Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΚΑ΄ - Λ΄

Ερμηνεία των ψαλμών 21 έως 30, περιλαμβάνοντας λεπτομερείς προφητείες για το εκούσιο πάθος του Χριστού, την κλήση των εθνών, τη θεμελίωση της Εκκλησίας και την εμπιστοσύνη στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 16

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΗΣ ΑΝΤΙΛΗΨΕΩΣ ΤΗΣ ΕΩΘΙΝΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΑʹ. Ἡ τοῦ ψαλμοῦ προγραφὴ πᾶσαν τὴν ὑπόθεσιν τῶν ἐν αὐτῷ φερομένων ἐν τῷ καιρῷ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἀνατίθησι. Διὸ ἐπιγράφει, Περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁποῖα δὲ ἦν τὰ τῆς ἑωθινῆς ἀντιλήψεως, αὖθις οἱ εὐαγγελισταὶ παραστήσουσιν· ὁ μὲν Λουκᾶς ὧδε γράφων· Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἦλθον γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.

Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ, οἳ καὶ εἶπον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ· ὁμοίως δὲ καὶ οἱ λοιποὶ εὐαγγελισταὶ εἰρήκασιν. Ὁρᾷς ὅπως τὰ τῆς ἑωθινῆς ἀντιλήψεως κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο; Διὸ τὴν πᾶσαν οἰκονομίαν τοῦ σωτηρίου πάθους τῇ ἀναστάσει αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀνατίθησι, καὶ εἰς αὐτὸ ἐκεῖνο τὸ τέλος τὴν προφητείαν ἀναπέμπει διὰ τῆς λεγούσης προγραφῆς· Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυΐδ. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν ψαλμὸς ἔσεσθαι ἡ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν περιέχουσα προφητεία, καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν σύστασιν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν τῆς τε γενεᾶς καὶ τοῦ τεχθησομένου λαοῦ τὴν πρόγνωσιν;

Ἐπὶ τούτοις γὰρ ὡς ἐπὶ μεγάλοις ἀγαθοῖς συγχαῖρον τὸ Πνεῦμα τὸ ἅγιον τὴν ψαλμῳδίαν ποιεῖται. Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ προκειμένου δὲ ἐν τῷ Ἑβραϊκῷ τοῦ, πρόσχες μοι, ὃ δὴ κατὰ μόνους τοὺς Ἑβδομήκοντα προσέκειτο τῷ πρώτῳ στίχῳ, ἀκριβῶς καὶ ὑπὸ τῆς φωνῆς τοῦ Σωτῆρος ἡμῶν παραλέλειπται.

Καὶ θέα τίνα τρόπον ἐν πᾶσι τούτοις οὐδαμοῦ παραπτωμάτων ἐμνημόνευσαν οἱ λοιποὶ ἑρμηνευταί· οὐδὲ γὰρ ἥρμοζε παραπτώματα ἐφαρμόζειν τῷ τοῦ Σωτῆρος ἡμῶν προσώπῳ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὑπὲρ δὲ τῶν κλαυθμῶν καὶ θρήνων ἄξια πραττόντων ἐν τῷ λαῷ, ὑπὲρ δὲ τοῦ ἀποστόλου αὐτοῦ Ἰούδα, τοῦ ἐξολισθήσαντος καὶ τῆς οἰκείας ἀξίας ἀποπεσόντος, ὀδυρόμενος διετέλει βοῶν· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου. Οἱ γὰρ λόγοι, φησὶ, τῶν ἐμῶν, τῶν ὑπὲρ τοῦ λαοῦ πάντοτε γινομένων, τῆς ἐμῆς σωτηρίας μακρὰν γεγόνασιν, οὐδὲν ὠφεληθέντος τοῦ λαοῦ ἀπὸ τῆς ἐξ ἐμοῦ προξενηθείσης αὐτοῖς σωτηρίας. Ἵνα δὲ μὴ δόξωμεν, τοῖς ἄλλοις ἑρμηνευταῖς ἐνταῦθα κεχρημένοι ἐκ περινοίας, τοὺς ἑτέρως τὸν ψαλμὸν ἡρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα· ταύτῃ γὰρ κἀκεῖνοι τηρήσει προσεσχηκότες, οὐκ ἔφασαν ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Ἀκουσάτωσαν τοίνυν Ἰωάννου βοῶντος· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν· Χριστὸς ἡμᾶς ἠγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.

Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλαγος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρισμένην ἡμῖν παιδείαν ὑπῆλθεν ἑκὼν, παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ᾽ αὐτὸν, ᾗ φησὶν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ᾽ ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς. τὰ τῆς φύσεως πλημμελήματα.

Ὁ Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος, ὁ Σωτὴρ λέγει· Οὕτω δέ μου βοῶντος, οἶδα, ὅτι εἰσακούσῃ· μεθ᾽ ὑποστιγμῆς γὰρ ἀναγνωστέον. Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης· ὅτε τὰ περιεστηκότα ἐστὶ σκυθρωπά. Τῶν πολλῶν ἐν ταῖς περιστάσεσι σκοτιζομένων, ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς Θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστι.

Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Καὶ μὴν ἐν πᾶσι τοῖς ἁγίοις σου ἐνοικεῖς ἀεὶ συνὼν αὐτοῖς, καὶ πάντοτε αὐτῶν εἰσακούων. Ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραὴλ, τουτέστι παντὸς ἁγίου. Εἰ δὲ ἐν πᾶσι τοῖς ἁγίοις κατοικεῖ ὁ Θεὸς, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ Μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται.

Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ᾽ ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφήτης λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. Δι᾽ ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις.

Καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ Σωτήρ· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπεῤῥιμμένον τοῦ πάθους ἑαυτοῦ παρίστησι, τό τε τῶν ἐναντίων δυνάμεων ἀφανιστικόν. Ἤμελλεν γὰρ, ὑποδὺς τὸν θάνατον, καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ, σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμένας φθορᾷ παραδιδόναι. Καὶ ἄλλως δ᾽ ἂν εἴποις σκώληκα αὐτὸν ὠνομάσθαι, καὶ οὐκ ἄνθρωπον, διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄῤῥενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι. Κατὰ τρίτον δὲ τρόπον, τὸν θάνατον ἑαυτοῦ σημαίνει, καὶ τὸν ἄψυχον νεκρόν· διὸ ἐπιλέγει· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. Ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. Ἀλλ᾽ εἰ μὲν ἦν πάντη νεκρὸς, ἀπήρκει φάναι· Ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ᾽ ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εἰκότως σκώληκα αὑτὸν καὶ οὐκ ἄνθρωπον ὠνόμασεν. Γέγονε δὲ ἀληθῶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πάντων ὄνειδος, τὸν ἐπονείδιστον σταυρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. Διὸ καὶ ἑτέρα προφητεία ἐξ αὐτοῦ προσώπου φησίν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. Οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ πάθους καιρόν. Ἕτερον δὲ τάγμα παρὰ τούτοις ἐξουδένωμα αὐτὸν ἐκτήσαντο. Ποῖον δὲ τοῦτο ἢ ὁ ἐκ περιτομῆς λαός; Διὸ ἐπιλέγει ἑξῆς, καὶ ἐξουδένωμα λαοῦ.

Διαπαίζοντες γὰρ αὐτὸν οὗτοι καὶ χλευάζοντες, ἔλεγον· Οὐά, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν. Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν. Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.

Περὶ τῶν αὐτῶν καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κυρίῳ, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Καὶ ταῦτα ἐπληροῦτο κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, καθ᾽ ὃν ἱστορεῖ λέγων ὁ Ματθαῖος· Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· σῶσον ἑαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως καὶ οἱ ἀρχιερεῖς παίζοντες μετὰ τῶν Φαρισαίων καὶ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.

Πέποιθεν ἐπὶ τῷ Θεῷ, ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι τοῦ Θεοῦ εἰμι ὁ Υἱός. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σὺ, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ. Παρίστησιν, ὅτι οὐ κατὰ φύσιν, οὐδὲ ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, οὐδὲ τοῖς λοιποῖς ζώοις παραπλησίως, τοῖς ἐξ ἄῤῥενος καὶ θηλείας, συνιστάμενος, καὶ τὰ τῆς αὐτοῦ γενέσεως συνετελεῖτο· εἶχε δέ τι πλείω παρὰ τὴν κοινὴν φύσιν.

Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Οὐκ ἂν ἁμάρτοις τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους ταύρους πίονας, ἀρχιερέας καὶ γραμματεῖς καὶ πρεσβυτέρους, διὰ τούτων δηλοῦσθαι φήσας.

Μέμνηται δὲ αὐτῶν ὁ λόγος ἐν ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ λέγων· Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἀλλ᾽ ἐνταῦθα τοὺς μὲν λαοὺς δαμάλεις ὠνόμασε, τοὺς δὲ τῶν λαῶν ἡγουμένους ταύρους. Καὶ ἐν τῷ παρόντι δὲ ψαλμῷ, ἀντὶ τοῦ· Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ὁ Ἀκύλας· Δαμάλαιοι ταῦροι πίονες οἱ σιτιστοὶ περιέσχον με, φησὶ, καὶ περιεστοιχίσαντό με· κατὰ δὲ τὸν Ἀκύλαν· Δυνάσται Βασὰν διεδειγματίσαντό με, εἴρηται, τοῦ λόγου αἰνιττομένου τὴν τοῦ Πιλάτου στρατιωτικὴν τάξιν, ἣν Βασὰν ὠνόμασεν, οἳ στέφανον ἐξ ἀκανθῶν πλέξαντες, ἀντὶ διαδήματος ἐπέθηκαν αὐτῷ. Ἠνοίξαντ᾽ ἐπ᾽ αὐτῷ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος, βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.

Ἀκύλας δέ· Ὡς λέων, φησὶν, ἁλίσκων καὶ βρυχώμενος· κατὰ δὲ τὸν Σύμμαχον· Ὡς λέων θηρεύων βρυχώμενος. Οἱ γὰρ αἵματος διψῶντες, καὶ τοῖς ἑαυτῶν τέκνοις ἐπισπώμενοι τὸ τοῦ Σωτῆρος αἷμα, βρυχωμένου λέοντος οὐδὲν διέφερον.

Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Μετὰ τοὺς Ἰουδαίους τῶν ἐξ ἐθνῶν μνημονεύει στρατιωτῶν. Τούτοις γὰρ ἐκεῖνοι παρέδοσαν. Διὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύλαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νόμου ἦσαν ζυγὸν, εἰ καὶ προφανῶς τὸν νόμον παρέβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι.

Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν. Οὐκ ἔστι γὰρ, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ᾽ ὅμως μετὰ τὸ πάθος οἱ πάλαι· κύνες διὰ τῆς πίστεως εἰς τὴν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν τῶν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγορίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ Δεσπότου λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· Βλέπε τοὺς κύνας· βλέπετε τοὺς κακοὺς ἐργάτας· βλέπετε τὴν κατατομήν.

Ὁ μέντοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· Συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ τοῦτο δὲ δῆλόν ἐστι καὶ σαφὲς καὶ τοῖς λίαν φιλονεικοῦσιν· ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὑτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὑτοῦ λέγοντος μαθητάς· Βλέπετε τὰς χεῖράς μου, καὶ τοὺς πόδας, ὅτι αὐτὸς ἐγώ εἰμι.

Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν· τότε δὲ ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· τουτέστιν, οὕτω διέτειναν προσηλοῦντες, ὥστε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· ἀντὶ τοῦ ἐπιτωθάζοντες καὶ γελῶντες· Διεμέρισαν τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν ἔβαλον κλῆρον· καὶ τοῦτο δὲ σαφέστερον ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει.

Οἱ φοβούμενοι τὸν Θεὸν, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν· φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. Τοῦ παντὸς Ἰουδαίων ἔθνους εἰς τρία τάγματα διῃρημένου, πρῶτον μὲν εἰς τὸ κοινὸν πλῆθος τοῦ ἔθνους, ὅπερ ἐκαλεῖτο Ἰσραήλ· ἔπειτα εἰς τὸ ἱερατικὸν, ὅπερ ἦν οἶκος Ἀαρὼν, καὶ τρίτον εἰς τὸ τῶν ἱερέων ὑπηρετικὸν, ὅπερ ἦν οἶκος Λευΐ. Τὰ τρία καταριθμησάμενος ἕτερος ψαλμὸς, ἕτερον τάγμα τέταρτον παρὰ τὰ προειρημένα εἰσάγει, τὸ τῶν φοβουμένων τὸν Κύριον.

Τοῦτο δὲ ἦν τὸ ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν ἐπιστρεφόντων. Ἔφη γάρ· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον· ὁμοίως δὲ καὶ οἶκος Ἀαρὼν, καὶ οἶκος Λευΐ· ἐπὶ τέλει δὲ οἱ φοβούμενοι τὸν Κύριον. Ἀλλ᾽ ἐν τούτῳ μὲν προετάττοντο τῶν φοβουμένων τὸν Κύριον οἱ ἐκ τοῦ Ἰσραήλ· ἐνταῦθα δὲ μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος προτάττονται τοῦ Ἰσραὴλ οἱ φοβούμενοι τὸν Κύριον. Ἔδει γὰρ, εἰρηκότος αὐτοῦ· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· τὸν ὕμνον πρώτοις παραδοθῆναι τοῖς τῆς Ἐκκλησίας αὐτοῦ. Οὗτοι δὲ ἦσαν οἱ ἐξ ἐθνῶν δι᾽ αὐτὸν σεσωσμένοι· οὓς δὴ σημαίνει λέγων· Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν. Σφόδρα ἀκριβῶς τοῖς μὲν ἑαυτοῦ ἀδελφοῖς καὶ μαθηταῖς τὸ ὄνομα διηγεῖσθαι τὸ πατρικὸν, ὡς ἂν κρείττοσι καὶ δυνατωτέροις, ἐπαγγέλλεται· ἐπὶ δὲ τῆς Ἐκκλησίας αὐτοῦ καὶ τοῦ πλήθους τοῦ λαοῦ οὐκέτι τὸ πατρικὸν ὄνομα παραδίδωσιν· οὐ γὰρ ἐχώρουν οὗτοι· ὕμνον δὲ αὐτοὺς διδάσκει· ἔπειτα τῷ σπέρματι Ἰακὼβ προστάττει δοξάζειν αὐτὸν, δεύτερον τάγμα τιθεὶς τὸ Ἰουδαϊκὸν, μετὰ τὸν ἐξ ἐθνῶν λαόν· οὓς καὶ ὀνομάζει οὐκ Ἰακὼβ, ἀλλὰ σπέρμα Ἰακὼβ καὶ Ἰσραὴλ, σφόδρα ἀκριβῶς διὰ τὴν ἐκ τοῦ πατριάρχου γένεσιν.

Οὐ γὰρ διὰ τὸν ζῆλον τὸν πατρικὸν, οὐδὲ διὰ τὴν πρὸς τὸν πατέρα ὁμοίωσιν ἄξιοι ἦσαν κεκλῆσθαι Ἰακὼβ, ἀλλὰ τοῦ σπέρματος ἕνεκεν τοῦτον ἐχρημάτιζον τὸν τρόπον· Ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ· οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.

Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἐνταῦθα μέν φησι φάγονται· ὑποκαταβὰς δὲ, ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Ἀλλ᾽ ὅτε μὲν ἔφαγον, πίονες ἐγένοντο· πρὸ δὲ τοῦ φαγεῖν πένητες ὠνομάζοντο· οὓς ἐπαγγέλλεται βρώσει χρήσασθαι τῇ ὑπ᾽ αὐτοῦ χορηγηθησομένῃ. Φάγονται γὰρ, φησὶ, πένητες. Οὗτοι δὲ ἦσαν οὓς καὶ ἐν τοῖς μακαρισμοῖς προτάττει τῶν λοιπῶν φάσκων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἷς καὶ τὰ ἑξῆς ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐπειδὰν δὲ φάγωσι, φησὶν, οἱ πένητες, καὶ φαγόντες ἐμπλησθῶσιν, ἢ κορεσθῶσιν, κατὰ τὸν Σύμμαχον, τότε αἰνέσουσι Κύριον ἐκζητοῦντες αὐτόν· φαγόντες δὲ τὴν ὑπ᾽ αὐτοῦ δοθεῖσαν αὐτοῖς βρῶσιν, καὶ ζητήσαντες αὐτὸν, μέγαν ἕξουσι καρπὸν τὸν ἑξῆς δηλούμενον· Ζήσονται γὰρ αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ὁ γὰρ ἄρτος ζωῆς, ὁ ὑπ᾽ αὐτοῦ χορηγηθεὶς αὐτοῖς, αἴτιος αὐτοῖς ἔσται ἀθανασίας καὶ ζωῆς αἰωνίου, καθὼς ἐδίδαξεν αὐτὸς εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος ζωῆς ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· καὶ πάλιν· Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς.

Ὁρᾷς ὅπως συνᾴδει ταῦτα τῷ φάσκοντι ψαλμῷ· Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος;

Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τοῦ γὰρ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, ἀναμνησθήσονται, ὡς ἄρα ἦν τις αὐτοῖς Κύριος, ὅ γε ἀληθῶς τῶν ὅλων δεσπότης· οἱ γὰρ νενομισμένοι αὐτοῖς ἦσαν Κυρίου· εἰς ἀνάμνησιν δὲ ἐλθόντες τοῦ σφῶν δεσπότου, ἐπ᾽ αὐτὸν καταφεύξονται· καὶ ὃν πάλαι ἀπεστράφησαν, κατά τινα ἐχθρῶν ἐπιβουλὴν, τοῦτον Κύριον αὐτῶν ὄντα ἐπιγνώσονται, καὶ ἐπιστραφήσονται πρὸς αὐτόν. Ἀλλ᾽ ἵνα μή τις νομίσειε ταῦτα λέγεσθαι περὶ τοῦ Ἰουδαίων ἔθνους, ἀκριβῶς ὁ λόγος προστίθησιν, ὡς ἄρα ταῦτα πληρωθήσεται ἐπὶ πάντα τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη· εἶτ᾽ ἐπιστραφέντες τί ποιήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ἀνθ᾽ οὗ Σύμμαχος καὶ Ἀκύλας, πᾶσαι αἱ συγγένειαι τῶν ἐθνῶν, εἰρήκασι σφόδρα ἀκριβῶς. Ποῖον γὰρ ἔθνος οὐχὶ συγγενείας ἔχει ἐπιστραφείσας πρὸς τὸν τῶν ὅλων Θεόν; Ποία δὲ πόλις, ἢ ποία χώρα, ἢ ποῖος οἶκος οὐκ ἔχει τινὰς ἀφωρισμένους καὶ ἐξειλεγμένους τῷ Θεῷ; Πῶς δ᾽ ἔμελλον ἀποτίθεσθαι μὲν τὴν ἑαυτῶν λήθην, ἀνάμνησιν δὲ ποιεῖσθαι τοῦ τῶν ὅλων Θεοῦ αἱ συγγένειαι τῶν ἐθνῶν· πῶς δὲ ἐπιστρέφειν πρὸς αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς, ἐπιλέγει ἑξῆς· Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.

Οἱ γὰρ πάλαι κρατήσαντες δαίμονες καὶ διάβολος κατελύθησαν, καὶ μόνη ἡ τοῦ ἐπὶ πάντων Θεοῦ βασιλεία ἐπεκράτησε. Τάξει οὖν ὁ λόγος καὶ ἀκολουθίᾳ κέχρηται, πρῶτον φήσας· Μνησθήσονται, εἶτα δεύτερον, ἐπιστραφήσονται, καὶ τρίτον, προσκυνήσουσι. Ταῦτα δὲ πάντα ἔσται, Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.

Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἔστι δὲ καθ᾽ ἑκάστην ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν, τὴν καλουμένην κυριακὴν, ὄψει παραλαβεῖν τοὺς τῆς τροφῆς τῆς ἁγίας καὶ τοῦ σώματος τοῦ σωτηρίου μεταλαμβάνοντας, καὶ μετὰ τὸ φαγεῖν προσκυνοῦντας τὸν δοτῆρα καὶ χορηγὸν τῆς ζωοποιοῦ τροφῆς, θαυμάσαι τε τῶν λόγων τὸ ἀποτέλεσμα, καὶ κατ᾽ αὐτὴν τὴν πρόχειρον λέξιν δι᾽ ἔργων πληρούμενον.

Ἀντὶ δὲ τοῦ· οἱ πίονες τῆς γῆς, ἡρμήνευσεν ὁ Σύμμαχος, οἱ λιπαροὶ τῆς γῆς. Σημαίνονται δὲ διὰ τούτων οἱ ἐκ τῆς οὐρανίου τροφῆς τὰς ψυχὰς εὐτραφεῖς καὶ ῥωμαλέοι. Ἀλλ᾽ οὗτοι μὲν ἔφαγον καὶ προσεκύνησαν. Ἐπειδὴ δὲ δεῖ αὐτῷ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰκότως ἑξῆς ἐπισυνάπτει λέγων· Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· Εἰς πρόσωπον αὐτοῦ κάμψουσι πάντες οἱ καταβαίνοντες εἰς χοῦν, ἐκδέδωκε. Σαφῶς δὲ διὰ τούτων καὶ τὸ σχῆμα τῶν γόνυ κλινόντων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρίσταται, ἐν ᾗ γόνατα κλίναντες, καὶ τὰ μέτωπα εἰς γῆν ἐρείσαντες, τοῦτον προσκυνεῖν εἰώθασι τὸν τρόπον.

Εἶθ᾽ ἑξῆς εἴρηται· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος συνάψας καὶ εἰπών· Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν ἅπαντες οἱ καταβαίνοντες εἰς κόνιν· οὗ ἡ ψυχὴ ζήσει, σπέρμα δὲ λατρεύσει αὐτῷ. Πάντες γὰρ αὐτοὶ, φησὶν, ὀκλάσαντες, καὶ γόνυ κλίναντες προσκυνήσουσιν· ὧν ἐλπὶς ζήσεσθαι τὴν ψυχὴν, καὶ ὧν τὸ σπέρμα λατρεύσει αὐτῷ. Εἰ δὲ ἐκ προσώπου τοῦ λέγοντος Σωτῆρος βούλοιτό τις ἀκοῦσαι τό· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· καὶ, Τὸ σπέρμα μου δουλεύσει αὐτῷ· εἴποι ἂν ταῦτα λέγεσθαι ὑπὸ τοῦ Σωτῆρος, τοῦτον πάντα τὸν ψαλμὸν διεξιόντος περὶ πάσης ψυχῆς αὐτῷ ἀνακειμένης, καὶ περὶ τοῦ αὐτοῦ σπέρματος. Σπέρμα δὲ αὐτοῦ τί ἂν εἴποις ἢ τοὺς διὰ γεννήσεως ἁγίου Πνεύματος γεννωμένους αὐτῷ υἱοὺς, οἳ καὶ δουλεύσαντες τῷ αὐτοῦ Πατρὶ τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεθέξουσιν;

Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Προονομάσας σπέρμα αὐτοῦ ὁ Σωτὴρ ἐν τῷ· Καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· τί ποτε εἴη τοῦτο τὸ σπέρμα διασαφεῖ, γενεὰν ἐρχομένην ὀνομάζων καὶ λαὸν τεχθησόμενον.

Ὥσπερ γὰρ τὰ γεννώμενα, ἀπὸ σπερμάτων τὴν ἀρχὴν τῆς ὑποστάσεως λαμβάνει, τὸν αὐτὸν τρόπον τὸν τεχθησόμενον λαὸν καὶ τὴν ἐλευσομένην γενεὰν, νέαν οὖσαν καὶ καινὴν, οὐδαμόθεν ἕξειν τὴν ἀρχὴν παρίστησιν ἀλλ᾽ ἢ ἐκ τῶν αὐτοῦ λογικῶν σπερμάτων, ὧν ἐπὶ γῆς παρὼν κατεβάλλετο διὰ τῶν ἀποστόλων αὐτοῦ, τὸ πνεῦμα τῆς υἱοθεσίας. Ἀντὶ δὲ τοῦ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, σφόδρα θαυμαστῶς ὁ Σύμμαχος· Ἀναγραφήσεται ἐν βιβλίῳ τῷ Κυρίῳ. Ἤμελλεν ἀναγγέλλεσθαι ἡ γενεὰ ἡ ἐρχομένη· ἀλλ᾽ ἀνατεθήσεσθαι τῷ Κυρίῳ βίβλος προφητείας περὶ τῆς γενεᾶς τῆς ἐρχομένης, καὶ τοῦ τεχθησομένου λαοῦ.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΒʹ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με. Μέση τυγχάνει κατάστασις ἡ τῶν προβάτων τῆς τε τῶν τελείων προκοπῆς καὶ τῶν ἐν βυθῷ κακίας καλινδουμένων, καὶ διὰ τοῦτο ἑρπετοῖς καὶ θηρίοις ἀγρίοις παραβαλλομένων. Ὁ μὲν γὰρ τέλειος γένοιτ᾽ ἂν ὁ κατὰ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ τὴν ὁμοίωσιν αὐτοῦ τὴν ψυχὴν τοῖς κατ᾽ ἀρετὴν τρόποις κεχαρακτηρισμένοις· ὁ καὶ βασιλέα τὸν Κύριον, ἀλλ᾽ οὐ ποιμένα ἐπιγραφόμενος· ὁ δὲ ἐκπεσὼν ταύτης, ἐξ αὐτοπροαιρέτου δὲ διαστροφῆς ἐπὶ τὴν θηριώδη μεταβεβληκὼς ἕξιν, ἵππος θηλυμανὴς χρηματίσοι ἂν, καὶ λύκος ἁρπακτικός. Ὄφεις δὲ, καὶ γεννήματα ἐχιδνῶν, καὶ χοίρους, καὶ κύνας, καὶ ἀλώπεκας τοὺς τοιούτους εἴωθεν ὀνομάζειν ἡ Γραφή. Οἱ δὲ ἐκ τῆς τοιαύτης καταπτώσεως μεταβάλλοντες ἐπὶ τὴν κρείττονα κατάστασιν, τέως μὲν ὥσπερ ἐν εἰσαγωγαῖς καὶ προθύροις γιγνόμενοι τῆς κατὰ Θεὸν γνώσεως, πρόβατα ἂν εἰκότως κληθεῖεν Θεοῦ· προκόψαντες δὲ ἐπὶ τὸ τελειότερον, ἄνθρωποι χρηματίζουσιν. Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν, ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι Δαυῒδ, τουτέστι τῷ ἐκ σπέρματος Δαυῒδ Σωτῆρι ἡμῶν καὶ Χριστῷ, ἀγόμενοι, διδάσκονται λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.

Οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐροῦσιν· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ, οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν, διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ Σωτὴρ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· καὶ πάλιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι᾽ οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν ψυχὴν ἀποῤῥίψας τις, καὶ πάντα ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος, δεσμῶν τε ἀνεθεὶς πολυπλόκων, συνῃσθημένος τούτων ἁπάντων ἐρεῖ· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἶθ᾽ ὥσπερ ἐκλείπων πάλαι τὴν ψυχὴν, ἔπειτα διὰ τῆς ἀποδοθείσης χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν, καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας, φήσει· Τὴν ψυχήν μου ἐπέστρεψε.

Ταῦτα πάντα ὑπάρξει τῷ διὰ τοῦ δηλωθέντος Δαυῒδ ὑπὸ τοῦ Κυρίου ποιμαινομένῳ.

Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ταῦτα, φησὶ, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα, τῶν αὐτοῦ προβάτων ἀπολλυμένων, ἢ κακῶς ἀγομένων. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ. Μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος Θεῷ. Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον, καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν, πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ᾽ ὃ εἴρηται· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, Ἔστιν ἁμαρτία πρὸς θάνατον.

Οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ᾽ ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. Ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνατον ἐπιέναι αὐτοῖς ἀλλ᾽ ἢ ἄρα σκιὰν θανάτου· ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος.

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον! Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ὃ τὴν κεφαλὴν ἐπιάνθησαν, καὶ τὴν κρατύνουσαν, ἀλλ᾽ οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τὸ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶν, ἐντρυφῶμεν τοῖς ἀγαθοῖς, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων· ὅτι οἱ πάλαι, φησὶ, δουλεύοντες τοσαύτης μεταβολῆς τετυχήκασιν, ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.

Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Πεποιθὼς τῷ σῷ ἐλέει, καὶ τῇ σῇ χάριτι, οἶδ᾽ ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ, καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ, εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε, τῆς κατὰ τὸν Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΓʹ. Ἐν ἐνίοις ἀντιγράφοις εὗρον· «Τῆς μιᾶς τῶν Σαββάτων.» Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὴ γὰρ Λόγος αὐτῆς, φησὶν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία Θεοῦ τοῦτον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυσικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχωρήκει.

Ἀλλ᾽ ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων Κυρίου δύναμις, ἢ τὸν τοσοῦτον ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλήρωμα, ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. Διὸ, αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, εἴρηται. Οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν, ἀλλ᾽ ὁ πάντων δημιουργὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δημιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς, καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. Καὶ καθ᾽ ἕτερον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆναι τὴν γῆν, μηδὲ ὡς ἔτυχεν, εἰκῆ καὶ ἀλόγως, τὸ τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

Εἰ μὲν γὰρ ὅλη δι᾽ ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν συστάσεως δεκτικὴ ἐγεγόνει· οὐδ᾽ ἂν εἰς γεωργίαν ἐπιτηδεία, ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ᾽ οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ τ᾽ ἐξ ἀεννάων πηγῶν φερόμενοι, οἵ τε ἐκ τῶν χειμερινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ᾽ ἂν ἐπικλύσαντες πᾶσαν, οὔτε σπέρμασιν, οὔτε φυτοῖς, οὔτε γεωργίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον· ἀλλ᾽ οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος, πάντων ἐπικλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδάτων πλημμύρας. Ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ Θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει· νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας, βουνούς τε καὶ φάραγγας ἐσχηματίσθαι· ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι· ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι· χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. Τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα; ἣ, προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς, καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ, τοιάνδε αὐτὴν ἐσχημάτισε, καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ.

Τὶς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον λεκτέον, ἐφ᾽ ὃ ἀναβαίνει ὁ διὰ προκοπῆς ἐπὶ τὴν ἀκρώρειαν αὐτοῦ φθάσαι γλιχόμενος. Σπάνιος δὲ ὁ τοιοῦτος· διὸ εἴρηται· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;

Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Διάψαλμα. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἴσως δὲ διὰ τῆς πεύσεως καὶ ἀποκρίσεως διδάσκουσι πάντας ἀνθρώπους τὴν δεσποτείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἴ γε τίς δ᾽ οἴῃ ταύτας μὴ ἀγνοεῖν.

Τινὲς δὲ τὴν δευτέραν πεῦσιν καὶ ἀπόκρισιν, οὐ ταῖς ἔτι ἀνωτέρω δυνάμεσιν εἰρῆσθαι φασὶν, ἀλλὰ ταῖς αὐταῖς. Τό τε διάψαλμα πρὸ τοῦ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κείμενον, τῆς μελῳδίας ἔοικε μεταβολὴν πεποιῆσθαι· ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς.

Ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν, λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. Εἶτ᾽ ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετασθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ Υἱῷ τοῦ Θεοῦ. Πολλὰς γὰρ ἀνέῳξε καὶ διαφόρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου· ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὅρα δὲ εἰ μὴ ἐν τούτοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐνταῦθα γὰρ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδίδωσιν.

Ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς, καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν, φωνάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς, τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος ὠνόμασε φήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

ΤΩ ΔΑΥΙΔ ΚΔʹ. Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται, μήτε ᾠδὴ, μήτε τι τῶν παραπλησίων, ἀλλ᾽ οὐδ᾽ εἰς τὸ τέλος ἀναπέμπεται τὰ προκείμενα· λόγοι δέ εἰσιν ἐν ἁγίῳ Πνεύματι τῷ Δαυῒδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυῒδ προγέγραπται· εἰκότως φήσομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν Θεὸν ἐξομολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ Δαυῒδ ἐχρήσατο, ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε, παιδεύων ὅπως χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι᾽ ἐξομολογήσεως.

Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ κατασχυνθείην· μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσι. Ταῦτά φησιν, ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῇδε πραγμάτων τὴν ἑαυτοῦ ψυχήν· ἄνω τε πλησίον αὐτὴν τοῦ Θεοῦ τῇ διαθέσει καταστήσας δι᾽ ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀνθρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν.

Ἔπειτά φησι· Τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλ᾽ ἐπὶ σοὶ τῷ Θεῷ μου πεποιθὼς, πολλῇ παῤῥησίᾳ χρώμενος. Ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρωμένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρατον Θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυτοῦ κτῆμα γενόμενον τὸν Θεὸν ἐπικαλεῖσθαι θαῤῥεῖ· διὸ λέγει· Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Καὶ τὰ παρ᾽ ἐμοῦ μὲν, φησὶ, ταῦτα. Λοιπὸν δὲ εὐχῆς μοι δεῖ, καὶ τῆς παρὰ σοῦ τοῦ Θεοῦ συνεργείας, πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ, μηδ᾽ ὥσπερ ἀφ᾽ ὑψηλῆς ἀκρωρείας πεσόντα ἀποῤῥαγῆναι. Διὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι, μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου· ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ Θεοῦ μου βοηθείας. Τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαιρέσεως, τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχὴν ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται.

Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Μόνον ὑπομένειν τῇ προθέσει, μηδὲ μεταβάλλειν, καὶ μεθίστασθαι τῆς πίστεως. Οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύνης· οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Ἀντὶ δὲ τοῦ, ἀνομοῦντες, οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις, οἱ ἀποστατοῦντες ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας, καὶ μὴ τῷ προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσεσθαι ἀποφηνάμενοι. Τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες, ὡς ἂν διακενῆς ἀποστατήσαντες τοῦ Θεοῦ, καταισχυνθήσονται.

Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Εἰσὶ δὲ ὁδοὶ τοῦ Κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ᾽ ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ᾽ ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ᾽ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμμαχον, εἴρηται, καὶ τὰς πορείας σου δίδαξόν με.

Ταῦτα δέ με διδάσκων, ἐπίστησόν με τῇ ἀληθείᾳ σου, πρὸς τὸ μὴ σφάλλεσθαι ψευδοδοξοῦντα, καὶ ἕτερα ἀνθ᾽ ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ Θεοῦ μὴ τυχόντες διδασκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις καταστοχασάμενοι τῶν πραγμάτων, καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. Διδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ Θεός μου τυγχάνεις, ἀλλὰ καὶ Σωτήρ μου, εἰκότως σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου, μεμαθηκὼς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν.

Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Οὐχ ἡγοῦμαι ταῦτα τῷ Δαυῒδ τοσοῦτον ἁρμόζειν, ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. Οὐ γὰρ εὑρίσκομεν τὸν Δαυῒδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα, οὐδ᾽ ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀλλ᾽ οὐδ᾽ ἐν ἀγνοίᾳ γεγενημένον. Μήποτ᾽ οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι, καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις Θεοῦ γνώσεως, νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν, δίκην φαρμάκου παραδέδοται; ὡς ἂν μαθόντες ἐξομολογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα, ἀνακαλύπτοντες τῷ Θεῷ, καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ, δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.

Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς τὰς ὁδοὺς αὐτοῦ. Χρηστός ἐστιν καὶ εὐθὲς, φησὶν, ὁ Κύριος, εὖ διατιθέμενος τὰ πάντα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν, τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. Διὰ τοῦτο οὐκ ἀποστρέφεται, οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ᾽ οἷα φιλάνθρωπος καὶ ἀγαθὸς Σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ, μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς, καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. Ἔστι γάρ τις καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην.

Νομοθετῶν γὰρ ὁ Θεὸς, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρτίας, καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι, καὶ ἑτέραν τοῖς τελειοτέροις. Διὸ τοῖς μὲν ἁμαρτάνουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως, καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ὁδοὺς αὐτοῦ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ὁδὸν ἑαυτοῦ, ἔφησεν. Ταύτην γὰρ αὐτὸς ὁ Σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Κατὰ ταύτην οὖν ἄγων αὐτοὺς, ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέραν δὲ τοῖς πράοις. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν Διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Πολλαὶ μὲν, φησὶν, αἱ ὁδοὶ τοῦ Κυρίου, πλὴν ἀλλ᾽ ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασε.

Καθ᾽ ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ Θεοῦ διοικήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. Τοῖς δ᾽ ἐκζητοῦσιν, ἀσχολουμένοις, ὁ εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζητουμένων ἀλήθειαν παραδίδωσιν. Διαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ᾽ ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος Γραφή. Μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ Γραφῇ μεμαρτυρημένα, ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ᾽ αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις παρηγγελμένα.

Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Ἀκουέτω, φησὶ, πᾶς ὁ φοβούμενος τὸν Κύριον, μίαν τε ὁδὸν ἣν ἂν ἕλοιτο διαπορευόμενος, τί αὐτὸν περιμένει. Νῦν μὲν κακοπαθήσει, οἷα εἰκὸς, ἐγγυμναζόμενος τοῖς τῆς θεοσεβείας ἄθλοις· ἔσται δὲ καιρὸς ὁπηνίκα ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται· ποίοις δὲ ἀγαθοῖς ἢ περὶ ὧν εἴρηται· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς;

Τό γε μὲν σπέρμα, ὅπερ κατεβάλετο ἐν τῇ γῇ καθ᾽ ὃν ἐπολιτεύετο ἐπὶ γῆς χρόνον, πολλοὺς κληρονομήσει, σωτηρίας αἴτιον γινόμενον πολλοῖς. Σπέρμα δὲ τί ἂν εἴποις ἢ τὴν διδασκαλίαν καὶ τοὺς λόγους καὶ τὰ συγγράμματα, ἢ τοὺς κατὰ Θεὸν αὐτῷ γεννηθέντας καὶ μαθητευθέντας ἄνδρας; δι᾽ ὧν καὶ μετὰ τὴν ἐν ἀγαθοῖς ἀνάπαυσιν αὐτοῦ μυρίοι τῆς παρὰ τῷ Θεῷ κληρονομίας τεύξονται, ἅτε ἀγαθῶν σπερμάτων τυχόντες καὶ ὠφελημένοι τὴν ἔνθεον καρποφορίαν.

Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ Διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Ὁ μὲν Ἀκύλας, ἀπόῤῥητον Κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ὁμιλία Κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, μυστήριον Κυρίου. Ἐντεῦθεν γὰρ εἰς τοσαύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος Κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ Κυρίου, καὶ ἀπόῤῥητον αὐτοῦ, καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ Διαθήκῃ αὐτοῦ, τοῦτ᾽ ἔστιν ἐν τῇ θείᾳ Γραφῇ, περιεχόμενα μυστήρια.

Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γὰρ, ὅτι, πάντα ποιήσας τὰ παρ᾽ ἐμαυτοῦ, ἔτι τοῦ σοῦ ἐλέους δέομαι. Διὸ ἐπίβλεψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με. Σύνοιδα γὰρ ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. Ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, καὶ διωγμοῖς· ἀλλ᾽ οὐ καὶ ἀγνοοῦσι τὸ τούτων τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ Θεοῦ ἱκετεύουσι λέγοντες· Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις, εἰπεῖν ποτε δυνηθεῖεν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.

Τὰ μὲν παρ᾽ ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυχεῖν ἀξιῶ. Ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπραττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι, ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δὲ, ὁ Θεὸς, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους, δίδου τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ συγχώρει ὅσα πώποτε διεπραξάμην ἐν ἁμαρτίαις. Ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθροὺς ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖσος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς, καὶ ῥῦσαί με τῆς τῶν πολεμίων ἐπιβουλῆς. Τοσαῦτα δὲ πράξας καὶ τοσαῦτα δεηθεὶς, μὴ καταισχυνθῆναι ἀξιῶ. Σὲ γὰρ ἐλπίδα ἐμαυτοῦ θέμενος, ἀκριβῶς οἶδα καὶ πέπεισμαι, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει.

Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε. Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Καὶ τοῦτό μοι πρὸς τοῖς ἄλλοις κατορθώμασι μέγα ὑπῆρξε, καὶ σοὶ τῷ Θεῷ φίλον· πολλοῖς γὰρ ἐγινόμην ὑπογραμμὸς καρτερίας, βίου τε σεμνοῦ καὶ μετανοίας καὶ ἐξομολογήσεως· διὸ ἄκακοι ἄνδρες καὶ εὐθεῖς συνήπτοντό μοι κολλώμενοι, καὶ συμβιοῦν ἀξιοῦντες, δι᾽ οὐδὲν ἕτερον ἢ ὅτι ὑπέμενον καρτερῶν, καὶ πάντα ὑπέφερον, σὲ τὴν ἐμαυτοῦ ἐλπίδα προβεβλημένος. Τούτοις ἅπασιν ἐπιλέγει· Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ· ἤτοι αὐτὸς ἑαυτὸν ἐξομολογούμενος Ἰσραὴλ ὀνομάζων διὰ τὰ προλεχθέντα αὐτοῦ κατορθώματα· τοιοῦτος γάρ ἐστιν ὁ κατὰ ψυχὴν Ἰσραήλ.

Ἢ ἄλλως, διδασκόμενος μὴ ἑαυτὸν μόνον φυλάττειν, μηδὲ αὐτῷ μόνῳ σπουδάζειν, καὶ περὶ μόνου ἑαυτοῦ τὸν Θεὸν ἱκετεύειν· μετὰ δὲ τὸ κατορθῶσαι καὶ εὖ τὰ καθ᾽ ἑαυτὸν διαθέσθαι, ὑπὲρ τοῦ παντὸς λαοῦ τοῦ Θεοῦ τὰς παρακλήσεις ἀναπέμπει· ἱκετεύει τε, ἵν᾽ ὥσπερ ἀνωτέρω ἑαυτὸν ἠξίου ῥυσθῆναι ἀπὸ τῶν ἑαυτοῦ θλίψεων, οὕτω καὶ πάντα τὸν τοῦ Θεοῦ λαὸν κατὰ διάνοιαν Ἰσραὴλ ὀνομαζόμενον.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΕʹ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. Ἰδίως ἄν τις ἐπὶ τὸν Δαυῒδ ἀναφέρων τοὺς προκειμένους λόγους, εἴποι ἂν ἐντυχίαν αὐτὸν ποιεῖσθαι πρὸς τὸν Θεὸν περὶ τοῦ ἰδίου βίου. Τοῦ γὰρ ἱεροῦ Ἀποστόλου φήσαντος· Πρῶτον πάντων δεῖ ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· καὶ διελόντος τὰ προλεχθέντα εἰς εἴδη τέσσαρα, ἡμᾶς προσήκει τὴν διάνοιαν τοῖς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν ἐμφερομένοις ἐφιστᾷν τὸν νοῦν, ἐπισημαινομένους τίνες μὲν αὐτῶν περιέχουσι δεήσεις, καὶ τίνες προσευχὰς, καὶ τίνες ἐντεύξεις, καὶ ἐπὶ πᾶσι τίνες εὐχαριστίας· τί τε διαφέρει θάτερον θατέρου, ἀναλέγεσθαί τε ἀπὸ πάσης τῆς βίβλου τῶν Ψαλμῶν τὰ ἰδιώματα τῶν εἰρημένων· οἷον τὰς μὲν δεήσεις ἀπὸ τῶν περιεχόντων παρακλήσεις, καὶ ἱκετηρίας, ἐν αἷς δὲ καὶ ἐξομολογήσεις φέρονται· ὁποῖός ἐστιν ὁ εἰκοστὸς τέταρτος ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἀλλ᾽ ἁπλῶς τῷ Δαυῒδ ἐπιγεγραμμένος.

Προσευχαὶ δέ εἰσιν, ὅσοι ἐν τῇ προγραφῇ προσευχῶν ἐπιγράφουσιν· οἷον ὁ ἓξ καὶ δέκατος, καὶ ὁ ὀγδοηκοστὸς πέμπτος, καὶ ὀγδοηκοστὸς ἔννατος, καὶ ἑκατοστὸς πρῶτος, καὶ ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος. Εὐχαριστίαι δέ εἰσιν οἱ ὁμοίως ἔχοντες τῷ ἑκατοστῷ δευτέρῳ, ἐν ᾧ εἴρηται· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, καὶ τὰ ἑξῆς.

Ἔντευξιν δὲ περιέχει ὁ μετὰ χεῖρας, ἐν ᾧ γέγραπται· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ τὰ ἑξῆς. Ἐρεῖς οὖν, ἐπειδὴ ὄντως ἤρξατο ὁ Δαυῒδ, ὡς οἱ θεοφιλεῖς ἄνδρες ἐν τοῖς ἑαυτῶν τοῦ βίου κατορθώμασιν εἶχόν τινα πλεονεκτήματα ἐξαίρετα, ἐν οἷς ἕκαστος αὐτῶν ἰδίως διαπρεπὴς γέγονεν· οἶον ὡς ἐπὶ παραδείγματος, Ἰωσὴφ ἐν σωφροσύνῃ, Ἰὼβ τῇ τῶν δεινῶν ὑπομονῇ, Σολομὼν ἐν σοφίᾳ καὶ φρονήσει· Ἀβραὰμ διὰ τῆς πίστεως δεδικαιῶσθαι λέγεται· καὶ ἄλλος πάλιν ἐν ἄλλῳ ἀρετῆς ἀγῶνι μεμαρτύρηται διαλάμψας. Τούτοις οὖν ὁμοίως καὶ ὁ Δαυῒδ ἐξαίρετον ἀρετὴν κτησάμενος ἀναγέγραπται τὴν ἀνεξικακίαν· δι᾽ ἣν καὶ τὸν Σαοὺλ ἤνεγκε, μυρία κατ᾽ αὐτοῦ δεδρακότα, ἅπερ πράως καὶ ἀνεξικάκως ὑπομείνας ἀναγέγραπται. Ἐπεὶ τοίνυν ἐξαίρετος ἦν αὕτη τοῦ Δαυῒδ ἀρετὴ, λέγω δὲ ἡ τῆς πραότητος καὶ ταπεινοφροσύνης καὶ ἀνεξικακίας, ταῦτα πάντα ὁμοῦ περιλαβὼν ἀκακίαν αὐτὰ ὠνόμασε· καὶ ὡς ἐν τούτῳ μάλιστα τῷ μέρει κατορθώσας, ἐν τῇ πρὸς τὸν Θεὸν ἐντεύξει φησί· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ἐπεὶ δὲ μέγα περὶ ἑαυτοῦ ἀπεφήνατο, ὥσπερ ἐγκαυχησάμενος τῷ ἐξαιρέτῳ ἑαυτοῦ κατορθώματι τῆς ἀκακίας ἢ τῆς ἁπλότητος, ἐπιλαμβάνεται αὐτὸς ἑαυτοῦ καὶ ἐπιλέγει ἀναγκαίως ἑξῆς· Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.

Ἀναγκαίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν Κύριον ἐλπίδι, καὶ ἑαυτοῦ κατηγορεῖ, ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. Πλὴν οὐδὲν πείσεσθαι διὰ τὴν εἰς Θεὸν ἐλπίδα θαῤῥῶν διεβεβαιοῦτο· ᾔδει γὰρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸν Ἀπόστολον Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐχ ὡς ἀλαζονευόμενος, οὐδ᾽ ἐπαιρόμενος ἔλεγε τό· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἀλλ᾽ ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ Θεοῦ καθαρθῆναι διὰ τῆς πυρώσεως, εἰ δέοιτο καθάρσεως. Παρακαλεῖ τοίνυν δοκιμασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετὴν, καθ᾽ ἢν διαπρέψας ἀποδέδεικται, οὐκ ἐφ᾽ ἑαυτῷ πεποιθὼς, ἀλλ᾽ ἐπὶ τῷ τοῦ Θεοῦ ἐλέῳ. Οὕτω γοῦν, φησὶ, διὰ παντὸς σὲ τὸν Θεὸν καὶ τὸν σὸν ἔλεον πρὸ ὀφθαλμῶν ἔχων, πάντα τὸν ἐμαυτοῦ βίον καὶ πάσας μου τὰς πράξεις ἐπαιδαγώγουν, ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Οὐ γὰρ μεθ᾽ ὑποκρίσεως, ἀλλ᾽ ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην, μόνῳ τῷ Θεῷ εὐαρεστῆσαι σπουδάζων.

Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Εἴ που τοίνυν συνήρχοντο κατὰ τὸ αὐτὸ ἄνδρες οὐ σπουδαῖοι, οὐδ᾽ ἐπὶ σπουδαίοις πράγμασι συνεδρεύοντες, ἐπὶ ματαίοις δὲ καὶ οὐκ ἀναγκαίοις ποιούμενοι τὴν σύνοδον· τούτους, φησὶν, ἔφυγον, ὥστε μὴ συμπεριπλέκεσθαι αὐτῶν τῇ ματαιότητι, *** ὡς καὶ παρὰ τὸν θεῖον νόμον τολμᾷν τινὰ δρᾷν· καὶ τούτους ἔτι μᾶλλον ἔφυγον, παραιτούμενος τὴν ἅμα αὐτοῖς εἰς τὴν πλάνην εἴσοδον. Καὶ εἴ ποτε δὲ ἑώρων ἐκκλησιάζοντάς τινας, καὶ οὐκ ἐπὶ ματαιότητος συνερχομένους, ἀλλ᾽ οὐδ᾽ ἐπὶ παρανόμοις ἔργοις, ἀλλ᾽ ἐπὶ πονηροῖς καὶ ἀσεβέσι δόγμασιν, ἐν ἐκκλησίᾳ δῆθεν συγκροτουμένους, τούτους δὴ μάλιστα παρὰ τοὺς προλεχθέντας μίσους ἀξίους ἡγούμην.

Καὶ ἕτερον δὲ τάγμα παρὰ τὰ προλελεγμένα εἰδὼς, τὸ τῶν ἀσεβῶν, τῶν τὸν Θεὸν μὴ εἰδότων, εἰδωλολατρείαις καὶ πλάνῃ καλινδουμένων, ἀνεχώρουν αὐτῶν, ὡς μηδὲ βούλεσθαι αὐτοῖς συγκαθέζεσθαι, μηδ᾽ ἐπὶ πολὺ συγχρονίζειν, μὴ ἄρα τις ἐξ αὐτῶν γένοιτό μοι μετάδοσις ἀσεβείας· διὸ φημί· Καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.

Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Κυκλῶν σου τὸ θυσιαστήριον, ὕμνους ἀνέπεμπον ἀντὶ θυσίας, καὶ τὴν ἐμὴν φωνὴν ἀκουστὴν ἐποίουν τοῖς πλησιάζουσιν, ὥστε πάντας ἀκούειν τῆς ἐμῆς φωνῆς αἰνούσης σε τὸν Θεὸν καὶ διηγουμένης πάντα τὰ θαυμάσιά σου. Ἐν γὰρ τοῖς εἰς σὲ ὕμνοις συμπαρελάμβανον τὰς θαυμασίας σου πράξεις, ἃς ἐνεδείξω τοῖς ἡμετέροις προπάτορσιν. Οὐ μόνον δὲ τὸ θυσιαστήριόν σου ἐκύκλουν, ἀλλὰ καὶ πάντα τὸν οἶκόν σου ἠγάπησα, Κύριε· καὶ τούτου μάλιστα τὴν εὐπρέπειαν θεωρουμένην ἐν εὐσεβέσι δόγμασι καὶ λόγοις, ἔν τε τοῖς θεοπνεύστοις ἀναγνώσμασιν. Εὐπρέπεια δὲ εἴη τοῦ οἴκου τοῦ Θεοῦ καὶ ὁ τῶν συνερχομένων κόσμος, ὅ τε βίος ὁ ἀνεπίληπτος καὶ τὸ κόσμιον τοῦ πλήθους, καὶ ἡ ὁμοφροσύνη τῶν συνερχομένων. Ἀλλ᾽ ἐπεὶ καὶ αὐτὸ ἔδαφος δι᾽ ὑπερβολὴν τῆς πρὸς Θεὸν ἀγάπης ἀγαπητὸν τυγχάνει ταῖς φιλοθέοις ψυχαῖς, ἕτερον ὂν παρὰ τὴν ἀποδοθεῖσαν ἡμῖν εὐπρέπειαν τοῦ οἴκου τοῦ Θεοῦ, εἰκότως ἐπιλέγει· Καὶ τόπον σκηνώματος δόξης σου.

Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Ἐπεὶ τοίνυν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, καὶ ἐν ᾧ κρίματι κρίνομεν, κριθησόμεθα, διὰ τοῦτο συνεχῶς τὴν ἀκακίαν προβάλλεται, τουτέστι τὴν ἀμνηστίαν κακῶν, καὶ τὴν πρὸς τοὺς εἰς αὐτὸν ἡμαρτηκότας ἀνεξικακίαν· ὡς ἂν καὶ αὐτὸς τῆς ἴσης παρὰ τοῦ Θεοῦ τύχοι ἀμνηστίας ἐπὶ τῷ συμβεβηκότι αὐτῷ σφάλματι. Καὶ ταῦτα ἱκετεύσας ἐπιθειάζει τῷ ἁγίῳ καὶ προφητικῷ Πνεύματι λέγων ἑξῆς· Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Προφητεύει γὰρ, ὅτι, εἰ καί ποτε γέγονεν ἐν τοῖς ποσὶν αὐτοῦ σάλος καὶ κλόνος καὶ κίνησις· ἀλλ᾽ οὐ πεσεῖται ἐπὶ τούτοις, στήσεται δὲ ἐν εὐθύτητι, μέλλων ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, τὴν διὰ πασῶν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μνήμην ἑαυτοῦ προαναφωνήσας· εἰς ἔτι γοῦν καὶ σήμερον καθ᾽ ὅλης τῆς οἰκουμένης ἐν ταῖς Χριστοῦ ἐκκλησίαις ὁ Δαυὶδ εὐλογεῖ τὸν Κύριον.

ΤΩ ΔΑΥΙΔ Κϛʹ. Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Καὶ διὰ τοῦτο τί διδάσκει τὸ Πνεῦμα τὸ προφητικόν; Ὅπως προσήκει τὸν τῷ Θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ, καὶ ὁποῖα παρὰ τοῦ Θεοῦ αἰτεῖν. Περιέχει δὲ ὁ λόγος εὐχαριστίαν.

Εἰκότως τοίνυν οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος, οὐκ εἰδὼς ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει, καὶ τῆς εἰς τὸν Θεὸν ὁμολογίας ἔξαρνος γίνεται. Ὁ δὲ τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς Κυρίου ἐλλάμψεως φωτισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρόμαχον καὶ σωτῆρα ὁπόσος τίς ἐστι θεωρεῖ· εἶτ᾽ ἔργῳ παραλαβὼν, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ Κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων, καὶ πεφωτισμένους, πάντας τοὺς ἑαυτοῦ ἐχθροὺς, εἴτε τοὺς τὸν Θεὸν ἀγνοοῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις, ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν· Εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς, φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τούς τε ὑπὸ τούτων ἐνεργουμένους, καὶ κατὰ τῶν τοῦ Θεοῦ ἀθλητῶν ἐπανισταμένους.

Ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφωτισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ Θεοῦ Υἱὸς, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστὶν, εἰκότως φήσαιμ᾽ ἄν, Τίνα φοβηθήσομαι;

Οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν, οὐδὲ ἀπό τινος τούτων δειλιάσω, θαρσῶν τῷ ὑπερασπιστῇ τῆς ζωῆς μου. Πάλιν δ᾽ ἐνταῦθα τηρήσεις, ὡς τὸ, Σωτήρ μου, ἐν τῷ Ἑβραϊκῷ, τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρσιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν.

Ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ ἑαυτοῦ σωτῆρος, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέλασε· διό φησιν· Ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

Οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην, μονονουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου καταμασήσασθαι τὰς σάρκας. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· Ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακούργους εἰς τὸ καταφαγεῖν τὰς σάρκας μου. Ἀλλ᾽ οἱ ταῦτα κατ᾽ ἐμοῦ διανοηθέντες, καὶ ἤδη πλησίον γενόμενοι τῶν ἐμῶν σαρκῶν, οὐκ οἶδ᾽ ὅπως ἅπερ πρᾶξαι κατ᾽ ἐμοῦ διανενόηντο, ταῦτα πεπόνθασιν· Αὐτοὶ γὰρ, φησὶν, ἠσθένησαν, καὶ ἔπεσαν, οὐδὲν ἐμοῦ κατ᾽ αὐτῶν ἐνηργηκότος· ἀλλὰ δηλαδὴ τοῦ ἐμοῦ φωτὸς καὶ τοῦ ἐμοῦ σωτῆρος ἀποῤῥήτῳ καὶ θεϊκῇ δυνάμει κατ᾽ αὐτῶν στρατευσαμένου καὶ καταβαλόντος αὐτοὺς, ἵν᾽ ἐγώ τε ῥυσθείην τῆς αὐτῶν ἐπιβουλῆς, καὶ μηδὲν βλαβείην, αὐτοί τε ὠφεληθεῖεν, τῆς ἑαυτῶν κακίας ἐξασθενήσαντες, κερδάναντες τῷ μὴ τὴν ἑαυτῶν αὐξῆσαι μοχθηρίαν διὰ τῆς κατ᾽ ἐμοῦ βλάβης.

Ἔν τισιν ἐπιγέγραπται, Ψαλμὸς τοῦ Δαυῒδ πρὸ τοῦ χρισθῆναι. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Κάλλος Κυρίου καὶ εὐπρέπεια καὶ τερπνότης ἐν τῷ οἴκῳ τοῦ Θεοῦ θεωρεῖται, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, διὰ τῶν θεοπνεύστων καὶ ἱερῶν μαθημάτων, ἐν οἷς τὸ ἀληθινὸν τοῦ λόγου κάλλος, καὶ ἡ ἀληθὴς εὐπρέπεια, ᾗ καὶ αὐτὸς ἐπιτέρπεται ὁ Θεὸς καὶ ἐμπολιτεύεται. Οὐκ ἂν δὲ ἁμάρτοις εὐπρέπειαν λέγων καὶ τὸν σώφρονα καὶ σεμνὸν βίον καὶ πᾶσαν τὴν ἐνάρετον πολιτείαν τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων.

Ὅτι ἔκρυψέ με ἐν σκηνῇ· ἐν ἡμέρᾳ κακῶν ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Ἐν πέτρᾳ ὕψωσέ με. Ταῦτά μοι πάντα παρέσχεν ὁ Σωτήρ μου ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ μὲν γὰρ ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ ἐν ἐρημίαις τὰς διατριβὰς ποιεῖσθαι, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Ἀλλὰ καὶ ἐσκέπασέ με ἐν τῇ τῶν κακῶν ἡμέρᾳ, τουτέστιν ἐν καιρῷ τῶν διωγμῶν καὶ τῶν πειρατηρίων· οὐκ ἀλλαχοῦ που, ἀλλ᾽ ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Νοήσεις δὲ τὸ λελεγμένον ἀπὸ τῶν παρὰ Μωϋσεῖ περὶ τῆς σκηνῆς ἀναγεγραμμένων, καὶ περὶ τῶν ἐσωτάτω τῆς σκηνῆς τῶν τοῖς πᾶσιν ἀβάτων, ἅπερ ἐκάλουν Ἅγια ἁγίων. Ταῦτα γὰρ ἦν τὰ ἀπόκρυφα τῆς σκηνῆς. Οὕτω τοίνυν καὶ ἐν τῷ καιρῷ τῶν πειρατηρίων αὐτὸς ἐμὸς Κύριος καὶ Σωτὴρ ἐσκέπασε καὶ ἀπέκρυψέ με ἐν τῷ ἐσωτάτῳ τῆς αὑτοῦ σκηνῆς· οὐ πάντως ἐν τόπῳ τοίῳ δὴ καταστήσας, ἀλλ᾽ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ καὶ τῆς τῶν πολλῶν κοινότητος ἀποκεχωρισμένῃ. Καὶ ταῦτα, φησὶ, περὶ ἐμὲ ἐγίνετο, μέχρι καιροῦ τῆς τῶν κακῶν ἡμέρας, κατὰ τὸ λελεγμένον ἐν ἑτέροις· Βάδιζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

Ἀλλ᾽ οὐκ εἰς τὸ παντελὲς κρύπτεσθαί με βουληθεὶς, οὐδ᾽ ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ λανθάνειν, καὶ μόνον ὠφελεῖσθαι, χρήσιμον δὲ καὶ ἕτερον καταστῆναι κρίνας, ἐπὶ τέλει τῆς τῶν κακῶν ἡμέρας ἐν πέτρᾳ ὕψωσέ με. Ἡ πέτρα δὲ ἦν, φησὶν ὁ Ἀπόστολος, ὁ Χριστός.

Ἐν γὰρ τῷ αὑτοῦ λόγῳ, καὶ τῇ αὑτοῦ σοφίᾳ, καὶ τῇ δυνάμει τῇ σωτηρίῳ ὕψωσέ με ὁ πάλαι ἀποκρύψας ἐν τῇ σκηνῇ αὐτοῦ, καὶ σκεπάσας ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν ἡμέρᾳ κακῶν. Παραγαγὼν γὰρ τὰ κακὰ καὶ τὸν καιρὸν τῶν ἐχθρῶν καὶ τῶν θλιβόντων με πολεμίων, εἰς εὔδιον καὶ εἰρηναῖον λιμένα κατέστησεν, ἀγαγών τε εἰς τὸ ἐμφανὲς τὸν πάλαι κρυπταζόμενον, μετέωρον ἐπῆρε καὶ ὑψηλὸν ἔστησεν, ὡς πᾶσιν ὁρᾶσθαι καὶ παρὰ τοῖς πᾶσι δοξάζεσθαι, ἡδρασμένον καὶ τεθεμελιωμένον ἐν τῇ ἀῤῥαγεῖ καὶ ἀσφαλεστάτῃ αὐτοῦ πέτρᾳ.

Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ᾽ ἐχθρούς μου. Νοήσεις ἐπιστήσας ὅπως εἴρηται παρὰ τῷ Ἀποστόλῳ τό· Ἕως οὗ τὸ σήμερον καλεῖται. Οὕτω γὰρ ἐρεῖς καὶ ἐπὶ τοῦ παρόντος τὸ διαρκὲς τοῦ χρόνου σημαίνεσθαι. Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος, τὰ νικητήρια κατὰ τῶν ἐχθρῶν εἰληφὼς, ἀεὶ τῆς τῶν ἐχθρῶν κεφαλῆς ἀνώτερος γίνεται· οὕτως καὶ αὐτὸς ὁ Δαυῒδ μέχρι τοῦ παρόντος χρόνου ἐπαίρεται καὶ ὑψοῦται, καθ᾽ ὅλης τῆς οἰκουμένης ᾀδόμενος καὶ βοώμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, καὶ ὕψωταί γε ἀληθῶς ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τοὺς πάλαι γενομένους αὐτοῦ ἐχθροὺς, τὰς ἀοράτους δυνάμεις. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, τοῦτον ὑψωθεὶς τὸν τρόπον, οὐκ ἀργίᾳ ἑαυτὸν δίδωσιν, οὐδὲ ἀπραξίᾳ, πλείονα δὲ σπουδὴν περὶ τὴν τοῦ Θεοῦ λατρείαν εἰσφέρει. Διὸ ἐπιλέγει· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.

Αὗται δὲ ἦσαν αἱ διὰ φωνῆς καὶ θεολογίας ὕμνων τε καὶ εὐχαριστίας ἀναπεμπόμεναι. Ἐν μὲν οὖν τῷ πρὸ τούτου ψαλμῷ μελλητικῶς ἐδιδάσκετο λέγειν ὁ τὰ θεῖα παιδευόμενος· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε· ἐνταῦθα δὲ ὡς ἤδη προκύψας καὶ τυχὼν τῆς εὐχῆς τὸ ἀποτέλεσμα τῆς ἐπαγγελίας, ἐπάγει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ· καὶ ἐν μὲν τοῖς ἔμπροσθεν ἐλέγετο· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως· ἐνταῦθα δέ· ᾌσω καὶ ψαλῶ τῷ Κυρίῳ.

Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· Ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Ἐζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Ἀντὶ δὲ τοῦ· Σοὶ εἶπεν ἡ καρδία μου, Ἐζήτησέ σε τὸ πρόσωπόν μου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Σοὶ προσελάλει ἡ καρδία μου· σὲ ἐζήτει τὸ πρόσωπόν μου. Τὸ γὰρ τῆς ψυχῆς πρόσωπον τὴν ἁρμόττουσαν θέαν ἐπόθει. Τούτου δὲ καὶ Μωϋσῆς ποτε τυχεῖν ἠξίου λέγων τῷ Θεῷ· Ἰδοὺ εὕρηκα χάριν ἐνώπιόν σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· ὅπως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζοιτο.

Διό φησι· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Εἰ γὰρ εἰς ἄκρον τελειότης, καὶ ἡ κατὰ Θεὸν ὑστάτη προκοπὴ αὕτη ἂν γένοιτο, ἡ ἐπὶ τὸ πρόσωπον ἄγουσα τοῦ Θεοῦ, ὡς παρεστάναι αὐτῷ καὶ τῶν μαρμαρυγῶν τῆς αὐτοῦ θεότητος ἀπολαύειν.

Εἰδὼς δὲ, ὅτι πολλάκις ὁ Θεὸς ἀπὸ τῶν μὴ χωρούντων τὸ αὐτοῦ πρόσωπον μηδὲ ἐξιὼν αὐτοῦ ὄντων, ἀποστρέφει ἑαυτὸν, τὰ νῶτα ἑαυτοῦ δεικνὺς, ὥσπερ οὖν τῷ Μωϋσεῖ ἔλεγεν· Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι· ἵν᾽ οὖν μὴ τοῦτο πάθοι ὁ διὰ τῶν προκειμένων δηλούμενος, ἱκετεύει καὶ δέεται λέγων· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπέ με· ὁ δὲ Κύριος προσελάβετό μου.

Μὴ, ὅτι τοιαῦτα τετόλμηκα, ἀποστράφῃς με τὸν δοῦλόν σου. Οὐ γὰρ ἐφεῖται ἀνθρώπῳ σάρκα περιβεβλημένῳ τῶν τοιούτων ἀξιοῦσθαι· διὸ ἔλεγες τῷ Μωϋσεῖ· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἀδυνατεῖ γὰρ ἡ θνητὴ ζωὴ πρὸς τὴν θέαν τοῦ προσώπου σου· διὸ μᾶλλον βοηθός μου γενοῦ πρὸς τὸ τυχεῖν τῶν ᾐτημένων. Μὴ ἀποσκορακίσῃς με· ἀνθ᾽ οὗ ὁ Σύμμαχος, Μὴ ἀποῤῥίψῃς με, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· Μὴ ἐάσῃς με. Εἶτ᾽ ἐπιλέγει· Καὶ μὴ ἐγκαταλείπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Σοῦ γὰρ ἀντιλαμβανομένου, καὶ δεξιὰν ὀρέγοντος, πάντων ἐλπὶς τυχεῖν τῶν ἀγαθῶν. Ἐπεὶ μηδεὶς ἕτερός μοι πάρεστι βοηθός· τῶν γὰρ ἐν ἀνθρώποις ἀναγκῶν οὐδεὶς ἂν γένοιτο πατρὸς καὶ μητρὸς μᾶλλον προσφιλής· οὗτοι δὲ αὐτοὶ καταλελοίπασί με διὰ τὸ πάντων αὐτῶν ἀνακεχωρηκέναι, καὶ σοὶ μόνῳ σχολάζειν τῷ Θεῷ.

Ὅθεν καὶ χάριν ὁμολογῶ, ὅτι πάντων ἔρημος καὶ καταλειφθεὶς ὑπὸ σοῦ προσελήφθην. Νομοθέτησόν με ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πολλάκις περὶ ἑαυτοῦ ὁ θεῖος Ἀπόστολος διδάξας καὶ εἰπών· Οὐδὲν γὰρ ὑστέρηκα τῶν ὑπὲρ λίαν ἀποστόλων· τούτοις ἐπῆγε λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω· καὶ πάλιν ἀλλαχοῦ· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ· μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὅσον μὲν γὰρ ὡς πρὸς ἀνθρώπων σύγκρισιν, συνῄδει ἑαυτῷ προκεκοφότι, καὶ τὴν ἐν ἀνθρώποις τελειότητα ἀνειληφότι· ὅσον δὲ ἐπὶ τῷ ἀληθεῖ, ἐν πολλοῖς ἑαυτῶν ὑστερεῖν ἐγίνωσκεν, ἀτελῆ τε εἶναι ἑαυτὸν διὰ τοῦθ᾽ ὡμολόγει. Ταύτῃ μοι δοκεῖ τῇ διανοίᾳ καὶ ὁ τὰ προκείμενα διεξελθὼν περὶ μὲν τῶν παρῳχηκότων τὴν πρέπουσαν εὐχαριστίαν ἀποδεδωκέναι τῷ Θεῷ, οἷα δὲ ἄνθρωπος τὸν ὄλισθον τῆς ἀνθρωπίνης ἀσθενείας ὑφορᾶσθαι. Διὸ περὶ τοῦ μέλλοντος χρόνου παρεκάλει τὸν Θεὸν, ὅπως αὐτὸς αὐτῷ γένοιτο νομοθέτης. Οὐ γὰρ ἀπαρκεῖ μοι, φησὶ, τὰ παρὰ Μωϋσεῖ νόμιμα· δικαίοις γὰρ ὁ νόμος ἐκεῖνος οὐ νενομοθέτητο, ἀλλ᾽ ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς παραπλησίοις.

Τούτοις γὰρ ὁ Μωϋσῆς ἐνομοθέτει, κατὰ τὴν σκληροκαρδίαν αὐτῶν διαταττόμενος. Ἐγὼ δὲ, φησὶν, οὐ τῇ Μωϋσέως νομοθεσίᾳ ὑποβέβληκα ἐμαυτόν. Διὸ οὐδὲ τὴν διὰ ζώων σφαγῆς θυσίαν ἐπηγγειλάμην, ἀλλὰ θυσίαν ἀλαλαγμοῦ, καινότερον τρόπον ἢ κατὰ τὰ Μωϋσέως νόμιμα. Διόπερ ἀξιῶ καινῆς νομοθεσίας παρὰ σοῦ τυχεῖν. Αὐτὸς οὖν τὴν σὴν ὁδὸν ἐπίδειξόν μοι· ἢ φώτισον, κατὰ τὸν Ἀκύλαν. Μὴ μόνον δὲ ὑποδείξῃς μηδὲ νομοθετήσῃς μοι, ὦ Κύριε, ἀλλὰ καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, πρὸς τὸ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα μου, ἕνεκεν τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. Δι᾽ ὁμαλῆς γὰρ ὁδοῦ καὶ εἰρηνικῆς ὅπως διαγάγῃς με ἀξιῶ τὸν τῆς ζωῆς μου χρόνον. Οὐ γὰρ μόνον πολέμιοι τυγχάνουσιν, ἀλλὰ καὶ συκοφάνται ἄδικοι καὶ ψευδομάρτυρες, καὶ πάντα τὰ ἐχθρῶν πράττοντες. Τότε δὲ ἀληθῶς ἑαυτῇ ψεύδεται ἡ ἀδικία, ὅταν μὴ κατὰ πραγμάτων φέρηται, μηδὲ κατισχύῃ τῶν ψευδομαρτυρουμένων.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Μήποτε δὲ καὶ ἐπὶ τὴν ἀνωτέρω αἴτησιν ἀναπέμπει· ἀγαθὰ Κυρίου λέγων τὸ ἀνωτέρω εἰρημένον πρόσωπον αὐτοῦ, περὶ οὗ ἔφασκε· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ἐπίστευσα τοῦ ἰδεῖν ἐν ἀγαθῷ Κυρίου· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπίστευον ἰδεῖν τὴν ἀγαθοσύνην Κυρίου. Ἀλλ᾽ ὄψεταί γε τοῦ Κυρίου τὸ πρόσωπον καὶ τὰ ἀγαθὰ Κυρίου, οὐκ ἐν τῷ περιγείῳ τόπῳ, ἀλλ᾽ οὐδὲ ἐν τῷ τῶν θνητῶν χωρίῳ, ἀλλ᾽ ἐν γῇ ζώντων, ἣν καὶ ὁ Σωτὴρ ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

ΤΩ ΔΑΥΙΔ ΚΖʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἐπ᾽ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐκ ἐπιλελησμένοι τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων περὶ τῶν ἄνευ τινὸς προσθήκης ἐπιγεγραμμένων τῷ Δαυῒδ, ἢ τοῦ Δαυῒδ, προσθήσομεν ἐκείνοις ἐπὶ τοῦ παρόντος τὴν εἰς ἡμᾶς ἐλθοῦσαν παράδοσιν. Φασὶ τοίνυν Ἑβραίων παῖδες ἐπὶ τῶν τοιαύτην ἐχόντων γραφὴν, δεῖν ἀνατρέχειν ἐπὶ τοὺς ἀνωτέρω, καὶ σκοπεῖν ὁποῖος ἦν ὁ ἐν ἀρχῇ προτεταγμένος ψαλμὸς τῶν μετὰ ταῦτα, ἤτοι παντελῶς ἀνεπιγράφων, ἢ τῷ Δαυῒδ ἐπιγεγραμμένων· καὶ μαθόντες ἐξ ἐκείνου τὴν προγραφὴν, ἐφαρμόζειν αὐτῇ καὶ τῶν μετὰ ταῦτα συνημμένων τὴν διάνοιαν. Ὁ μὲν οὖν μετὰ χεῖρας, κζʹ ὢν, ταύτην ἔχει τὴν προγραφὴν, καὶ ὁ κϛʹ καὶ ὁ κεʹ καὶ ὁ κδʹ· ἀλλ᾽ ὁ κγʹ ψαλμὸς ἦν τῷ Δαυῒδ, ὁμοίως δὲ καὶ ὁ κβʹ. Οὐκοῦν ἀκόλουθόν ἐστι, κατὰ τὴν Ἑβραϊκὴν παράδοσιν, καὶ τοὺς ἐφεξῆς πάντας ψαλμοὺς εἶναι ὑπολαμβάνειν, ὡς, κατὰ τοῦτον τὸν λόγον, καὶ τὸν μετὰ χεῖρας ἡγεῖσθαι εἶναι ψαλμὸν, περιέχοντα δέησιν.

Τοῦτο γὰρ παρίστησιν αὐτὸς προϊὼν καὶ λέγων· Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ. Τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. Βοᾷν φησὶ πρὸς Κύριον, ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ Θεόν.

Σὺ γὰρ, φησὶν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι Θεὸς, καθ᾽ ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Παράδεξαί μου τὴν δέησιν. Καὶ μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ταῦτα δ᾽ ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς· μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιωθείη.

Εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· ἀλλ᾽ ὅμως ὡς ἄνθρωπος, ἔτι σάρκα περικείμενος, ἠγωνία διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. Ἐπεὶ καὶ ὁ Ἀπόστολος ἠγωνία, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται. Λάκκον δὲ εἰώθασιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ Δαυῒδ οὐκ εἰς μακρὰν ἐν τῷ κθʹ ψαλμῷ λέγων· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ὁρᾷς ὅπως τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆψεν;

Ἀλλ᾽ ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν Θεὸν ἀφίησιν, παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὑτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· Κύριε, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Προσφυῶς δὲ λάκκος ὠνόμασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. Ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ θανάτου χῶρος, ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομένας ψυχὰς ὑποδεχόμενος, προσφυῶς λάκκος ὠνόμασται.

Παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. Τοῦτο δὲ, φησὶν, ἔσται, εἰ ὅμοιος γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομένοις ὑπὸ σοῦ· ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστροφῆς.

Ἀντὶ δὲ τοῦ· Μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, ὁ Σύμμαχος, μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί· μήποτε, ἡσυχάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνουσιν εἰς λάκκον. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ἔργα δὲ Κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ᾽ ἣν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς Θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ᾽ ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσι διακυβερνῶν τὰ πάντα.

Εὐλογητὸς ὁ Θεὸς, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μοι καὶ ἐβοηθήθην. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. Ὁ ἀψευδὴς Θεὸς, πιστούμενος ἑαυτοῦ τὰς ὑποσχέσεις, δι᾽ ὧν ἐπήγγελται λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· ὡς ἐγγὺς ἑστὼς τῶν καθαρῶς αὐτὸν ἐπικαλουμένων, καὶ ὡς οὐ πόῤῥω τυγχάνων τοῦ τὰ πραχθέντα [προλεχθέντα] δεηθέντος, ἐπήκοον ἑαυτὸν παρέσχε ταῖς προλεχθείσαις ἱκετηρίαις. Εἶθ᾽ ὥσπερ σημεῖον δίδωσι διὰ τοῦ προφητικοῦ πνεύματος τῇ τοῦ δεηθέντος ψυχῇ, περὶ τοῦ εἰσηκοῦσθαι αὐτήν. Ἡ δὲ, συναισθομένη, μεταβάλλει μὲν τὰς ἱκετηρίους φωνὰς εἰς εὐχαριστίαν, ἐγνωκέναι δὲ ὁμολογεῖ τὴν γενομένην αὐτῇ εὐεργεσίαν· διό φησιν· Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου· Κύριος βοηθός μου καὶ ὑπασπιστής μου, ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην.

Συνῄσθετο γὰρ τῆς δεξιᾶς τοῦ Θεοῦ ἐκταθείσης μέχρις αὐτῆς καὶ ἀντιλαμβανομένης αὐτῆς πρὸς τὸ μὴ καθελκυσθῆναι εἰς τὸν δηλωθέντα λάκκον. Ἐξ ὑπερβαλλούσης δὲ χαρᾶς ὁ προφήτης οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν σάρκα αὐτοῦ φησὶ γεγηθέναι καὶ ἀνανεῶσθαι διὰ τὴν καὶ αὐτῷ σώματι ἐπηγγελμένην ἀγαθὴν ἐλπίδα κατὰ τὴν τῶν νεκρῶν ἀνάστασιν· διὸ ἐπιλέγει· Καὶ ἀνέθαλεν ἡ σάρξ μου· οἷς ἐπισυνάπτει· Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ὅπερ ὅμοιον εἶναί μοι δοκεῖ τῷ· Ἑκουσίως θύσω σοι.

Ἀντὶ δὲ τοῦ, καὶ ἀνέθαλεν ἡ σάρξ μου, ὁ μὲν Σύμμαχος, ἄνθησαι, φησὶν, ἡ καρδία μου· ὁ δὲ Ἀκύλας, ἐγαυριάσατο ἡ καρδία μου· ὁ δὲ Θεοδοτίων, καὶ ἀνέθαλεν ἡ καρδία μου· ἡ δὲ πέμπτη ἔκδοσις, ἐκρατύνθη ἡ καρδία μου. Καὶ πάλιν ἀντὶ τοῦ, ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ, ὁ μὲν Σύμμαχος· Καὶ ἐν ᾠδαῖς μου ὑμνήσω αὐτὸν, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, καὶ ἀπὸ ᾄσματός μου ἐξομολογήσομαι αὐτῷ.

Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι. Σαφῶς οὖν ἐν τούτοις τοῦ Χριστοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ σωζομένων ἐμνημόνευσεν ἡ προφητεία, εὐκαίρως ἐξ ἑνὸς τοῦ Δαυῒδ τοὺς πάντας χαρακτηρίσασα. Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνον δεηθέντα ἔσωσεν, οὕτως, φησὶν, καὶ παντὸς τοῦ ἰδίου λαοῦ κραταίωμα ἔσται.

Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Ποία δὲ τοῦ Χριστοῦ ἡ κληρονομία δείκνυται ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι γὰρ, φησὶν, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ θεοφιλεῖς καὶ προφήτας καὶ δικαίους ἄνδρας τῆς τοῦ Χριστοῦ γεγονέναι κληρονομίας εἰπὼν, καὶ τῶν σωτηρίων αὐτοῦ μετεσχηκέναι. Οὐδὲ γὰρ τὰ πλήθη καὶ τοὺς ἀναξίως παραβαλόντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσήκει λαὸν ἀποφαίνειν αὐτοῦ, ἀλλ᾽ ἢ μόνως τοὺς ἀρεσκόντως αὐτῷ βιοῦντας, περὶ ὧν εἴποι ἄν· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. —Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον ἕως τοῦ αἰῶνος.

Ποιμαίνει δὲ αὐτοὺς ἐνταῦθα, τὴν ψυχὴν αὐτοῦ τιθεὶς ὑπὲρ αὐτῶν, ὥς φησιν ἐν Εὐαγγελίοις· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πάλιν· Ἔσομαι μεθ᾽ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος· καιρῷ δὲ ἐπιτηδείῳ ἐπάρας αὐτοὺς εἰς ὕψος, τῆς οὐρανίου βασιλείας καταξιώσει.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΗʹ. Ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Τούτοις ἰσοδυναμεῖν ἡγοῦμαι κατὰ τὴν διάνοιαν τὰ ἐν πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῆς τῶν ἐθνῶν κλήσεως τοῦτον λελεγμένα τὸν τρόπον· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· οἷς ἑξῆς ἐπιλέγεται· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Ἐν οἷς ὁ λόγος, τὴν εὐαγγελικὴν χάριν τὴν εἰς πάντα χυθεῖσαν τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη προευαγγελισάμενος, καὶ τοῦ καινοῦ ᾄσματος, δηλαδὴ τῆς καινῆς Διαθήκης μνημονεύσας, ἑξῆς προστάττει κομίζειν τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ τὰ ἑξῆς. Ταῦτά τε κομίζειν παρακελεύεται οὐκ Ἰουδαίοις, ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ κατὰ τὴν Ἑβραϊκὴν ἀκρίβειαν, ταῖς συγγενείαις τῶν λαῶν. Ταῦτα μὲν οὖν σαφῶς ἐν τῷ πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῶν ἐθνῶν ἐθεσπίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ὁ λόγος τὰ αὐτὰ τῷ Κυρίῳ προσφέρειν τοῖς υἱοῖς τῶν κριῶν κελεύει· οὓς νομίζω μηδὲν διαφέρειν τῶν πατριῶν τῶν ἐθνῶν, ἢ τῶν συγγενειῶν τῶν λαῶν. Οὐ γὰρ αὐτοὶ οἱ κριοὶ προστάττονται προσφέρειν τὰ κεκελευσμένα, ἀλλ᾽ οἱ υἱοὶ τῶν κριῶν. Καὶ ταῦτά φημι κατὰ τὴν Ἑβραίων ἀνάμνησιν, καθ᾽ ἣν οὐκ ἐκφέρεται τό· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Διὸ καὶ ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα, ὡς μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ μήτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς.

Εἰ δὲ χρὴ καὶ εἰς τὴν τῶν Ἑβδομήκοντα θεωρῆσαι ἔκδοσιν, φημὶ τὸν λόγον προστάττειν τοῖς υἱοῖς τοῦ φέρειν τῷ Κυρίῳ οὐ κριοὺς, ἀλλὰ υἱοὺς κριῶν· καὶ δόξαν καὶ τιμὴν καὶ τὰ ἑξῆς ἐπιλεγόμενα· ἃ δὴ ἀπὸ τῆς παραθέσεως τοῦ πέμπτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς εἴποιμι ἂν προφητεύεσθαι.

Οὐκ ἂν δὲ ἁμάρτοιμεν τοὺς ἐνταῦθα υἱοὺς Θεοῦ λεγομένους τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς εἶναι ἀποφηνάμενοι, δι᾽ ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ Κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ᾽ οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐλέγετο ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου. Τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου. Ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο· παραινοῦντος αὐτῇ τοῦ θείου Πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην, καὶ τὴν τῶν πατέρων αὐτῆς δεισιδαιμονίαν.

Εἶτ᾽ ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. Εἶτ᾽ ἐπιλέγει· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς μαθητὰς παρακελεύσεως, δι᾽ ἧς παραινεῖ λέγων αὐτοῖς· Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως, βλέποντες τὰ καλὰ ὑμῶν ἔργα, δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Καὶ τρίτον ἔτι πρὸς τούτοις, φέρειν τῷ Κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς, καὶ ὁ ἐνενηκοστὸς πέμπτος, δόξαν ὀνόματι αὐτοῦ. Αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐῤῥωμένων· ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν, πειθαρχοῦντες προστάγματι λέγοντι· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς δοξάζειν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ὄνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό.

Πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ Θεοῦ, ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται, οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ, ἀλλ᾽ ἀπαντῶντας εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας, ἐν διαπρεπείᾳ ἡγιασμένῃ, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἐν διαπρεπείᾳ ἁγίᾳ. Βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοῦ πρέποντος κόσμου, καὶ τῆς τῷ Θεῷ προσφιλοῦς δικαιοσύνης τὴν προσκύνησιν ποιεῖσθαι, ὅλους αὐτοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ.

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὅτι, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουε φωνὴν ὑδάτων πολλῶν. Καὶ ὅλως, συναγαγών τις τὰ ἐν τῇ Παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμμένα, καὶ ὡς τὸ, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα· τά τε ἐν τῷ κατακλυσμῷ, ὡς, ἁπάντων ὑποβρυχίων γινομένων, μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραὴλ, ὄψεται.

Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ, ἀλλ᾽ ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Οὐ διὰ μόνων, φησὶ, τῶν εἰρημένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ Κυρίου· ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγαλοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα, ἰδίως τε τὰ τούτου μέρη θεασάμενον, τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη, τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. Ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. Διὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς.

Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ἢ καὶ οὕτως· Μόσχον ἔοικε Λιβάνου, τὸν υἱὸν μονοκερώτων, τὴν Ἱερουσαλὴμ λέγειν, καὶ τὸν πάλαι ἠγαπημένον υἱὸν μονοκερώτων. Ἐπεὶ πατέρων γεγόνασιν ἁγίων, οἵτινες ἐλέγοντο μονοκέρωτες, διὰ τὸ μόνῳ Θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ᾽ αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.

Ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς Σαρίων ἐνταῦθα κεκλημένοι κατὰ τὰς ἄλλας ἐκδόσεις, ὃ ἑρμηνεύεται ἄρχοντες, οὓς ἀπειλῇ συνέτριψε μετὰ τῆς Ἱερουσαλὴμ, ἣν μόσχον ἔφη καὶ Λίβανον. Σαφῶς γὰρ Ἰεζεκιὴλ ὁ προφήτης τοῦτο παρέστησε φήσας· Τάδε λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλδαίων· ἃ καὶ διὰ τῶν ἑξῆς ἡρμήνευσε λέγων· Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τὸν ἄρχοντα αὐτῆς.

Τούτους γὰρ ἐπίλεκτα καὶ ἄκρα κέκληκεν ἁπαλότητος. Μόσχον δὲ αὐτῆς φησι τὸ θυσιαστήριον, ἐν ᾧ μόσχους καὶ θυσίας ἀνέφερον· ἃ δὴ πάντα συντέτριπται μετὰ Σαρίων, ὅ ἐστιν ἀρχόντων. Οὕτως οὖν φησι συντρίψει καὶ τοὺς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ἐπαιρομένους ὡς τὰς κέδρους τοῦ Λιβάνου.

Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἀληθῶς γὰρ ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη, ἔρημος οὖσα πρότερον Θεοῦ γνώσεως καὶ εὐσεβείας, συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην θείαν. Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη.

Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἐλάφους γὰρ, φησὶν, ὁ Κύριος καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον, καὶ κατὰ τὸν νόμον καθαρὸν, ὃν ἐξέπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. Οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατεπάτησαν ποσὶ, πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θηρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων, ἀπεκαλύφθησαν οἱ δρυμοί· Καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δόξαν.

Σφόδρα ἀκριβῶς εἴρηται· Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι, οὐδὲ ὁ ἐκ περιτομῆς λαὸς, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστραφείς. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

ΨΑΛΜΟΣ ΩΔΗΣ ΤΟΥ ΕΓΚΑΙΝΙΣΜΟΥ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΔΑΥΙΔ ΚΘʹ. Ἀλλ᾽ εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκοδομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου, ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι.

Ἀλλ᾽ ἐπεὶ προγέγραπται, ᾨδῆς ἐγκαινισμοῦ τοῦ οἴκου· σκόπει μήποτε οἶκον ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον Πνεῦμα, ὡς ἐν ναῷ οἰκῆσάν ποτε, καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοιπεν, ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι᾽ ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε, τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον, καὶ εἰς τὸν ᾅδην κατηνέχθη, κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν σχολάσαι, σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. Ἀλλ᾽ ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν, ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος, ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγγελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε, διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ, μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατηφείας μεταβαλὼν, καὶ τῆς ἐφ᾽ οἷς ἐτόλμησεν ἐξομολογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ λέγων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, μεταβεβλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι᾽ ὧν φησίν· Ἔστρεψας τὸν κοπετὸν εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Δεδειγμένου τοίνυν τοῦ οἴκου τῆς τοῦ Δαυῒδ ψυχῆς, ἄρα τῷ ἐγκαινισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκείμενα.

Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμοί. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω μοι. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ταῦτα μὲν ὁ Δαυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει· ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλ᾽ ἐπεὶ μὲν ταῦτα ηὔχετο· ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτὸν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ μακάριον τὸ μὴ ἁμαρτεῖν· ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι καλὸν, καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον, καὶ τὴν κατὰ φύσιν ἀπολαβεῖν ὑγείαν.

Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. Συγχαίρειν αὐτῷ μετανοήσαντι, καὶ ἐξομολογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ, τὴν μνήμην ἀναζωπυροῦντες, μηδ᾽ ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ Κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. Μάλιστα δὲ προσήκει τὴν εὐχαριστίαν ἐπιτείνειν, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει, ὡς μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. Εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ Θεοῦ, μήποτε βούλεσθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. Διὸ ἐν ἑτέροις λέγεται· Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ.

Οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· Ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. Παρὰ προαίρεσιν δὲ Θεοῦ καὶ παρὰ τὸ βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος φήσας· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Δικαιοῖ τὴν κρίσιν τοῦ Κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ τῷ Θεῷ στάσει μεμνῆσθαι τοῦ φάσκοντος λόγου· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ Θεῷ χάριν ὑπὲρ τῆς στάσεως. Ὁ δὲ, οὐκ ὀρθῶς λογισάμενος, παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν· ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον.

Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη, καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ, οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν αὐτῷ. Διὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· Ἀπέστρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τεταραγμένος.

Σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας, οὔτε ὦσας, οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν μεγαλαυχίαν μεμονωμένον με εἴασας, καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. Ἀπέστρεψας τὸ πρόσωπόν σου· ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην, καὶ ἐγινόμην τεταραγμένος, ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι, καὶ τοῖς ἐμοῖς ἐχθροῖς.

Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Κατὰ δὲ τὸν Σύμμαχον· Ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· Πρὸς σὲ, Κύριε, βοήσω, καί σε τὸν δεσπότην μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι κόνις, ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω, κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου, πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ Θεοῦ. Τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; Ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; Ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος.

Τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι᾽ αὐτοῦ σωθησομένοις γενήσεται. Ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν διαφθαρέντων, καὶ ἐν θανάτῳ γενομένων, πολλοῖς αἰτία σωτηρίας ἔσται. Πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβληθέντες, ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. Μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου; ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος, μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ καὶ γενόμενος πνευματικὸς, ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ταῦτα, φησὶ, δεηθέντος μου, ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν Κύριος ἤκουσε, περὶ οὗ εἴρηται· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ βοηθός μου. Ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς, καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς, ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ᾽ αὐτὸν Θεὸν, τὰς εἰς αὑτὸν εὐεργεσίας διεξιών. Ἠλέησας γάρ με σὺ, φησὶ, καὶ γέγονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά μου δάκρυα, καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν, καὶ ἀγαλλίασιν, ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόντων καὶ πενθούντων, κατὰ τό· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Τὰ σύμβολα γοῦν τοῦ πένθους ἀπέδυσάς με, τὸν σάκκον, ἐν ᾧ κακοπαθὼν ἐμαυτὸν ἐτιμωρούμην, καὶ ζώσματι εὐφροσύνης περιέζωσάς με. Καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ ἐξομολογούμενός σοι, ἀλλ᾽ ἵνα ψάλλῃ σοι ἡ δόξα μου. Ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέλεια οὔτ᾽ ἐμοὶ οὔτε ἑτέροις.

Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς, ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι᾽ ἐμοῦ σωτηρίας.

Ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, καὶ ἐν τῷ διαῤῥῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην, οὐχ ἡ τυχοῦσα γεγένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαῤῥησιασμένης καὶ καθαρᾶς διανοίας. Διό φησιν· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.

Οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα, ἐξομολογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας τὰς εἰς ἐμὲ διεξιών. Κύριος ἐγενήθη βοηθός μου. Σημειωτέον, ὅτι τὸ, ἐγενήθη, οὐκ ἀεὶ οὐσίωσιν σημαίνει· ἀλλ᾽ ἔσθ᾽ ὅτε καὶ πρός τινα σχέσιν. Εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ Σωτῆρος τοιαύτη γένοιτο φωνὴ, σχέσιν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Ἡ, κοπετὸς, φωνὴ, τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησι, τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν.

Ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς, καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αἴσθησιν αὐτοῦ διεγείρας, μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι, χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος ἀναλήψεται. Τὸ, ἔστρεψας, δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ, οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταγνῶ, φησί. Δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ Θεῷ, ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν, οὐ προσηνέσι μόνον, ἀλλὰ καὶ ἐπὶ πόνοις, εὐχαριστῶ σοι, Δέσποτα.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ, ΕΚΣΤΑΣΕΩΣ Λʹ. Οὔτε ἐν τῇ Ἑβραίων Γραφῇ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει, ἐκστάσεως. Μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιήσατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρὸν καθ᾽ ὃν ἐν ἐκστάσει γενόμενος εἶπεν· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγω; Πλὴν ἀλλ᾽ εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας παραπέμπει καὶ ἡ παροῦσα προγραφὴ, ἤτοι διὰ τὰ τελευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται Κύριος, καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ Σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ἀλλ᾽ ἐπεὶ καὶ τοῦ Δαυῒδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. Περιέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ Δαυΐδ, ὅλον ἑαυτὸν ἀναρτήσαντος τοῦ Θεοῦ, καὶ παρακαλεῖ μὴ ἐκπεσεῖν τῆς ἐλπίδος.

Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Πολλῷ τε πλούτῳ περιῤῥεόμενος, εἰ καὶ νίκαις ταῖς κατ᾽ ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. Ἀντὶ δὲ, ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον, πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. Ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. Ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα, οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. Θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι τὸν ἐπὶ σὲ ἠλπικότα, οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγελίαις πεπιστευκότα.

Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· Εἰκότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· Ἀληθείας ἐκζητεῖ Κύριος· τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκότως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώκοντας.

Ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραινεῖς λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; Ἐγὼ δὲ, ἀποστραφεὶς τὰ μάταια, ἐπὶ σὲ μόνον τὸν ἐμαυτοῦ Κύριον ἤλπισα· διὸ πέπεισμαι, οὐκ εἰκῇ σοι ἐμαυτὸν παρατεθεῖσθαι. Τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη.

Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπείνωσίν μου· πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυχῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐτῇ, ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν Θεὸν ἱκετηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπιστὴς, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον, καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύθερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βαδίζειν ὅποι καὶ βούλομαι. Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι, πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖρας διέφυγε, καὶ ἄλλοτε τοὺς Γετθαίους παραπληξίαν σχηματισάμενος.

Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ἱκετεύω, φησὶ, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλίβομαι· ἀνθ᾽ οὗ ὁ Ἀκύλας φησίν· Ὅτι στενὸν ἐμοί. Τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ, καὶ τὰς σὰς ἐπαγγελίας. Ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφθαλμὸς, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικὸν, ἐταράχθη ἐν θυμῷ· ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας φησίν· Ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· Ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. Ὅτε γὰρ παρώργισα, φησὶ, καὶ θυμὸν ἐμαυτῷ ἐπήγειρα, τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀργῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν.

Ἀλλὰ καὶ ἡ ψυχή μου, φησὶ, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παροργισμοῦ μου. Ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ μεταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικὴν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι εἴωθε. Διὸ λέλεκταί που· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Καὶ ὁ Σωτὴρ δέ· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν ὀφθαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομένην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Διὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν.

Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων.

Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ᾽ ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ᾽ αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ, καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον.

Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν.

Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὰ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ᾽ οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῆ καὶ μάτην ἑαυτὸν κατακόπτων.

Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ὄνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι.

Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ᾽ οἵδε μὲν, φησὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ᾽ ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρπάσωσι τὴν ἐμὴν ψυχήν. Διόπερ ἐγὼ, τῆς τούτων ἐπιβουλῆς συναισθόμενος, τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδίδουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ Θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς.

Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα· Σὺ εἶ ὁ Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ταῦτα τῶν ἐχθρῶν μου, φησὶ, βουλευομένων κατ᾽ ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, Κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· Θεὸς γάρ μου εἶ σὺ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ᾽ οὗ, οἱ καιροί μου, ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. Εἰ γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ᾽ ἐμοῦ, ἀλλ᾽ οἱ ἐμοὶ καιροὶ πεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς καιροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάττεσθαι.

Διὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν ἐλέει σου· Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ὥσπερ ἡλίου ἀνατείλαντος λύεται τὸ σκότος· ὑπὸ γῆν δὲ γενομένου, νὺξ διαλαμβάνει τὸ πᾶν· προΐασί τε ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως, ἀποστρεφομένου μὲν τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεότητος, ὅπερ πρόσωπον Θεοῦ ὀνομάζειν εἴωθεν ἡ Γραφὴ, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ Θεῷ. Διὸ παρακαλεῖ ὁ τὰ πρῶτα ἐξομολογησάμενος φάσκων· Ἐπίφανον τὸ πρόσωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· Οὐ διὰ τὰς ἐμὰς πράξεις, φησὶ, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆναι ἀξιῶ· καὶ αὖθις· Ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησὶ, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τοῖς μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν Θεὸν οὐκ ἐπισταμένοις, αἰσχύνη πρέπει· διό φησιν· Αἰσχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· Σιωπάτωσαν εἰς ᾅδην.

Νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ καταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνικαῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δικαίου φθεγγόμενα χείλη μεθ᾽ ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδένωσις.

Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων.

Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ. ἀπὸ ἀντιλογίας γλωσσῶν. Ταῦτα, φησὶν, ἱκέτευσα, ἐπιφάναι τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, καὶ σωθῆναι τῷ ἐλέει σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε, πεπεισμένος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχάνει, πλούτου δὲ γέμει πολλοῦ. Διὸ καὶ παρὰ τῷ Ἀποστόλῳ εἴρηται· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς;

Ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ ταμιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. Ἐπεὶ καὶ ἐξειργάσω αὐτὴν εἰς αὐτὸ τοῦτο· λέγω δὲ εἰς τὸ τοῖς ἐλπίζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτὴν, καὶ παρέξεις γε αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων, ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστότητα, καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις· διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις, ῥυόμενος αὐτοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπη ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντιλογίας γλωσσῶν, πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων, μήτε ὑπὸ τῶν δι᾽ ἔργων τὰς κατ᾽ αὐτῶν μηχανὰς συσκευαζομένων.

Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Διὰ τοσούτων τὴν πρὸς τὸν Θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος, ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον, εὐλογῶν τὸν Θεὸν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· Εὐλογητὸς Κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. Δι᾽ ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι, μυρίων ἐπ᾽ ἐμὲ πολεμίων συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων, ὁ ἐμὸς φύλαξ, φραγμόν μοι περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν, οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς Κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου.

Οὐκ ἐπετρίβην, ἀλλ᾽ ἐταπείνουν ἐμαυτὸν, ὡς ἀποῤῥιφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν ἐπαγγελίαν τὴν φάσκουσαν· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας, καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς.