Μετὰ τὰ προλελεγμένα πάντα, φησὶν, οὐδέν μοι λείπεται, ὦ Κύριε, ἢ σὲ προσδοκᾷν καὶ εἰς σὲ τὰς ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς ἡ ὑπόστασίς ἐστι. Διὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν, καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. Ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου, ἐκωφώθην, καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος· εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ᾽ οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Ὁ γὰρ σὸς φόβος κωφῶσαί με ἐποίησε, πλήττων με ἐφ᾽ οἷς ἥμαρτον, καὶ κατασιγάζων πρὸς τὸ μὴ φθέγγεσθαι. Ἀντὶ δὲ τοῦ, ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας, ὄνειδος ἀποῤῥέοντι, φησὶ, μὴ θῇς με· ὁ δὲ Σύμμαχος, ἐπονείδιστον ἄφρονι μὴ δῷς με· ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με. Ὅπερ παράκλησιν ἐμφαίνει τοῦ ἡμαρτηκότος, ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. Εἰ δ᾽ αὐτὸς ὁ Κύριος παραδίδωσιν ἄφρονι τὸν ἡμαρτηκότα, ὀνειδίζεσθαι πρὸς αὐτοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ᾽ ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἂν, κακούμενος, μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ Δαυῒδ, ὡς πάντα πράττων τὰ τῷ Θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ.