Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΛΑ΄ - Μ΄

Εξηγητική προσέγγιση των ψαλμών 31 έως 40, ολοκληρώνοντας το Πρώτο Βιβλίο του Ψαλτηρίου με αναφορές στη μετάνοια, τη θεία πρόνοια, τη ματαιότητα των ασεβών και την προδοσία του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 16

ΤΩ ΔΑΥΙΔ ΣΥΝΕΣΕΩΣ ΛΑʹ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ Δαυΐδ, καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος, φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ Θεοῦ κρίσιν, ἐφ᾽ οἷς αὐτὸς ἑαυτῷ συνεγνώκει· εἶτα τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτημάτων ἐπιγνοὺς, καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι καὶ ἄθεοι, μυρίοις κακοῖς ἐμπεπαρμένοι, ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας, τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων. Ὀδυρμοῖς, φησὶν, ἐγὼ καὶ δάκρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλείπειν.

Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται, καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν· τὰ δὲ προσκείμενα ὅπως ἡ ἄφεσις δίδοται παρίστησι διὰ τοῦ· Οὗ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἅπαξ μὲν γὰρ γενομένην τὴν παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ· τόν γε μὲν Κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι, ἢ μὴ λογίζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. Καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι᾽ ὁμολογίας τῆς εἰς τὸν Σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων Θεὸν πίστεως, καὶ δι᾽ ἐξομολογήσεως εἰλικρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· Οὐδ᾽ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ, ἐν τῷ πνεύματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι. Οὗτος γὰρ μακάριος, ὁ καθαρῷ πνεύματι τὴν ἐξομολόγησιν ποιούμενος, καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. Εἰ δ᾽ εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ᾽ ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.

Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ.τ.λ. Ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν Θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ᾽ οὗ ὁ μὲν Σύμμαχος, Ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων, Ὅτι ἐκοπίασα, ἡρμήνευσαν. Ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, Ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέραν, ἐκδέδωκεν ὁ Σύμμαχος, Ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης· ἐν ᾗ καὶ τὰς δυνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατεπόνει.

Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ὅτι ἐκώφευσα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, Ὅτι ἀπεσιώπησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. Οὐδὲ μέχρι μηνὸς, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει.

Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Διάψαλμα. Ἄλλοι δὲ οὐ, τὴν ἀσέβειαν τῆς καρδίας, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου, ἐξέθεντο. Ἀντὶ δὲ τούτου ἀκριβέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ἵνα σὺ ἀφέλῃς τὴν ἁμαρτίαν μου. Τάδε γὰρ, φησὶ, καὶ τάδε διεπραξάμην, ἵνα τάδε μοι γένωνται. Οὐκ ἤδη τετυχηκὼς τῆς ἀφέσεως, ἀλλ᾽ ὡς πάντα πράττων, ἵνα αὐτῆς τύχῃ, ταῦτ᾽ ἔλεγε κατὰ τὸν Σύμμαχον.

Καὶ ἔχεταί γε λόγου ἡ τοιαύτη ἑρμηνεία· εἰ γὰρ ἑτέρους ἐμακάριζεν, ὧν ἀφέθησαν αἱ ἀνομίαι, ὡς μηδέπω αὐτὸς τετυχηκὼς τῆς ἀφέσεως, πῶς ἐνταῦθα ἐδύνατο λέγειν· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου; Διόπερ κατὰ τὸν Σύμμαχον ἀκριβέστερον εἰρῆσθαί φημι τὸ, Ἵνα σὺ ἀφέλῃς τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.

Ὑπὲρ ταύτης προσεύξεταί σοι πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. Διὰ τοῦτο πᾶς ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ᾽ ἐμὲ πεπραγμένων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσευχὴν ἐλθεῖν. Προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπόδειγμα τὸ ἐμὸν, καὶ αὐτοῦ ἐπακούσεις, παρέξεις τε αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν, ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ᾽ αὐτοῦ φέρηται. Ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν, καὶ ἐπὶ σὲ τὸν μέγαν Σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ, οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. Καὶ ταύτην γε τὴν διάνοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία, φήσασα· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, Διὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγηται· Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦμεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένης. Διὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται, τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο, ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ, τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς.

Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Τὸ λεγόμενον διὰ τοῦ προφήτου· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ Δαυῒδ ἐπληροῦτο. Διότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος, τὸ Πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ, θαρσεῖν αὐτῷ παρακελευόμενον. Ἐγὼ γάρ σε, φησὶν, συνετιῶ καὶ συμβιβῶ σε· ἀνθ᾽ οὗ ὁ Ἀκύλας φησίν· Ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ὁ δὲ Σύμμαχος· Συνετίσω σε καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις. Ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ τέλος τὸ τρισμακάριον, τὸν ἑαυτοῦ Πατέρα. Ἀντὶ δὲ τοῦ, Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος, Βουλεύσομαι, φησὶ, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. Ἐπειδὴ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκότως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλμοῦ, ὅπως, ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. Διόπερ ὀφθαλμοὶ Κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ᾽ ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς.

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Περιγράψας ὁ λόγος τὴν πρὸς τὸν εὐξάμενον ἀπόκρισιν, ἐπαγγειλάμενός τε αὐτῷ τὰ προλελεγμένα, μεταβαίνει ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων γένος, δι᾽ ὑπερβολὴν φιλανθρωπίας πάντας βουλόμενος σωθῆναι.

Καὶ αὐτὸς δὲ ὁ Δαυΐδ, προσδιελθὼν τὴν ἑαυτοῦ ἐξομολόγησιν, αἰσίας τε ἀποκρίσεως καὶ ἐπαγγελίας καταξιωθεὶς, ἐξ ὑπερβαλλούσης χαρᾶς καὶ τοῖς λοιποῖς ἀνθρώποις προξενεῖ τὰ τῆς ὠφελείας. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ὥσπερ τῷ ἀριστερῷ τάγματι τῶν ἁμαρτωλῶν τὰ κατάλληλα παρῄνεσεν, ἑαυτὸν ὑπόδειγμα παρασχὼν τοῖς ἐξ ἁμαρτιῶν ἐπιστρέφουσιν· οὕτω καὶ τοῖς δικαίοις τὰ οἰκεῖα καὶ αὐτοῖς ἁρμόδια εὐαγγελίζεται διὰ τῶν προκειμένων, παραινῶν αὐτοῖς ἐπὶ μηδενὶ μὲν τῶν κοσμικῶν εὐφραίνεσθαι, ἐπὶ δὲ τὸν Κύριον μέγα φρονεῖν, καὶ ἐπ᾽ αὐτῷ μόνῳ εὐφραίνεσθαι, χαίρειν τε καὶ ἀγαλλιᾷν ἐπὶ τῷ τοσούτῳ ἀγαθῷ. Ἀλλὰ καὶ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω, κατὰ τὸν Ἀπόστολον. Εἰκότως οὖν καὶ ἐνταῦθα τὸ συμπέρασμα τοῦ παντὸς λόγου ἐπισφραγίζεται λέγων· Καὶ καυχᾶσθε ἐν αὐτῷ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· μὴ γὰρ ἐφ᾽ ἑαυτοῖς μέγα φρονεῖν, ἀλλ᾽ ἐπ᾽ αὐτῷ τῷ πάσης ὑμῖν ἀρετῆς αἰτίῳ γενομένῳ Κυρίῳ.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΛΒʹ. Κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀνεπίγραφός ἐστιν ὁ ψαλμός· πολλὴν δὲ σώζει ἀκολουθίαν πρὸς τὸν πρὸ αὐτοῦ. Προειπὼν γὰρ κατὰ τὸ τέλος ἐκείνου· Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, μονονουχὶ αὐτῆς ἤρξατο τῆς λέξεως τοῦ προκειμένου, φήσας· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Καί μοι δοκεῖ προφητικῶς τὰ λεγόμενα διὰ τῶν προκειμένων εἰς πρόσωπον ἀναπέμπεσθαι τῶν ἐν τῷ πρὸ τούτου ψαλμῷ δηλωθέντων, κατὰ τὸ, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.

Ὡς γὰρ πρὸς ἐκείνους τοὺς τετυχηκότας τῆς ἀφέσεως τῶν ἁμαρτημάτων διὰ τῆς σωτηρίου χάριτος ἀναφωνεῖται τὸ, Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Μὴ γὰρ ἐφ᾽ ἑαυτοῖς ἢ ἐπί τι τῶν κοσμικῶν, ἀλλ᾽ ἐπὶ τῷ Κυρίῳ πεποιθότες, καὶ ἐπ᾽ αὐτῷ σεμνυνόμενοι καὶ ἐν αὐτῷ καυχώμενοι, ἀγαλλιᾶσθε ὑμεῖς οἱ μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πρέπει γὰρ, φησὶ, πᾶσιν τοῖς εὐθέσιν ἡ εἰς τὸν Θεὸν αἴνεσις. Κατὰ δὲ τὸν Ἀκύλαν, Τοῖς εὐθέσιν ὡραιοῦται ὕμνησις. Ἐπεὶ γὰρ οὐχ ὡραῖος ὕμνος ἐν στόματι ἁμαρτωλοῦ, εἰκότως τοῖς καθαρὰς διανοίας καὶ καθαρὰ χείλη κεκτημένοις εὐπρέπει ἡ τοῦ Θεοῦ αἴνεσις.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Κατὰ πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένα. Καὶ ὁ τὰς ἔσω δὲ καὶ τὰς ἔξω αἰσθήσεις καθαρὰς καὶ ἀμέμπτους φυλάττων ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ. ᾌσατε αὐτῷ ᾆσμα καινόν. Τὸ μὲν παλαιὸν ᾆσμα διὰ παλαιᾶς κιθάρας καὶ παλαιοῦ ψαλτηρίου, τῶν ἀψύχων ὀργάνων, ὥσπερ διὰ συμβόλων καὶ εἰκόνων ἐσπουδάζετο τῷ προτέρῳ λαῷ· τὸ δὲ καινὸν ᾆσμα μεγαλοφυέστερον καὶ θεοπρεπέστερον διὰ κιθάρας ζώσης, καὶ διὰ τοῦ ἀποδοθέντος δεκαχόρδου ψαλτηρίου ἀναπέμπεται τῷ Θεῷ.

Καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. Οὗτος ὁ ἀλαλαγμός ἐστι μυστικός· διὸ εἴρηταί που· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλλὰ καὶ ἀντὶ βοῶν καὶ μόσχων, καὶ τῶν δι᾽ αἵματος θυσιῶν, θυσίας ἀλαλαγμοῦ κατατεθυκέναι φησὶν ὁ εἰπών· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.

Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τὰ μὲν τῆς τῶν ὄντων καταλήψεως διὰ πίστεως ἡμῖν χωρείτω, τὰ δὲ τοῦ πρακτικοῦ βίου διὰ ἐλεημοσύνης καὶ κρίσεως. Ταῦτα γὰρ ἀγαπᾷ ὁ εὐθὺς τοῦ Κυρίου λόγος· ἅτε κριτικοὺς ἡμᾶς κατασκευάσας καὶ διακριτικοὺς τοῦ τε καλοῦ καὶ τοῦ ἐναντίου. Διὸ βούλεται ἡμᾶς μηδὲν ἀκρίτως πράττειν, μηδὲ ἀλόγως φέρεσθαι ταῖς ἐξ αὐτῶν ὁρμαῖς, κεκριμένως περὶ τῶν πρακτέων βουλεύεσθαι, καὶ πρός γε πάντων ἐλεημονικοὺς εἶναι, συγνωμονικοὺς δὲ πρὸς τοὺς ἁμαρτάνοντας γιγνομένους, συμπαθεῖς δὲ καὶ φιλανθρώπους πρὸς τοὺς ἐλέου δεομένους.

Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Τῷ οὖν Πατρὶ πᾶσα ἡ δύναμις ἡ ὑπερουράνιος ἐστερεώθη· τουτέστι τὸ εὔτονον καὶ βέβαιον καὶ πάγιον ἐν ἁγιασμῷ, καὶ πάσῃ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται. Εὑρήσομεν δὲ ἀλλαχοῦ καὶ λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα. Ἀμφότερα δὲ συνήργησεν ἐν τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων· διὰ τοῦτο εἴρηται· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

Οὐδὲν γὰρ ἁγιάζεται μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων, παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν· οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγγελοι.

Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Σφόδρα δὲ ἀκολούθως τὰς τοῦ Θεοῦ μεγαλουργίας παραστήσας, καὶ μονονουχὶ ὀφθαλμοῖς ἐπιδείξας ὁπηλίκος ἐστὶν ὁ τῶν τοιούτων δημιουργὸς Κύριος, παρακελεύεται τοῦτον φοβεῖσθαι. Εὐαγγελίζεται δὲ εἰδώλοις μηκέτι προσέχειν τὸν νοῦν, μήτε δαίμονας σέβεσθαι, ἀλλὰ τὸν τοσούτων ποιητήν. Ἀντὶ δὲ τοῦ, σαλευθήτωσαν, ὁ Σύμμαχος, εὐλαβείσθωσαν, ἐξέδωκε. Νοήσεις ὅπως ἔμελλον σαλεύεσθαι ἀπ᾽ αὐτοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἐπιστήσας τὴν διάνοιαν, ὡς ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καὶ τῇ σωτηρίῳ διδασκαλίᾳ καθ᾽ ὅλης τῆς οἰκουμένης Ἐκκλησίαι τῷ Θεῷ συνέστησαν· πᾶσά τε ἀκοὴ ἐπληρώθη τοῦ λόγου, καὶ πάντες ἄνθρωποι ἐπὶ τῇ τοσαύτῃ δυνάμει κεκίνηνται, μεταβάλλοντες ἀπὸ τῆς προτέρας περὶ τὰ εἴδωλα πλάνης, καὶ εἰς ὑπόμνησιν ἐλθόντες τῆς ἀληθοῦς εὐσεβείας· Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἐπεὶ συνεώρα τὸ προφητικὸν πνεῦμα μέλλοντας ἐξάπτεσθαι διωγμοὺς κατὰ τῶν ἀναχωρούντων μὲν τῆς προτέρας δεισιδαιμονίας καὶ ἀποστρεφομένων τὴν πολύθεον πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Κύριον ἐπιστρεφόντων, ἀναγκαίως τῶν ἐν ἀπιστίᾳ μεινάντων ἐθνῶν τοὺς φόβους καὶ τὰς ἀπειλὰς μὴ δεδιέναι παρακελεύεται τοῖς τῶν ὅλων ποιητὴν ἐπεγνωκόσιν.

Κἂν γὰρ μυρία καθ᾽ ὑμῶν ἐπιβουλεύσωνται· ἀλλ᾽ οὐδὲν, φησὶν, ἰσχύσουσι καθ᾽ ὑμῶν ἐνεργῆσαι. Αὐτὸς γὰρ ὁ πάντων δημιουργὸς καὶ Κύριος, ᾧ προσεφύγετε, τὰς καθ᾽ ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν καὶ τῶν ἀπίστων λαῶν, τοὺς καθ᾽ ὑμῶν λογισμοὺς ἑνὶ νεύματι διασκεδάσει. Εἰ δὲ καὶ ἄρχοντές ποτε καὶ βασιλεῖς μέλλοιεν καθ᾽ ὑμῶν ἐξάπτεσθαι, ἀλλὰ καὶ τούτων ἀθετήσει βουλάς· κρατήσει δὲ μόνη ἡ αὐτοῦ βουλὴ εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ τῆς σοφίας οἱ λογισμοὶ αὐτοῦ οὐχ ὁμοίως τοῖς λογισμοῖς τῶν ἀνθρώπων ἀθετήσονται· παραμένουσι δὲ ἑαυτοῦ κρίσεις εἰς γενεὰν καὶ γενεάν. Φυλάττει γὰρ τοὺς αὐτοῦ λογισμοὺς τοῖς ἑαυτοῦ ἀξίοις· καὶ ἐπειδήπερ καθ᾽ ἑκάστην γενεὰν καὶ διαδοχὴν ἀνθρώπων εὑρίσκονταί τινες ἄξιοι, εἰκότως τούτοις αὐτοῖς διατηρῶν τοὺς αὐτοῦ λογισμοὺς, εἰς γενεὰν καὶ γενεὰν αὐτοὺς παρεκτείνει.

Καὶ ταῦτα μὲν πάλαι προελέγετο προφητικῶς· ἔργοις δὲ αὐτοῖς τὴν ἔκβασιν τῶν λόγων ἡμεῖς παρειλήφαμεν. Ὅσα γὰρ ἐμηχανήσαντο κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, καὶ ὁποίους καθ᾽ ἡμῶν ἐπήγειραν διωγμοὺς, ὁποίας τε βουλὰς ἐβουλεύσαντο οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου καθ᾽ ἡμῶν, οὐκ ἔστιν ἐπαξίως διηγήσασθαι· καὶ ὡς ταῦτα πάντα Θεοῦ δυνάμει διεσκεδάννυντο· καὶ ὡς οὐκ ἐφ᾽ ἡμῶν μόνον, ἀλλὰ καθ᾽ ἑκάστην γενεὰν ἔργοις ταῦτα ἐπληροῦτο ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος θεοφανείας ἀρξάμενα.

Μακάριον τὸ ἔθνος οὗ ἐστιν ὁ Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Πάλαι μὲν γὰρ ἦν Ἰσραὴλ μερὶς καὶ κληρονομία αὐτοῦ· ἀλλ᾽ ἐπεὶ ἠθέτησε μεταβέβληται ἡ χάρις ἐπὶ τὰ ἔθνη. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς ἐπὶ πάντα τὰ ἔργα αὐτῶν. Ἵνα γνῶμεν πῶς ὑπέστη τὸ μακαριζόμενον ἔθνος, καὶ πόθεν εἴληφε τὴν σύστασιν ὁ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ, ἀκολούθως διδάσκει, ὡς ἄρα αὐτὸς ὁ Κύριος πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν γῆν ἐπισκεψάμενος, ἐξ ἁπάντων τούτων συνεστήσατο τὸ προλεχθὲν ἔθνος, καὶ τὸν προειρημένον λαὸν, οὐ διακόνοις ἑτέροις κεχρημένος. Ἀντὶ δὲ τοῦ· Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ, ὁ μὲν Ἀκύλας, ἀπὸ ἑδράσματος καθέδρας αὑτοῦ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀπὸ ἕδρας κατοικίας αὑτοῦ ἐπέβλεψεν.

Ὁ δὲ Λόγος αὐτοῦ τὴν σωτηρίαν διεκονεῖτο τοῖς σωζομένοις· Ἀπέστειλε γὰρ τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Διὰ τί δὲ ἐξ οὐρανοῦ ἐπέβλεψε Κύριος, καὶ τί τὸ αἴτιον τοῦ καταξιῶσαι τῆς ἑαυτοῦ ἐπισκοπῆς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρίστησιν ἑξῆς λέγων· Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν· ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησιν· Ὁ πλάσσων καταμόνας ἑκάστην καρδίαν αὐτῶν. Εἰ μὲν γὰρ ὁμοίως τοῖς ἀλόγοις ζώοις καὶ τὸν ἀνθρώπινον νοῦν ὑφίστη, οὐδὲν ἦν ἀναγκαῖον ἐπιβλέπειν αὐτὸν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀπήρκει γὰρ ἡ καθ᾽ ὅλου πρόνοια πάντων ἐξ ἴσου προνοουμένη· νυνὶ δὲ, ἐπειδήπερ ἐξαίρετός τις οὐσία ἀνθρώπου ψυχὴ, ἐπεὶ περὶ μόνου ἀνθρώπου μεμαρτύρηται εἰρηκώς· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Κύριος τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· εἰκότως, ὡς ἂν τῆς ἑαυτοῦ εἰκόνος προνοῶν, ἐξ οὐρανοῦ ἐπέβλεψε καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Ὃ δὴ παριστὰς ὁ παρὼν λόγος φησίν· Ὁ πλάσσων καταμόνας τὰς καρδίας αὐτῶν· καταμόνας δὲ εἴρηται ἀντὶ τοῦ, ἀφωρισμένως παρὰ τὰ λοιπὰ ζῶα. Καρδίας δὲ λέγων τοὺς λογισμοὺς ἐδήλου, καὶ ὅτι ἀφωρισμένως ἕκαστος ἄνθρωπος ὥσπερ ταμιεῖον ἀποκεκλεισμένον ἔχει τὴν ἑαυτοῦ διάνοιαν, ὡς μηδένα δύνασθαι ἑτέρους καταλαμβάνειν λογισμούς.

Οὐδεὶς γοῦν οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Διὸ περὶ μόνου τοῦ Σωτῆρος ἡμῶν εἰς παράστασιν τῆς αὐτοῦ θεότητος ἐλέγετο· Αὐτὸς γὰρ ᾔδει τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ πάλιν· Εἰδὼς δὲ τοὺς διαλογισμοὺς αὐτῶν. Τοῦτο δὲ καὶ ἐν τοῖς προκειμένοις παρίσταται· μετὰ γὰρ τό· Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, συνῆπται τό· Ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. Μόνος γὰρ αὐτὸς συνίησιν ἐξ ὁποίας προαιρέσεως τὰ τῶν ἀνθρώπων ἔργα ἐπιτελεῖται, μηδενὸς ἄλλου δυναμένου συνιέναι ποίᾳ προθέσει καὶ ὁποίᾳ ὁρμῇ ἕκαστος τῶν ἀνθρώπων πράττει ἃ πράττει.

Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.

Ἔχεται τῆς τῶν προλελεγμένων διανοίας τὰ προκείμενα. Συγκαλέσας γὰρ ὁ λόγος πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἐπὶ τὸν φόβον τοῦ Θεοῦ διὰ τοῦ προειπεῖν· Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· εἶτα παραθαῤῥύνας μὴ ἀγωνιᾷν μηδὲ φοβεῖσθαι τοὺς μέλλοντας ἐπανίστασθαι αὐτοῖς διωγμοὺς, συνῆψε διὰ τῶν ἔμπροσθεν τό· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. Τῆς οὖν αὐτῆς διανοίας ἐχόμενος καὶ διὰ τῶν προκειμένων φησί· Θαρσεῖτε, πάντες ὑμεῖς πρὸς οὓς ὁ λόγος. Εἰ γοῦν προσέλθοιτε τῷ αὐτοῦ φόβῳ, ἕξετε τοὺς αὐτοῦ ὀφθαλμοὺς καὶ τὴν διορατικὴν αὐτοῦ δύναμιν ἐπισκοποῦσαν ὑμᾶς, καὶ πάντων ἐχθρῶν καὶ ἐπιβούλων ῥυομένην. Ἰδοὺ γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Δίχα γὰρ αὐτῶν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν οὐκ ἔστιν ἄλλη σωτηρίας ἐλπὶς, οὔτε βασιλεῖ στρατιωτικῇ δυνάμει θαῤῥοῦντι, οὔτε γίγαντι ἐπὶ πλήθει δυνάμεως καὶ ἰσχύος γαυρουμένῳ, οὔτε ἵππῳ ποδῶν ὠκύτητι θαῤῥοῦντι. Πάντα γὰρ ταῦτα διαψεύδεται, σφάλλει καὶ πλανᾷ τοὺς ἐπ᾽ αὐτοῖς ἠλπικότας. Ἀλλ᾽ ὑμεῖς θαρσεῖτε, οἱ τὸν Κύριον ἐπικαλοῦντες, καὶ τὸν αὐτοῦ φόβον ἀνειληφότες.

Καὶ μήτε βουλὰς ἐθνῶν φοβεῖσθε, ἃς ὁ Κύριος διασκεδάννυσι, μήτε λογισμοὺς λαῶν, οὓς ὁ Κύριος ἀθετεῖ, μήτε βουλὰς ἀρχόντων, ἃς αὐτὸς ἀνατρέπει. Ἀλλὰ μηδὲ βασιλέα πλήθει στρατιωτικῆς δυνάμεως πεποιθότα καταπλήττεσθε, μηδὲ γίγαντα ἰσχύϊ καὶ ἀλκῇ σώματος τυφούμενον. Ἔχοντες δὲ μέγα φυλακτήριον τοὺς τῆς προνοίας αὐτοῦ ὀφθαλμοὺς, ἐπ᾽ αὐτὸν ἐλπίζετε μόνον καὶ ἐπὶ τὸ ἔλεος αὐτοῦ, εἰς τὸ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Θάνατος δ᾽ ἂν εἴη ψυχῆς ἡ ἄρνησις τοῦ Θεοῦ καὶ ἡ παντελὴς ἀποστασία, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι· ὥστε, κἂν συμβῇ ποτε τῶν ἐλπιζόντων ἐπὶ τὸν Κύριον τὰ σώματα θανάτῳ παραδίδοσθαι τῷ κοινῷ διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν, ἀλλ᾽ οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ κρείττονος ἐπιμεληθέντες τὰς ψυχὰς αὐτῶν ἐῤῥύσαντο ἐκ θανάτου.

Οὐ μόνον δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ τοῦ διαθρέψαι αὐτοὺς ἐν λιμῷ πρόνοιαν ποιοῦνται. Ἐν γὰρ τοῖς καιροῖς τῶν διωγμῶν, καθ᾽ οὓς πολλάκις κεκώλυνται μὲν αἱ διδασκαλίαι καὶ τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα, σπανίζει δὲ ὁ τὰς πνευματικὰς τροφὰς ταῖς τῶν ἀνθρώπων διαδιδοὺς ψυχαῖς, ὅμως οἱ ὀφθαλμοὶ τοῦ Κυρίου τῇ τοῦ θείου Πνεύματος ἐπιῤῥοῇ, καὶ τούτων τὰς ψυχὰς διατρέφουσι θεοδιδάκτους αὐτοὺς ἀπεργαζόμενοι, ὡς καὶ ἄνευ τῆς ἀνθρώπων διδασκαλίας ἀποῤῥήτῳ δυνάμει τρέφεσθαι.

ΕΙΣ ΤΟΝ ΨΑΛΜΟΝ ΤΩ ΔΑΥΙΔ ΛΓʹ. Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθεν. Ὑπέλαβόν τινες τὴν τοῦ προκειμένου ψαλμοῦ προγραφὴν ἐκείνην σημαίνειν τὴν ἱστορίαν, δι᾽ ἧς, φεύγων Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ, ἐληλυθέναι πρὸς Ἀγχοὺς βασιλέα Γὲθ ἀναγέγραπται· ὅτε μανίαν προσποιηθεὶς ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ὥστ᾽ εἰπεῖν τὸν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· Ἄνδρα ἐπίληπτον ἵνα τί εἰσηγάγετε πρὸς μέ; Ἀλλ᾽ ὅτι μὲν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, ἤκουσαν οἱ τοιοῦτοι· ὅτι δ᾽ ἑξῆς συνῆπται, ἐναντίον Ἀβιμέλεχ, δοκοῦσί μοι παρεωρακέναι.

Ὁ μὲν οὖν Ἀγχοῦς τῶν ἀλλοφύλων ἦν βασιλεὺς τῶν κατοικούντων τὴν Γέθ· ὁ δὲ Ἀβιμέλεχ ἱερεὺς τοῦ Θεοῦ μνημονεύεται· πρὸς ὃν καὶ αὐτὸν ἐληλυθὼς ὁ Δαυῒδ πρὸ τῆς παρουσίας τῆς πρὸς τὸν Ἀγχοὺς ἱστορεῖται· λέγει γὰρ ἡ Γραφή· Καὶ ἔρχεται ὁ Δαυῒδ εἰς Νοβὰ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα, καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ· καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος καὶ οὐδεὶς μετὰ σοῦ;

Καὶ εἶπε Δαυῒδ τῷ ἱερεῖ· Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· Μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι, καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις.

Καὶ νῦν εἴ εἰσιν ὑπὸ τὴν χεῖρά σου ἄρτοι, δὸς εἰς χεῖράς μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾽ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικὸς, καὶ φάγετε. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ· Ἀλλ᾽ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε τὰ παιδάρια ἡγνισμένα· καὶ αὕτη ἡ ὁδὸς βέβηλος· διότι σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη μου. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως· ὅτι οὐκ ἦν ἄρτος, ἀλλ᾽ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν, ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.

Ταῦτα μὲν οὖν ἡ περὶ τοῦ Ἀχιμέλεχ διήγησις περιέχει· ἑξῆς δὲ συνῆπται ὡς ἀνέστη Δαυῒδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· τοῦ τε Ἀχιμέλεχ ἀναχωρήσας, ἦλθε πρὸς Ἀγχοῦς βασιλέα Γέθ. Ὁ μὲν οὖν τις ἐρεῖ, ἐπεὶ μὴ ἐμφέρεται ἐν τῇ ἱστορίᾳ τῇ κατὰ τὸν Ἀχιμέλεχ «ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ ὁ Δαυῒδ,» κατὰ σφάλμα κεῖσθαι τὸ ὄνομα τοῦ Ἀβιμέλεχ ἀντὶ τοῦ ὀνόματος Ἀγχούς· σαφῶς γὰρ ἐπὶ τοῦ Ἀγχοῦς εἴρηται· «ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ,» ὅτε καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει καὶ ἐτυμπάνιζεν.

Ἔργον δὲ θρασὺν, καὶ προπετὲς εἶναι ἡγοῦμαι τὸ ἀποφήνασθαι τολμᾷν τὴν θείαν Γραφὴν ἡμαρτῆσθαι, καὶ τοσοῦτον περιέχειν σφάλμα, ὡς ἀντὶ ἀλλοφύλου ἀνδρὸς ἱερέα Θεοῦ παρενθεῖναι· μάλιστα ὅτε καὶ ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ πάντες τὸν Ἀχιμέλεχ περιέχουσιν. Οὐκοῦν ἀκόλουθον ἂν εἴη, ἀληθευούσης τῆς προγραφῆς, ἐπιζητεῖν πῶς καὶ πότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ Δαυῒδ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. Δοκεῖ δή μοι ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἑρμηνευτῶν λύσεις εὑρίσκεσθαι τοῦ ζητουμένου. Ὁ μὲν γὰρ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις τοῦτον ἡρμήνευσαν τὸν τρόπον· Τοῦ Δαυῒδ ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ, καὶ ἐξέβαλεν αὐτὸν, καὶ ἀπῆλθε. Μήποτε γὰρ διὰ τοὺς ἄρτους τῆς προθέσεως, οὓς λαβὼν παρὰ τοῦ Ἀβιμέλεχ, ἔφαγεν αὐτὸς καὶ τὰ παιδάρια τὰ μετ᾽ αὐτοῦ, ἠλλοιωκέναι λέγεται τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. Ἡγιασμένης γὰρ τροφῆς γευσάμενος, καὶ τῶν ἄρτων τῶν ἱερατικῶν, οἷς οὐκ ἐξῆν χρήσασθαι εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ.

Ὁ δὲ Σύμμαχος εἰπών· Τοῦ Δαυῒδ ὁπότε μετεμόρφωσε τὸν τρόπον τὸν ἑαυτοῦ ἔμπροσθεν Ἀβιμέλεχ, ἑτέραν διάνοιαν ὑποβέβληκε, τὸν τρόπον τοῦ Δαυῒδ ἠλλοιῶσθαι φήσας ἔμπροσθεν Ἀβιμέλεχ, διὰ τὸ, ἐρωτηθέντα τίς εἴη αὐτῷ ἡ αἰτία τῆς ὁδοῦ, ψεύσασθαι καὶ παραλογίσασθαι τὸν ἱερέα· ἀλλότριον γὰρ ἦν τοῦ τρόπου τοῦ Δαυῒδ τὸ ἀπάτῃ κεχρῆσθαι, ᾗ κατ᾽ ἐκεῖνον τὸν καιρὸν χρησάμενος, ἠλλοίωσε τὸν τρόπον αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐκ δὲ τῶν εἰρημένων καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν ἐφαρμόσεις τῇ κατὰ τὸν Ἀβιμέλεχ ἱστορίᾳ, φησάσῃ ἠλλοιωκέναι τὸν Δαυῒδ τὸ πρόσωπον ἑαυτοῦ ἐνώπιον Ἀβιμέλεχ, διὰ τὸ μὴ ἀπαγγεῖλαι αὐτῷ τὸν ἀληθῆ λόγον τῆς ἑαυτοῦ φυγῆς, παραλογίσασθαι δὲ καὶ ἕτερα ἀνθ᾽ ἑτέρων εἰπεῖν· ὡς καὶ τὴν ῥομφαίαν τοῦ Γολιὰθ παρ᾽ αὐτοῦ δέξασθαι, γενέσθαι τε αὐτῷ αἴτιον ἀπωλείας. Μαθὼν γὰρ μετὰ ταῦτα Σαοὺλ τὰ πεπραγμένα, πέμψας ἀνεῖλεν αὐτόν τε τὸν Ἀβιμέλεχ καὶ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου καὶ τὴν Νοβὰν τὴν πόλιν τῶν ἱερέων ἐπάταξε. Καὶ ταῦτα πάντα πέπρακται, διότι ἠλλοίωσε Δαυῒδ τὸν τρόπον αὐτοῦ ἢ τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ.

Ἡ τῶν Βασιλειῶν Γραφὴ Ἀχιμέλεχ περιέχει· ἐναλλαγῆς στοιχείου γενομένης, οὐδὲν δεῖ κινεῖσθαι· παρὰ γὰρ τὴν ὁμοιότητα τοῦ στοιχείου τοῦ βὴθ παρ᾽ Ἑβραίοις καλουμένου καὶ τοῦ χὰφ διαφόρως ἐξεδόθη τοὔνομα· σχεδὸν γὰρ ἓν καὶ ταυτόν ἐστι τὰ δύο στοιχεῖα, βραχυτάτης κεραίας μόνης ἐναλλαττούσης. Μέμνηται δὲ καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις τῆς προκειμένης κατὰ τοῦ Δαυῒδ ἱστορίας λέγων· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασε καὶ οἱ μετ᾽ αὐτοῦ· ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; Τοῦτο μὲν οὖν ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ εἴρηται. Ἐπεὶ δὲ ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ ἀναγέγραπται ὁ Σωτὴρ εἰρηκώς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε; τίς οὐκ ἂν ἀπορήσειε, πῶς ὁ Σωτὴρ ἐνταῦθα οὐ τοῦ Ἀβιμέλεχ, ἀλλὰ τοῦ Ἀβιάθαρ μέμνηται; Πρὸς ὃ εἴποι τις ἂν διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ, ὥστ᾽ εἶναι τὸν αὐτὸν τῷ Ἀβιάθαρ. Αὐτίκα γοῦν καὶ υἱὸς αὐτῷ Ἀβιάθαρ κεκλημένος ἐμφέρεται τῇ Γραφῇ τῶν Βασιλειῶν· ὃς, διαφυγὼν ἀπὸ τῶν ἀναιρεθέντων ἱερέων μόνος, τῷ Δαυῒδ συνῆν.

Ἄλλος δ᾽ ἂν εἴποι τοῦ μὲν Ἀβιμέλεχ τὴν ἱστορίαν ὡς ἱερέως μνημονεύειν· ἐνταῦθα δὲ τὸν Σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχάνειν κατ᾽ ἐκεῖνο καιροῦ φῆσαι. Εἰσῆλθε γὰρ, φησὶν, Δαυῒδ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. Καὶ φαίνεται ἡ τῶν ἱστοριῶν γραφὴ, τὸν Ἀχιμέλεχ καὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ ἀνῃρῆσθαι φήσασα ὑπὸ τοῦ Σαοὺλ, ἀρχιερέα ἀνῃρημένον οὐχ ἱστορήσασα. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν τοῦ ψαλμοῦ προγραφὴν εἰρήσθω.

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Εὐχαριστῶν ὁ Δαυῒδ ἐφ᾽ οἷς ἠξιώθη τροφῆς ἱερατικῆς, Οὐκ ἐπὶ τοῦ παρόντος, φησὶ, μόνον, ἀλλὰ καὶ διὰ πάσης τῆς ζωῆς χάριτας ὁμολογῶν καὶ εὐλογῶν αὐτὸν διατελέσω· οὐδὲ ἀπολειφθήσεταί ποτε τὸ στόμα μου τῆς εἰς αὐτὸν αἰνέσεως. Ἀντὶ γὰρ θυσίας καὶ ὁλοκαυτωμάτων πεπαίδευμαι τὴν διὰ χειλέων προσάγειν αὐτῷ θυσίαν.

Ἐπειδὴ γὰρ φεύγοντί μοι οὐδεὶς βοηθὸς πάρεστιν, οὐδέ τις καταφυγὴ, οὐδὲ ἀσφάλεια· μόνον δὲ τὸν Κύριον φυλακτήριον ἐπάγομαι τῆς ἐμαυτοῦ ψυχῆς, καὶ ἐπ᾽ αὐτῷ, ἀλλ᾽ οὐκ ἐπὶ ταῖς ἐμαῖς δικαιοπραγίαις ἡ ψυχή μου θαῤῥεῖ· εἰκότως, ἐπὶ τῷ Κυρίῳ καυχήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.

Ἐμὲ δὲ λαβόντες ὑπόδειγμα πάντες οἱ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς διὰ τὴν εἰς τὸν Θεὸν εὐλάβειαν, θαῤῥείτωσαν καὶ πληρούσθωσαν εὐφροσύνης, τὰ ἴσα μοι προσδοκήσαντες, καὶ αὐτὸν ἐλπίδα τὸν Κύριον θέμενοι. Ἐπεὶ δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου παρὰ τῷ Ἀβιμέλεχ λαβὼν ἀπῄει· Ἀλλ᾽ οὐδ᾽ ἐπὶ τούτῳ, φησὶ, καυχήσομαι, ἀλλ᾽ ἐπὶ τῷ Κυρίῳ, δι᾽ ὃν ταύτην ἐκτησάμην τὴν ῥομφαίαν· ὡς καὶ τὸν ἱερέα εἰπεῖν αὐτῷ· Ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ Φιλισταίου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾷ, καὶ αὐτὴ ἐνειλημμένη ἱματίῳ. Εἰ ταύτην λήψῃ, σαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ αὐτῆς. Ὥστε τούτων ἀκούσαντα τὸν Δαυῒδ εἰπεῖν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μεγάλην δόξαν ἔφερεν ἐκεῖνο τὸ δόρυ τῷ Δαυῒδ, παιδαρίῳ μὲν ὄντι, καὶ μηδὲ φέρειν ὅπλα πολεμικὰ ἐπισταμένῳ, πίστει δὲ τῇ εἰς Θεὸν καταγωνισαμένῳ τὸν Γολιὰθ, ὡς διὰ τοῦτο ἀντὶ ἀναθήματος τὴν ῥομφαίαν μόνην ἐκείνην ἀνακεῖσθαι ἐν τῷ ἱερῷ· ὃ δὴ καὶ ἐπεσημήνατο φήσας ὁ ἱερεύς· Καὶ οὐκ ἔστιν ἄλλη. Οὐδὲ γὰρ ἐξῆν ἐν τῇ σκηνῇ τοῦ Θεοῦ ὅπλα πολεμικὰ ἀποτίθεσθαι· μόνη δὲ ἐκείνη εἰς μνήμην τοῦ Δαυῒδ τῆς κατὰ τοῦ ἀλλοφύλου νίκης ἀνέκειτο, ὡσανεὶ εὐχαριστήριον ἀποκειμένη τῷ τὴν νίκην αὐτῷ δεδωρημένῳ τῷ Θεῷ.

Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Οἱ γὰρ δι᾽ ἔργων καὶ βίου τοῦ κατ᾽ ἀρετὴν τὴν ἐν ἑαυτοῖς εἰκόνα τοῦ Θεοῦ κοσμοῦντες, αὐτὸν δοξάζουσι καὶ ὑψοῦσιν. Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου. Ἐπεὶ τῷ, ἐξεζήτησα, τὸ, ἐπήκουσέ μου, ἀνταπεδόθη.

Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Πάλιν ἑαυτὸν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν, ὑπογραμμὸν παρέχει τῆς ἑτέρων διδασκαλίας. Πτωχὸν γὰρ ἑαυτὸν εἰπὼν διὰ τὴν τῆς ψυχῆς ἑαυτοῦ ταπείνωσιν καὶ μετριοσύνην, ὡς περὶ ἑτέρου περὶ ἑαυτοῦ διδάσκει λέγων· Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Ἀλλὰ μὴ ἐμὲ, φησὶ, μόνον τετυχηκέναι νομίζετε, τὸν νομιζόμενον μὲν εἶναι βασιλέα καὶ ἄρχοντα τοῦ παντὸς ἔθνους, τῇ δὲ ψυχῇ πτωχεύοντα διὰ τὸν τοῦ Θεοῦ φόβον· ἀκριβῶς δὲ γινώσκεται, ὅτι ὁ αὐτὸς Κύριος καὶ παρὼν τῶν ὁμοίως ἐμοὶ πτωχῶν, λέγω δὲ τῶν φοβουμένων αὐτὸν, εἰσακούσεται.

Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν· Ὁ διὰ τὸ τελείως καὶ ἀνελλιπῶς ἐλπίζειν ἐπὶ Θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. Οὐκ ἀπεικότως ἄν τις ἐφαρμόσειεν τῇ κατὰ τὸν Ἀκύλαν ἑρμηνείᾳ τὴν προκειμένην λέξιν· ἐπείπερ ἐν τῇ προγραφῇ κατὰ τὸν Ἀκύλαν ἐλέγετο· Τοῦ Δαυῒδ, ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. Ἐπεὶ τοίνυν αὐτὸς, τῶν ἄρτων τῆς προθέσεως μεταλαβὼν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ, εἶτ᾽ ἀπὸ τῆς γεύσεως ᾔσθετο δυνάμεως θείας χορηγηθείσης αὐτῷ· τούτου χάριν κατὰ τό· Ἀδόλως ἔλαβον, ἀφθόνως μεταδίδομαι, παρακαλεῖ καὶ ἑτέρους σπεύδειν ἐπὶ τὴν ὁμοίαν αὐτῷ γεῦσιν, εὔξασθαί τε τραφῆναι τῷ ἄρτῳ τῆς ζωῆς· οὗ σύμβολον καὶ εἰκὼν ἐτύγχανον οἱ διὰ Μωϋσέως νενομοθετημένοι ἄρτοι τῆς προθέσεως. Διόπερ ὁ Δαυῒδ, νοήσας τίνος ἦν εἰκὼν ὁ τῆς προθέσεως ἄρτος, οὐκ ἐπὶ τὸν σωματικὸν σπεύδειν προτρέπει, ἀλλ᾽ ἐπὶ τὸν δι᾽ αὐτοῦ νοούμενον.

Ἡμεῖς μὲν οὖν οἱ ἐπὶ γῆς ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος τοῦ ἄρτου καὶ τοῦ Λόγου κενώσαντος ἑαυτὸν καὶ σμικρύναντος μεταλαμβάνομεν· οἱ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν πλήρους αὐτοῦ καὶ τελείου μεταλαμβάνουσι, τρεφόμενοι αὐτοῦ τῇ θεότητι, καὶ τῶν τῆς σοφίας θεωρημάτων ἀπολαύοντες, ὧν καὶ ἡμᾶς καιρῷ ποτε μετασχεῖν ἐλπίζειν προσήκει, διὸ λέλεκται· Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν.

Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πάντα ταῦτα γνωμικῶς ὁ Δαυῒδ εἰς τὴν ἑτέρων ὠφέλειαν προφέρεται, αὐτὸς πρότερον ἀπολαύσας αὐτῶν, ὅτε, ἐκζητήσας τὸν Κύριον, ἐπηκόου αὑτοῦ τετύχηκε.

Παρακελεύεται τοίνυν τὸν φόβον τοῦ Κυρίου πρὸ ὀφθαλμῶν τίθεσθαι τοὺς ἁγίους αὐτοῦ· ὑπὸ γὰρ αὐτοῦ τοῦ φόβου ἅγιοι ἀνατελοῦνται· διὸ λέλεκται ἐν ἑτέρῳ ψαλμῷ· Ὁ φόβος Κυρίου ἁγνὸς, ἀντὶ τοῦ, ἁγνοποιός, Διὸ καὶ ὁ θεῖος νόμος φησίν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος. Καὶ σημεῖον τοῦ φοβεῖσθαι τὸν Κύριον τοῦτ᾽ ἂν γένοιτο, τὸ καθαρεύειν μὲν πάσης ῥυπαρίας καὶ αἰσχρᾶς πράξεως, φυλάττειν δὲ αὑτοὺς ἁγίους καὶ σώματι καὶ πνεύματι. Τοῖς δὲ τὸν Κύριον φοβουμένοις, καὶ διὰ τὸν αὐτοῦ φόβον ἡγιασμένοις, οὐδὲν ἂν δεήσῃ ὡς ἂν μέγαν πλοῦτον καὶ θησαυρὸν ἀγαθὸν ἐν αὐτῷ τῷ φόβῳ Κυρίου εὑρηκόσιν.

ΤΟΥ ΔΑΥΙΔ ΛΔʹ· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ· καὶ ἀνάστηθι εἰς βοήθειάν μοι. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με. Ἐπεὶ καὶ ἐν τῷ Ἰεζεκιὴλ πολλὰ περὶ ῥομφαίας εἴρηται· Ῥομφαία γὰρ, φησὶ, ῥομφαία, ἐξεγέρθητι, καὶ φάγε αἷμα τραυματιῶν· καὶ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι, καὶ ἀποστελῶ ῥομφαίαν ἐπ᾽ αὐτήν· πάντα δὲ ταῦτα κατὰ τῆς ἐν ἀνθρώποις κακίας ἐπαφίησιν, ὡς ἀγαθὸς, πρὸς ὠφέλειαν τῶν ὑπ᾽ αὐτῆς κεκρατημένων· ἐπεὶ καὶ πολέμων σώζει, ὥσπερ ἰατρὸς, τέμνων καὶ καίων τὰ πεπονθότα τοῦ σώματος πρὸς θεραπείαν παντός· τούτοις ἐπιφέρει λέγων ἑξῆς· Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι· πιστεύων καὶ ἀκριβῶς πεπεισμένος, ὅτι τὸ λεγόμενον ὑπὸ τοῦ Θεοῦ οὐκ ἀργῶς πρόεισιν, ἀλλ᾽ εἰς ἔργον ἐκβαίνει πάντως τὸ λεγόμενον. Καὶ ἐν τούτῳ δὲ τὴν μὲν ἑαυτοῦ ἠρνεῖτο σωτηρίαν, καὶ τὴν ἑαυτοῦ παρῃτεῖτο ζωὴν, τὴν δὲ τοῦ Κυρίου σωτηρίαν τῇ ἑαυτοῦ ψυχῇ χαρισθῆναι ηὔχετο, ὅπως καὶ αὐτὸς ἔχοι λέγειν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ σωτηρία ἡμῶν· τοῦτο γοῦν αὐτὸ σημαίνει καὶ ἡ τοῦ Ἰησοῦ ὀνόματος ἑρμηνεία.

Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Τούτου γὰρ, φησὶ, Κύριε, ὑπὸ σοῦ γενομένου, καὶ ἐπακούσαντός μου τῆς εὐχῆς, αἰσχυνθήσονται καὶ ἐντραπήσονται ὡς μάτην ἐπιχειρήσαντες· διὸ καὶ ἀπέτυχον τοῦ σπουδαζομένου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Οὐκέτι γὰρ στήσονται πρὸ προσώπου μου· νῶτα δὲ δόντες παραχωρήσουσί μοι τὰ νικητήρια. Φεύγοντας δὲ αὐτοὺς καὶ εἰς τὰ ὀπίσω χωροῦντας διασκορπισμὸς λήψεται. Γενηθήτωσαν γὰρ ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτοὺς, μηδὲ συναχθῆναι, μηδὲ παλινδρομῆσαι συγχωρῶν, ὁ δ᾽ αὐτὸς ἐπιμενέτω ἐκθλίβων αὐτοὺς, τουτέστι κολάζων. Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ᾽ ὃν τὴν πορείαν ἐποιήσαντο.

Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐξέδωκεν οὕτως· Ὅτι ἀναιτίως κατέκρυψάν μοι διαφθορὰν δικτύων αὐτῶν, Μηδὲν γὰρ ὑπ᾽ ἐμοῦ προπεπονθότες δωρεὰν καὶ ἀναιτίως ἐπεβούλευόν μοι κρύπτοντες παγίδα, δι᾽ ἧς ἐμοὶ διαφθορὰν κατεσκεύαζον. Εἰ καὶ τὰ μάλιστα γὰρ ἐδόκουν δι᾽ ἀνθρώπων με πολεμεῖν, ἤτοι διὰ τοῦ Σαοὺλ, ἢ καὶ δι᾽ ἑτέρων, ἀλλ᾽ οὐκ ἠγνόουν ἐγὼ τῆς τοῦ Σαοὺλ ζηλοτυπίας τοὺς αἰτίους καὶ τῶν λοιπῶν ἐχθρῶν τοὺς ὑποβολεῖς. Ἄλλοι γὰρ ἦσαν οἱ τὰς ἑαυτῶν παγίδας κρύπτοντες καὶ τὴν ψυχήν μου διαφθεῖραι πειρώμενοι, οἳ καὶ μάτην ὠνείδισαν τὴν ψυχήν μου· ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐξέδωκεν· Ἀναιτίως ὑπώρυξαν τὴν ψυχήν μου. Πάντα γὰρ ἔπραττον, ἐκστῆσαι βουλόμενοι αὐτοῦ τὴν ψυχὴν τῆς ἐνυπαρχούσης αὐτῇ πραότητος καὶ ἀνεξικακίας, καὶ ὅπως, πληρωθεὶς θυμοῦ καὶ ὀργῆς, ἐπὶ τὴν ἄμυναν ἔλθοι, καὶ δράσῃ τι κακὸν τὸν Σαούλ. Ταῦτα μὲν οὖν περὶ τῶν πολλῶν ἐχθρῶν· περὶ δὲ τοῦ ἐν αὐτοῖς κορυφαίου ἐπιλέγει· Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Ταῦτα δὲ ὥσπερ ἐν εὐχῇ τῷ Δαυῒδ εἰρημένα μελλόντων ἦν προαγορευτικὰ, καὶ συμβησομένων προφητικά.

Οὕτω γοῦν καὶ ἀνωτέρω προφητικῶς ἐλέγετο· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν, ἀντὶ τοῦ, Αἰσχυνθήσονται καὶ ἐντραπήσονται· καὶ πάλιν· Ἀποστραφήτωσαν καὶ καταισχυνθήτωσαν, καὶ γενηθήτωσαν ὡς χοῦς, ἀντὶ τοῦ· Ἀποστραφήσονται καὶ αἰσχυνθήσονται καὶ γενήσονται ὡς χοῦς. Τὰ γὰρ μέλλονται συμβήσεσθαι τοῖς ἐχθροῖς αὐτοῦ προηγόρευεν.

Καὶ ὁ μὲν γὰρ ἡγήσεται περὶ τοῦ Σαοὺλ εἰρῆσθαι τὴν προκειμένην ῥῆσιν· ἐπεὶ καὶ πέπονθεν οὐκ εἰς μακρὰν ταῦτα· ἡμεῖς δὲ, μεμνημένοι τῶν προλελεγμένων εἰς τὴν ἀρχὴν τοῦ ψαλμοῦ, καὶ ταῦτα εἰς ἕνα τινὰ τῶν νοητῶν ἐχθρῶν τὸν ὡς ἐν κακίᾳ δυνατώτερον, δηλαδὴ τὸν διάβολον, ἐκληψόμεθα.

Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ὀστᾶ ψυχῆς αἱ διανοητικαὶ αὐτῆς δυνάμεις ὡς ἔμπροσθεν εἴρηται· φωτιζόμεναι δὲ αὗται ἐκ τῆς αὐτοῦ παρουσίας, φήσουσι· Κύριε, τίς ὅμοιός σοι; Εἰ μὴ γὰρ σὺ παρῇς τῷ πτωχῷ, καὶ κατηξίωσας αὐτὸν τῆς παρὰ σοῦ βοηθείας, τίς ἂν καὶ πόσος μόνος αὐτὸς συγκρινόμενος τοῖς τοσούτοις καὶ τηλικούτοις αὐτοῦ ἐχθροῖς; Νοήσεις δὲ καὶ ἀπὸ ψιλῆς τῆς ἱστορίας τὸν λόγον, ἐν νῷ λαβὼν, ὡς φεύγων ὁ Δαυῒδ εἰς τοσαύτην ἤλαυνε πτωχείαν, ὥστε ἄρτων καὶ τῆς ἀναγκαίας τροφῆς δεηθῆναι, εἰς ἀνάγκην τε ἐλθεῖν τοῦ τολμῆσαι τῶν ἄρτων τῆς προθέσεως μεταλαβεῖν.

Οὐ γὰρ τρυφῶν ἐπὶ τοῦτ᾽ ἤρχετο, οὐδ᾽ ἐπαιρόμενος δικαιοσύνῃ, οὐδ᾽ ἄλλως καταφρονῶν τοῦ νόμου, ἀλλ᾽ ἐκ πολλῆς ἀσιτίας. Διό φησιν ὁ Σωτήρ· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασε; Καὶ αὐτὸς μὲν ἦν πτωχὸς σὺν ὀλίγοις φεύγων· οἱ δ᾽ ἐλαύνοντες αὐτὸν δυνατοί· βασιλεὺς γὰρ ἦν τοῦ παντὸς ἔθνους Σαοὺλ, παὶ οἱ μετ᾽ αὐτοῦ ἄρχοντες· οἵ τε τῶν ἀλλοφύλων πολεμίων καθηγεμόνες στερεώτεροι ὄντες τοῦ Δαυΐδ, ὧν τὰς χεῖρας διαδιδράσκων, οὐκ ἠγνόει τὸν αὐτοῦ βοηθόν. Καὶ ταῦτα μὲν πρὸς τὴν ἱστορίαν· εἰ δὲ τοὺς ἀφανεῖς καὶ ἀοράτους ἐχθροὺς τῆς τοῦ δικαίου ψυχῆς νοήσειας, ὄψει, ὡς οὐδ᾽ ἄλλου βοηθοῦ δεόμεθα καὶ Σωτῆρος ἢ τοῦ Χριστοῦ αὐτοῦ ἐν τῇ παρατάξει τῇ πρὸς τοὺς νοητοὺς πολεμίους, τοὺς τὴν ψυχὴν αὐτοῦ διαρπάζειν ἀεὶ πειρωμένους. Ἐπιστήσεις δὲ εἰ ἕτερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα, καὶ πότερον τῇ ὑποστάσει, ἢ τῇ ἐπινοίᾳ τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν εἶναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι οὗ εἶχε πλούτου, καὶ πένητα τῷ μετὰ πόνον περιποιεῖν τὰ πρὸς τὸ διαζῇν.

Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Οἱ μὴ δικαιοσύνης, ἀλλ᾽ ἀδικίας μάρτυρες, διαναστάντες καὶ διεγείραντες αὐτοὺς, σοφιστικῶς ἐπερωτῶσιν ἃ οὐ γινώσκω. Οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται. Μαρτύριον δέ· Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. Καὶ ἐνταῦθα γὰρ τὸ οὐ γνώσεται, οὐ πεποίηται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν· ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν. Διάκρισιν γὰρ ἔχων πονηροῦ καὶ ἀγαθοῦ, τἄλλα πάντα ἀποστραφεὶς ῥήματα, ἐπιτηρεῖν τὴν ἐντολὴν ἦλθεν. Ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· Πεῖραν οὐκ ἔχοντα οὐδὲ γνῶσιν ἢ ἔννοιαν τῶν κακῶν, διερεθίζοντές με ἐπερώτων με περὶ αὐτῶν, ὥσπερ ἡ Αἰγυπτία τὸν Ἰωσὴφ, καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν.

Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Ἐμοῦ φιλοτιμουμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ὅσον δὲ ἐπ᾽ αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. Εἰ γοῦν, πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσι τοιοῦτος ἐγεγόνειν οἷον ἤθελόν με ποιῆσαι, ἠτεκνώθη ἂν ἡ ψυχή μου, μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. Εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ὄντως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασι περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γενομένους διὰ μαθητείας. Ἀντὶ δὲ τοῦ, ἀτεκνίαν τῇ ψυχῇ μου, Ἀνεστραμμένα κατὰ τῆς ψυχῆς μου, ὁ Σύμμαχος ἐξέδωκεν.

Ἐπειδὴ τὰ προκείμενα συνῆπται τοῖς ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ προλελεγμένοις· ἐκεῖνα δὲ τῆς ἱστορίας ἐμνημόνευε τῆς κατὰ τὸν Ἀβιμέλεχ, ἐφ᾽ οὗ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, κατὰ τὰ ἀποδεδομένα· τάχα που δύναται καὶ τὰ μετὰ χεῖρας ἐπ᾽ ἐκεῖνα ἀναφέρεσθαι.

Μαθὼν γὰρ ὁ Σαοὺλ παρὰ Δωὴκ, ὡς ἀφῖκται Δαυῒδ πρὸς Ἀβιμέλεχ, ἄρτους τε εἰληφὼς διασέσωσται, πάντας ἀνεῖλε τοὺς ἱερεῖς τοῦ Κυρίου, αὐτόν τε τὸν Ἀβιμέλεχ παγγενεί. Δύναται οὖν ταῦτα ὁ Δαυῒδ εἰς πρόσωπον τοῦ Σαοὺλ εἰρηκέναι, ὡς καὶ πάντα τὸν ψαλμὸν εἰς ἐκεῖνον ἀναφέρεσθαι τὸν καιρὸν, καθ᾽ ὃν Δωὴκ ἐψευδομαρτύρησε τοῦ Ἀβιμέλεχ παρὰ τοῦ Σαούλ· καὶ τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὰ πάθη τῶν ἱερέων ὑπογράφον, τὰ προκείμενα ἀνεφώνει λέγων· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, καὶ τὰ ἑξῆς.

Τὰ δὲ μονοτρόπως εἰρημένα περὶ ἑνός τινος ἐν τῷ, Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, δύναται τῷ Δωὴκ ἐφαρμόζειν. Καὶ τὸ, Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, ἐκ προσώπου λεχθείη ἂν τοῦ Ἀβιμέλεχ. Καὶ ταῦτα δὲ εἰκὸς εἰρηκέναι τὸν Δαυΐδ· αὐτοῦ γὰρ ἐπιγέγραπται ὁ ψαλμὸς, ἀποστολικῇ διαθέσει λέξοντος ἄν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ, Παθόντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη. Καὶ ἄλλος δὲ παρὰ ταῦτα μάρτυρας μὲν ἀδίκους εἴποι ἄν τις πάντας τοὺς ἐνδιαβάλλοντας τὸν Δαυῒδ παρὰ τοῦ Σαούλ· τότε μὲν γὰρ οἱ Ζιφαῖοι ἔλεγον ἐλθόντες· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ᾽ ἡμῖν, καὶ ἄλλοτε ἄλλους εἰκὸς, κεχαρισμένα τῷ βασιλεῖ πράττοντας, πολλὰ κατ᾽ αὐτοῦ ψευδομαρτυρεῖν, καὶ ἃ μὴ ἐγίνωσκεν μηδὲ διενοεῖτο, ταῦτα κατ᾽ αὐτοῦ λέγειν.

Τὸ δ᾽, Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, δύναται εἰς αὐτὸν ἀναφέρεσθαι. Ἐπειδὴ πολλάκις εὖ παθὼν ὑπὸ τοῦ Δαυῒδ ὁ Σαοὺλ, τοῖς ἐναντίοις αὐτὸν ἠμείβετο, δεινὰ κατὰ τῆς ψυχῆς αὐτοῦ μηχανώμενος, καὶ ἀτεκνίαν ἐμποιῶν τῇ ψυχῇ αὐτοῦ.

Ἀτεκνία δὲ ψυχῆς ἐστιν, ὅταν τὰ ἑαυτῆς σπέρματα, ἃ καταβάλλεται δι᾽ εὐποιιῶν εἰς ἑτέρους, ἢ καὶ διὰ διδασκαλίας μὴ φέρει καρπόν. Οὕτω γοῦν, πολλὰ γεννῶντος ἀγαθὰ τοῦ Δαυῒδ εἰς τὸν Σαοὺλ, ἀτεκνίαν αὐτῷ ὁ Σαοὺλ εἰργάζετο, μὴ ἀξίους προφέρων καρποὺς τῶν εἰς αὐτὸν ἐσπαρμένων.

Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Πρὸς τοῖς ἀποδοθεῖσιν ἐπίσκεψαι, μήποτε τὰ προκείμενα ἐφαρμόζειν δύναται τῷ προσώπῳ τοῦ Σωτῆρος ἡμῶν, προφητικῶς ἐξ αὐτοῦ τεθεσπισμένα.

Ὅρα δ᾽ οὖν εἰ μὴ καὶ οὕτως ἐξομαλίζεται ἡ διάνοια κατ᾽ οὐδένα τρόπον ἐμποδιζομένη. Ἔστω γὰρ ὁ Σωτὴρ ἡμῶν λέγων κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν ἑαυτοῦ Πατέρα τὴν ἀρχὴν τοῦ ψαλμοῦ ἕως, Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν διωκόντων με· καὶ ἐν εἰκοστῷ δὲ καὶ πρώτῳ ψαλμῷ, σαφῶς ὑπ᾽ αὐτοῦ λεγομένῳ, εἴρηται· Εἰς τὴν βοήθειάν μου πρόσχες· ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τῇ προσευχῇ σχολάζων ἱστορεῖται. Ναὶ μὴν καὶ δι᾽ ἔργων ἐπλήρου τὰ ἀναγεγραμμένα μετὰ τὴν κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων τόλμαν.

Ῥομφαία γὰρ στρατιωτικὴ καὶ πόλεμος Ῥωμαϊκὸς οὐκ εἰς μακρὰν μετῆλθεν αὐτοὺς, οὐκ ἄνευ τῆς τοῦ Θεοῦ κρίσεως. Θεὸς γὰρ ἦν ὁ πολεμῶν αὐτοὺς διὰ τοῦ τῶν πολεμίων στρατοῦ. Τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ διὰ παραβολῆς παρίστησι τοῖς παρῃτημένοις τὴν κλῆσιν τοῦ γάμου, καὶ τοὺς κλήτορας φονεύσασι· πέμψαι φήσας τὸν βασιλέα τὰ στρατιωτικὰ αὐτοῦ καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι. Οὕτω τοίνυν καὶ τὰ μετὰ χεῖρας ἐπληροῦτο. Ἐπειδὴ γὰρ αὐτοὶ ἠδίκουν τὸν Υἱὸν τοῦ Θεοῦ, ἐδικάσθησαν, ἐκδικουμένου τοῦ αἵματος αὐτοῦ. Καὶ ἐπειδὴ πολεμίους αὐτοὺς κατέστησαν τοῦ Χριστοῦ, ἐπολεμήθησαν ὑπὸ τοῦ Θεοῦ μετελθόντος ὅπλῳ καὶ θυρεῷ καὶ ῥομφαίᾳ. Οὐ γὰρ ἀφανῶς αὐτοὺς ἡ θεία μετῄει δίκη, ἀλλὰ διὰ τῶν ἐν ἀνθρώποις πολεμίων. Θαυμάσαι δ᾽ ἔστιν ὅπως εἴρηται τό· Ἔκχεον ῥομφαίαν· οὐκέτι γὰρ κατὰ τὸ παλαιὸν μερικῶς αὐτοὺς ὁ πόλεμος μετῄει· ἀλλ᾽ ἐξεχύθη κατ᾽ αὐτῶν πολεμικὴ ῥομφαία· διὸ λέλεκται· Ἔφθασε δ᾽ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος· καὶ ἀλλαχοῦ· Ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου. Τίς δὲ, διελθὼν τὰς Φλαυΐου Ἰωσήππου Ἱστορίας, μαθών τε ἐξ αὐτῶν ὅπως, ἐν συγκλεισμῷ ἀποληφθέντες, λιμῷ καὶ στάσει διεφθάρησαν, οὐ θαυμάσει τὴν ἐνταῦθα λέγουσαν φωνήν· Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με;

Ἑξῆς δὲ τούτοις μόνῳ τῷ Σωτῆρι πρέπει ἂν λέγειν τῷ ἑαυτοῦ Πατρὶ κατὰ τὸ ἀνθρώπινον· Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγὼ, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. Καὶ ταῦτα δὲ ἐπληροῦτο, ὅτε τῆς μὲν ἑαυτῶν μητροπόλεως ἠλαύνοντο, διεσκορπίζοντο δὲ εἰς πάντα τὰ ἔθνη. Εἶτα λέλεκται· Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα.

Ὁδὸς δὲ αὐτῶν ἣν ὥδευον πάλαι ἡ σωματικὴ ἐτύγχανε λατρεία, ἥτις αὐτοῖς γέγονε σκότος καὶ ὀλίσθημα· ἀλλὰ καὶ, Ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ταῦτα μὲν οὖν τἀπίχειρα ὧν κατ᾽ αὐτοῦ τετολμήκασιν. Ἀκούσῃ δὲ τῶν εἰρημένων, οὐχ ὡς τοῦ Σωτῆρος κατευχομένου τῶν ἑαυτοῦ ἐχθρῶν τοῦ τοῖς ἑαυτοῦ μαθηταῖς παρηγγελκότος, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἀδικούντων αὐτούς· ἀλλὰ γὰρ τούτων ἄκουε ὡς προφητικῶς εἰρημένων, καὶ τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι προαναφωνούντων.

Ταῦτα δὲ αὐτοῖς ἔσεσθαι θεσπίζει διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Καὶ ταῦτα μὲν περὶ τοῦ πλήθους τῶν κατ᾽ αὐτοῦ συνελθόντων· τὰ δὲ ἑξῆς οὐκέτι περὶ πολλῶν, περὶ δ᾽ ἑνὸς λελεγμένα, δύναται προσαγορεύεσθαι περὶ τοῦ Ἰούδα, ὃς, κρύπτων τὴν κατ᾽ αὐτοῦ συσκευὴν, φιλίαν τε καθυποκρινόμενος, φιλήματι παρεδίδου τὸν Διδάσκαλον. Διὸ περὶ αὐτοῦ λέγοι ἂν τὸ, Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Καὶ ταῦτα μὲν περὶ τούτων.

Εὖ δὲ εἰδὼς εἰς οἷον ἀγαθὸν τέλος ἡ κατ᾽ αὐτοῦ παραστήσεται ἐπιβουλὴ, καὶ τοῦτο παρίστησι λέγων· Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἐν μὲν οὖν τῷ καʹ ψαλμῷ, σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος λελεγμένῳ, εἴρητο· Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· τοῦ λόγου σημαίνοντος τῶν ἀποστόλων αὐτοῦ τὸν διασκορπισμὸν καὶ τὴν φυγὴν, ἣν ὑπέμειναν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὅτε ἐπληροῦτο τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Ὀστᾶ γὰρ ἦσαν τοῦ σώματος αὐτοῦ οἱ πρῶτοι αὐτοῦ μαθηταὶ, οἳ τότε μὲν διεσκορπίσθησαν σκανδαλισθέντες ἐπ᾽ αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸς ἐδήλου λέγων· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Μετὰ δὲ τὴν ἀνάστασιν, θεασάμενοι αὐτὸν, ἐπληρώθησαν χαρᾶς καὶ ἀγαλλιάσεως.

Καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ περὶ τῶν αὐτῶν λέλεκται· Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Σφόδρα δὲ κατάλληλα τῷ τοῦ Σωτῆρος ἡμῶν προσώπῳ καὶ τὰ τούτοις συνημμένα τυγχάνει, δι᾽ ὧν εἴρηται· Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.

Τούτοις ὅμοια καὶ ἐν ρηʹ ψαλμῷ εὑρήσεις ἐν οἷς εἴρηται· Καὶ ἐπολέμησάν με δωρεάν· ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀτεκνίαν δὲ αὐτῷ εἰργάσαντο πάντα πράττοντι ἐπὶ τὸ συναγαγεῖν αὐτοὺς καὶ ἀναγεννῆσαι ἑαυτῷ ὃ δὴ καὶ ἐδήλου λέγων· Ποσάκις ἐθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Οὕτω γοῦν ἀνταπεδίδοσαν αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ αὐτοῦ.

Ἀλλὰ γὰρ ἐν τούτοις ταῦτα θεσπίσας, διὰ τῶν ἑξῆς τὸ αὑτοῦ φιλάνθρωπον καὶ ἀνεξίκακον παρίστησι λέγων· Ἐγὼ δ᾽ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκῳ. Ἀντὶ δὲ τοῦ, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, σφόδρα θαυμαστῶς ὁ μὲν Ἀκύλας φησί· Καὶ ἐγὼ ἐν ἀῤῥωστίᾳ αὐτῶν ἔνδυσίς μου σάκκος· ὁ δὲ Σύμμαχος· Ἐμοῦ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν τὸ ἔνδυμα σάκκος· καὶ ὁ Θεοδοτίων δὲ καὶ ἡ πέμπτη ἔκδοσις· Ἐγὼ δὲ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, εἰρήκασιν. Ἐπεὶ γὰρ τοῖς ἐκείνων κακοῖς καὶ ταῖς ἀῤῥωστίαις τῆς αὐτῶν ψυχῆς συμπάσχων ὁ Σωτὴρ πένθους καὶ ὀδυρμῶν σύμβολα ποιεῖ, σάκκον περιβαλλόμενος ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. Διὸ καὶ ἐδίδασκε λέγων· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα γὰρ ὑπερβολῇ φιλανθρωπίας ὑπέμεινεν ὑπερπάσχων καὶ ὑπεραλγῶν, οἷα πατὴρ ἐφ᾽ υἱοὺς ἀπολλυμένους. Διὸ ἔλεγεν ἐν προφήταις περὶ αὐτοῦ· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ πάλιν· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ αὖθις· Αὐτὸς δ᾽ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Διὸ καὶ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν καὶ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, ἐκείνους θεωρῶν ὁ Σωτὴρ τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχάτην ἀπώλειαν, ὑπὲρ αὐτῶν ἐνεδύετο σάκκον, καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ.

Οἱ δὲ τοιαῦτα ἔπραττον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παραπέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρός· ἀλλ᾽ ὥσπερ ἀντικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσεβείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν· διὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ μεταβάλλειν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσευχὴ τοῦ Σωτῆρος, ἀκωλύτως καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει. Καὶ ταῦτα δέ μοι πᾶσαν ψηλαφῶντι διάνοιαν, εἰς τοὺς τόπους ἀναγκαίως τεθεωρήσθω.

Καὶ κατ᾽ ἐμοῦ ηὐφράνθησαν, καὶ συνήχθησαν· συνήχθησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ταῦτα ἐκληπτέον διχῶς, ὡς καὶ ἤδη ἔφαμεν. Ἢ γὰρ ὁ Δαυῒδ ταῦτα περὶ ἑαυτοῦ διεξῄει ὑπὸ τοῦ Σαοὺλ διωκόμενος· ἢ περὶ τοῦ Σωτῆρος προφητικῶς ὑπὸ τοῦ ἁγίου Πνεύματος λέγεται. Ἀντὶ δὲ τοῦ· Κατ᾽ ἐμοῦ ηὐφράνθησαν, ὁ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει φησί· Καὶ ἐν σκασμῷ μου ηὐφράνθησαν, καὶ συνελέγησαν· ὁ δὲ Σύμμαχος· Σκάζοντος δέ μου ηὐφραίνοντο καὶ ἠθροίζοντο· ἡ δὲ πέμπτη ἔκδοσις· Καὶ ἐν τῇ ἀσθενείᾳ μου ηὐφράνθησαν. Δι᾽ ὧν ἡγοῦμαι δηλοῦσθαι τὸν καιρὸν τοῦ πάθους, ἐν ᾧ κατὰ τὸν Ἀπόστολον, ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Ὑπέμεινε δὲ καὶ σκασμὸν δι᾽ ἡμᾶς, ἑκὼν ὑπομείνας τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν.

Αὐτὸς γὰρ ἑαυτὸν ἀσθενῆ πεποίηκεν, οὐ νικηθεὶς ὑφ᾽ ἑτέρου, ἀλλ᾽ ὑπερβαλλούσῃ δυνάμει κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν, ἐπικρύψας τε καὶ ταπεινώσας ἑαυτὸν καὶ ἀσθενῆ ποιήσας μέχρι θανάτου. Ἐν τοίνυν τῷ σκασμῷ καὶ ἀσθενείᾳ συνήχθησαν· ἀλλὰ καὶ μάστιγας αὐτῷ ἐπιτεθείκασι· ὃ δὴ καὶ ἐν ἑτέρῳ ἐδήλου προφήτῃ φάσκοντι ἐξ αὐτοῦ προσώπου· Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν. Ὁ δὲ Σύμμαχός φησι· Καὶ ἀποῤῥήσσοντες οὐκ ἠρέμουν. Οὐκ ἔγνων δὲ, φησὶ, τὴν αἰτίαν δι᾽ ἣν ἐμάστιζον· οὐ γὰρ εἶχόν τινα εὔλογον πρόφασιν ὧν ἐπετίθεσάν μοι πληγῶν. Ἀντὶ δὲ τοῦ· Ἐπείρασάν με μυκτηρισμῷ, ὁ Σύμμαχός φησιν· Ἐν ὑποκρίσει φθέγμασι πεπλασμένοις, ἔπριον κατ᾽ ἐμοῦ ὀδόντας αὐτῶν. Πολλὰ δ᾽ ἂν εὕροις ἐν τοῖς Εὐαγγελίοις τούτων παραστατικά· καὶ ὡς προσῄεσαν πειράζοντες αὐτὸν οἱ Φαρισαῖοι, ἄλλοτε δὲ ἐμυκτήριζον, καὶ ὡς ἔβρυχον κατ᾽ αὐτοῦ τοὺς ὀδόντας αὐτῶν διαπριόμενοι ἐπὶ τῷ πλήθει τῶν μαθητευομένων αὐτῷ.

Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. Ἀντὶ τοῦ· Πότε ἐπόψῃ; συμφώνως οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Κύριε, πόσα ὄψῃ; εἰρήκασιν. Ἀποθαυμάζει ὁ Σωτὴρ τοῦ Πατρὸς τὴν μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀνοχήν.

Διό φησι· Πόσα ὄψῃ; Εἶτα παρακαλεῖ λέγων· Ἀποκατάστησον τὴν ψυχήν μου. Ὅμοιον δ᾽ ἂν εἴη τοῦτο τῷ· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἑξῆς παρακαλεῖ ῥυσθῆναι τὴν μονογενῆ αὐτοῦ ἀπὸ λεόντων.

Συγγενὴς δὲ ὢν τῷ μετὰ χεῖρας ψαλμῷ καὶ ὁ καὶ, κατὰ τὰ ἤδη πρότερον ἀποδεδειγμένα, τὰ ὅμοια τούτοις περιέχων, φάσκων· Σῶσόν με ἐκ στόματος λέοντος καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Κἀκεῖ γὰρ μονογενοῦς ἐμνημόνευσε καὶ κυνὸς καὶ λέοντος· οὐ μόνον, ἀλλὰ καὶ μονοκερώτων, λέγων· Καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· δι᾽ ὧν σημαίνειν αὐτὸν ἡγοῦμαι τὰς ἀντικειμένας δυνάμεις, τὰς κατὰ τὸν καιρὸν τοῦ πάθους τῇ μονογενεῖ αὐτοῦ ψυχῇ ἐπιβεβουλευκυίας. Ἀντὶ δὲ τοῦ, τὴν μονογενῆ μου· ὁ μὲν Ἀκύλας, τὴν μοναχήν μου· ὁ δὲ Σύμμαχος, τὴν μονότητά μου, ἡρμήνευσεν. Εἰ δὲ ὁ Δαυῒδ ταῦτα λέγει, οὐδὲ χαλεπὸν καὶ εἰς αὐτὸν τὰ τῆς διανοίας ἐφαρμόσαι.

Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ. Καὶ ὁ καʹ ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν λελεγμένος, μετὰ τὰς προφητείας τὰς περὶ τοῦ πάθους αὐτοῦ, τῆς Ἐκκλησίας αὐτοῦ ἐμέμνητο δι᾽ ὧν ἔφη· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ταῦτα δὲ ἐκεῖ ἐλέγετο μετὰ τό· Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Συνῆπτο γοῦν τούτοις τό· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἐν τοῖς προκειμένοις παραπλησίως προειπών· Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου, ἐπιλέγει· Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Ἀντὶ δὲ τοῦ, βαρεῖ, ὁ Ἀκύλας ἐξέδωκεν ὀστεΐνῳ, τουτέστιν, ἰσχυρῷ, ἐπεὶ τοῦ παντὸς σώματος τὰ δυνατώτατα καὶ ἰσχυρότατα ὀστᾶ τυγχάνει.

Βαρὺς οὖν ὁ ἐπὶ τὴν πέτραν τεθεμελιωμένος, ὁ ἀσάλευτος καὶ ἀῤῥαγής. Τῷ τοίνυν Πατρὶ ἐξομολογεῖται, εὐχαριστῶν ἐπὶ τῇ Ἐκκλησίᾳ αὐτοῦ τῇ πολλῇ. Πολλὴ γὰρ ὡς ἀληθῶς αὕτη ἡ Ἐκκλησία· ἣν ἐν τῷ εἰκοστῷ πρώτῳ μεγάλην ὠνόμασεν εἰπών· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. Ὁ μὲν οὖν Πατὴρ ἔπαινον τῷ Υἱῷ κατεργάζεται ἐν Ἐκκλησίᾳ μεγάλῃ· ὁ δὲ Υἱὸς ἐξομολογεῖται τῷ Πατρὶ ἐν Ἐκκλησίᾳ πολλῇ, τῇ καθ᾽ ὅλης τῆς Ἐκκλησίας ἱδρυμένῃ.

Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ᾽ ὀργῇ δόλους διελογίζοντο. Καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν· εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἰ μὴ τὰ τέλη αἴσια τὰ μετὰ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἑωρᾶτο, τάχα που χώραν εἶχον καταχαρῆναι αὐτοῦ οἱ τὴν κατ᾽ αὐτοῦ συσκευὴν μεμηχανημένοι, ὡς ἀφανισθέντος καὶ μηδὲν δεδυνημένου· ἐπεὶ δὲ ἡ Ἐκκλησία αὐτοῦ ἡ πολλὴ καὶ μεγάλη διαλάμπει καθ᾽ ὅλης τῆς οἰκουμένης· αὐτός τε εἰσέτι καὶ νῦν ἐν μέσῳ ἑστὼς συγκροτεῖ τὸν βαρὺν καὶ δυνατὸν αὑτοῦ λαὸν, καὶ ἐξομολογεῖται δι᾽ αὐτῶν τῷ ἑαυτοῦ Πατρί· Ὅπου γὰρ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν· εἰκότως οἱ ἐπιχαιρεσίκακοι, αἰσχύνην καταχεάμενοι, ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Τί γὰρ καὶ ἄξιον ἔχθρας παθόντες τὸ πρὸς αὐτὸν ἤραντο μῖσος; διόπερ ὁ Ἀκύλας, ἀναιτίως, ἡρμήνευσε. Διένευον δὲ ὀφθαλμοῖς χλευάζοντες αὐτὸν, καὶ διασύροντες τὰ τῆς σοφίας μου παιδεύματα. Εἶτα, Ἐμοὶ μὲν, φησὶν, εἰρηνικὰ ἐλάλουν, ἐν δὲ τῇ καρδίᾳ αὐτῶν δόλους καὶ ὀργὴν διελογίζοντο.

Ἐπληροῦτο δὲ καὶ ταῦτα, ὅτε λαβὰς θηρώμενοι ἔλεγον πρὸς αὐτὸν οἱ Φαρισαῖοι· Διδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐπ᾽ ἀληθείας διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον· εἰπὲ οὖν ἡμῖν· Ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Ταύτας γὰρ δολίως προέφερον τὰς φωνάς· διὸ προλαβὼν ταῦτ᾽ ᾐνίττετο φάσκων· Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ᾽ ὀργῇ δόλους διελογίζοντο. Ἀλλ᾽ ἐνταῦθα μὲν δολίως τὰς πρὸς αὐτὸν ἐποιοῦντο ὁμιλίας· ἐν τέλει γε μὴν κατὰ τὸν καιρὸν τοῦ πάθους ὅλῳ τῷ στόματι ἐβόων αἰτοῦντες αὐτοῦ τὸ αἷμα καθ᾽ ἑαυτῶν καὶ κατὰ τῶν τέκνων αὐτῶν· ὃ δὴ καὶ αὐτῷ παρίστησι διὰ τῶν προκειμένων λέγων· Ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν.

Εἶτ᾽ ἐπειδὴ παρεδόθη αὐτοῖς ὡς πρόβατον ἐπὶ σφαγὴν, καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείραντος ἄφωνος, ὁρῶντες αὐτοῦ τὸ πάθος ἐπεφώνουν· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Καὶ ἄνωθεν εἶπε· Πότε ἐπόψῃ; καὶ διὰ τῶν προκειμένων· Εἶδες, Κύριε. Τί δὲ εἶδεν; Ὡς δολίως αὐτῷ προσῄεσαν, καὶ ὡς ἐπλάτυναν κατ᾽ αὐτοῦ τὸ στόμα αὐτῶν, καὶ ὡς κατ᾽ εὐχὰς πράξαντες ἐπεβόων· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Σὺ δὲ, Κύριε, ταῦτα θεασάμενος, ἀνασχόμενός τε καὶ μακροθυμήσας, μὴ παρασιωπήσῃς· ἀλλ᾽ ἀναλαβὼν τὸ τῆς δικαιοσύνης σου κριτήριον λέγε· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· καὶ πάλιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;

Ἀνθρωπίνως δὲ ἱκετεύει λέγων πρὸς τὸν ἑαυτοῦ Πατέρα· Μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· καὶ, Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει, ὁ Θεός μου καὶ ὁ Κυριός μου εἰς τὴν δίκην μου. Κατὰ γὰρ τὸν καιρὸν τοῦ ὑπὲρ ἡμῶν πάθους τοιαύτας ἠφίει φωνὰς, ἵνα πιστευθῇ ἄνθρωπος ἀτρεκέως κατὰ ἀλήθειαν γεγονὼς, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον ἑκουσίως καταδεχόμενος.

Καὶ μὴ ἐπιχαρήσειάν μοι, μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἡ ψυχὴ ἡμῶν! μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. Σοῦ γὰρ, φησὶν, ἐπεξελθόντος τοῖς τετολμημένοις, καὶ κρίναντος κατὰ τὴν δικαιοσύνην σου, οὐκ ἐπιχαρήσονται, οὐδ᾽ ἐροῦσιν ἐν ταῖς καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἴσχυσεν ἡ ψυχὴ ἡμῶν. Εἰ γὰρ καὶ τῷ στόματι αὐτῶν ποτε τοῦτο εἰρήκασιν, ἀλλ᾽ οὐ καὶ ταῖς καρδίαις αὐτῶν ἐροῦσιν· οὐδὲ φήσουσι· Κατεπίομεν αὐτὸν, τὴν ἀνάστασίν μου καὶ τῆς Ἐκκλησίας τῆς ἐμῆς τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἵδρυσιν θεώμενοι.

Καταπίνεται μὲν γὰρ ὁ ἅπαξ εἰς βυθὸν χωρήσας καὶ μηκέτ᾽ ἀναβεβηκώς· οὕτω γάρ ποτε κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀλλὰ κἀκεῖ οἱ καταποθέντες ἐπαλινδρόμησαν, διὸ λέλεκται· Καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.

Καὶ ἐνταῦθα τοίνυν, εἰ καὶ πρὸς καιρόν τινα ἔδοξαν αὐτὸν καταπίνειν, ἀλλ᾽ οὐκ εἰς τέλος, φησὶν, ἐροῦσι, προφητικῶς κατ᾽ αὐτὰ θεσπίζων· Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾽ ἐμέ. Καὶ ταῦτα δὲ ὅπως τέλους ἔτυχεν ἀναφερόμενα ἐπὶ τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον, ῥᾴδιον δὴ ἰδεῖν. Ἐξ ἐκείνου γὰρ, καὶ εἰς δεῦρο τοῦ χρόνου ἀπεῤῥιμμένοι καὶ ἀπόβλητοι τυγχάνουσι πάλαι κομῶντες ἐπὶ πολλοῖς χαρίσμασιν, Οἱ δ᾽ ἐξ ἁπάντων τῶν ἐθνῶν τὸν ὑπ᾽ αὐτῶν ἀνῃρημένον παραδεδεγμένοι τῆς μὲν πολυθέου πλάνης ἠλευθέρωνται, τὸν δ᾽ ἐπὶ πάντων Θεὸν εὐσεβοῦντες διατελοῦσιν. Εἶθ᾽ οἱ μὲν αἰσχύνην καταχεάμενοι ἐφ᾽ οἷς ἔδρασαν, ἐνετράπησαν, οἱ δὲ χαρᾷ καὶ παῤῥησίας ὁσημέραι πληροῦνται· ὡς πληροῦσθαι τὸ παρὰ Μωϋσεῖ λόγιον φῆσαν πρὸς τὸν Ἰουδαίων λαόν· Ὁ προσήλυτος ὁ ἐν ὑμῖν ἔσται ἄνω ἄνω· σὺ δὲ ἔσῃ κάτω κάτω· αὐτός σου ἔσται κεφαλὴ, σὺ δὲ ἔσῃ οὐρά.

Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἡ μὲν ἀρχὴ τῆς προφητείας δίκην καὶ πόλεμον ἐπελεύσεσθαι ἠπείλει κατὰ τῶν ἀδικησάντων καὶ πολεμησάντων τὸν προφητευόμενον· τὰ δὲ μέσα τὸν τρόπον αὐτῶν διέβαλλε· τὰ δὲ ἐπὶ τέλει τὴν καταλαβοῦσαν αὐτοὺς διέγραφεν αἰσχύνην καὶ ἐντροπήν.

Ἡ δὲ τῆς ὅλης προφητείας περιγραφὴ ἀγαλλίασιν καὶ εὐφροσύνην, καὶ ἀγαθὰ πάντας εὐαγγελίζεται τοὺς τὴν δικαιοσύνην αὐτοῦ θέλοντας. Νοήσεις δὲ τὴν αὐτοῦ δικαιοσύνην, θεότητα αὐτοῦ ἐκλαβών· ἐπειδὴ αὐτὸς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Οἱ γοῦν ταύτην νοήσαντες ἀγαλλιάσαιντο, φησὶ, καὶ εὐφρανθείησαν· τούτους δὲ καὶ διδάσκει λέγειν ἀεὶ, Μεγαλυνθήτω ὁ Κύριος, εἰ δὴ ἀσπάζοιντο τὴν πρὸς τὸν προφητευόμενον εἰρήνην· ἐπεὶ οἱ ἀράμενοι πρὸς αὐτὸν ἔχθραν, δίκην δεδώκασιν τὴν ἀξίαν. Εἴη δ᾽ ἂν αὕτη ἡ εἰρήνη αὐτοῦ, ἣν ἐχαρίζετο τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Καὶ ταῦτα μὲν περὶ τῶν ἐθελόντων καὶ ἀγαπώντων τὴν εἰρήνην αὐτοῦ, τήν τε δικαιοσύνην αὐτοῦ τιμώντων. Λοιπὸν δὲ αὐτὸς περὶ ἑαυτοῦ τὸ τέλος τοῦ παντὸς λόγου ἐπισφραγίζεται φάσκων· Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου; Τούτων, φησὶ, γενομένων ἐπί τε τοὺς ἀγαπῶντάς με καὶ μισοῦντάς με, οὐ παύσομαι μελετῶν τὴν δικαιοσύνην σου, καὶ ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου, οὐχὶ πάσας τὰς ἡμέρας, ἀλλὰ μίαν μόνην τὴν ἄπειρον καὶ διηνεκῆ. Ἡ γὰρ παρὰ σοὶ μονὴ καὶ διατριβὴ ἡμέρα αἰώνιος τυγχάνει.

Μελετήσω δὲ αὐτὴν ἀνυμνῶν, καθ᾽ ἣν τὰ δίκαια κρίνας, οὐχ ἓν ἔθνος, ἀλλὰ πάντα τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης τῆς σῆς χάριτος καὶ κλήσεως κατηξίωσας. Καθ᾽ ἑτέραν δὲ διάνοιαν, ἐπεὶ σῶμά ἐσμεν Χριστοῦ, καὶ μέλη ἐκ μέρους, οἱ ἀσκηταὶ τῶν θείων μαθημάτων, λέγοιντο ἂν αὐτοῦ γλῶσσα, ὡς δύνασθαι καὶ εἰς αὐτοὺς ἀναφέρεσθαι τὰ προκείμενα.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΩ ΔΟΥΛΩ ΚΥΡΙΟΥ ΤΩ ΔΑΥΙΔ ΛΕʹ. Οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τοιοῦτον ἐπιγέγραπται· διδασκαλίαν δὲ περιέχει κατὰ μὲν τὴν ἀρχὴν ἐλέγχουσαν πάντα τὸν ἄφοβον καὶ ἀνευλαβῆ, καὶ διὰ τοῦτο πάσαις παρανομίαις ἐκδεδομένον, κατὰ δὲ τὸ συμπέρασμα τὸ τῶν τοιούτων τέλος. Εἰπὼν γοῦν ἐν ἀρχῇ· Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, πρὸς τῷ τέλει, Ἐκεῖ ἔπεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ δυνήσονται στῆναι. Κατὰ δὲ τὰ μέσα θεολογίαν περιέχει καὶ τῶν θεοφιλῶν ἀνδρῶν ἀγαθὰς ἐλπίδας.

Λέλεκται δὲ ταῦτα τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ. Τοῦτο γὰρ ἡ προγραφὴ σημαίνει· ὃς, ἀφορίσας ἑαυτὸν τῆς τῶν παρανόμων τάξεως, συνῆψε τῇ τοῦ Θεοῦ ἱκετείᾳ, τῷ νόμῳ καὶ ταῖς τοῦ Θεοῦ διαταγαῖς ἑαυτὸν καταδουλώσας.

Διδάσκει δὲ καὶ τοὺς λοιποὺς ἀνθρώπους τὰ ὅμοια αὑτῷ πράττειν, καὶ μὴ συναπάγεσθαι τοῖς παρανόμοις. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῧ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Σαφέστερον δὲ τὰ προκείμενα ἡρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Φησὶν περὶ ἀσυνθεσίας τοῦ ἀσεβοῦς ἔνδοθεν ἡ καρδία μου· Οὐ πρόκειται ὁ φόβος Θεοῦ ἄντικρυς τῶν ὀφθαλμῶν αὐτοῦ. Ὅτι ἐξολισθαίνειν τὰ περὶ αὐτοῦ δοκεῖ, τοῦ εὑρεθῆναι τὴν ἀδικίαν αὐτοῦ εἰς τὸ μισηθῆναι αὐτήν. Διὰ τούτων γὰρ αὐτὸς ὁ Δαυῒδ, Ἐμοῦ, φησὶν, ἡ καρδία καὶ ὁ ἐμὸς λογισμὸς ταῦτα περὶ τοῦ ἀσεβοῦς ἀνδρὸς ἐνενόησε.

Τὴν γὰρ θεωρητικὴν αὐτοῦ δύναμιν, δι᾽ ἧς ἐδύνατο γνῶναι τὸν φόβον τοῦ Θεοῦ, ἐδόλωσεν αὐτοὺς ἑαυτὸν τῆς διανοίας αὐτοῦ τοὺς ὀφθαλμοὺς διαστρέψας. Διὸ κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν· Ἐν ὀφθαλμοῖς αὐτοῦ εἴρηται δεδολωκέναι, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι· Οὕτω, φησὶν, ἑαυτὸν διέστρεψε, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ τυγχάνειν, καὶ πάλιν ὁρᾶσθαι καὶ εὑρίσκεσθαι· καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκαλύπτως δὲ ὁ τοιοῦτος ἐξέδωκεν ἑαυτὸν τῇ ἁμαρτίᾳ, ὡς καὶ τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομίαν εἶναι καὶ δόλον. Πάνυ δὲ ταῦτα ἑκὼν εἵλετο, ἅτε δὴ αὐτεξούσιος ὢν, καὶ δυνάμενος μὲν τὴν ἀγαθὴν μετελθεῖν ὁδὸν, μὴ βουληθεὶς δέ· διὸ λέλεκται· Οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀνομίαν δὲ διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. Οὐδὲ γὰρ, κατὰ τὸν καιρὸν τῆς ἡσυχίας ἐν ᾧ μετὰ τὰς μεθημερινὰς πράξεις ἑαυτοὺς ἐπιδιδόασιν ἄνθρωποι ἠρεμίᾳ καὶ εὐσταθείᾳ καὶ ὕπνῳ, ἐν καταστάσει γαλήνῃ γέγονεν ὁ τοιοῦτος· ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ.

Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Σφόδρα ἀκολούθως μετὰ τὴν ὑπογραφὴν τῆς τοῦ παρανόμου κακίας τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ μακροθυμίας παρίστησιν, δι᾽ ἧς καὶ τῶν παρανόμων καὶ ἀσεβῶν ἀνδρῶν ἀνέχεται· διδάσκων, ὅτι ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας ἐλέου πεπλήρωται μεγάλου. Καὶ τοῦτο τὸ ἔλεος τοῦ Θεοῦ αἴτιον τυγχάνει τῆς τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν ἀνδρῶν ζωῆς τε καὶ εὐθυμίας. Τὸν μὲν οὖν θησαυρὸν τοῦ ἐλέους αὐτοῦ τεταμιεῦσθαί φησιν ἐν τῷ οὐρανῷ ἀλλὰ καὶ τὴν ἀλήθειαν αὐτοῦ εἶναι παρ᾽ αὐτῷ, πληροῦντες * πάντα τὰ ὑπερουράνια· ὅμως δὲ καὶ μέχρι τῶν νεφελῶν, ἢ, μέχρι τῶν αἰθέρων, κατὰ τὸν Σύμμαχον, διήκειν. Οὕτω γοῦν καὶ ἐν ἑτέρῳ λέλεκται· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἔστι μὲν οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, δίκην δὲ ὑετοῦ φερομένου διὰ νεφῶν καὶ μέχρι τῆς γῆς ἐπιστάζει. Διὸ εἴρηται· Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ἐκ δὲ τῶν λεγομένων νεφελῶν καὶ εἰς ἀνθρώπους προχέεται ἡ τοῦ Θεοῦ ἀλήθεια· νεφέλας δὲ τοὺς προφήτας ἢ τὰς ἀγγελικὰς δυνάμεις, δι᾽ ὧν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ εἰς ἀνθρώπους κατελήλυθεν, εἴωθεν ὁ λόγος ὀνομάζειν. Οὕτω λέλεκται ἐν Ἡσαΐᾳ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν, δηλαδὴ εἰς τὸν Ἰουδαίων λαὸν, ἀμπελῶνα τροπικῶς ὠνομασμένον.

Ἔτι πρὸς τούτοις ἡ δικαιοσύνη σου, φησὶν, ὦ Κύριε, μεγάλη τυγχάνει καὶ ὑψηλὴ, ὄρεσι παραβαλλομένη, καὶ ὄρεσι Θεοῦ, καὶ πρὸς τούτοις τὰ κρίματά σου ἀκατάληπτα. Ὡς γὰρ ἡ καλουμένη ἄβυσσος ἄπειρός ἐστιν ἀνθρώποις καὶ ἀκατάληπτος· ὃ δὴ σημαίνει ὁ φήσας λόγος· Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· οὕτως καὶ τὰ σὰ κρίματα, ὦ Κύριε, τὰ ἐκ τῆς σῆς δικαιοσύνης φερόμενα, ὡς ἡ ἄβυσσός ἐστι πολλή. Ἀντὶ δὲ τοῦ, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, ὁ Ἀκύλας, Δικαιοσύνη σου ὡς ὄρη ἰσχυρὰ, ἡρμήνευσε. Τούτων δὲ πάντων εὐκαίρως ἐμνημόνευσεν ὁ λόγος· δεικνὺς, ὅτι διὰ τὸ ἔλεός σου τοῦ Θεοῦ τὸ ἐν τῷ οὐρανῷ, καὶ διὰ τὴν ἀλήθειαν αὐτοῦ καὶ διὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ διὰ τό· Ὡς ἄβυσσος πολλὴ ἀκατάληπτα τὰ κρίματα αὐτοῦ, καὶ ἀσεβεῖς καὶ ἄθεοι καὶ ἁμαρτωλοὶ οὐ μόνον ζωῆς ἀπολαύουσιν, ἀλλὰ καὶ τῶν λοιπῶν τῶν ἀπὸ τῆς φιλανθρωπίας αὐτοῦ χορηγουμένων.

Διὸ ἐπιλέγεται· Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. Διὰ γὰρ τὰ κρίματά σου τὰ ὡς ἄβυσσος πολλὴ, καὶ διὰ τὴν δικαιοσύνην σου καὶ τὴν ἀλήθειάν σου τὴν ἐν τῷ οὐρανῷ, ἄνθρωποι καὶ κτήνη κατὰ τὸ αὐτὸ σώζονται· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, Θεὸς, ὡς μὴ μόνον τοὺς ἀξίους τῆς ἐκ σοῦ ζωῆς μεταλαμβάνειν, ἀλλὰ καὶ τοὺς κτηνώδεις καὶ ἀνοήτους τῶν ἀνθρώπων.

Ἐπειδὴ γὰρ πολλοὶ μέμφονται καὶ καταιτιῶνται· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, καὶ τῶν τοῦ Θεοῦ ἀγαθῶν ἀπολαύουσιν; ἀναγκαίως διδάσκει, ὅτι πολυέλεός ἐστιν. Ἀλλ᾽ εἰ μὲν ἦν ἔλεος μόνον καὶ φιλανθρωπία, οὐδὲν ἐκώλυεν τὸν τῶν ἁμαρτωλῶν μετέρχεσθαι βίον· διδάσκει δὲ, ὅτι σὺν τῷ ἐλέῳ ἀνακέκραται ἀλήθεια καὶ δικαιοσύνη, ὡς τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας διαληψομένης τοὺς ἁμαρτωλοὺς μετὰ τὸ ἔλεος. Εἰ γὰρ μὴ ὠφελοῖντο τῷ ἐλέῳ καὶ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ἡ δικαιοσύνη αὐτοῦ καὶ ἡ ἀλήθεια μετελεύσεται αὐτούς· ὑποβληθήσονται γὰρ κρίσει δικαίᾳ. Ἔστι γὰρ, ἔστιν ἀπόῤῥητα τὰ κρίματα τοῦ Θεοῦ· πολύς τε καὶ ἄπειρος βυθὸς, ἢ, καθὼς ἡ Γραφή φησιν, ἄβυσσος πολλὴ ἐν τῷ λόγῳ τῶν κριμάτων αὐτοῦ περιέχεται.

Ταῦτα τοίνυν μένει τοὺς ἀσεβεῖς. Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐπειδὴ τὰ κρίματά σου ἄβυσσος πολλὴ, εἰκότως οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ κτηνῶν προνοεῖς· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. Ἔστι δ᾽ ἔτι παρὰ ταῦτα ἐξαίρετον τάγμα τῶν μετὰ τὰ προλεχθέντα ὀνομαζομένων υἱῶν ἀνθρώπων· οἵτινες, πλέον τι ἔχοντες τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν τῶν ὑπὸ σοῦ σωζομένων, κατηξίωνται ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπίζειν· ἢ κατὰ τὸν Σύμμαχον, Ὑπὸ σκιὰν τῶν πτερύγων σου ἀμεριμνοῦσι.

Τοὺς γὰρ ἐπὶ σὲ ἠλπικότας, καὶ ἀφωρισμένους τοῦ τάγματος τῶν διαβεβλημένων, σὺ αὐτὸς ὁ Θεὸς ταῖς ἑαυτοῦ πτέρυξι περιέπεις καὶ σκέπεις. Καὶ ἐπεὶ ἤλπισαν οὗτοι ἀγαθὴν ἐλπίδα, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Οἶκος μὲν τοῦ Θεοῦ ἐστιν ἡ Ἐκκλησία αὐτοῦ· πιότης δὲ τοῦ οἴκου τὰ θεόπνευστα ἀναγνώσματα· μέθη δὲ σώφρων καὶ νηφάλιος ἡ ἀπὸ τῶν ἀναγνωσμάτων ὠφέλεια· χείμαῤῥος δὲ τρυφῆς, ἐξ οὗ ποτίζονται οἱ ἐπὶ σκέπῃ τῶν πτερύγων αὐτοῦ ἠλπικότες, ὁ ἐν Ἐκκλησίᾳ τοῦ Θεοῦ ποταμὸς, περὶ οὗ λέλεκται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ, Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Χείμαῤῥος δὲ τρυφῆς ὁ Χριστὸς διὰ τὸ πρόσκαιρον τῆς ἐν ἀνθρώποις ἐπιφανείας αὐτοῦ. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Ζωὴν δὲ ὄντα ἔγνωμεν τὸν Χριστὸν ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, δι᾽ ἧς αὐτὸς ὁ Σωτὴρ διδάσκει λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἀλλὰ καὶ, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

Διὸ καὶ ἐνταῦθα τῇ ζωῇ συνῆπται τὸ φῶς συμφώνως τῷ Εὐαγγελίῳ· μετὰ γὰρ φάναι· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐπιλέγεται· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Φωτὸς γὰρ λογικοῦ χορηγητικὴ τυγχάνει αὕτη ἡ ζωή· διὸ λέγεται· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οἱ δὲ τούτων μεταλαβόντες τέλος ἕξουσι τοῦ φωτὸς τὴν θέαν.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον ἔσται τὸ ἔλεος· τοῖς δὲ γινώσκουσί σε, Σῶτερ, παράτεινον τὸ ἔλεός σου καὶ τὴν δικαιοσύνην σου· ἐν ᾗ κατ᾽ ἀξίαν κρίνων τοῖς μὲν ἀποδώσεις κατὰ τὰ ἔργα αὐτῶν, τοῖς δὲ πιστώσεις τὰς σὰς ἐπαγγελίας. Ἀντὶ δὲ τοῦ, Καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ, ὁ Σύμμαχος, Καὶ τὴν ἐλεημοσύνην σου τοῖς ἁπλοῖς τὴν καρδίαν, ἐξέδωκε. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.

Ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἐξώσθησαν καὶ οὐ μὴ δυνήσονται στῆναι. Μηδὲ κτησαίμην χεῖρα καὶ πράξεις ἁμαρτωλῶν· ταῦτα γὰρ σαλεύειν εἴωθε καὶ μετακινεῖν τῆς παρὰ σοὶ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωσθησομένους.

Ἀντὶ δὲ τοῦ· Ἐκεῖ ἔπεσον, ὁ Σύμμαχος, ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀδικίαν, ἐξέδωκε. Μὴ γὰρ γενοίμην, φησὶν, ἐκεῖ, ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται. Ἀκολούθως δὲ αὐτὰ ἔφη, μετὰ τὸ ὑπογράψαι ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῇ σκέπῃ τοῦ Θεοῦ ἠλπικότων ἐπαναλαμβάνων τὴν μνήμην τοῦ κατ᾽ ἀρχὰς παρανόμου, ὃς ἔφασκεν ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν, καὶ τῶν ἐκείνῳ παραπλησίων.

ΤΟΥ ΔΑΥΙΔ Λϛʹ. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ εἰσῆγε τὸν παράνομον παρορμῶντα ἑαυτὸν εἰς ἁμαρτίας, τόν τε βίον ὑπέγραφε τοῦ τοιούτου καὶ τὸ τέλος τῆς καταστροφῆς αὐτοῦ· ἀκολούθως ἐπὶ τοῦ παρόντος παραινεῖ φεύγειν τοὺς τῶν παρανόμων τρόπους, μηδὲ τὰς ὁμοίους αὐτῶν πράξεις ζηλοῦν.

Ἐπεὶ δ᾽ ἕτερόν ἐστι τοῦ ζηλοῦν τὸ παραζηλοῦν, ἐρεῖς, ὅτι τὸ ἐρεθίζειν καὶ εἰς ζηλοτυπίαν ἐγείρειν, τοῦτό ἐστι τὸ παραζηλοῦν. Ὅθεν ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Μὴ διαμάχου ἐν πονηρευομένοις· ὁ δὲ Σύμμαχος· Μὴ φιλονείκει κακούργοις. Νοήσεις δὲ τὸ εἰρημένον καὶ ἀπὸ τοῦ· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει· ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Οὕτω καὶ ὁ Ἀπόστολος γράφων Κορινθίοις ἔλεγεν· Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

Τὸ δὲ ζηλοῦν τοῦ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν ὃ νομίζει τῷ πέλας παρεῖναι, ἀγαθόν. Καὶ ἔστι τὸ ζηλοῦν μέσον· πολλάκις γὰρ ὁ ζῆλος περὶ οὗ ὁ αὐτός φησιν· Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ᾽ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν. Φθόνος μὲν οὖν οὐκ ἂν γένοιτό ποτε ἀγαθός· λύπη γάρ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ· ζῆλος δέ ἐστιν ὅτε γίνεται ἀγαθὸς καθὼς ἀποδεδώκαμεν.

Ἐνταῦθα δὲ ὁ λόγος κατὰ μὲν τὸν Ἀκύλαν μὴ διαμάχεσθαι ἐν πονηρευομένοις παραινεῖ, κατὰ δὲ Σύμμαχον, μὴ φιλονεικεῖν ἐν κακούργοις, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, μὴ ἐρεθίζεσθαι ἐν πονηρευομένοις· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ παροξύνου, φησὶ, μηδὲ ἐρεθίζου ὁρῶν ἑτέρους πονηρευομένους· μηδέ σε ἐγειρέτωσαν εὐθηνούμενοι κακοὶ ἐπὶ τὸ καὶ ἐθέλειν ὁμοίως αὐτοῖς εὐπραγεῖν. Ἐκεῖνοι μὲν γὰρ εὐθηνούμενοι καὶ τρυφῶντες παραζηλοῦσί σε· σὺ δὲ μὴ παραζήλου μηδὲ παροξύνου· ἀλλὰ μηδὲ ζήλου τοὺς ποιοῦντας ἀνομίαν, μηδὲ μακάριζε αὐτοὺς, καὶ ἐν ἀγαθοῖς εἶναι νόμιζε· μηδ᾽ εὔχου καὶ σαυτὸν ὁμοίως αὐτοῖς πράττειν.

Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Εἶτα τὴν αἰτίαν διδάσκει, λέγων, ὅτι τὸ τέλος αὐτῶν τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τοῦ χόρτου· ὃς πρὸς ὀλίγον ἀνθήσας, ταχὺ ἀποξηραίνεται. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου.

Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀλλὰ καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· οὐδὲ γεωργουμένοις λαχάνοις ἄξιοί εἰσι παραβάλλεσθαι. Τί οὖν ἄξιον ζηλοῦν τούτους, οἳ πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, ὡς ἐδίδαξεν ὁ Σωτήρ; Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου. Ἀποστρέψας τοῦ ζήλου τῶν πονηρῶν διὰ τῶν πρώτων, εὐθὺς ἐκ παραλλήλου τὴν ὀρθὴν καὶ βασιλικὴν ὁδὸν τίθησι, δεικνὺς ὁποίαν χρὴ βαδίζειν. Διό φησιν· Ἄνω βλέπε, ὦ οὗτος, ἀφορῶν εἰς τὸν τῶν ὅλων κυβερνήτην, καὶ αὐτὸν σεαυτοῦ ἐλπίδα θέμενος· θάρσει ὡς ἐπὶ μεγάλην ἄγκυραν ἡδρασμένος. Καὶ τὰ μὲν τῆς διανοίας σου ταύτην ἐχέτω τὴν ἐλπίδα· ταῖς δὲ πράξεσιν ἐργάζου καὶ ποίει χρηστότητα, ὡσανεὶ σπόρους σαυτῷ βαλλόμενος ἐπ᾽ ἀγαθῇ καρπῶν συγκομιδῇ. Ταῦτα δὲ τὰ δύο κτησάμενος, μηκέτι περί τινος ἀγωνία. Κατασκήνου τὴν γῆν ἀμερίμνως, καὶ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν, ὥσπερ ἐν σκηνῇ, πρὸς ὀλίγον ἑστὼς δίαγε. Ποιμανθήσῃ γὰρ δίκην θρέμματος ἀγαθοῦ ὑπὸ ποιμένι καλῷ ποιμαινόμενος.

Εἰ γάρ τίς ἐστιν ἐν ἀνθρώποις ἀληθινὸς ψυχῆς πλοῦτος, ὁ ἐν θείοις δόγμασι καὶ τοῖς τῶν θείων ἀναγνωσμάτων μαθήμασι, τούτων ἀπολαύσεις, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οὐδὲν γάρ σε ὑστερήσει ποιμαινόμενον ἐν τῷ πλούτῳ τοῦ καλοῦ ποιμένος, τῷ δεδωρημένῳ τοῖς ἔτι ἐπὶ γῆς ποιμαινομένοις ἀνθρώποις. Ἀντὶ δὲ τοῦ, Καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς, ὁ Σύμμαχος, Καὶ ποιμαίνου διηνεκῶς, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, Καὶ νέμου πίστιν. Εἶθ᾽ ὥσπερ τῶν πονηρευομένων καὶ τῶν ποιούντων τὴν ἀνομίαν ὑπέγραψε τὸ τέλος, οὕτως καὶ σοὶ τῷ ἐλπίζοντι ἐπὶ τὸν Κύριον καὶ ποιοῦντι χρηστότητα ὁπόσα ὑπάρξει ἀγαθὰ καταριθμεῖται. Πρῶτον μὲν γὰρ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ τῷ ἀληθινῷ τοῦ καλοῦ ποιμένος· δεύτερον, κατατρυφήσεις τοῦ Κυρίου· καὶ τρίτον, δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Κατατρυφᾷν δὲ τοῦ Κυρίου δυνήσεται ὁ τῆς ψυχῆς τὰ αἰσθητήρια κεκαθαρισμένος, ὡς δύνασθαι ἐσθίειν τὸν ζῶντα ἄρτον καὶ τὰς ζωοποιοὺς αὐτοῦ σάρκας, πίνειν τε τὸ σωτήριον αὐτοῦ αἷμα. Τούτοις τρεφόμενος καὶ πιαινόμενος, τῆς ἐνθέου μέθης ἀπολαύων· Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἤδη μὲν γὰρ ἐντεῦθεν κατατρυφήσει, ἐθελήσας σε αὐτὸν ἐπιδοῦναι αὐτῷ.

Αἴτει δὲ αὐτὸν καὶ τὰ μέλλοντα, ὧν προσδοκᾷς τὴν λῆψιν. Ὁ γὰρ τὰ παρόντα δεδωκὼς ἀφθόνως δωρήσεται καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδ᾽ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀντὶ δὲ τοῦ, Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτὸν, ὁ Ἀκύλας φησί· Σίγησον τῷ Κυρίῳ, καὶ ἀποκαραδόκει αὐτόν· ὁ δὲ Σύμμαχος· Ἡσύχαζε τῷ Κυρίῳ, καὶ ἱκέτευε αὐτῷ. Τὰ γὰρ προλεχθέντα πράττοντα, καὶ ἐπὶ τοῖς εἰρημένοις ἐλπίζοντα, ἡσυχάζειν προσήκει τέως ἐν τῷ παρόντι, καὶ μετὰ σιωπῆς προσδοκᾷν τὰ ἐπηγγελμένα. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμὸν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι.

Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι γῆν. Ἐπαναλαμβάνει τὸν λόγον ἀναγκαίως. Ἐπεὶ γὰρ ἔγνως, φησὶν, ὁποῖός σοι πλοῦτος τεταμίευται, μὴ παραζήλου ἐν τῷ νομιζομένῳ κατὰ τὸν παρόντα βίον κατευοδοῦσθαι ἀνθρώπῳ ποιοῦντι παρανομίας· μὴ γὰρ παροξύνου, μηδὲ μακάριζε τὸν τοιοῦτον, ἀκριβῶς εἰδὼς, ὅτι μένει αὐτὸν ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας τοῦ Θεοῦ.

Διὸ σὺ μὴ ὀργίζου, μηδὲ θυμοῦ κατὰ τοῦ νομιζομένου εὐθηνεῖν ἀσεβοῦς, μηδὲ ζήλου αὐτὸν ὡς καὶ θέλειν τὰ ὅμοια αὐτῷ πονηρεύεσθαι· εὖ γὰρ ἴσθι καὶ πέπεισο ἀκριβῶς, ὅτι τὸ τέλος τῶν πονηρευομένων ὀλέθριον τυγχάνει. Οἱ γὰρ πονηρευόμενοι ἐξολοθρευθήσονται, μόνοι δὲ οἱ μακρόθυμοι καὶ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴ τις γάρ ἐστι γῆ ἀγαθὴ τοῖς ἁγίοις ἐπηγγελμένη, ταύτην κληρονομήσουσιν οἱ ὑπομένοντες τὸν Κύριον· μετὰ γὰρ τῶν ἄλλων τῶν κατηριθμημένων ἀγαθῶν, καὶ αὐτὸς αὐτοῖς δοθήσεται ὁ κλῆρος. Εἰ δ᾽ ἔστιν ἐν οὐρανοῖς Ἰερουσαλὴμ καὶ Σιὼν ὄρος τοῦ Θεοῦ τὸ ἐπουράνιον, ἀκόλουθόν ἐστι καὶ γῆν ἐπουράνιον νοεῖν τὴν ἐπηγγελμένην τοῖς ἀξίοις.

Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός. Διερμηνεύει τὰ ἀνωτέρω λελεγμένα, τὸ μὲν, Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται, διὰ τοῦ, Ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός· καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· τὸ δὲ, Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου, σαφέστερον ἀποδίδωσι διὰ τοῦ, Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Πῶς γάρ τις κατατρυφήσει τοῦ Κυρίου παρίστησι, πλῆθος εἰρήνης παρ᾽ αὐτῷ εἶναι λέγων· οὗ πλήθους εἰρήνης ἀπολαύσουσιν οἱ τοῦ Κυρίου κατατρυφήσαντες.

Διὰ τούτων δὲ ὁ λόγος σαφῶς ἑτέραν τινὰ γῆν ἀγαθὴν τὴν τοῖς πραέσι δοθησομένην διδάσκει, καὶ τρυφὴν καὶ πλῆθος εἰρήνης εἰς μέλλουσαν ἀναπέμπει ζωήν. Οὐ γὰρ ἠγνόει, ὅτι ὁμοίως τοῖς ἁμαρτωλοῖς κατὰ τὸν παρόντα βίον καὶ οἱ δίκαιοι τελευτήσουσιν, ὡς δύνασθαι καὶ περὶ αὐτῶν λέγεσθαι τό· Ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ δίκαιος, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς· τελευτῶσι γὰρ ὁμοίως τοῖς ἁμαρτωλοῖς καὶ αὐτοί. Οὐκ ἂν δὲ εἶπε περὶ τῆς παρούσης γῆς τόδε· Οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν, σαφῶς ὁρῶν τῶν πάντων πραότατον Μωϋσέα, πάλαι ἐξ ἀνθρώπων γενόμενον καὶ τῆς παρούσης γῆς ἀπηλλαγμένον.

Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Τῶν τε ἀσεβῶν τὰς κατὰ τῶν δικαίων ἐπαναστάσεις, καὶ ἀμφοτέρων τῶν ταγμάτων τὰ τέλη. Μὴ γὰρ ἀρκούμενος, φησὶ, τοῖς ἑαυτοῦ πλημμελήμασιν ὁ ἁμαρτωλὸς, οὐ φέρει βλέπων τὸν δίκαιον θεοσεβοῦντα· ἔλεγχον γὰρ τὸν ἐκείνου βίον τῆς ἑαυτοῦ μοχθηρίας ἡγεῖται· διὸ λέγει· Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ὅθεν ἐπιτηρεῖ ὅπως αὐτὸν καταβάλῃ. Ἀλλ᾽ ὁ μὲν δίκαιος οὐ προσποιεῖται, οὐδὲ γινώσκει τὰ λαθραίως κατ᾽ αὐτοῦ μηχανώμενα· ὁ δὲ παντεπόπτης Κύριος, προορῶν τὴν τοῦ ταῦτα διανοουμένου πτῶσιν, τῶν λογισμῶν αὐτοῦ καταγελᾷ. Καὶ τέως μὲν πλέον οὐδὲν ἢ γελᾷ ἐπ᾽ αὐτῷ μάτην τοιαῦτα λογιζομένῳ· ἐπειδὰν δ᾽ ἐπὶ τὰ ἔργα χωρῇ, ἀκονήσας ἑαυτοῦ τὰ ξίφη ὡς μέχρι θανάτου ἐπιβουλεῦσαι τῷ τὴν διὰ Θεὸν πτωχείαν καὶ πενίαν ἀνειληφότι, καὶ τὴν ἄκραν κατορθοῦντι φιλοσοφίαν, τὸ τηνικαῦτα στρέφει τὴν αὐτῶν ῥομφαίαν κατὰ τῆς αὐτῶν καρδίας ὁ πάλαι καταγελῶν αὐτῶν Κύριος, καὶ τὰ κατὰ τοῦ δικαίου τόξα τῶν ἀσεβῶν συντρίβει. Μετελεύσεται γὰρ αὐτούς· οὐδὲ ἔτι γελῶν ἐφ᾽ οἷς διανοοῦνται, ἀλλὰ τῇ δίκῃ τῇ προσηκούσῃ κατ᾽ αὐτῶν χρώμενος. Ταῦτα δὲ, ὅτι μὴ λόγοι τυγχάνουσιν, ἀλλ᾽ ἔργα ἀληθῆ μαρτυρούμενα ὑπ᾽ αὐτῆς ἐνεργείας, καὶ ἡμῖν αὐτοῖς τοῖς ταῦτα νυνὶ διεξιοῦσιν ἡ πεῖρα τῶν ἔργων ἐπιστώσατο.

Ὀφθαλμοῖς γοῦν παρειλήφαμεν, ὡς οἱ ἁμαρτωλοὶ ἐν τοῖς καθ᾽ ἡμῶν διωγμοῖς ῥομφαίαν ἐσπάσαντο κατὰ τῶν δικαίων, καὶ ὡς ἐνέτειναν τὰ τόξα αὐτῶν τοῦ καταβαλεῖν πένητα καὶ πτωχὸν, καὶ τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ ὡς ἔπραξαν καὶ κατέβαλον καὶ ἀνεῖλον ποικίλοις τρόποις θανάτων τοὺς κατὰ Θεὸν ἀνδρισαμένους ἁγίους μάρτυρας. Ὥσπερ δὲ ταῦτα ἱστορησάμενοι, οὕτω καὶ τὴν μετελθοῦσαν αὐτοὺς τοῦ Θεοῦ δίκην τεθεάμεθα, τοιαύτην γενομένην, ὡς μὴ ἁμαρτεῖν τὸν φήσαντα ἀληθῶς, τὴν ῥομφαίαν αὐτῶν εἰσεληλυθέναι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντετρῖφθαι.

Κρεῖσσον ὀλίγον τῷ δικαίῳ. Οὐ προείρηται μόνον, ἀλλὰ δι᾽ ἔργων ἀποπεπλήρωται, καὶ τὸν ἄλλον δὲ χρόνον. Ὁ μὲν δίκαιος πτωχεύων, ἀρκεῖται τῷ ὀλίγῳ, δεδιδαγμένος ἐν προσευχῇ λέγειν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· ὁ δὲ ἁμαρτωλὸς, πλούτῳ περιῤῥεόμενος, ἀγαθοῦ τινος ἀπόλαυσιν νομίζει. Ἀλλ᾽ ἐγὼ, φησὶν, εὖ οἶδα, διδάσκω δὲ καὶ ἑτέρους· ὅτι πολλῷ βελτίων ἐστὶν ὁ δίκαιος τὸν ἐφήμερον ἄρτον παρὰ τοῦ Θεοῦ λαμβάνων τοῦ τῶν ἁμαρτωλῶν πλούτου. Εἰ δ᾽ ἐρωτᾷς, τὴν αἰτίαν μάνθανε· ὅτι ὁ μὲν ὀλίγῳ ἀρκούμενος ἔχει τὸν Κύριον ὑποστηρίζοντα αὐτοῦ τὴν ψυχὴν καὶ τὴν ζωὴν καὶ τὸν βίον, ὑπὲρ πάντα τε πλοῦτον ἐπαρκοῦντα αὐτῷ· οἱ δὲ τῶν ἁμαρτωλῶν βραχίονες οὐ διαμένουσιν ἰσχυροὶ, οὐδὲ ὁ πλοῦτος αὐτῶν βέβαιος· συντριβήσονται γὰρ ὅσον οὐδέπω γενόμενοι ὡσεὶ λάχανα χλόης καὶ ὡσεὶ χόρτος ἀποξηραινόμενοι.

Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται, ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Ὅτι τοῦ δεξιοῦ τάγματος, λέγω δὲ τῶν δικαίων, οὐ μόνον ὑποστηρίζει ὁ Θεὸς τὴν ζωὴν, ἀλλὰ καὶ τὰς περιμενούσας αὐτοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἡμέρας ἀκριβῶς οἶδε, τήν τε ἡτοιμασμένην αὐτοῖς κληρονομίαν, περὶ ἧς ἀνωτέρω ἐλέχθη. Διὸ οὐδὲν αὐτοὺς καταβλάψει τὸ βραχὺ, καὶ λυπηρὸν τοῦ παρόντος βίου, καὶ τὸ πένεσθαι καὶ πτωχεύειν διὰ τὸν Κύριον. Γυμνάσιον γὰρ αὐτῶν ἐστι τῆς προαιρέσεως ἡ καρτερία, δι᾽ ἧς τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες, τεύξονται τῶν ἐπηγγελμένων, Ἀντὶ δὲ τοῦ, γινώσκει, ὁ Σύμμαχος, Προοῖδεν ὁ Κύριος τὰς ἡμέρας τῶν ἀμώμων, ἐξέδωκεν. Καὶ ἄλλο δὲ μέγα ὑπάρξει τούτοις· ἐν γὰρ καιρῷ πονηρῷ οὐ καταισχυνθήσονται, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.

Καιρὸς δὲ πονηρός ἐστιν ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειρασθήσονται, οἱ δὲ τοῦ δεξιοῦ τάγματος ἀπολείψονται δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν, ζητοῦντες ζωὴν αἰώνιον. Οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν ἑστῶτα καιρὸν, οἱ μὲν δίκαιοι τῆς ἐνθέου τροφῆς ἀπολαύοντες χορτασθήσονται· οἱ δὲ ἁμαρτωλοὶ λιμῷ καὶ ἐνδείᾳ λογικῆς τροφῆς ἀπολοῦνται. Τίς δὲ ὀφθαλμοῖς παραλαβὼν τοὺς καθ᾽ ἡμᾶς ἀσεβεῖς πλούτῳ καὶ δόξῃ καὶ ἀξιώμασι θαυμασθέντας, μεγάλων τε ἐθνῶν ἄρξαντας, ἀθρόως ἐκπεσόντας τοῦ ὑψώματος, οὐκ ἂν ὁμολογήσειεν ἀληθῆ τυγχάνειν τὸ φῆσαν λόγιον· Οἱ δ᾽ ἐχθροὶ τοῦ Θεοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.

Καπνὸς δὲ πυρὸς σβεσθέντος σημεῖον· διὸ καὶ τούτους καιρῷ φλέξαντας πυρὸς δίκην, κἄπειτα ἀποσβεσθέντας, ὁμοίως ἐν τῷ παραδείγματι. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Μηδὲν κεκτημένος, παρὰ τοῦ δικαίου πολλάκις δανειζόμενος λόγους ὠφελίμους καὶ σωτηρίους, ἢ παρὰ τοῦ Θεοῦ εὐεργεσίας τυγχάνων, οὐκ ἀποτίννυσι τὴν ὀφειλήν. Δέον γὰρ ὠφεληθέντα, ἔργα καὶ πράξεις παρασχεῖν ἀξίας ὧν εἴληφεν. Ὁ δὲ οὐκ ἀποτίννυσιν, μένει δὲ ἄκαρπος τῶν τῆς δικαιοσύνης ἔργων. Ὁ δὲ δίκαιος, πλουτῶν ἐν τῷ κατὰ Θεὸν πλούτῳ, οἰκτείρει καὶ παρέχει τοῖς δεομένοις. Ἀλλὰ καὶ οἱ τὸν δίκαιον εὐλογοῦντες συγκληρονόμοι αὐτοῦ γενήσονται. Ἣν γὰρ ἐπηγγείλατο ἀνωτέραν τοῖς δικαίοις κληρονομίαν ὁ λόγος, ταύτην αὐτὴν καὶ τοῖς εὐλογοῦσι τὸν δίκαιον ὑπισχνεῖται, ἀκολούθως τῷ· πρὸς τὸν Ἀβραὰμ χρησμῷ φήσαντι· Καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε. Τὸ δὲ, Καὶ οἱ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται, ὅμοιον ἂν εἴη τῷ λελεγμένῳ πρὸς τὸν Ἀβραάμ· Καὶ τοὺς καταρωμένους σε καταράσομαι. Ὥσπερ γὰρ ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν ἑαυτοῦ βάλλει, οὕτως ὁ κατάραις βάλλων τὸν δίκαιον, διὰ τὸ μὴ δύνασθαι κατάραν ἵστασθαι κατ᾽ αὐτοῦ, ἀντιστρέφουσαν αὐτὴν εἰς ἑαυτὸν λήψεται.

Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. Πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα ὑπάρχει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ· τὰς ὁδοὺς αὐτοῦ ἐξομαλίζει ὁ Θεὸς, ὥστε εὐροεῖν αὐτοῦ τὸν βίον, καὶ ἀπαραποδίστως θεοσεβεῖν, μηδενὸς ὑποσκελίζοντος διὰ τὸν κατευθύνοντα αὐτοῦ τὰ διαβήματα, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει, ἀποδοχῆς ἀξίαν ποιοῦντα· ὥστε λέγεσθαι, Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Εἰ δὲ καὶ πεσεῖν αὐτόν ποτε ὀλισθήσαντα συμβῇ, καὶ ἐν πειρασμῷ γενόμενος ὀλισθήσειεν, ὀκλάσας τε ὑποπέσοι τινὶ ἁμαρτήματι, ἀλλ᾽ οὐ καταῤῥαχθήσεται· οἷα δὲ γενναῖος ἀθλητὴς ἐκβιασθεὶς καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται.

Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀλλ᾽ ἐκ παίδων μέχρι γήρως τὸν τοῦ δικαίου περιεργασάμενος βίον. Ὅτι οὐδὲ εἷς γέγονε καιρὸς καθ᾽ ὃν ἔρημος καταλέλειπται ὁ δίκαιος, ἀεὶ δὲ πάρεδρον καὶ βοηθὸν κέκτηται τὸν ἑαυτοῦ Κύριον. Διό φησιν· Νεώτερος ἐγενόμην, ἢ κατὰ τὸν Σύμμαχον, νέος ἐγενόμην, ἀλλὰ καὶ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ πῶς γὰρ οἷόν τε ἦν τὸ σπέρμα τοῦ δικαίου ἐνδεὲς ἄρτων γενέσθαι, ὁπότε αὐτὸς διὰ τὸν παρὰ τοῦ Θεοῦ χορηγούμενον αὐτῷ πλοῦτον ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει; Νοήσεις δὲ τοῦτο κατὰ μὲν τὴν διάνοιαν μαθὼν, ὅτι, τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου καὶ τὴν μνᾶν τὴν παρὰ τοῦ Κυρίου, τῇ τούτων χρῆται πραγματείᾳ πειθαρχῶν τῷ φήσαντι· Ἔδει σε τὸ ἀργύριόν μου βαλεῖν εἰς τράπεζαν. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ὁ τοίνυν ἀνακείμενος τῇ τῶν θείων ἀσκήσει λόγων, καὶ πολλὰ λογικὰ χρήματα συναγαγὼν, οὐδὲν ἕτερον οἶδε πράττειν, ἢ διὰ πάσης ἡμέρας ἐλεεῖν καὶ δανείζειν.

Κατὰ δὲ τὸν Ἀκύλαν, ὅλην τὴν ἡμέραν δωρεῖται καὶ δανείζει· τοῖς μὲν δωρεῖται, τοῖς δὲ δανείζει· τὰ μὲν δόγματα θεωρήματα δωρεῖται ταῖς τῶν χωρούντων ψυχαῖς· τὰ δ᾽ ἐν ἠθικαῖς ἐντολαῖς δανείζει, ἐπὶ τῷ τοὺς εἰληφότας δι᾽ ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Οὕτως ἀκούσῃ καὶ Μωϋσέως ἐπαγγελλομένου τοῖς τῶν θείων νόμων φύλαξιν· τὸ, Δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιεῖ. Καὶ τοῦτόν γε τὸν τρόπον οἱ θεῖοι ἀπόστολοι ἐδάνειζον ἔθνεσι πολλοῖς, καὶ μάλιστά γε ὁ Παῦλος· καὶ διὰ τοῦτο οἱ μαθητευόμενοι αὐτοῖς, σπέρμα ὄντες αὐτῶν, οὐδεπώποτε ἐνδεεῖς ἦσαν ἄρτων· ἅτε δὴ ἔχοντες τοὺς χορηγοῦντας αὐτοῖς τὴν λογικὴν τροφὴν, ἧς μεταλαμβάνοντες, εὐλογίαις ἐπληροῦντο. Διὸ λέλεκται· Καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. Καὶ κατὰ ψιλὴν δὲ τὴν λέξιν, εἴ τις λογίσαιτο ὅπως εἴρηται τῷ Σωτῆρι τὸ, Καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται, ἔργοις τε αὐτοῖς θεάσαιτο πληρούμενον τὸν λόγον διὰ τῶν αὐτοῦ μαθητῶν, ὄψεται πῶς ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει.

Εἰ γὰρ πάντων τῶν πιστευόντων ἦν ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδεὶς ἔλεγεν ἴδιόν τι ἑαυτοῦ εἶναι, ἀλλ᾽ ἦν πάντα κοινὰ, ὅσοι τε ἦσαν κύριοι κτημάτων πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεμέριζόν τε ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε· δῆλον ὅπως ὅλην τὴν ἡμέραν οὗτοι ἠλέουν καὶ ἐδάνειζον, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.

Ἐλευθερώσας σεαυτὸν πάσης κακίας, ἐπὶ σοὶ γάρ ἐστι τοῦτο, καὶ βουληθεὶς δυνήσῃ· οὐ μὴν ἤδη τέλειος ἔσῃ τοῦτο πράξας, εἰ μὴ καὶ τὸ δεύτερόν σοι παρείη· τοῦτο δ᾽ ἐστὶ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν. Πρὸς γὰρ τὸ μὴ κλέπτειν προσήκει σε καὶ τῶν σῶν ὑπαρχόντων τοῖς δεομένοις κοινωνεῖν· καὶ πρὸς τὸ μὴ πλεονεκτεῖν, ἕτερον, τὸ καὶ εὐεργετεῖν τοὺς δεομένους· καὶ πρὸς τὸ κακίας ἀπέχεσθαι, τὸ καὶ ἑτέρους ἀπὸ κακίας ῥύεσθαι. Ἐπὰν δὲ ταῦτα ποιήσῃς, κατασκήνου, φησὶν, εἰς αἰῶνα αἰῶνος. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος ἐξέδωκε, Καὶ ἠρεμήσεις εἰς αἰῶνα· Τοῦτο γὰρ περιμένει σε τὸ τέλος τῆς αἰωνίου ζωῆς.

Κριτικὸς γὰρ ὢν ὁ Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ᾽ εἰς τὸν αἰῶνα αὐτοὺς διαφυλάξει. Ἄνομοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Δίκαιοι δὲ κληρονομήσουσι τὴν γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς· ἀκολούθως τοῖς προειρημένοις διδάσκει, ὅτι οἱ μὴ τὸ παράγγελμα φυλάξαντες ἄνομοι δίκην δώσουσιν αἰώνιον· καὶ ὥσπερ τοῦ δικαίου τὸ σπέρμα εἰς εὐλογίαν ἔσεσθαι ἐλέγετο, οὕτως τῶν ἀσεβῶν τὸ σπέρμα ἐξολοθρευθήσεται.

Οἱ δὲ δίκαιοι τὴν ἐπηγγελμένην τοῖς πραέσι κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν ἐν αὐτῇ εἰς αἰῶνα αἰῶνος. Ἐπίτηδες δὲ ταῦτα πολλάκις ἐπαγγέλλεται ὁ λόγος, βεβαιῶν διὰ τῆς ἐπαναλήψεως τὰς ὑποσχέσεις, ἡμᾶς τε βουλόμενος ἐνδιατρίβειν τοῖς αὐτοῖς λόγοις καὶ καταμελετᾷν αὐτοὺς, ὡσανεὶ τροφὴν λογικὴν μασωμένους, εἰς ἀνάδοσιν τῆς κατὰ τὴν ψυχὴν ἡμῶν εὐπεψίας.

Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν.

Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ᾽ οὐ μὴ καταδικάσηται αὐτὸν ὅταν κρίνηται αὐτῷ. Ἐπιμένων τῇ τοῦ λόγου προτροπῇ, ζηλωτὰς ἡμᾶς γίνεσθαι τοῦ δικαίου παρορμᾷ, τὸν πλοῦτον αὐτοῦ καταριθμούμενος. Πρὸς γὰρ τοῖς εἰρημένοις ἔτι καὶ ταῦτα αὐτῷ πρόσεστι· κεχάρισται αὐτῷ μέγα δῶρον ὁ Θεὸς ἀνθρώπῳ ὄντι, τῆς ἀληθοῦς σοφίας τὴν γνῶσιν. Σοφία μὲν γάρ ἐστι θείων καὶ ἀνθρωπείων ἐπιστήμη, καὶ δι᾽ ἧς πάντα γέγονε· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε. Καὶ αὕτη ἐστὶν ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος, δι᾽ οὗ τὰ πάντα ἐγένετο. Ταύτης οὖν φωνὰς καὶ λόγους καὶ μαθήματα ὁ Θεὸς εἰς ἀνθρώπους κατεβάλετο, ὡς ἂν μὴ ἀργὸς εἴη ὁ δίκαιος, μηδὲ ἄπρακτος καὶ ἔρημος ἀγαθῶν· ἔχοι δὲ ἅμα στόμα τῆς οὐρανίου σοφίας τὴν μελέτην· ἧς μεταλαμβάνων ὥσπερ οὐρανίου τροφῆς, τὴν ψυχὴν πρῶτος αὐτὸς δυναμοῦται, εἶτα καὶ ἑτέροις χορηγεῖ. Διὸ λέλεκται· Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Εἰδὼς δὲ, ὅτι ὁ νόμος τοῦ Θεοῦ πνευματικός ἐστι, συνήδεται δὲ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ἐν αὐτῇ τῇ καρδίᾳ αὐτοῦ τὴν θεωρίαν τοῦ νόμου καὶ τὸ βάθος τῶν ἐν αὐτῷ μυστηρίων ὑποδέδεκται· διὰ δὲ ταύτην τὴν ἄσκησιν οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ· ἐπειδὴ παρὰ Κυρίου τὰ διαβήματα αὐτοῦ κατευθύνεσθαι, καὶ διὰ τῶν ἀνωτέρω ἐλέλεκτο. Εἰ δὲ καί ποτε ἁμαρτωλὸς διαφθονούμενος τῇ αὐτοῦ προκοπῇ ἐπιβουλεύσειεν αὐτῷ εἰς θάνατον, ἄφρων οὗτος λεχθήσεται ἀδυνάτοις ἐπιχειρῶν.

Ὁ γὰρ μέγας αὐτοῦ προστάτης οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ᾽ οὐ μὴ καταδικάσῃ αὐτὸν ἐν τῷ κρίνεσθαι αὐτῷ. Ὁ δὲ Σύμμαχος, Οὐδὲ καταδικάσει κρινόμενον. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Οὕτως ἐπὶ τοῦ παρόντος διὰ πείρας ἐληλυθέναι τοῦ τέλους τῶν ἀσεβῶν φησιν· Οὐ γὰρ ἐξ ἀκοῆς πάλαι ποτὲ γενόμενα ἑτέρων λεγόντων ἀκήκοα· ἀλλ᾽ αὐτὸς εἶδον, φησὶ, βλασφήμους ἄνδρας καὶ ἀθέους θαυμαζομένους μὲν ὑπὸ πάντων, ἐπαιρομένους δὲ καὶ γαυριῶντας, οἰομένους τε διαιωνίζειν ἐν τῷ βίῳ. Ἀλλ᾽ ὡς ἔτι παρ᾽ ἐμαυτῷ διελογιζόμην πῶς οἵδε, καίπερ ἀσεβεῖς ὄντες, τοσούτων τετυχήκασι, δεύτερον αὐτοὺς θεάσασθαι βουληθεὶς, ἐπῇρα τοὺς ὀφθαλμούς· οἱ δὲ οὐκ ἦσαν οὐδαμοῦ, ἀφανεῖς δ᾽ ἀθρόως ὑπῆρχον, Εἶτα δὲ ἴχνος αὐτῶν καὶ ὑπόλειμμα βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνημαι.

Διόπερ ἐπειδὴ τοιοῦτο τὸ τούτων τέλος, φεῦγε σὺ ὁ μαθητευόμενος τοῦτον τῶν ἀσεβῶν τὸν τρόπον, καὶ ἀπόνιψον μὲν ἑαυτοῦ πᾶσαν κακίαν, ἀγάπησον δὲ τὴν εὐθεῖαν ὁδόν. Μένει γὰρ ἐγκατάλειμμα καὶ ἐλπὶς ἀγαθὴ, τῷ τὴν εἰρήνην καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Θεὸν μεταδιώξαντι, καὶ διὰ τοῦτο εἰρηνικῷ ἀνθρώπῳ γενομένῳ. Κατὰ δὲ τὸν Σύμμαχον, Φύλασσε, φησὶν, ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἔστι μέλλοντα ἀνθρώπῳ εἰρηνικῷ.

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΛΖʹ. Εἰς ἀνάμνησιν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Αὐτοῖς ῥήμασι καὶ αὐταῖς συλλαβαῖς καὶ ὁ ϛʹ ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκειμένῳ φερομένοις συγγενῆ τυγχάνει. Ἀλλ᾽ ἐν μὲν τῷ ἕκτῳ ἡ προγραφὴ περιεῖχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δὲ τὸν ψαλμὸν τῷ Δαυῒδ εἰς ἀνάμνησιν δέδεικται. Ἥ γε μὴν προσθήκη ἡ, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς εἰς τὴν ἐν τῷ ἕκτῳ προγραφὴν, ὥστ᾽ εἶναι τὰ παρόντα εἰς τὸ τέλος, καὶ, ἐν ὕμνοις, καὶ ὑπὲρ τῆς ὀγδόης· πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, εἰς ἀνάμνησιν.

Ἀλλ᾽ ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ, τὰ ὑποπεσόντα εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἀναπέμψομεν τὸν ἐντυγχάνοντα. Δοκεῖ δέ μοι ὁ Δαυῒδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι ἑαυτῷ εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διὰ παντὸς φέρειν αὐτὸ ἀνὰ στόμα. Κεχρῆσθαι δὲ αὐτῷ ἀντὶ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς αὑτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι᾽ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ᾽ ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Λέγων δέ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· οὐδὲ τὸ παιδευθῆναι φεύγει, ἀλλὰ τὸ μετὰ ὀργῆς· ὡσεὶ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκείμενος λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, ἀλλὰ διὰ ἠπίων καὶ πραοτέρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸν ἐπίπονον τρόπον τῶν βοηθημάτων.

Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς Θεοῦ λεγόμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς οὐ πάθη περὶ τὸν Θεὸν σημαίνει, παντὸς γὰρ πάθους ἀλλότριον τὸ Θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα καὶ χεῖρας καὶ δακτύλους, καὶ πόδας καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων νηπιότητι.

Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο γοῦν διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις ὀργὴν καὶ θυμὸν ὀνομάζοι· οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος.

Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονούμενοι κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ αἱ τοιαίδε, ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ᾽ Αἰγυπτίων ἐπαχθείσης λόγῳ τό· Ἀπέστειλεν ἐπ᾽ αὐτοὺς θυμὸν καὶ ὀργὴν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν. Οὕτω δεξιὰ λέλεκται Θεοῦ τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγούμενα.

Ἱκετεύει τοίνυν ὁ Δαυῒδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι᾽ ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι· διὰ λόγων δὲ σωτηρίων, καὶ μαθημάτων ὠφελίμων καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ἤδη δὲ ἐντεῦθεν κατὰ τὸν παρόντα βίον πρὸ τῆς τελευτῆς ἀπολούσασθαι τὰ ἁμαρτήματα· καὶ ἔτυχέ γε τοῦ σκοποῦ. Φαίνεται γοῦν δίκην δεδωκὼς, δι᾽ ὧν ἔπαθε πρὸ τῆς τελευτῆς, ὡς ἐκ τῆς ἱστορίας τῶν Βασιλειῶν μεμαθήκαμεν.

Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παντοίαις ὑποβάλλων κακώσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Καὶ ἄλλως δέ φησιν· εἰ πέπρακταί μοι τοιοῦτον ἐφ᾽ οἷς ἄξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου, καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι, καὶ ὑπὸ διδασκαλίας, καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι.

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Ὁ μὲν γὰρ ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ ταῦτ᾽ ἐγίνετο· διὸ ἔλεγεν· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μού εἰσιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαυῒδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρωθεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστίν· ἀλλ᾽, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Ὁ δὲ μνημονεύει τῆς χειρὸς Κυρίου λέγων· Χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ, Ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε· καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ᾽ ἑτέρα τις ἦν χεὶρ καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ τὰ καθικόμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων· ἐνταῦθα δ᾽ ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενόσηκεν ὁ Δαυῒδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα τοῦ Θεοῦ ἧφθαι αὐτοῦ, καθὰ ἔφθημεν εἰπόντες, τὰ λογικὰ βέλη, μᾶλλον δὲ αὐτοὺς τοῦ Θεοῦ λόγους νύττοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους.

Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον καὶ τὰ τοῦ διαβόλου πεπυρωμένα βέλη τὰ παθητικὰ καὶ ἐρωτικὰ τὰ εἰς ἐπιθυμίαν αὐτὸν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς σημαίνει; ὧν καὶ ὁ Ἀπόστολος διδάσκει λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ σβέσαι. Ὥσπερ δὲ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη καὶ τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαυῒδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος μέγα ἐφ᾽ ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδίσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς, τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Εἰ δὲ οἱ λόγοι τοῦ Θεοῦ, οἱ τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες· καὶ οὕτως εἴποις ἂν τὸν Δαυῒδ, τοῖς ἱεροῖς τούτοις καὶ θείοις βέλεσι κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ τοῦ θυμοῦ ἔλεγχον.

Προσλαβόντα γὰρ, φησὶ, τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενά μοι βέλη, ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει· ἀλλὰ καὶ ἡ χείρ σου καθήψατο διὰ τῶν ἐπαλλήλων συμφορῶν.

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Τὴν γὰρ σάρκα μου, δι᾽ ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κολάσεσι παρέδωκα τιμωρούμενος ἐμαυτόν.

Τοῦτο γὰρ καὶ ἐδήλου δι᾽ ἑτέρων λέγων· Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ Ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον· καὶ, Ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου ἀπὸ προσώπου τοῦ στεναγμοῦ μου, καὶ ὅσα τοιαῦτα. Ἀντὶ δὲ τῆς ὀργῆς, συμφώνως Ἀκύλας καὶ ὁ Σύμμαχος, Ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ προσώπου Ναθὰν ἀπειλή. Ἀντὶ δὲ τοῦ· Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ὁ Σύμμαχος ἡρμήνευσε, Διὰ τὰς ἁμαρτίας μου. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀποκαλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἑνὶ πάντες κατελογίσθημεν σώματι τὸ ἀπεῖργον, καὶ ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέγειν. Πλὴν οὐχὶ μόνῳ ταῦτα συμβῆναί φαμεν τῷ θεσπεσίῳ Δαυῒδ, ἀλλὰ γὰρ καὶ πλείστοις ἑτέροις· μᾶλλον δὲ καὶ εἰς δεῦρο πράττεται πειραζομένων ἁγίων. Ἀδόκητοι γὰρ περιστάσεις ἀναφύονται πολλάκις, ὥστε δυσφορητότερον εἶναι τοῦ παρ᾽ ἐχθρῶν πολέμου τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς, Εἰ δὲ ἅπασι ταῦτα κοινὰ, κοινὸς ἂν εἴη πάντων τῆς προσευχῆς ὁ τρόπος. Παντὶ γὰρ ἁρμόζει πειραζομένῳ καὶ κάμνοντι, γλιχομένῳ τε τυχεῖν ἡμερότητος τῆς παρὰ Θεοῦ.

Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Διὰ τούτων διδάσκει ἡμᾶς ὁ λόγος, μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδ᾽ ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα.

Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐμπαιγμῶν ἐμπαιζόντων. Νοήσεις δὲ καὶ οὕτως, προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει. Διδάσκει τε ἐν οἷς γέγονε, τῷ τῆς ἁμαρτίας ὀλίσθῳ περιπεσὼν, οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Εἰς ταῦτα γὰρ πάντα ἐλήλυθα, φησὶν, ἐπειδήπερ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλειπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἦν μετ᾽ ἐμοῦ.

Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν οὐ μικρὰν ὑπέμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν καὶ πράττειν ἀφροσύνης ἔργα. Τότε δὲ καὶ ἐγκατέλειπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας.

Καὶ ἄλλο δέ τι, φησὶ, χαλεπὸν περὶ ἐμὲ γέγονε· Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν) καὶ αὐτὸ οὐκ ἦν μετ᾽ ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν· ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία· οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις· ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι καὶ πλησίον αὐτοῦ, οἱ τὸν σύμπαντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν μακρόθεν ἔστησαν, οὐκέτ᾽ αὐτῷ συνεῖναι δυνάμενοι, πόῤῥωθεν δὲ ἀποκλᾳόμενοι ὡς οἰκείου φίλου συμφοράν. Τίνες δ᾽ ἦσαν οὗτοι ἀλλ᾽ ἢ οἱ ἐπὶ τοῖς προτέροις ἀγαθοῖς αὐτοῦ χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; Ὧν μακράν μου γενομένων, ἄλλοι τινὲς τὴν ἁμαρτίαν ἐνεργοῦντες, πλησίον μου γενόμενοι, ἐξεβιάζοντο καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον.

Πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείπουσάν με τὴν ἰσχὺν, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους καὶ τοὺς πλησίον μακρὰν γενομένους, παραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου· καὶ ὡς ἂν ἐθελόκακοι ἐλάλησάν μοι ματαιότητας, ἔνδον ὑποβάλλοντές μου εἰς τὴν ψυχὴν ματαίους λογισμούς· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον καθέλκοντές με εἰς τὴν ἁμαρτίαν.

Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπεὶ τούτοις, φησὶν, οὐδὲν εἶχον λέγειν αἰσχύνης πεπληρωμένος· οὐδὲν γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν, οὐδ᾽ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι ἅπαξ ὑπ᾽ αὐτῶν νενικημένος· οὐκ ἐμαυτῷ θαῤῥῶν, οὐδ᾽ ἄλλην τινὰ πρὸ ὀφθαλμῶν θέμενος ἐλπίδα ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. Ἐπεὶ οὖν ἐπὶ σὲ ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ, καὶ οὐ θέλεις τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διὸ, ἐλπίσας ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ θεραπείας τυχεῖν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν. Ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους. Ἀλλ᾽ ἵνα μὴ ἐπιχαρεῖέν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Οὐ γὰρ πάντη περιετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται σου γενόμενοι.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ΙΔΙΘΟΥΜ, ΩΔΗ ΤΩ ΔΑΥΙΔ ΛΗʹ. Πολλὴν δὲ ἐμφέρειαν ἔχει τὰ ἐν τῇ προκειμένῃ ᾠδῇ λεγόμενα τοῖς ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀλλ᾽ ἐκεῖνον μὲν ὁ Δαυῒδ ψάλλων, εἰς ἀνάμνησιν ἑαυτῷ συνέταττεν· οὗτος δὲ ἤδη καὶ ἑτέρους παραδίδωσι τοὺς τὰ ὅμοια πεπονθότας αὐτῷ, διὰ τῆς ἴσης ἐξομολογήσεως ζηλοῦν αὐτὸν καὶ μιμεῖσθαι παιδεύων· εἰ μὴ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Ἰδιθοὺμ ταῦτα τὸν Δαυῒδ ἐδίδασκε λέγειν. Ἠξίωτο γὰρ καὶ αὐτὸς ὁ Ἰδιθοὺμ πνεύματος προφητικοῦ. Μανθάνομεν δὲ διὰ τῶν προκειμένων, ὡς ἄρα προσήκει ἕκαστον ἑαυτῷ διαλέγεσθαι, μηδὲ περιμένειν τοὺς ἔξωθεν διδασκάλους, αὐτὸν δι᾽ ἑαυτοῦ προσομιλοῦντα τῷ λογισμῷ καὶ τῇ διανοίᾳ.

Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Κατ᾽ αὐτὸν, φησὶ, τὸν καιρὸν τοῦ πειρασμοῦ, ἐπαναβαίνοντός μοι τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ἐγὼ ἔλεγον· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Τότε δὲ καὶ ἐθέμην τῷ στόματί μου φυλακήν· καὶ ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Εἶπον· Φυλάξω τὰς ὁδούς μου, μὴ ἁμαρτεῖν διὰ τῆς γλώσσης μου. Φυλάξω τὸ στόμα μου φιμῷ, ἔτι ὄντος ἀσεβοῦς ἐξ ἐναντίας μου. Ἄλαλος ἐγενόμην σιγῇ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ.

Ὁρᾷς τίνα τρόπον τὴν αἰτίαν τοῦ μὴ τολμᾷν διαίρειν τὸ στόμα ἐδίδαξεν εἰπών· Καὶ ἐσιώπησα ἐξ ἀγαθῶν, ἢ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ, κατὰ τὸν Σύμμαχον; Μὴ γὰρ ὢν ἐν ἀγαθοῖς, μηδὲ παῤῥησίαν ἄγων, ἐμεμνήμην τοῦ λέγοντος· Ἥμαρτες, ἡσύχασον· διὸ ἐσιώπησα μὴ ὢν ἐν ἀγαθῷ. Οὐ μόνον δὲ ἐκωφώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, ἀλλὰ καὶ ἄλγημά μου ἀνεκαινίσθη. Τὸ γὰρ τῆς ψυχῆς μου ἄλγος καὶ τὸ ἐκ τῆς ἁμαρτίας ἐγγενόμενόν μοι ἕλκος, κατὰ βάθους ἐγκείμενον, καὶ κατ᾽ αὐτῆς τῆς συνειδήσεως ἐμπεπηγμένον, ἀνενεοῦτο, ἐπαναβαίνοντός μοι καὶ ἐπονειδίζοντος τοῦ τὴν ἁμαρτίαν ἐνηργηκότος.

Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας, τῆς ἀθυμίας ἐνεπιμπράμην πυρὶ, ὑπ᾽ αὐτῆς πυρούμενος τῆς συνειδήσεως, Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, Καὶ μετὰ τὴν ἐξομολόγησιν ὁποίου τέλους τεύξομαι μαθεῖν ἀξιῶ. Βαρούμενος δὲ ταῦτα ἔλεγε, τὴν πρόσκαιρον καὶ θνητὴν ζωὴν διὰ τὸ ἐπαχθὲς αὐτῆς μακροτάτην ἡγούμενος. Διὸ γνωρισθῆναι αὐτῷ τὸν τῆς ἀπαλλαγῆς χρόνον ἐπόθει· ἵν᾽ εὔθυμος γένοιτο, τὴν ἀπὸ τῶν τῇδε ἐλευθερίαν καὶ τῶν πειρατηρίων τὴν ἀπαλλαγὴν εὐαγγελισθείς. Καὶ ἐν τοῖς δ᾽ ἑξῆς προϊὼν ἔλεγεν· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου.

Ἀνθ᾽ οὗ ὁ Σύμμαχος, Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, ἐξέδωκεν. Ἄλλος δ᾽ ἂν εἴποι παλαιστὰς εἰρῆσθαι τὰς τῶν ἀνθρώπων ἡμέρας, διὰ τὸ πεπληρῶσθαι αὐτὰς ἀγῶνος καὶ πάλης καὶ πειρατηρίων. Ἑξῆς τούτοις φησί· Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· ἀνθ᾽ οὗ ὁ Ἀκύλας ἡρμήνευσε· Καὶ ἡ κατάδυσίς μου ὡς οὐκ ἔστιν ἐναντίον σου· ὁ δὲ Σύμμαχος· Καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύ σου. Ὁ γὰρ πᾶς τῆς ζωῆς ἀνθρώπου χρόνος, παραβαλλόμενος τῇ τοῦ Θεοῦ ζωῇ, καὶ τοῖς αἰῶσι τοῖς ἀπείροις, ὥσπερ οὐθέν ἐστι ἐνώπιον τοῦ Θεοῦ. Διὸ ἀλλαχοῦ εἴρηται· Οἱ οὐρανοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβολαὶ ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἀλλὰ καὶ πᾶσα ἡ παρὰ ἀνθρώποις σπουδὴ ματαιότης ματαιοτήτων ἐστὶ, καὶ, τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, ἢ, πᾶς ἄνθρωπος ἐστηλωμένος, κατὰ τὸν Ἀκύλαν· ἢ, πᾶς ἄνθρωπος ἑστὼς, κατὰ τὸν Σύμμαχον. Ὁ γὰρ νῦν ἑστὼς καὶ ὁ κατὰ τὸν παρόντα χρόνον τὴν θνητὴν ἔτι ζωὴν διεξανύων ματαιότης ἂν εἴη. Εἰ γοῦν μὴ ἀπέκειτό τις ἀνθρώποις ἐλπὶς ἀθανασίας, καὶ ζωῆς αἰωνίου βασιλείας τε οὐρανῶν, εὐλόγως ἂν ἐνομίσθη μάταιόν τι εἶναι πᾶς ἄνθρωπος ζῶν.

Καὶ νῦν τίς ἡ ὑπομονή μου, οὐχὶ Κύριος; Ὁ δὲ Σύμμαχος οὕτως τὰ προκείμενα ἐξέδωκε ῥητά· Νῦν οὖν τί προσδοκῶ, Δέσποτα; ἡ ἀναμονή μου εἰς σέ ἐστιν. Ἀπὸ πασῶν τῶν ἀθεσιῶν μου ἐξέλου με, ἐπονείδιστον ἄφρονι μὴ τάξῃς με. Ἄλαλος ἐγενόμην, οὐκ ἀνοίξεις στόμα μου· σὺ γὰρ ἐποίησας.

Μετὰ τὰ προλελεγμένα πάντα, φησὶν, οὐδέν μοι λείπεται, ὦ Κύριε, ἢ σὲ προσδοκᾷν καὶ εἰς σὲ τὰς ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς ἡ ὑπόστασίς ἐστι. Διὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν, καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. Ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου, ἐκωφώθην, καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος· εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ᾽ οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Ὁ γὰρ σὸς φόβος κωφῶσαί με ἐποίησε, πλήττων με ἐφ᾽ οἷς ἥμαρτον, καὶ κατασιγάζων πρὸς τὸ μὴ φθέγγεσθαι. Ἀντὶ δὲ τοῦ, ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας, ὄνειδος ἀποῤῥέοντι, φησὶ, μὴ θῇς με· ὁ δὲ Σύμμαχος, ἐπονείδιστον ἄφρονι μὴ δῷς με· ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με. Ὅπερ παράκλησιν ἐμφαίνει τοῦ ἡμαρτηκότος, ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. Εἰ δ᾽ αὐτὸς ὁ Κύριος παραδίδωσιν ἄφρονι τὸν ἡμαρτηκότα, ὀνειδίζεσθαι πρὸς αὐτοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ᾽ ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἂν, κακούμενος, μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ Δαυῒδ, ὡς πάντα πράττων τὰ τῷ Θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ.

Ἀπόστησον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλιπον· ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην πᾶς ἄνθρωπος· διάψαλμα.

Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ παρεῖχεν ἑαυτὸν ἐπιστρεπτικαῖς πληγαῖς, οἷά τις εὐγνώμων μαθητὴς διδασκάλῳ· διὸ ἔλεγεν· Ἐγὼ εἰς μάστιγας ἕτοιμος. Ἐπεὶ δὲ λοιπὸν αὐτάρκως τῶν μαστίγων ἐπεπειρᾶτο ἐπιμόνως αὐτὸν αἰκιζομένων, ἱκετεύει τοῦ λοιποῦ παύσασθαι, καὶ μέχρι τούτου στῆναι τὰς μάστιγας, ὁμολογεῖ τε ἑξῆς λέγων· Ἀπὸ τῆς ἰσχύος χειρός σου ἐγὼ ἐξέλιπον. Περὶ δὲ τῆς χειρὸς ταύτης καὶ ἀνωτέρω ἐλέγετο· Ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Εἶτα διδάσκει, ὅτι μὴ μάτην ἡ χεὶρ ἐπαίδευε, μηδὲ εἰς ἀργὸν ἐμαστίγου, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ τοῦ ἡμαρτηκότος· διό φησιν· Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. Ὑπὲρ γὰρ τῆς παραχθείσης ἀνομίας καὶ διὰ τὸ παραχθὲν ἁμάρτημα ἐλέγχων τὸν παιδευόμενον καὶ τὰς μάστιγας ἐπῆγες καὶ τὴν χεῖρά σου προλεχθεῖσαν· τούτοις δὲ αὐτοῖς καὶ τὴν ψυχὴν τοῦ παιδευομένου ἐξέτηξας, ταπεινουμένην καὶ λεπτυνομένην ἐπ᾽ ὠφελείᾳ τῇ αὐτῆς. Καθ᾽ ὃν γὰρ ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθε, κατὰ τό· Ἔφαγε καὶ ἔπιεν Ἰακὼβ, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπέστη ἀπὸ Θεοῦ τοῦ τρέφοντος αὐτόν.

Διὸ, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἡ σὰρξ παραδέδοται εἰς ὄλεθρον· ἧς τιμωρουμένης, ἐκτήκεται ψυχὴ ἐξισχνουμένη δίκην ἀράχνης· διό φησι· Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· καὶ ἐπιλέγει· Πλὴν μάτην πᾶς ἄνθρωπος, πάλιν τὸν ἐν τῷ βίῳ τούτῳ εἰκῆ καὶ μάτην μοχθοῦντα καὶ κακοπαθοῦντα ταλανίζων.

Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου. Μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐνταῦθα ὁμολογεῖ πάροικος εἶναι καὶ παρεπίδημος· οἶδέ τε ἑτέραν ζωὴν ἀναψύξεως, ἧς τυχεῖν γλίχεται λέγων· Ἄνες μοι, ἵνα ἀναψύξω. Οὔκουν μάτην πάντα ἄνθρωπον πάροικον ἔλεγε, μετὰ κλαυθμοῦ δὲ καὶ δακρύων τὴν ἱκετηρίαν ἀναπέμπει, ἀκριβῶς εἰδὼς, ὅτι Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, καὶ, Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ τὰ κατορθώματα δὲ αὐτοῦ ὑπογράφει ἐπιλέγων· Ὅτι πάροικος ἐγώ εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Σπανίου δέ ἐστιν ἀνδρὸς τὸ δύνασθαι κατὰ μίμησιν τῶν θεοφιλῶν πατέρων καὶ τῶν προφητῶν τοῦ Θεοῦ μὴ ὡς ἔνοικος, ἀλλ᾽ ὡς πάροικος τὴν πρόσκαιρον διαβιοῦν ζωήν· ἐφ᾽ ᾧ καὶ ὁ παρὼν ἐσεμνύνετο παροικίαν ἡγούμενος καὶ ξενιτείαν τὸν ἀνθρώπινον βίον· Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησι· Ἀπόσχου μου, ἵνα μειδιάσω πρὶν ἀπελθεῖν με, καὶ μὴ ὑπάρχειν.

Ἐὰν γὰρ ἐντεῦθεν, φησὶ, μὴ, μεταβαλὼν τὰ δάκρυα εἰς γέλωτα διὰ τὴν σὴν χάριν, μειδιάσω, καὶ ἐὰν μὴ ἐν τῷ παρόντι βίῳ ἀνῇς μοι τὸ ἁμάρτημα καὶ συγχωρήσῃς τὰ πεπραγμένα, ἵνα ἀναλάβω ἐμαυτὸν καὶ ἀναψύξω ἀπαλλαγεὶς τοῦ προσκαίρου βίου, οὐκ ἔστι καιρὸς μετανοίας. Μὴ τυχὼν δὲ ἀφέσεως οὐκέτι ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ· ἀπόβλητος δὲ γενόμενος, ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Διὸ ἐντεῦθεν ἱκετεύω λέγων· Μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΔΑΥΙΔ ΛΘʹ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. —Ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἰκότως οὐχ ἁπλῶς ὁ δίκαιος ὑπομένει, ἀλλ᾽ ἐπιτείνων τὴν ἐλπίδα καὶ μὴ ἀπογινώσκων τὴν παρὰ Θεῷ σωτηρίαν, παραμένει τῇ ὑπομονῇ. Κἂν παραχρῆμα δεηθεὶς μὴ ὑπακουσθῇ, ὅμως ἐλπίζων ὑπομένει καὶ προσκαρτερεῖ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς. Εἰ δὲ καὶ ἐν σφάλματί ποτε γένοιτο, ὥσπερ ὁ Δαυῒδ, ὁμολογεῖ μὴ ἀγνοεῖν οἷα κακῶν ἐλήλυθεν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἀναλάβοι ἑαυτὸν τοῦ σφάλματος συνῃσθημένος, εὐχαριστήσει γνωρίζων ἀφ᾽ οἵου βάθους ταλαιπωρίας ἀνιμήσατο αὐτὸν ὁ τῆς ψυχῆς αὐτοῦ γενόμενος ἰατρὸς καὶ σωτήρ· διόπερ ἐρεῖ· Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος. Τούτου δὲ τεύξεται, ἐπειδήπερ ὑπομένων ὑπέμεινε τὸν Κύριον. Λάκκον δὲ ταλαιπωρίας τὸ βάθος τῆς ἁμαρτίας, καὶ πηλὸν ἰλύος τὰς τοῦ πηλώδους σώματος ἡδυπαθείας, ἐν αἷς ὀλισθήσασα ψυχὴ βαπτίζεται καὶ ὥσπερ ἐν βυθῷ καταποντοῦται, οὐκ ἂν ἁμάρτοις εἰπών. Ὁ δὴ οὖν ἐκ τούτων ἀνακύψας, καὶ ὑπὸ τῆς δεξιᾶς τοῦ Σωτῆρος ἀνιμηθεὶς, εἶτα λοιπὸν ἐν καθαρῷ τῷ λόγῳ τὰς τῆς ψυχῆς βάσεις στηρίξας, εὐλόγως ἐρεῖ· Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Πέτραν δὲ πρὸς ἀντιδιαστολὴν τοῦ στερεοῦ λόγου θεμέλιον ὀνομάζει, ἐφ᾽ ὃν ὁ βεβηκὼς φήσει· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός; καὶ τὰ ἑξῆς. Οὐ μόνον δ᾽ ἔστησε τοὺς πόδας ἐπὶ τὴν πέτραν, ἀλλὰ καὶ βαδίζειν καὶ τρέχειν ἐπ᾽ αὐτῆς διὰ τῆς τῶν καλῶν εὐδοκιμήσεως ποιεῖ· διὸ ἐπιλέγει· Καὶ κατηύθυνε τὰ διαβήματά μου. Εἶτα ἀκολούθως, ὡς ἂν μεταβληθεὶς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, τὸ μὲν παλαιὸν ᾆσμα, δι᾽ οὗ ἀπεκλαύσατο τὰ ἐν τοῖς πρὸ τούτου ψαλμοῖς λελεγμένα, ἀποτίθεται· ἀναλαμβάνει δὲ ᾆσμα καινὸν τοῦ σώσαντος αὐτὸν, καὶ ἐμβάλλοντος εἰς τὸ στόμα αὐτοῦ καινὸν ᾆσμα καὶ ὕμνον, ἀποδυσαμένου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδυσαμένου δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ ἐπίγνωσιν τοῦ Θεοῦ. Εἶτα μετὰ πάντα ταῦτα ὑπόδειγμα πολλοῖς γίνεται, ὡς ἂν καὶ ἕτεροι, τὴν μεταβολὴν αὐτοῦ θεώμενοι, ἐλπίδας ἀγαθὰς ἀναλάβοιεν, καὶ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσαιντο μεταβολήν· διό φησιν· Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.

Τί δὲ ὄψονται; Αὐτὸ τοῦτο, φησὶν, ὡς εἰς βάθος ἐλήλυθα κακῶν, καὶ εἰς τὸν λάκκον καὶ τὸν πηλὸν τῆς ἰλύος· κἀκεῖθεν Θεοῦ χάριτι ἀνελκυσθεὶς, ἐπὶ τὴν πέτραν ἔστην καὶ κατηυθύνθη τὰ διαβήματά μου, καὶ ᾄσματος κατηξιώθην καινοῦ. Ταῦτα γὰρ οἱ πολλοὶ θεασάμενοι φόβον Θεοῦ, περὶ οὗ λέλεκται, Ἀρχὴ σοφίας φόβος Θεοῦ, ἀναλήψονται, καὶ τὴν ὁμοίαν ἑαυτοῖς ὑπογράψουσιν ἐλπίδα.

Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Ὁ διὰ πείρας ἐλθὼν τῆς τοῦ Θεοῦ χάριτος τοῖς πᾶσι κηρύττει τὰς εἰς αὐτὸν γενομένας εὐεργεσίας, προφέρει τε καθολικὴν ἀπόφασιν ἐκ τῶν περὶ αὐτὸν συμβάντων, διδάσκων, ὅτι πᾶσι δυνατὸν ἀνθρώποις τῶν ὁμοίων αὐτῷ τυχεῖν. Οὐ γὰρ ἐγὼ, φησὶ, μόνος, τοιούτων ἀξιωθεὶς, εἴην ἂν μακάριος· ἔκκειται δὲ τοῖς πᾶσιν ἡ αὐτὴ ὁδὸς, καὶ οὐ τισὶ μὲν, τισὶ δὲ οὔ. Πᾶς οὖν ὁ τὴν ἐλπίδα αὐτοῦ ἐπὶ τὸν Θεὸν ἀναθήσας οὐκ ἀποπεσεῖται τοῦ μακαρισμοῦ, οὗ καὶ αὐτὸς κατηξιώθην. Ματαιότης δὲ καὶ μανίαι ψευδεῖς πᾶσαι αἱ περὶ τὰ πρόσκαιρα καὶ μάταια τυγχάνουσι σπουδαί· ἐπείπερ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· Πλὴν τὰ πάντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει ταῦτα. Μανίαι δὲ ψευδεῖς αἱ εἰς κενὸν καὶ μάταιον σπουδαζόμεναι τοῖς πολλοῖς φροντίδες. Ὥσπερ οὖν μανία σώφρων ἡ τοῦ παρόντος βίου κατεξανάστασις, δι᾽ ἣν καὶ ἐξεστῶτες ἐνομίζοντο τοῖς πολλοῖς οἱ τοῦ Θεοῦ προφῆται. Σεμνύνεται δ᾽ ἐπὶ τῇ τοιαύτῃ ἐκστάσει λέγων ὁ δίκαιος· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης· καὶ ὁ Ἀπόστολος δὲ τοῦτο πεπονθὼς ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.

Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ὁ τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν κατανενοηκὼς ἔν τε τοῖς καθόλου κτίσμασι καὶ τοῖς κατὰ μέρος, τοῖς τε αἰσθητοῖς καὶ τοῖς κατὰ διάνοιαν θεωρουμένοις, εἰς ἔκπληξιν ἐλθὼν τῆς ὑπερμεγέθους δυνάμεως τοῦ τῶν ὅλων Θεοῦ, εἴποι ἄν· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἀλλὰ καὶ τοὺς λόγους ἐξετάσας τῆς καθόλου προνοίας, καθ᾽ οὓς τὰ σύμπαντα διοικεῖ, κἄπειτα εὑρὼν αὐτοὺς ἀκαταλήπτους, προσθήσει λέγων· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Οἷος ἦν ὁ λέγων· Ὢ βάθους πλούτου καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!

Ἐν δὲ τοῖς προκειμένοις ὁ Δαυῒδ κατὰ καιρὸν ταύτας προηνέγκατο τὰς φωνὰς, ἔργῳ μαθὼν, ὡς καινῷ τινι τρόπῳ σέσωσται τῷ δι᾽ ὑπακοῆς τῶν θείων λογίων. Πάλαι μὲν γὰρ διὰ Μωϋσέως θυσίαι καὶ ὁλόκαυτοι ἀναφοραὶ προσετάττοντο ὑπὲρ ἁμαρτιῶν προσφέρεσθαι· νυνὶ δὲ καινὸς παραδίδοται τρόπος σωτηρίας, ὁ δίχα θυσιῶν καὶ ὁλοκαυτωμάτων. Διδάσκει δὲ καὶ ὡς ἔστι μυρία σωτηρίας φάρμακα, ἅπερ ἡ τοῦ Θεοῦ χάρις τοῖς ἀνθρώποις ἐδωρήσατο. Οὐκ ἔστι τε κατ᾽ ἀξίαν εἰπεῖν, οὐδὲ διανοίᾳ περιλαβεῖν τῶν τοῦ Θεοῦ διαλογισμῶν τὸ πλῆθος. Ὁ δὲ Σύμμαχος, Πάμπολλα, φησὶν, ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ τεράστιά σου, καὶ τοὺς διαλογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι ἐπὶ σοῦ. Εἶτα ἀντὶ τοῦ· Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἄμμον, πάλιν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐὰν ἀπαγγέλλων καταγγέλλω, πλείω ἐστὶ τοῦ διηγηθῆναι.

Ἐκ μέρους μὲν γὰρ, φησὶ, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Τά γε μὴν πάντα ἀναρίθμητα καὶ ἀκατάληπτα τυγχάνει τὰ θαυμάσιά σου· πλὴν ἐν οἷς κατέλαβον καὶ τοῦθ᾽ εὗρον, ὅτι κατὰ τὸν παρόντα καιρὸν τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ προσφορὰς οὐκ ἠθέλησας· ἀντὶ δ᾽ ἐκείνων τὰ ὦτά μου καὶ τὴν ὑπακοὴν τῶν σῶν λογίων κατηρτίσω· καὶ ἀντὶ ὁλοκαυτωμάτων καὶ τῶν περὶ ἁμαρτίας θυσιῶν αὐτὸς ἐμαυτὸν προσήγαγόν σοι. Διό φησιν· Ἰδοὺ ἥκω κληθεὶς ὑπὸ σοῦ, καὶ προθυμότατα ὑπακούσας. Ἥκω δὲ σπεύσας τοῦ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ ἀντὶ πάσης ὁλοκαύτου θυσίας πέπεισμαί σε ἀποδέχεσθαι. Καὶ τοῦτο δὲ ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦτο δὲ ποῖον ἢ τὸ προτιμῆσαι τὸ θέλημά σου θυσιῶν καὶ ὁλοκαυτωμάτων; καὶ τὸ ποιῆσαι τὸν νόμον σου οὐ κατὰ τὴν πρόχειρον λέξιν, οὐδὲ ὁμοίως τοῖς πολλοῖς τὰ παρὰ Μωϋσεῖ παρηγγελμένα φυλάττοντας· ἐν μέσῳ δὲ τῆς κοιλίας μου· ἢ κατὰ τὸν Σύμμαχον· Προεθυμήθην τὸν νόμον σου ἔνδοθεν τῶν ἐγκάτων μου. Εἰ γάρ τίς ἐστι κοιλία ψυχῆς, τροπικῶς οὕτως ὀνομαζομένη, περὶ ἧς ἐν Εὐαγγελίοις λέλεκται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἐν τούτῳ τῷ ἀποῤῥήτῳ καὶ ἀποκρύφῳ τῆς ψυχῆς ταμείῳ τὸν νόμον σου, φησὶν, ἐβουλήθην ποιῆσαι, καὶ περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων ἐντολὰς πνευματικῶς καὶ κατὰ διάνοιαν ἐπιτελέσαι.

Ταῦτα γὰρ ἔγνων σοι φίλα, καὶ πολλῷ κρείττονα τῶν σωματικῶς Ἰουδαίοις παραδεδομένων.

Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην μου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. Νοήσεις δὲ καὶ οὕτως· Ὡς ὁ μακάριος Δαυῒδ ὑπισχνεῖται ἐν Ἐκκλησίᾳ μεγάλῃ τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον καὶ αὐτῶν δὲ τῶν πιστῶν ὁ σύλλογος εἴποι ἂν ταῦτα ὑπισχνούμενος τὴν ὑπὲρ τῆς σωτηρίας ἀντίδοσιν δώσειν, τῷ συντρέχειν εἰς Ἐκκλησίαν καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνύναι τὸ ἀληθές. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.

Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται. Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν.

Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. Μηδεὶς δὲ ἀνάρμοστα ἡγείσθω τὰ εἰρημένα τοῖς ἡρμηνευμένοις. Καὶ γὰρ οἱ τρεῖς παῖδες, τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου. Οὕτως ὁ θαυμάσιος Δανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος· Χριστὸς γὰρ, φησὶν, εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν· Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος.

Οὕτω τοίνυν κἀνταῦθα ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία οὐ μέγα φρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλ᾽ ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γενόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε, οὐδ᾽ ἐκ τελείων ἅπασα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ᾽ ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προσφέρεται.

Νοήσεις καὶ οὕτως· Ἐπεὶ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ, εἰκότως ὁ μὲν ἀπόστολος, καίπερ ἀπόστολος ὢν καὶ κλητὸς καὶ ἐκλεκτὸς Χριστοῦ Ἰησοῦ, ὅμως οὐκ ὀκνεῖ λέγειν· Ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τὸ αὐτὸ δὲ καὶ ὁ Δαυῒδ εἰ καὶ ἐν πολλοῖς ἐνδειξάμενος, ἔτυχεν ὑπηκόου τοῦ Θεοῦ, ἠλευθέρωτό τε ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· ἐν ἀσφαλεῖ τε ἤδη λοιπὸν ἑστήκει, ὡς ἂν ἐπὶ πέτραν τοὺς πόδας ἐρηρεισμένος, καὶ ᾄσματος καινοῦ ἠξιωμένος τοῦ περὶ θυσιῶν ἀληθοῦς λόγου, τουτέστι τοῦ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ εὐηγγελισμένου κηρύγματος· τοῦτο γὰρ ἦν τὸ καινὸν ᾆσμα, οὗ χάριν ἀνωτέρω ἔλεγε· Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν· ὅμως δ᾽ οὖν, τοσούτων τετυχηκὼς, διὰ τὸ σαθρὸν τῆς ἐν ἀνθρώποις ζωῆς ἐπαναλαμβάνει τοὺς τῆς ἱκετηρίας λόγους, ἀντιβολεῖ τε καὶ δέεται φυλάττεσθαι ὑπὸ τῆς χάριτος καὶ τοῦ ἐλέου τοῦ Θεοῦ. Ἀνεπεμπάζετο γὰρ διὰ τούτων καὶ ἀνεπόλα τὰ πρότερον αὐτῷ συμβεβηκότα κακά.

Ἡ γοῦν μνήμη τῶν παλαιῶν κακῶν, φυλακτικωτέρους ἡμᾶς ἀπεργάζεται πρὸς τὸ μὴ αὖθις τοῖς αὐτοῖς περιπεσεῖν· ἀλλὰ καὶ τῆς μεταβολῆς τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἡ ἀνάμνησις εὐχαρίστους ἡμᾶς ἀπεργάζεται καὶ συντεταμένους μᾶλλον εἰς προσοχήν. Εἰκότως τοίνυν ἐπαναλαμβάνει τὴν τῶν προτέρων αὐτοῦ ἀνομιῶν μνήμην, διδάσκει τε, ὡς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καιρῷ τινι συνεκάλυψαν αἱ ἀνομίαι αὐτοῦ, δίκην ἀχλύος τῷ τῆς διανοίας βλεπτικῷ ἐπιχυθεῖσαι.

Τὰ δὲ λοιπὰ τοῖς προειρημένοις ἀκολούθως· Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἔτι καὶ νῦν αἴσθεται πολλῶν περὶ αὐτὸν ἐχθρῶν ἐπικειμένων τῇ αὐτοῦ ψυχῇ, καὶ περὶ τούτων τὴν προκειμένην εὐχὴν ἀναπέμπει.

Οὐ γὰρ παύονται διαφθονούμενοι καὶ τοῖς ἤδη τελείοις καὶ βεβηκόσιν ἐπὶ τὴν πέτραν. Διὸ ῥυσθῆναι ἀπὸ τῶν εἰρημένων ἀξιοῖ, κἀκείνους μὲν καταισχυνθῆναι καὶ ἐντραπῆναι τοὺς ἐκζητοῦντας αὐτοῦ τὴν ψυχὴν τοῦ ἐξᾶραι αὐτήν· αὐτὸν δὲ περιφράττεσθαι ὑπὸ τῆς αὐτοῦ δεξιᾶς. Ἐντρέπονται δὲ καὶ ἀσχημονοῦσιν (οὕτως γὰρ ἐξέδωκεν ὁ Σύμμαχος) οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ δικαίου, ἐπειδὰν, πᾶσαν κατ᾽ αὐτοῦ μηχανὴν ἐπινοήσαντες, ἄπρακτοι γένωνται· εἶθ᾽ ὡς μηδὲν δεδυνημένοι ἀπογνόντες ἀπαλλάττονται, αἰσχύνην καταχεάμενοι.

Διὸ μετὰ τὸ ἀσχημονῆσαι αὐτοὺς, καταισχυνθῆναί τε καὶ ἐντραπῆναι ἐπιλέγει· Ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντες τὰ κακά μοι. Μηδὲν γὰρ δεδυνημένοι, καὶ μὴ κατελπίσαντες περιγενήσεσθαι, ἀποστρέφονται καὶ ἀπαλλάττονται εἰς τὰ ὀπίσω· εἶτ᾽ ἀπαλλαγέντες καὶ μακρὰν γενόμενοι, τἀπίχειρα τῆς αὑτῶν ἀπολήψονται κακίας· διὸ μετὰ ταῦτα λέλεκται· Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀνθ᾽ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἀὰ, ἀὰ, αὐτῇ συγχρησάμενος οὕτως ἐχούσῃ τῇ Ἑβραϊκῇ φωνῇ. Ἔστι δὲ αὕτη σχετλιαστικὴ τῶν ἤδη νενικημένων καὶ εἰς τὰ ὀπίσω κεχωρηκότων, καὶ τὴν ἑαυτῶν αἰσχύνην ἀπειληφότων. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα καὶ τὸν Σύμμαχον φήσαντα· Οἱ λέγοντες περὶ ἐμοῦ· Εὖγε, εὖγε, τάχα ποτὲ οἱ ἐχθροὶ τοῦ δικαίου πολλὰς ἐπιβουλὰς ἐπινοοῦντες κατ᾽ αὐτοῦ, ἐφ᾽ ἑκάστῃ προσδοκῶντες περιγενήσεσθαι, ἔλεγον. Εὖγε, εὖγε. Ἀλλὰ πολλάκις τοῦτο, φησὶν, εἰρηκότες, διὰ τὴν σὴν χάριν ἀπαλλαττέσθωσαν ἤδη ποτὲ, τὴν ἑαυτῶν κομισάμενοι αἰσχύνην.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Μʹ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζωώσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς ψυχὴν ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Προιὼν ἑξῆς ὁ λόγος ἐπιφέρει· Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Ταῦτα δὲ ἀναγέγραπται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ὡς ἐξ οἰκείου προσώπου εἰρηκὼς ἐν τῇ πρὸς τοὺς μαθητὰς ὁμιλίᾳ· δι᾽ ὧν ἔφασκεν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ὅταν ποιεῖτε αὐτά. Οὐ περὶ πάντων ὑμῖν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ πτέρναν αὐτοῦ. Ἄλλη δὲ Γραφὴ τοῦτο φήσασα οὐχ εὑρίσκεται, μόνη δὲ ἡ παροῦσα, δι᾽ ἧς εἴρηται· Ὁ ἐσθίων ἄρτον μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.

Ὥρα τοιγαροῦν εἰς τὸ αὐτοῦ πρόσωπον τὰ ἐμφερόμενα τῷ ψαλμῷ ὡς ἂν προφητικῶς εἰρημένα ἐκλαβεῖν. Διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, ἀναπέμποντα ἡμᾶς ἤτοι ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος καθ᾽ ἣν ἐπληροῦτο τὰ ἀναγεγραμμένα, ἢ ἐπὶ τὰ τελευταῖα τῶν διὰ τοῦ ψαλμοῦ δηλουμένων. Εἰ μὲν οὖν ἐπὶ τοῦ Σωτῆρος ἀναφέροιτο τὰ προκείμενα, εἴποις ἂν μακαρίζεσθαι τὸν δυνάμενον συνιέναι δι᾽ ἣν αἰτίαν ἀνείληφε δι᾽ ἡμᾶς πτωχείαν. Ἔτι γὰρ πλούσιος ὢν, δι᾽ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν· Ἐν μορφῇ τε Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, σαφῶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Καὶ ἄλλος δ᾽ ἄν τις συνήσει ἐπὶ πτωχὸν καὶ πένητα, ἀκούων αὐτοῦ λέγοντος ἐν Εὐαγγελίοις· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένουν, καὶ ἐπεσκέψασθε· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ· οἷς ἐπιλέγει· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τῶν τούτων τῶν ἐλαχίστων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε.

Καὶ οὕτως οὖν μακάριος ἀληθῶς ὁ συνιὼν ἐπὶ τὸν οὕτως ἀποδοθέντα πτωχὸν καὶ πένητα. Εἰ δὲ καὶ ἐπὶ τὸν Δαυῒδ ἀναφέροιτο τὰ λελεγμένα, εἴποις ἂν ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ ταῦτα συνῆφθαι. Ἐπεὶ γὰρ πρὸς τοῖς τελευταίοις τοῦ λθʹ ἐλέγετο ἐκ προσώπου τοῦ Δαυΐδ· Ἐγὼ δὲ πένης εἰμὶ καὶ πτωχός· ταῦτα δ᾽ ἔλεγεν ὁ τοσοῦτος βασιλεύς, ὁ τὸν ἄφατον πλοῦτον συναγηοχὼς εἰς τὴν παρασκευὴν τοῦ μετὰ ταῦτα ἐγηγερμένου διὰ Σολομῶνος ναοῦ, σμικρύνων ἑαυτὸν καὶ ταπεινῶν, καὶ τῇ ψυχῇ μετριοφρονῶν, καὶ ἀληθῶς τῇ διαθέσει πτωχεύων· τούτου χάριν ἐπισυνῆπται ὁ παρὼν ψαλμὸς, μακαρίζων τοῦ συνιέντος ἐπὶ τὸν οὕτω πτωχόν. Τὸ δὲ, πένητα, οὔτε ἐν τῷ Ἑβραϊκῷ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐμφέρεται.

Καὶ κατὰ τετάρτην διάνοιαν εἴποι τις ἂν γνωμονικὸν εἶναι τὸν λόγον καὶ παραινετικὸν φιλανθρωπίας καὶ φιλοπτωχίας. Προσήκει γὰρ ἐπὶ τῶν κοινότερον λεγομένων πτωχῶν συμπαθητικοὺς εἶναι καὶ μεταδοτικοὺς, συνιέντας, ὡς ὁ κρίνων αὐτοὺς πτωχεύειν Θεὸς εἰς ταύτην αὐτοὺς ἤγαγε τὴν κατάστασιν· ὁμοῦ μὲν καὶ αὐτοὺς γυμνάζων διὰ τῆς πτωχείας, ὁμοῦ δὲ καὶ τοὺς ἐν περιουσίᾳ βίου καρποὺς τῆς ἑαυτῶν προαιρέσεως παρέχειν διὰ τῆς εἰς τοὺς ἐνδεεῖς κοινωνίας βεβουλημένος. Πειράζεται γοῦν ὁ πλούσιος διὰ τοῦ πένητος, εἴτε τις ἀνηλεὴς καὶ ἀσυμπάθητος, καὶ ἄσπλαγχνος εἴη, εἴτε φιλάνθρωπος καὶ ἐλεημονικός.

Διὸ πολὺς ὁ περὶ τῶν πενήτων καὶ πτωχῶν λόγος ἐν τοῖς θείοις παραγγέλμασι. Καὶ κατὰ πέμπτην δὲ διάνοιαν ἄλλο τάγμα πτωχῶν εὕροις ἂν, τὸ ὑπὸ τοῦ Σωτῆρος μακαριζόμενον κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν οἷς τοὺς κατὰ Θεὸν φιλοσοφοῦντας, καὶ τὴν ἔνθεον ἄσκησιν πτωχεύοντας ὁ Σωτὴρ ἐμακάριζεν· οἳ ἦσαν οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι.

Μακάριος οὖν ὁ συνιὼν ἐπὶ πτωχὸν, ἐπὶ τὸν οὕτω πτωχὸν καὶ πένητα· τῆς ἀγαθῆς ταύτης καὶ τρισμακαρίας συνέσεως καρπὸν λήψεται τὸν ἑξῆς εἰρημένον· Ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἣ κατὰ τὸν Σύμμαχον, Ἐν ἡμέρᾳ κακώσεως.

Εἰ γὰρ γένοιτό τις πειρασμὸς, ἢ περιπέσοι ποτὲ συμφορᾷ καὶ περιστάσει, ὥσπερ αὐτὸς συνῆκεν ἐπὶ πτωχὸν καὶ πένητα, οὕτω καὶ αὐτοῦ εὐκαίρως συνήσει ὁ Κύριος, μετρῶν αὐτῷ τὸ ἴσον μέτρον ᾧ ἐμέτρησεν. Κύριος φυλάξαι αὐτὸν καὶ ζήσαι αὐτόν. Ἀλλὰ καὶ φυλάξει αὐτὸν καὶ ζῆσαι ποιήσει αὐτόν· ἢ κατὰ τὸν Σύμμαχον· Φυλάξει αὐτὸν, καὶ περισώσει αὐτόν.

Καὶ τρίτον δὲ αὐτῷ παρέξει, μακαρίσει αὐτὸν ἐν τῇ γῇ· ἢ κατὰ τὸν Σύμμαχον, Μακαριστὸς ἔσται ἐν τῇ γῇ. Ὡς ἔτι γὰρ ἐν τῇ γῇ ταύτῃ τυγχάνει, τῆς παρὰ τοῦ Θεοῦ μακαριότητος τεύξεται, μενόντων αὐτὸν τῶν μετὰ ταῦτα ἐπηγγελμένων οὐρανίων ἀγαθῶν.

Τούτοις ἐπιλέγει· Καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ· ἀνθ᾽ οὗ ὁ Σύμμαχός φησι· Καὶ οὐκ ἐκδώσει αὐτὸν εἰς ψυχὰς ἐχθρῶν. Ἰστέον δὲ, ὡς τό· Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, τινὲς ἐκ προσώπου τοῦ Δαυῒδ εἰρῆσθαί φασιν· ἢ παρεμβεβλημένον ἐν τῷ μέσῳ, ἢ ἕως ἐκεῖ περιγράφοντες τὰ λεγόμενα ὑπ᾽ αὐτοῦ.

Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, φησὶν, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου ἀκολουθῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Κατεμεγαλύνθη μου πτέρνᾳ. Τῆς δὲ τοῦ Σωτῆρος εἰρήνης ἦν ἄνθρωπος ὁ Ἰούδας, ἀκούσας καὶ αὐτὸς μετὰ τῶν λοιπῶν μαθητῶν τοῦ Σωτῆρος λέγοντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ἀλλὰ καί· Ἐφ᾽ ὃν ἤλπισα, φησί· ἢ κατὰ τὸν Ἀκύλαν, ἐπεποίθησα, ἢ κατὰ τὸν Σύμμαχον, ἐπεποίθειν· ἐπειδήπερ καὶ αὐτῷ ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις τῶν ἴσων μετεδίδου χαρισμάτων. Ἐπεποίθει δὲ ἐπ᾽ αὐτῷ ὁ Σωτὴρ, καὶ ἀγαθὰς εἶχεν ἐλπίδας ἐπ᾽ αὐτῷ, διὰ τὸ καὶ ἐπ᾽ αὐτῷ αὐτεξούσιον. Οὐ γὰρ ἦν φύσεως ἀδυνάτου σώζεσθαι ὁ Ἰούδας· ἀλλ᾽ οἷός τε ἦν, θελήσας, ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις μαθητευθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ καλὸς καὶ ἀγαθὸς μαθητὴς ἀποτελεῖσθαι· συνέστιος δὲ ὢν τῷ Διδασκάλῳ, οὐ τὸν κοινὸν ἄρτον αὐτῷ μόνον συνήσθιεν, ἀλλὰ καὶ τοῦ τῆς ψυχῆς θρεπτικοῦ μεταλαμβάνειν ἠξιοῦτο· περὶ οὗ ἔλεγεν ὁ Σωτήρ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις. Οὗτος οὖν ὁ τοσούτων ἠξιωμένος τὴν πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατὰ τοῦ Σωτῆρος ἐπῆρε· διὸ λέλεκται· Ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.

Ἀντὶ δὲ τοῦ, πτερνισμὸν, παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένον, ἡ Ἑβραϊκὴ ἀνάγνωσις πτέρναν περιέχει. Οὕτως οὖν δουλεύσας τῷ Ἑβραϊκῷ ὁ Ἀκύλας ἐξέδωκεν. Ὅθεν καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, ὡς ἂν Ἑβραῖος ἐξ Ἑβραίων, τὸν Σωτῆρα, οὐ πτερνισμὸν, ἀλλὰ καὶ πτέρναν ὠνομακέναι ἐμνημόνευσεν.

Εἰς τό· Ἐμοῦ διὰ τὴν ἀκακίαν ἀντελάβου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, διὰ τὴν ἁπλότητα· ἐπειδήπερ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγων τὸ στόμα· καὶ, Λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· τὴν ἄκραν δὲ ἀνεξικακίαν ἐνδεικνύμενος ἐν τῷ κατηγορεῖσθαι ἐσιώπα, ψευδομαρτυρούμενός τε οὐδὲν ἀπεκρίνατο· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ δέδωκεν εἰς μάστιγας καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπον οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Διό φησιν· Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα. Τούτοις πᾶσιν ἐπὶ τέλει τὸ προφητικὸν πνεῦμα εὐχαριστήριον φωνὴν ἀναπέμπει τῷ Θεῷ λέγον· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν, πεπιστωμένως, πεπιστωμένως· κατὰ δὲ τὸν Σύμμαχον· Ἀμὴν, ἀμήν· ἔνθεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τοῖς ἑαυτοῦ διαλόγοις εἰς πίστωσιν τῶν ὑπ᾽ αὐτοῦ λεγομένων παραλαμβάνειν εἴωθε τό· Ἀμὴν λέγω ὑμῖν· οὗ τὴν διάνοιαν σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας εἰπὼν, πεπιστωμένως, πεπιστωμένως.

Ἀλλὰ γὰρ διῃρημένης τῆς ὅλης βίβλου τῶν ψαλμῶν εἰς πέντε μέρη, τὸ πρῶτον μέρος ἐνταῦθα περιγράφεται, ἀρχόμενον μὲν ἀπὸ τοῦ αʹ ψαλμοῦ, τελευτῶν δὲ εἰς τὸν μετὰ χεῖρας. Ὥρα δὴ οὖν μεταβῆναι ἐπὶ τὸ δεύτερον· ὅπερ ἄρχεται μὲν ἀπὸ τοῦ μαʹ ψαλμοῦ, συμπεραιοῦται δὲ εἰς τὸν οαʹ.