελεῖν.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἀνθ᾽ οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπὼν, Σὺν ἀνθρώποις ἐργαζομένοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν.

Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σὺ, Κύριε, φυλακὴν τῷ στόματι θείης, καὶ τὸν προκατασκευασθέντα μοι θησαυρὸν διατηρήσῃς. Ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ᾽ οἷς δρῶσι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων.

Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ὁ δὲ Σύμμαχος· Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται ῥήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ᾽ ἂν ῥήσσῃ τὴν γῆν, ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾅδην.

Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρτωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησὶ, διασκορπίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον ἀπολαβεῖν· τὸ δὲ ἐκτιλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ ῥιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεοῦ λόγου.

Μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκενώσῃς, τουτέστι, μὴ συγχωρήσῃς τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησὶν, ὅτ᾽ ἂν ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις.

ΨΑΛΜΟΣ ΡΜΑʹ. Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Καὶ ὁ νϛʹ ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ ἀνέβη Δαυῒδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Ἐγγαδδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαοὺλ ὄπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλαβε Σαοὺλ τρισχιλίους ἄνδρας ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ ἐπορεύθη τοῦ ζητεῖν τὸν Δαυῒδ καὶ τοὺς ἄνδρας τοὺς μετ᾽ αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάνδρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπήλαιον· καὶ εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον ἀποκοινῶσαι τοὺς πόδας αὐτοῦ· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες μετ᾽ αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ σπηλαίου ἐκάθηντο.

Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαοὺλ καὶ τοῦ σπηλαίου· τὸ δὲ τοῦ Δαβὶδ ὄνομα διαφόρως ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται· ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κείμενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόσωπον τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, ἑρμηνεύεται ἐξουθενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ.

Νῦν τοῦ Δαυῒδ ὄνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ αὑτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δακρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦτα διδάσκει.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ᾽ ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμοῦ καὶ φυγῆς ἐπεκέκλειστο, οὔτε μία τε παρῆν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ᾽ οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυόμενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἔλεγεν τὸ, Ἔκρυψαν παγίδα μοι. Ἀλλ᾽ οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορείᾳ, ταῖς τε πράξεσι καὶ ταῖς ὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως ἐλαυνόμενος καὶ πολεμούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου.

Πρὸς σὲ, Κύριε, ἐκέκραξα. Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογῶ, φησὶ, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων· ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζώντων.

Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς ἡμῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ᾽ ἣν κληρονομήσουσιν οἱ πραεῖς· ἐφ᾽ ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν.

Οὐκ ἦν ὁ ἐπιγινώσκων με. —Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ὁ ὑπὸ τῶν προΐστασθαι τῶν ἐκκλησιῶν νομιζομένων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαίρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ᾽ ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ ἐν ἐπιλελησμένῃ γῇ.

ΨΑΛΜΟΣ ΡΜΒʹ. Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος, εὐκαίρως χρήσαιτο τῇ προκειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. Ἀκούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει· ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἀκουσθησόμεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλεῖ τὸν Θεόν. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ᾽ ἐπιγεγράφθαι, Ψαλμὸς τῷ Δαυῒδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο· τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά.

Ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου. Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐκάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· ταραχθεῖσα δὲ, φησὶν, ἡ καρδία μου ἐν αὐτῇ, ἔνδον ἐπέσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φανερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων. Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε ἡμέρας αἰῶνος· καὶ ὁ Δαυῒδ πάλιν φησὶ, Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θεραπεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταραχῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας· καὶ τὴν μνήμην ἀναλαβὼν, μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν ἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς παλαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέπτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν, παιδευόμενος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος, οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορᾷ δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖράς μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέγεται τοῦ ἐπ᾽ αὐτὴν κατιόντος ὑετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν τοιαύτη ἐστίν· καθ᾽ ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν ὑπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ταχὺ εἰσάκουσόν με, κ.τ.λ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττομένης, προσήκει ὁμοίως τῷ Δαυῒδ λέγειν εὐχομένους τὰ Χριστοῦ, Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. — Ἐφ᾽ ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πᾶσά μου ἀπελήλαται σκοτία· ὥστ᾽ ἂν εἰπεῖν· Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καλούμενον σκότος ἐξώτερον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα· ὅπερ γένοιτ᾽ ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολάζοιμεν, καὶ μάλιστα κατὰ καιρὸν τὸν ἑωθινὸν, ὥστε δύνασθαι λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. Ἀπὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δεῖξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας, κατὰ τὸ, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, μετὰ ταύτας τὴν ὁδὸν ζητῶν τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι τὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν ᾗ πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν ἐμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.

Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε. Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ᾽ ἑαυτοῖς χρὴ θαῤῥεῖν. Ὁ δὲ τοὺς πειρασμοὺς ὑπομείνας γενναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι· καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου ἔν ..ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος Θεοῦ. Ἀλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως ὅτε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· ἐξάγει δὲ ψυχὴν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται.

Ἐλέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ᾽ οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι᾽ ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν παρακαλούμενον, ἐπήγαγε τὸ, Ὅτι ὁ δοῦλός σου εἰμὶ ἐγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρηματίσαι Θεοῦ δοῦλον. Δείκνυσι δὲ τὸ μέγεθος τούτου καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματική.

ΨΑΛΜΟΣ ΡΜΓʹ. Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν Δαυῒδ, μάλιστα ὅτι κατά τινα τῶν ἀντιγράφων ἐπιγέγραπται πρὸς τὸν Γολιὰθ, ἐρεῖς ἁρμόζειν αὐτῷ, κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν ἄνδρα οὐ τῇ κοινῇ παντευχίᾳ, πεποιθήσει δὲ τῇ ἐπὶ τὸν Θεόν· ὃν ὥσπερ διδάσκαλον ἐπιγραφόμενος, τότε μὲν τὸν Γολιὰθ τῇ σφενδόνῃ καθεῖλε βαλών· ἄλλοτε δὲ τοὺς κατ᾽ ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνῄρει. Ἔπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε, ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ τοῦ πλήκτρου χρώμενος, τοὺς ἀοράτους δαίμονας ἤλαυνε τῷ Σαοῦλ ἐνοχλοῦντας. Εἰ δ᾽ ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητὰ, ἐρεῖς πάσας τοῦ θεοφιλοῦς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν, τοῦ Θεοῦ διδασκάλου τῆς τοιᾶσδε τῶν χειρῶν ἐκτάσεως γινομένου· τοὺς δὲ δακτύλους αὐτοῦ τὰς μέχρι τῶν μικροτάτων ἐνεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐδήλωσε· καὶ Μωϋσῆς δὲ τὰς χεῖρας ἐκτείνων ἐτροποῦτο τὸν Ἀμαλήκ. Ὅρα δὲ μὴ Χριστὸς ὁ λέγων, τροπωσάμενος τοὺς ἀοράτους ἐχθρούς· δηλοῖ γὰρ ὁ ψαλμὸς, ὡς δειχθήσεται, καὶ κάθοδον αὐτοῦ τὴν ἐξ οὐρανοῦ, καὶ τροπὴν δαιμόνων, καὶ κλῆσιν ἐθνῶν, καὶ δύο λαούς.

Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾽ ἐμέ. Θεοῦ ἐστι τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώποις· ὅπερ εἰ μὴ ἐκ Θεοῦ γίνοιτο, οὐκ ἄν ποτε γένοιτο· οὐδὲ γὰρ Μωϋσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους, μὴ τοῦ Κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυτοῦ λαὸν, οὐ δι᾽ ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπίνης, διὰ δὲ τῆς κρείττονος δυνάμεως.

Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; Πυνθάνεται ὁ λόγος ἐρωτηματικῶς τὸ, τί ἔστιν ἄνθρωπος, ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα τι ἄνθρωπος· οὐ γὰρ ἂν ἐχώρησε Θεοῦ γνῶσιν, οὐδ᾽ ἂν ἐμνήσθη αὐτοῦ ὁ Θεὸς οὕτως, ὡς καὶ Σωτῆρα καὶ Λυτρωτὴν ἐξαποστεῖλαι αὐτῷ τὸν ἑαυτοῦ Λόγον. Παραινεῖ δὲ ἐν τῷ αὐτῷ καὶ μηδενὸς ἀνθρώπου καταφρονεῖν, καὶ ὅτι μηδεὶς ἄξιον κατορθοῖ τῆς τοιαύτης εὐεργεσίας.

Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι. Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως [λέγει] καὶ αὐτὸν καταβῆναι τὸν τοῦ Θεοῦ Λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησὶ, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους ὅπως χρὴ πολεμεῖν, ἀλλὰ καὶ τίς ἰσχὺς ἀνθρώπου, καὶ πόση δύναμις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος, πρὸς τὸ δυνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως; διὸ σὺ αὐτὸς, ὦ Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι.

Οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις· ὡς δὲ πατὴρ νηπίοις, καὶ ὡς μαθηταῖς διδάσκαλος συγκαταβαίνει.

Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους. Ἐξαπόστειλον, φησὶν ὁ ψαλμὸς, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῶν χειρῶν τῶν ἀλλοτρίων υἱῶν· δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν τοιούτων· ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν, τῶν ἐνεργουμένων ὑπ᾽ αὐτῶν ἀνθρώπων· τὰς ἐπαναστάσεις γὰρ τῶν πειρασμῶν καὶ τῶν ἀσεβῶν ὕδατα ἐκάλεσεν, ὡς καὶ ἀλλαχοῦ φησιν· Ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· καὶ πάλιν· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ Θεοῦ Λόγου, τὴν ἐπιβουλὴν τῶν ἀσεβῶν ... αὐτοῦ τῳ .. θεασάμενος, τὰ προκείμενα θεσπίζει.

ᾨδὴν καινὴν ᾄσομαί σοι. ᾌδει, καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ Θεοῦ Λόγου προφητευομένοις μνημονευθῆναι· διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς. Ἐν τῷ δὲ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην, ὥς φησιν ὁ Ἀπόστολος· περὶ ταύτης λέλεκται τῆς ᾠδῆς· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· ἀλλὰ καὶ, Ψαλῶσι, φησὶν, ἐν ψαλτηρίῳ δεκαχόρδῳ, τὸν πρακτικὸν αἰνιττόμενος βίον διὰ ψυχῆς καὶ σώματος ἐνεργούμενον· πέντε μὲν ὄντων σαρκὸς αἰσθητηρίων, πέντε δὲ τῶν τῆς ψυχῆς δυνάμεων, δι᾽ ὧν τὰ αἰσθητήρια τοῦ σώματος κινεῖται.

Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι Ὁ διδάξας βασιλείαν οὐρανῶν, βασιλεῖς ἐργάζεται τοὺς καταξιουμένους αὐτῆς, οἷς δίδωσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν· ἅμα δὲ κατορθώσασι τὸ μὴ βασιλεύεσθαι ὑπὸ ἁμαρτίας· Χριστὸς δ᾽ ἐστὶν ὁ ἐν Παροιμίαις λέγων· Δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι· ταῦτα εἰδὼς ὁ Ἀπόστολος ἔγραφε· Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· ἐπεὶ οὖν τούτοις χαρίζεται ὁ Θεὸς τὴν σωτηρίαν, εἰκότως καὶ τῷ Δαυῒδ ἀγαθὰς ἐλπίδας ὑπογράφει τὸ λόγιον, ὡς λυτρωθησομένῳ ἀφ᾽ ὧν πώποτε πέπτωκεν ἁμαρτιῶν· ἡ γὰρ κάθοδος τοῦ Θεοῦ Λόγου μετὰ τῶν ἄλλων καὶ τῷ Δαυῒδ εὐεργητικὴ γεγένηται, ἅτε διακονησαμένῳ τῇ ἐνσάρκῳ αὐτοῦ γενέσει.

Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς. Ῥομφαία πονηρὰ ἡ γλῶττά ἐστι τῶν ἀθέων, καὶ οἱ λόγοι τῶν τὰ σοφίσματα κατὰ τοῦ Θεοῦ μελετώντων εἰς τὸ φονεύειν ψυχάς· χεὶρ δὲ υἱῶν ἀλλοτρίων, πρᾶξις καὶ ὁ βίος τῶν ἀλλοτρίων τῆς θεοσεβείας, ὧν ἐν μύθοις ἀναπλάσμασι καὶ ταῖς περὶ εἰδώλων πλάναις τὸ στόμα λαλεῖ ματαιότητας· τούτων δὲ καὶ δεξιὰ, τουτέστιν ἡ πρακτικωτέρα δύναμις, περὶ πλεονεξίας καὶ ἁρπαγὰς ἀσχολεῖται. Τοιοῦτοι δ᾽ ἂν εἶεν καὶ οἱ ἐκ τοῦ προτέρου λαοῦ, καθ᾽ ἃ εἴρηται· ἀπὸ τούτων οὖν ἐπὶ τοῦ παρόντος ἤδη δεύτερον ὁ Δαυῒδ ῥυσθῆναι εὔχεται, ἵνα μὴ ἁλῷ τοῖς ὁμοίοις ἁμαρτήμασιν.

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ προτέρου λαοῦ οἱ υἱοὶ οὐ μόνον, ἀλλὰ καὶ πάντων τῶν ἀλλοτρίων τῆς θεοσεβείας ὡς νεόφυτά ἐστιν ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· τοῦ δὲ δικαίου ἡ σάρξ ἐστιν ἀσθενὴς, καὶ τὸ φρόνημά ἐστι νενεκρωμένον· τούτων τῶν ἐκ περιτομῆς καὶ αἱ θυγατέρες ἑταιρικῶς εἰσι κεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ ἐν ᾧ πονηρὸν πνεῦμα ἐνοικεῖ· διό φησι περὶ αὐτῶν ὁ προφήτης· Ἀνθ᾽ ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὰ ἑξῆς· οἱ δὲ ἅγιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς· καὶ τῶν μὲν περιττεύει καὶ ὑπερχεῖ τὰ ταμεῖα θησαυριζόντων ἐπὶ τῆς γῆς· καὶ λεγόντων, Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω· τῶν δὲ ὁ θησαυρός ἐστιν ἐν οὐρανῷ· καὶ τῶν μὲν ἔστι πρόβατα πολύτοκα πληθύνοντα, καὶ βόες παχεῖς, ὁποῖοι τῆς Αἰγύπτου εὐθηνίας· καλοὶ γὰρ τῷ εἴδει καὶ ἐκλεκτοὶ ταῖς σαρξὶν ἦσαν οὓς εἶδεν ὁ Φαραώ· τοῦ δὲ δικαίου ἡ ποίμνη ψυχὰς ἀκεραίους, καὶ ἀγαθὰ καὶ λογικὰ πρόβατα ἐμπεριείληφε.

Τοῦ [δικαίου] μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον, μακάριοι οἱ υἱοὶ ὡσεὶ νεόφυτά εἰσιν ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτοῦ· τῶν δὲ ἀλλοτρίων οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Κἀκείνῳ μὲν οὐκ εἰσὶ θυγατέρες· τούτοις δέ εἰσι κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ· κἀκείνῳ μὲν εἰσὶν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί· ἔτι ἐκείνῳ μὲν οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ τὰ ταμεῖα πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη. Υἱοὶ οἱ αἱρετικοὶ λόγοι, καὶ τὰ νοήματα ὡς νεόφυτα, διὰ τὴν καινοτομίαν· θυγατέρες αἱ λέξεις· κεκαλλωπισμέναι δὲ διὰ τὴν φράσιν, ναὸν οὖσαι τοῦ φρονήματος.

Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, κ.τ.λ. Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; καὶ τὰ ἐφεξῆς· πλὴν ἐπιφέρει· Οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. Καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ τὰ ἑξῆς· ὧν καὶ αὐτῶν ἡ λύσις ἐπάγεται ἐν τῷ, Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρομένων.

ΨΑΛΜΟΣ ΡΜΔʹ. Οὔτε δι᾽ ὀργάνου τοῦ καλουμένου ψαλτηρίου λέλεκται τὰ προκείμενα, οὔτε δι᾽ ᾠδῆς, καθ᾽ ἕτερον δὲ τρόπον, Αἴνεσις ἐπιγέγραπται.

Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ᾽ Ἑβραίοις τοῦ παρόντος στίχου τὸ βήθ. Διδάσκει δὲ ὅτι προσήκει ὥσπερ ὀφειλὴν ἑκάστης ἡμέρας τῷ Θεῷ τὸν ὕμνον ἀποδιδόναι .. μηδεμιᾶς ἡμέρας τῷ Θεῷ ὕμνον ὀλιγωρεῖν καὶ ἀπολιμπάνεσθαι.

Διανοίᾳ μὲν οὖν καὶ λογισμοῖς, καὶ αὐτῇ τοῦ ἐν ἡμῖν πνεύματος δυνάμει αὐτὸν τὸν Θεὸν ὑψοῦμεν καὶ εὐλογοῦμεν· χείλεσι δὲ καὶ θνητοῖς ῥήμασι τοῦ Θεοῦ τὸ ὄνομα δοξάζομεν· Ἀεὶ σὲ, φησὶν, ὑμνῶν διατελῶ, καὶ οὐδεμίαν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. Ἀντὶ δὲ τοῦ, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁ μὲν Ἀκύλας εἰσέτι, ὁ δὲ Σύμμαχος διηνεκῶς ἡρμήνευσαν. —Ἀκόλουθα δὲ πάντα τοῖς προλαβοῦσι· εἰπὼν γὰρ εὐλογήσω καὶ ὑψώσω, δείκνυσιν ὡς οὐδὲν αὐτῷ προστίθησιν ἡ παρ᾽ ἡμῶν εὐφημία· ἑαυτοὺς δὲ λαμπρύνομεν, αἶνον δὲ εἰς τὸν αἶνον προσάγοντες.

Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Διὰ τούτων διδάσκει τοῦ Θεοῦ τὰς ἀρετὰς, ὅσαι εἰς ἡμᾶς διήκουσιν, ἀφ᾽ ὧν αὐτὸν καὶ γνωρίζομεν· τὰς γὰρ ὑπὲρ ἡμᾶς ἀθεωρήτους ἡμῖν οὔσας καὶ ἀκαταλήπτους, οὐχ οἷόν τέ ἐστι θνητῇ φύσει περιλαβεῖν.

Ἀεὶ δὲ εἰς ἡμᾶς φθάνουσαι τοῦ Θεοῦ ἀρεταὶ, ἀφ᾽ ὧν αὐτὸν γινώσκομεν, αἱ φωναί εἰσιν αὗται.

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ τὰ ἀκόλουθα. Μὴ γὰρ ὄντας ἡμᾶς, μηδὲ ὑφεστῶτας, παρήγαγεν εἰς φῶς· εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονητικῶς ἔχοντας αὐτοὺς οὐ μετέρχεται κατ᾽ ἀξίαν· ἐμ.. δὲ ἐλεεῖ, ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν, διὰ τὸ μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ· οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοῦτό ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἁπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι τοῖς σύμπασιν.

Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐπειδὴ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ἀκολούθως λέλεκται· Ἐξομολογησάσθωσάν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται αὐτῷ ὡς καὶ αὐτὰ τὰ νομιζόμενα εἶναι ἄψυχα, φωνὴν ἀφιέντα μονονουχὶ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποιήσαντι αὐτά.

Μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον, καὶ πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως· ἀφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μεῖζον τῆς ἐξομολογήσεως ἀποδιδόασι· δι᾽ ὧν γὰρ φρονοῦσι καὶ πράττουσι, τὴν βασιλείαν αὐτοῦ ἐροῦσιν, ἐμφανίζοντες προγευστικῶς, ὡς αὐτῷ στρατευσάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ· λαλήσουσι δὲ καὶ συμφυῆ δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταγμένως αὐτῷ ὑποτέτακται· ὄντες φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδιδόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μόνων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκότων διδάσκαλος καὶ καθηγητὴς ὁ Χριστὸς, τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων· Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων, ἢ δι᾽ ἀνθρώπων, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· ἀμέλει γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἐκπέμπει τοὺς ἀποστόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη, πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς· ἃ τοίνυν παρ᾽ αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι τοῖς τῶν ἀνθρώπων υἱοῖς.

Πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ. Πιστὸς δὲ ὁ Θεὸς οὐχ ὡς μετέχων πίστεως, ἀλλ᾽ ὡς ἀξιόπιστος εἴρηται· πάντα γὰρ ἃ λέγει γίνεται· κατὰ τὸ, Αὐτὸς εἶπεν· Οὐχὶ ποιήσει καὶ οὐχὶ ἐμμενεῖ; λέγει δὲ καὶ τό· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Καὶ ὅσιος δὲ, ὡς ὁσιότητος μεταδιδοὺς τοῖς ἔργοις αὐτοῦ· ὥσπερ καὶ ἅγιος ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ· καὶ σοφία ἐστὶν ὁ Σωτὴρ ἐν τοῖς κατ᾽ αὐτὸν σοφοῖς.

Σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος, ὡς οὐ μόνον ἰατρός ἐστιν ὁ Θεὸς τῶν πεπτωκότων, καὶ θεραπευτὴς τῶν κατεῤῥαγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἁπάντων· διὸ καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι, καὶ φυσικαῖς τισι καὶ διδακταῖς ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφορώντων, αὐτὸς οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς καιροῖς ἐπιτηδείως ἄλλοτε ἄλλας χορηγεῖ, τοῖς πᾶσιν τὴν χεῖρά τε τὴν δημιουργικὴν, τουτέστι τὴν δύναμιν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως πᾶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ᾽ αὐτοῦ δωρουμένων ἀπολαύσεως.

Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι ἐπιστημόνως αὐτὸν ἐπικαλεῖσθαι, καὶ καταξιοῦσθαι αὐτοῦ τῆς ἀκοῆς, ἐπιφέρει ἀναγκαίως ἐπαναλαβὼν τὸν λόγον καὶ φησὶν ὅτι οὐ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπιτυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστηκεν· οἷς καὶ φησίν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· περὶ τούτων δὲ καὶ ἀλλαχοῦ λέλεκται· Διότι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Πᾶσι μὲν οὖν ἐγγὺς κατὰ πρόνοιαν, κατὰ σχέσιν δὲ τοῖς σὺν ἐπιστήμῃ καλοῦσι· τοῦτο γὰρ τὸ, ἐν ἀληθείᾳ. —Μετὰ τὴν κοινὴν δὲ πρόνοιαν ἐξαίρετον τὴν περὶ τῶν πιστῶν ἐπενήνοχε, τὸ τοιούτων ἐγγὺς εἶναι, καὶ μειζόνως αὐτῶν προνοεῖσθαι.

Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τέως μὲν αἰνῶν οὐ διαλείψω Θεόν. Εὔχομαι δὲ καὶ θᾶττον ἀποβῆναι τὴν λέγουσαν προφητείαν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καί· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· ἔσται δὲ τοῦτο ἡνίκα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὅτε καὶ πᾶν γένος ἀνθρώπων σωθήσεται· στόμα δὲ λέγει τὸ νοητὸν, περὶ οὗ καὶ ἀλλαχοῦ· Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου ἔσται, δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ, καὶ οὐκ οὖσα ὡς χόρτος.

ΨΑΛΜΟΣ ΡΜΕʹ. Τὸ ἀλληλούϊα αἶνον Κυρίου σημαίνει· οὕτως γὰρ ἑρμηνεύεται ἡ λέξις· ἔστιν οὖν καὶ τὸ προκείμενον, αἶνος· διὸ δὴ ἀρχόμενός φησιν ὁ λόγος· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ παρακελευομένου, ἢ αὐτῆς ἑαυτῇ· εἶθ᾽ ὑπακούσασα τῷ προστάγματι, προθύμως ἀποκρίνεται λέγουσα· Αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἀεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγὴν δυναμένη, φησίν· Ὡς ἄρα οὐδὲ πώποτε παύσομαι αἰνοῦσα τὸν Κύριον, ἀλλ᾽ εἰς μακροὺς αἰῶνας, καὶ πάντα τὸν τῆς ἀθανάτου ζωῆς μου βίον, οὐδὲν ἕτερον πράττουσα τοῦ αἰνεῖν τὸν Κύριον διατελέσω. Ὡς ψυχῆς δὲ ἀκουστέον λεγούσης τὸ, ἕως ὑπάρχω, οὐχ ὡς μελλούσης μετ᾽ αὐτὰ μὴ ὑπάρχειν, ἀλλ᾽ εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αἰνέσειν ἐπαγγελλομένης τὸν Κύριον.

Μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας Ὅμοιον τῷ, Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ᾽ ἄρχοντας· τοῦτο δὲ παρίστησι διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοὶ, φησὶν, ἑαυτοῖς περιποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσι, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια· οὐδὲ γὰρ δύνανται ἑαυτοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος· τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα, ἔνθα ἂν ἀπάγῃ ὁ ἀπάγων· ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ, νόμον φύσεως πληρῶν ὃν ἐπέσκηψεν ἀρχῆθεν ὁ Θεὸς τῷ Ἀδὰμ εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει· οὗ λεγόμενον, Οἱ λογισμοὶ πάντες οὓς ἔτι περιὼν τῷ βίῳ συνήγαγε παρ᾽ ἑαυτῷ διανοούμενος, καὶ ὥσπερ τις αἰώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς, ποιήσειν τε τὰ δεινὰ ἐπαγγελλόμενος, καὶ πάλιν ἑτέροις ἀπειλῶν, ὑπὸ μίαν ὥραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν, δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυμαζομένων.

Λέγοι δ᾽ ἂν καὶ ἄρχοντας τούτου τοῦ αἰῶνος· μεταπτωτὴν γὰρ καὶ οὗτοι ἔχουσι τὴν ἀρχήν· ὁ δὲ Σωτὴρ μόνος αἴτιος σωτηρίας, ὁ λέγων· Σώζων οὐκέτι πάρεξ ἐμοῦ· εἰ τοίνυν ἐξ αὐτοῦ καὶ οὐκ οἴκοθεν σώζονται, πῶς ἑτέρους σώζειν δυνήσονται;

Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα. Τῶν λόγων αὐτοῦ, ὧν ἐν ταῖς Γραφαῖς ἐπηγγείλατο, πιστούμενος τὴν ἀλήθειαν· ἐκδικήσειν γὰρ ἐπηγγείλατο τοὺς κατὰ τὸν παρόντα βίον ἀδικουμένους, ἐν καιρῷ τῷ τῆς κρίσεως· καὶ ἄλλη ἐπαγγελία, τό· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς δὲ πεινάσετε· ἀλλὰ καὶ αἰσθητῶς τροφὴν ἐν ἐρήμῳ τοῖς πεινῶσι τὸ μάννα παρέσχε, καὶ πέντε χιλιάδας διέθρεψε, καὶ διὰ κοράκων Ἠλίαν, καὶ δι᾽ Ἀμβακοὺμ τοῦ προφήτου τὸν Δανιήλ· ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ἰωσὴφ καὶ Σωσάννῃ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν κριτῶν Ἰσραὴλ, καὶ τῷ Δαυῒδ ὑπὸ Σαούλ. Καὶ πλήρη τῶν τοιούτων τὰ θεῖα συγγράμματα

Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Πεπεδημένους λύει, ἄφεσιν ἁμαρτιῶν διδοὺς ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. Ἔοικε δὲ διὰ τούτων αἰνίττεσθαι τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τοῦ Κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν, τήν τε δι᾽ αὐτῆς ἅπασι γενησομένην θεραπείαν.

Τοῦτο δὲ νοεῖν μοι ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαΐου περὶ τοῦ Σωτῆρος ἡμῶν πρόῤῥησιν, δι᾽ ἧς φησιν· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Οὕτω γὰρ καὶ ἐνταῦθα ὁ Κύριος λύει πεπεδημένους· εἴρηται δὲ καὶ τὸ, Ὁ Κύριος σοφοῖ τυφλούς· θαυμάσαι δ᾽ ἔστιν, ὅπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως πάρεστι, τοῦ Θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως.

Ὀρφανὸν καὶ χήραν ἀναλήψεται. Αἱ ἀποβαλοῦσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον, ἢ καὶ ἄνδρα, ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσι· τούτων ἀναληφθέντων, ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα ὑπὸ Θεοῦ ἀφανισθήσεται. Καὶ ταῦτα μὲν εἴρηνται ἀλληγορικώτερον.

Χηρῶν δὲ λέγει οὐ τῶν τυχουσῶν, ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν, ὀρφανῶν δὲ, τοὺς θεοσεβείας ἕνεκα καταλιπόντας γενεάς.

ΨΑΛΜΟΣ ΡΜϛʹ Ἐν τῷ παρόντι ψαλμῷ ἀντὶ τοῦ, αἰνεῖτε τὸν Κύριον, ὁ μὲν Σύμμαχος, ἀλληλούϊα, ὅτι ἀγαθὸν ᾠδὴ, εἴρηκεν, ἀνερμήνευτον φυλάξας τὴν Ἑβραίων λέξιν τὴν σημαίνουσαν τὸ, αἰνεῖτε τὸν Κύριον. Ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις, αἰνεῖτε τὸν ἰὰ, ἐξέδωκεν.

Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μιᾷ ψυχῇ αἰνεῖν τὸν Κύριον παρακελεύεται· ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ, αἰνεῖτε τὸν Κύριον· ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφερόμενον, καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον, ἀγαθὸν ἂν εἴη· ὥσπερ οὖν καὶ ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς ἀγαθὸν Θεὸν ἀναπεμπόμενος. Ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας, ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀγαθὸν ᾠδή. Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς τὸν Θεὸν ἀναπεμπομένη παντός τε εὐώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει· καὶ γὰρ ὡς ἀληθῶς αἶνος Θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπόμενος ψυχῆς προσφιλὴς ἂν εἴη αὐτῷ, καὶ ὡς ἂν εἴπερ τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦτον τῆς ἀνθρωπίνης διανοίας καρπόν.

Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν. Ἐπειδὴ Σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰάσασθαι καὶ καταδεσμεύειν τὰ συντετριμμένα, εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ Κύριος ὁ Σωτὴρ ἡμῶν, ὁ τοῦ Θεοῦ Λόγος, ὁ εἰπών· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ψυχῶν δὲ ὢν ἰατρὸς, τοὺς τὴν καρδίαν συντετριμμένους, καὶ τῶν κατὰ φύσιν λογισμῶν παρατετραμμένους, ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυτρωσάμενος ἰάσεται. Ὁ μὲν Σύμμαχός φησιν, Ὁ ἰώμενος τοὺς κεκλασμένους τὴν καρδίαν, καὶ ἐπιδεσμῶν κατάγματα αὐτῶν, δηλονότι δεσμοὺς ὑποβάλλων λογικούς· οὕτω γοῦν ἐπέδησε τοῖς πνευματικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ.

Καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ.τ.λ. Μετὰ τὸ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν, ἐπανάγων εἰς τὴν φυσικὴν ὑγείαν τοὺς πάλαι νενοσηκότας, φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος, ἀξίους τοῦ παρ᾽ αὐτοῦ ἀριθμοῦ καθίστησι. Συνήθως ὁ λόγος συμπλέκει τό τε περὶ σωτηρίας ἀνθρώπων, καὶ τὰ περὶ τῆς καθόλου Προνοίας, δεικνὺς, ὡς οὐ μόνον κήδεται τῶν τοῦ κόσμου μερῶν, ἀλλὰ καὶ τῶν ἀνθρωπίνων δογμάτων· καὶ μόνος ἀριθμὸν ἄστρων οἶδε, καὶ θέσεις, καὶ τὰς αἰτίας, μεγέθη τε καὶ ἀποστήματα, δυνάμεις τε καὶ ἐνεργείας, ἑκάστῳ πρόσφορον ὄνομα τίθησιν.

Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ὁ Σύμμαχος, Καταλέξατε τῷ Κυρίῳ ἐξομολόγησιν, μελῳδήσατε τῷ Θεῷ ἡμῶν διὰ λύρας. Ἀκύλας, Καταλέξατε τῷ Κυρίῳ ἐν εὐχαριστίᾳ, μελῳδήσατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Οἱ προστάττοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν, ἕτεροι ἂν εἶεν τῶν προσταττομένων· χορὸς τοίνυν προφητικὸς διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτὸν Θεὸν τοὺς μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται, τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι, λέγοντες· Ψάλατε τῷ Θεῷ ἡμῶν. Προστάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας ἐνεργουμένης ψάλλειν αὐτῷ· συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμασεν, ἅτε εὐρύθμως καὶ μεθ᾽ ἁρμονίας σοφῆς συγκείμενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ᾽ ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελῳδίαν ἀναπέμπει τῷ Θεῷ.

Διδόντι τροφὴν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικὸς λόγος, ὡς μὴ τρεφομένων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων, ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπεσθαι μὲν γὰρ τῶν κοράκων φασὶ τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλῳ παραδόξῳ τοῦ Θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων γεγεννηκότων, κεχηνέναι τὸ στόμα τροφῆς ἐνδείᾳ, καὶ ἐοικέναι ἐπικαλουμένοις τὸν Θεὸν, φυσικῇ τινι ἐνεργείᾳ τὴν τροφὴν αἰτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐτοῖς δεδωρημένου· οὕτω δὲ φέρεσθαι αὐτοῖς τινα ἐξ ἀέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην.

ΨΑΛΜΟΣ ΡΜΖʹ. Ὁ ἀπαγγέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος. Σφόδρα δὲ ἀπηκριβωμένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν, Ὁ ἀπαγγέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ· οὐ γὰρ εἴρηκεν, ὁ ἀποστέλλων, ἢ ὁ ἀποστείλας. Ἄλλο δήπου ἐστὶν ἀπαγγεῖλαι, καὶ ἄλλο τὸ ἀποστεῖλαι ἢ ἀποστέλλεσθαι· τὸ μὲν γὰρ προμηνύει τὸ μέλλον καὶ προλέγει· τὸ δὲ παρουσίαν σημαίνει, καὶ τὸν ἀποσταλέντα δι᾽ ἑαυτοῦ κηρύττειν· ὥστε τὴν μὲν ἀπαγγελίαν καὶ τὴν πρόῤῥησιν τοῦ μέλλοντος, γεγενῆσθαι παρὰ μόνῳ τῷ Ἰσραὴλ, τὴν δὲ ἀποστολὴν οὐκ ἂν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει, καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας; Καὶ φαμέν· Τούτους μὲν κρίνει ἀπὸ τοῦ φυσικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας καὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ, ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται ῥερᾳθυμηκόσι· διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ᾽ οὕτως οὐκ ἐποίησε· τουτέστιν οὐ πλάκας ἔπεμψεν, οὐ γράμματα τὰ ἐπὶ τοῦ Σινέου ὄρους, ἀλλὰ τοῖς Ἰουδαίοις ἐκ περιουσίας.

ΨΑΛΜΟΣ ΡΜΗʹ. Ἐν μὲν τῷ ρμεʹ ψαλμῷ μία καθ᾽ ἑαυτὴν ἡ ψυχὴ τὸν Κύριον αἰνεῖν ἐκελεύετο, φάσκοντος τοῦ λόγου, Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐν δὲ τῷ μετ᾽ αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκάλει διὰ τοῦ, Αἰτεῖτε Κύριον, ὅτι ἀγαθὸν ψαλμός· ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον. Ἀκολούθως οὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγγελμα, μετὰ τὴν μερικὴν παρακέλευσιν αὖξον τὸ πρόσταγμα· ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε ὁρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἶνον τοῦ Θεοῦ παρορμᾷ· κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος· προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις, οὐχ ὡς πάντων ψυχῆς καὶ λόγου μετεχόντων, ἀλλ᾽ εἰς ταῦτα τοὺς λόγου μετειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν τούτοις γενομένην σοφίαν καταμανθάνοντας, τὸν Ποιητὴν ἀνυμνεῖν.

Καὶ πᾶσαι ἄβυσσοι. Ἕτερος ἀβύσσους τὴν τῶν καταχθονίων ἔφησε χώραν, κατὰ Παῦλον εἰπόντα· Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν; καὶ ἐν Ἰὼβ, Ἐν δὲ, φησὶν, ἴχνεσιν ἀβύσσου περιεπάτησας; Μήποτε δὲ καὶ τοῦτο πλῆθος ὑδάτων δηλοῖ καθ᾽ οὗ περιεπάτησε Κύριος; ὡς ἀφ᾽ ἑτέρας ἀρχῆς εἶναι τὸ, Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου;

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ.τ.λ. Τοῦ καινοῦ ᾄσματος ... τῇ τῶν ὁσίων Ἐκκλησίᾳ ᾀδομένου, δηλαδὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Καινῆς Διαθήκης .. παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωϋσέως· τὸ καινὸν δὲ τοῦτο παράδειγμα .. εὐφραινέσθω· αὐτὸς γὰρ ἦν ὁ τοῦ Θεοῦ Λόγος ὁ χρηματίσας τῷ Μωϋσεῖ, καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύπτου, ποιήσας τε αὐτὸν ἑαυτοῦ λαόν. Τοῖς μὲν οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾷν πρώτοις παρακελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν· αὐτὸς δὲ ἦν ..τὸς πάλιν ὁ τοῦ Θεοῦ Λόγος, πάλαι μὲν αὐτῶν βασιλεὺς ὢν, ὕστερον δὲ παραιτηθεὶς [ὑπ᾽ αὐ]τῶν· διὸ πρὸς τὸν προφήτην Σαμουήλ φησιν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἐμὲ .. μὴ βασιλεύειν ἐπ᾽ αὐτῶν.

Ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χάριτος τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν· τά γε μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασιλέα ἐπιγνόντα κατεδέξαντο· διόπερ ἡ κατὰ Θεὸν εὐφροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ᾽ αὐτά· ὅθεν τὰ μὲν καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη ταῖς ἑαυτῶν Ἐκκλησίαις αἰνοῦσι τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως ἑαυτῶν, ἐν χορῷ τοῦ Θεοῦ Λόγου τὸ ὄνομα Ἰησοῦν Χριστὸν μετὰ χορείας δοξάζοντες ἀλλὰ καὶ ὁ καθεὶς παρ᾽ ἑαυτῷ ..νων δ᾽ ἔργων ἀγαθῶν, καὶ διὰ τῶν τοῦ σώματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξολογίαν τοῦ Θεοῦ διαπράττεται. Εἰκότως τοῦτο αὐτὸ προλαβὼν ὁ λόγος προστάττει φάσκων· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ· τύμπανον μὲν τὸ σῶμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα .. νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰησοῦ νέκρωσιν ἐν τῷ σώματι περιφέροντες· οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραινομένῳ .. ποιήσαντι αὐτὸν, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσιν.

ΨΑΛΜΟΣ ΡΜΘʹ. Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Ἄλλως δὲ τὸν θάνατον τῶν ὁσίων ᾐνίξατο διὰ τῶν κοιτῶν. Κοίμησιν γὰρ εἴωθε καλεῖν αὐτὸν ἡ Γραφὴ, λέγοντος καὶ Παύλου· Περὶ δὲ τῶν κοιμωμένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ ἡ Παλαιὰ δέ φησιν· Ἐκοιμήθη Δαυῒδ μετὰ τῶν πατέρων αὐτοῦ.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Παραδόξως δὲ Ἀκύλας τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε, δουλεύσας τῇ τῶν Ἑβραίων φωνῇ εἰπών· Μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. Ἀλλὰ καὶ περὶ τῶν τοιούτοις ἐναντίων εἴρηταί που· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, φονευόντων τοὺς ὑπ᾽ αὐτῶν ἡλωκότας. Οἰκείως δὲ τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρέστησε, τὰς δὲ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ στόματι αὐτῶν, φωνῇ γὰρ ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου, παρὰ τοῖς ἀκούειν δυναμένοις ἀνυψοῦντες τὸν ὕμνον· ταῖς δὲ πράξεσιν ἰσχὺν εἶχον καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως. Χεῖρας μὲν αὐτῶν τὰς πράξεις φησὶν, ἤτοι ἢν μετεχειρίζοντο πραγματείαν.

Αὕτη δὲ ἦν ὁ εὐαγγελικὸς λόγος, ὃς καὶ ῥομφαία ὠνομάσθη, ἐκδιώκουσα τὰς τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων ἀγέλας· ποιεῖν τε τὴν ἐκδίκησιν τῶν ἠδικημένων ἐθνῶν, καὶ ἐλέγχειν τοῦ λαοῦ τὴν εἰδωλολατρείαν.

Τοῦ δεῖσθαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, κ.τ.λ. Ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶσαι τοὺς πάλαι τοῖς δαίμοσι δεδουλωμένους ἢ καθυποτάξαντας πρότερον καὶ καταδήσαντας τοὺς ἄρχοντας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. Νοήσεις δὲ καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι᾽ ἧς εἴρηται· Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δησῇ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει;

Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίαι καὶ βίος ὁ τούτοις κατάλληλος, αἵ τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις, δεσμοὺς ἐνεποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν· καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς· ὧν τὰς κατὰ τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις, καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ Σωτῆρος ἀπόστολοι, ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χειροπέδας τὴν δύναμιν αὐτῶν, δι᾽ ἧς περιέτρεχον ὧδε κἀκεῖσε, τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπηγάγοντο βασιλεῖ.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν, τὸν περὶ τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον, ἔγγραφον καταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διὰ παντὸς εἰς ἀνάγνωσιν, τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεῖσθαι.

Μετὰ ταῦτα σφόδρα ἀκολούθως ἐπήγαγεν· Δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν δι᾽ ... αὐτῶν κατορθοῦται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύλου δρ ... λέγειν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἄρχοντας ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· δόξα δὲ η ... ου καὶ λαοὶ, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης, τῷ Χριστοῦ λόγῳ προσηγάγετο, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ Ἐκκλησίαν συστησάμενος. Δόξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς Ἐκκλησίαις ἔγγραφα αὐτοῦ ἀναγνώσματα· ἐν οἷς τὸ κρῖμα τοῦ Θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσεως περί τε τῆς ἐλευθερίας τῶν ἀνθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται· οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων.

ΨΑΛΜΟΣ ΡΝʹ. Πρόσαπτε δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς ὄλεθρον ἀσεβῶν ἐθέσπιζεν, ἐμακάριζέν τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνάμενον τῶν ἀσεβῶν βίον διαφυγεῖν. Ὁ δέ γε πάντων τελευταῖος πᾶσαν πνοὴν προσάγει τῇ ὑμνολογίᾳ τοῦ Θεοῦ. Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρὼν λόγος ἐπὶ τὴν ὑμνολογίαν ἀνακαλεῖ, ἀλλ᾽ ἐπεὶ μὴ τρόπος εἷς τῶν πάντων, μηδὲ [μία] διάθεσις, κατ᾽ ἀναλογίαν ἑκάστῳ ὄργανόν τι πρὸς τὸν ὕμνον ἐπιτήδειον ἀφορίζει· ὁ μὲν γάρ τις ἐπαναβεβηκὼς τῇ ἀρετῇ κρειττόνως ὑπὲρ πάντας, τὸν αἶνον ἀποδίδωσιν ἐν ἤχῳ σάλπιγγος, ἐπειδὴ πάντων ὀργάνων μεγαλοφωνοτέρα ἡ σάλπιγξ, καὶ μείζονος καὶ κραταιοτέρας δυνάμεως δεῖ τοῖς αὐτῇ χρωμένοις· τοιοῦτοι ἦσαν οἱ ἱεροὶ τοῦ Σωτῆρος ἀπόστολοι, ὧν δὴ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, τῷ μεγαλοφώνῳ τοῦ εὐαγγελικοῦ κηρύγματος χρησαμένων ... ἀνθρώπων πληρωθῆναι τῆς φωνῆς αὐτῶν. Ἐπειδὴ μὴ πάντες οἷοί τέ εἰσι κατὰ τοὺς ἀποστόλους ἐν φωνῇ σάλπιγγος ὑμνεῖν τὸν Θεὸν, συγκαταβαίνει ὁ λόγος καὶ παρακελεύεται ἑτέροις μὲν ψαλτηρίῳ, ἑτέροις δὲ κιθάρᾳ, καὶ ... ἄλλοις ἐν τυμπάνοις ... τοῖς μὲν δι᾽ ἔργων, καὶ διὰ τῶν τοῦ σώματος πράξεων, τοῖς δὲ δι᾽ αὐτῆς ψυχῆς ... κινήσεως εὐρύθμως καὶ ἐναρμονίως ... τοῦ Πνεύματος τοῦ κατοικοῦντος ...

ἐπ᾽ ἂν λέγῃ· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· τριῶν δὲ ὄντων τῶν ἐν ἡμῖν ... η ὁ λόγος.

Αἰνεῖτε Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὁ μέν τοι Ἀκύλας ἐν ἡγιασμένῳ αὐτοῦ φησι· ὁ δὲ Σύμμαχος, ἐν τῷ ἁγίῳ αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Καὶ μή ποτε τῶν οὐρανῶν καὶ τῶν ὑπὲρ τούτους ὑψίστων· ἕτερός ἐστιν ἅγιος τοῦ Θεοῦ, ὃν καταπλαγέντες καὶ δαίμονες ἔλεγον· Οἴδαμέν σε τίς εἶ ὁ ἅγιος τοῦ Θεοῦ· ἐν ᾧ οἱ γενόμενοι, τὸν πρέποντα τοῖς ἄκρως τετελειωμένοις ὕμνον ἀναπέμψαι δυνήσονται. Τί γὰρ μακαριώτερον ἑνωθέντος αὐτῷ, καὶ δι᾽ αὐτοῦ τῷ Πατρί; Χρὴ δὲ καὶ εἰς τοὺς προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ἀφορῶντας, ἀνυμνεῖν αὐτῶν τὸν Θεὸν, τὸν τοιαύτην ἀνθρώποις ἀγαθῶν ἀνδρῶν φορὰν χαρισάμενον.

Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἕκαστον γὰρ αὐτοῦ δημιούργημα δεῖται πλείστης ὑμνολογίας· τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· οὐ λέγει δὲ ἀντίῤῥοπον αὐτοῖς ἀποδοῦναι τὸν ὕμνον· ἀδύνατον γάρ· ἀλλὰ τὸ κατὰ δύναμιν ἀπαιτεῖ, ἐννοοῦντας τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.