Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ᾽ ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφήτης λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. Δι᾽ ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις.