Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τοὺς Ψαλμούς

Εὐσέβιος Καισαρείας

Υπόμνημα στους Ψαλμούς ΜΑ΄ - Ν΄

Έναρξη του Δεύτερου Βιβλίου των Ψαλμών. Ερμηνεία των ψαλμών 41 έως 50, όπου αναλύεται η δίψα της ψυχής για τον Θεό, η ίδρυση της Εκκλησίας, ο πνευματικός ναός και η μετάνοια του Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 16

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΙΣ ΣΥΝΕΣΙΝ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΑʹ. Τὸ μὲν πρῶτον μέρος τῆς τῶν ψαλμῶν βίβλου μʹ ψαλμοὺς, καὶ πάντας τοῦ Δαυῒδ, περιεῖχε· τὸ δὲ μετὰ χεῖρας λαʹ· ὧν ὀκτὼ μέν εἰσι τῶν υἱῶν Κορὲ, εἷς δὲ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος εἷς· οἱ δὲ λοιποὶ τοῦ Δαυΐδ. Πρώτους δὲ τούτων ὄντας, τοὺς τῶν υἱῶν Κορὲ, διασκεψώμεθα, ἐπὶ τὸ συνιέναι τὰ λεγόμενα. Παρορμῶσιν ἡμᾶς οἱ υἱοὶ Κορὲ διὰ τῶν προγραφῶν πρὸς τὸ μὴ παρέργως χρήσασθαι τῇ τῶν λεγομένων ἐντεύξει.

Εἰσάγει δὲ ὁ παρὼν ψαλμὸς τὸν προφητικὸν χορὸν περίλυπον καὶ σκυθρωπὸν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς ἐκπτώσει· καὶ ἐξαιτεῖ τε λύτρωσιν καὶ κακῶν ἐλευθερίαν διὰ τῆς σωτηρίου βοηθείας. Ὃ δὴ καὶ ἐπὶ τέλει τοῦ λόγου ἐπισφραγίζεται εἰπών· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

Οὔτε ψαλμὸν, οὔτε ᾠδὴν, οὔτε τι τῶν τοιούτων ἡ προσγραφὴ περιέχει· καὶ εἰκότως. Ἐπειδήπερ σκυθρωποτέρων λόγων πεπλήρωται τὰ ἑξῆς ἐπιλεγόμενα, διὰ ταῦτα ἁπλῶς εἰς τὸ τέλος ἐπιγέγραπται. Μὴ γὰρ ὑφεστώτων πραγμάτων, μελλόντων δέ ποτε ἔσεσθαι, προῤῥήσεις περιέχει. Γεγόνασι μὲν γὰρ οἱ υἱοὶ Κορὲ ἐπὶ τῆς ἐρήμου κατὰ τοὺς χρόνους Μωϋσέως.

Εἶτα τοῦ πατρὸς αὐτῶν τοῦ Κορὲ καταστασιάσαντος Μωϋσέως, καὶ ἀπολομένου τῇ αὑτοῦ φρατρίᾳ, τοὺς τούτου παῖδας συνέβη μὴ συναπολέσαι τῷ πατρί· διὰ τὸ μὴ κεκοινωκέναι αὐτοὺς τῇ τοῦ πατρὸς δυσσεβείᾳ, μετάνοιαν δὲ ἐνδειξαμένους καὶ πλείστην περὶ τὸν Θεὸν εὐλάβειαν, τοσαύτης ἀποδοχῆς ἠξιωκέναι παρὰ τῷ Θεῷ, ὡς καὶ προφητικοῦ χαρίσματος μετασχεῖν.

Ἐκ δὲ τῆς τούτων διαδοχῆς κατὰ τοὺς χρόνους Δαυῒδ γίνεται ἕτερος Κορὲ, ὁμώνυμος τῷ προτέρῳ, καὶ τούτου ἕτεροι παῖδες. Εἴτ᾽ οὖν οὗτοι, εἴτε οἱ πρότεροι, τὴν μακρὰν ὕστερον γενομένην αἰχμαλωσίαν τοῦ λαοῦ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Ἰουδαίων ἔθνους διασπορὰν θεσπίζουσι διὰ τὸν μετὰ χεῖρας. Προϊόντες γοῦν φασι· Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον αὐτούς. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς.

Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς· καὶ ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Οὐ γὰρ ἐπὶ τοῦ Δαυῒδ ταῦτα ἡ ἱστορία γεγενῆσθαι περιέχει· διὰ τοῦτο προγέγραπται εἰς τὸ τέλος. Καὶ ἐπὶ θεϊκῆς δὴ συνέσεως τῷ μέλλοντι ταῦτα νοεῖν ἀναγκαίως εἴρηται, εἰς σύνεσιν. Ἀντὶ δὲ τοῦ, τοῖς υἱοῖς Κορὲ, συμφώνως ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, τῶν υἱῶν Κορὲ, ἡρμήνευσαν, διδάσκοντες αὐτῶν εἶναι τὰς προφητείας· οἳ διψῇν ὡμολόγουν αὐτὸν τὸν Θεὸν, πόθον τε καὶ ἵμερον, καὶ ἐπιθυμίαν ἔχειν τῆς παρ᾽ αὐτῷ πηγῆς, περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Διὸ ἔλεγον· Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Κερασφόρον ζῶον ἡ ἔλαφος· ἀλλὰ καὶ καθαρὸν κατὰ τὸν νόμον, ἤδη δὲ καὶ ὀφιοκτόνον, καὶ πάντων ἑρπετῶν ἀναιρετικὸν, ἀλλὰ καὶ τῶν τὰς ἐρήμους μεταδιωκόντων. Τοιοῦτος δὲ ἦν ὁ προφητικὸς χορὸς, φιλέρημος καὶ ἀνακεχωρηκώς.

Ἐν ἐρημίαις γοῦν καὶ ὄρεσι, καὶ σπηλαίοις πεποιῆσθαι λέγονται τὰς διατριβάς· ἀλλὰ καὶ πάσης ἐτύγχανον ἀντικειμένης δυνάμεως, καὶ παντὸς τοῦ κατὰ διάνοιαν ἑρπετοῦ ἀναιρετικοὶ, ὡς ἂν ἔχοντες καὶ αὐτοὶ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Κερασφόροι δὲ ὑπῆρχον, ὡς λέγειν δύνασθαι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἀλλὰ καὶ καθαροὶ τὴν ψυχὴν ἐτύγχανον, εἰ καί τινες ἄλλοι· διὸ ἐλάφῳ παρεβάλλοντο.

Ἐπεὶ καὶ αὐτὸς ὁ νυμφίος ἐν ᾌσματι ᾀσμάτων νεβρῷ ἐλάφῳ ἀφωμοίωτο, καὶ ἐν τῷ Ἰὼβ δὲ εἴρηται· Ἐφύλαξας δὲ μῆνας ἐλάφων ὠδῖνάς τε· αὐτοὺς ἐξαποστελεῖς. Τοιαύτας δὲ λογικὰς ἐλάφους ὁ Κύριος καταρτίζεσθαι λέγεται ἐν κηʹ ψαλμῷ, φάσκοντι· Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους.

Αὗται τοίνυν αἱ ἔλαφοι, τῆς πηγῆς διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τοῦ λαοῦ, καὶ ἀποστραφέντος τοῦ Θεοῦ, καθ᾽ ἑαυτὰς ἀπεκλαίοντο, καὶ τοῖς ἑαυτῶν δάκρυσιν ἐχρῶντο τροφῇ, νυκτὸς καὶ ἡμέρας τὴν ἀπώλειαν τοῦ λαοῦ ἀποθρηνοῦσαι· ὡμολόγουν τε διψῇν οὐ τοῖς σώμασι καὶ ταῖς σαρξὶ τὰς τούτῳ φίλας ἡδονὰς, ἀλλ᾽ αὐτὴ ἡ ψυχὴ ποθεῖν καὶ ἱμείρεσθαι κατὰ τὸν Σύμμαχον τῆς πρὸς τὸν Θεὸν πορείας. Διὸ ἔλεγον· Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Ζῇν γὰρ τὸν Κύριον κατὰ τὸ εἰρημένον, Ὁ μόνος ἔχων ἀθανασίαν· καὶ μόνον ζωὴν ἔχειν παρ᾽ ἑαυτῷ, κατὰ τό· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ᾔδεσαν. Καὶ τοῦτό γε τὸ ζῶν ὕδωρ, ὕστερόν ποτε ἐπιστᾶσα κατὰ τὰς τῶν προφητῶν εὐχὰς ἡ πηγὴ, αὐτὸς ὁ Σωτὴρ παρέχειν ἀνθρώποις ἐδίδασκεν, ὧδέ πη λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ πάλιν· Εἴ τις διψᾷ ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τούτου δὴ οὖν τοῦ πόματος ὁ προφητικὸς χορὸς διψῶν ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, καὶ, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὁρῶντες γὰρ ἑαυτοὺς μακρὰν ὑπάρχοντας τῆς πρόσωπον πρὸς πρόσωπον θέας τοῦ Θεοῦ, ταῦτα ἔλεγον.

Ἀλλὰ καὶ συναισθόμενοι, ὡς ἀπέστραπτο τὸν λαὸν τὸ τοῦ Θεοῦ πρόσωπον, οὐκέτ᾽ αὐτοὺς ἐπισκοπεῖ ἡ πάντοτε πρόνοιαν αὐτῶν ποιουμένη δύναμις, ἀπεθρήνουν μὲν τὴν ἐπὶ γῆς διατριβὴν, εὐχὴν δ᾽ ἐτίθεντο παραστῆναί ποτε τῷ προσώπῳ τοῦ Θεοῦ· διὸ ἔλεγον· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Πολλῆς δὲ γέμοντες παῤῥησίας καὶ συνειδήσεως ἀγαθῆς τοιαύταις ἐχρῶντο φωναῖς.

Ὡς γὰρ ὅλοι διόλου τὰς ψυχὰς ὑγιεῖς καὶ παντὸς μώμου καὶ σπίλου, καὶ μολυσμοῦ κεκαθαρμένοι, ὀφθῆναι ἠξίουν τῷ προσώπῳ τοῦ Θεοῦ. Ὁ δὲ ἁμαρτάνων φεύγει τὸ πρόσωπον, καὶ παραιτεῖται δι᾽ εὐχῆς καὶ ἱκετηρίας λέγων· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.

Πάντα τὰ ἐπὶ γῆς ἀποστρεφόμενος, καὶ πᾶσαν τρυφὴν τὴν ἐν ἀνθρώποις βδελυττόμενος, μόνῳ δὲ ἄρτῳ ἐπάναγκες χρώμενος, καὶ τούτῳ μετὰ δακρύων, ἐρεῖ· Ἐγενήθη τὰ δάκρυά μου ἄρτος μοι ἡμέρας καὶ νυκτός. Ὁ δὲ τῶν προφητῶν χορὸς, ἐπεὶ ἑώρα τὸ πρόσωπον τοῦ Θεοῦ ἀποστραφὲν πάντα τὸν λαὸν, τὴν τῶν πολλῶν ἀπώλειαν ἑαυτοῦ εἶναι ζημίαν ἡγούμενος, τοὺς ὑπὲρ ἁπάντων ἀνεδέχετο θρήνους· εἰς τοσοῦτον δὲ ἐπέτεινον τὴν κακοπάθειαν οἱ τοῦ Θεοῦ ἄνθρωποι, ὡς τοῖς δάκρυσιν ἑαυτῶν τρέφεσθαι καὶ διὰ πάσης ἡμέρας καὶ νυκτὸς παραιτεῖσθαι μὲν καὶ αὐτὸν τὸν ἄρτον, μόνῳ δὲ τῷ κλαυθμῷ σχολάζειν. Μάλιστα δὲ ταῦτ᾽ ἔπραττον καὶ ταῦτ᾽ ἔπασχον, ἀκούοντες αὐτοῦ τοῦ λαοῦ, μᾶλλον δὲ τῶν ἀσεβῶν τῶν ἐν αὐτῷ λεγόντων· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐ γὰρ δήπου οἱ ἐχθροὶ καὶ πολέμιοι καθ᾽ ἑκάστην ἡμέραν ταῦτα αὐτοῖς ἔλεγον· ἀλλ᾽ εἰκὸς τοὺς ἐν τῷ ἔθνει ἀπίστους ὡς μάτην θεοσεβοῦντας καὶ εἰκῆ μοχθοῦντας τοὺς προφήτας καταμέμφεσθαι καὶ λέγειν αὐτοῖς· Ποῦ ἐστιν ὁ Θεός σου; Ἃ δὴ παρὰ τῶν ἀδελφῶν καὶ συγγενῶν, καὶ γνωρίμων ἀκούοντες, τὰ τοῦ πένθους ἐπέτεινον· διό φασι· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου. Οὐ γὰρ ἔξω τὴν ἐμαυτοῦ ταραχὴν ἐνέφαινον, ἀλλ᾽ ἔνδον ἐν τῇ ἐμαυτοῦ ψυχῇ κρύπτων τὴν ἐμὴν ἀλγηδόνα καὶ παρ᾽ ἐμαυτῷ συγχεόμενος.

Τοιοῦτον δέ τι πεπονθὼς ὁ Ἀπόστολος ἔλεγεν· Ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. Οὕτως οὖν καὶ νῦν, Ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου, φασί. Τελείου δ᾽ ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν. Λεγόντων μοι, φησὶ, τῶν ὀνειδιζόντων με· Ποῦ ἐστιν ὁ Θεός σου; ἐδακνόμην μὲν τῇ λύπῃ καὶ ὑπερήλγουν τὴν ψυχὴν πληττόμενος ὑπὸ τῶν λόγων τῶν ἀσεβῶν. Ὅμως δ᾽ οὖν ἐν ἐμαυτῷ συνεῖχον τοὺς ἐμαυτοῦ λογισμοὺς, πρὸς τὸ μὴ προχυθῆναι καὶ τῆς προκειμένης μοι τοῦ Θεοῦ ἐκπεσεῖν ἐλπίδος. Ἀνέφερον γὰρ τῇ μνήμῃ τὸ περιμένον με τέλος· ἐπεὶ μὴ ἠγνόουν, ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται.

Διὸ δὴ ἀκριβῶς ἐπιστάμενος, ὅτι μετὰ τὰ σκυθρωπὰ διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος, ταῦτα ἐμνήσθην· καὶ οὐκ ἐξέπιπτον τῆς ἐλπίδος, ἀλλ᾽ εἴσωπερ ἐμαυτῷ ἐξέχεα τὴν ψυχήν μου. Καὶ ἐπειδὴ τοιαύτας ὑπέγραφεν ἑαυτῷ ἐλπίδας, εἰκότως αὐτὸς ἑαυτὸν θεραπεύει καὶ λέγει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου· θαρσεῖ γὰρ ἑαυτῷ καὶ τὰ παρόντα λυπηρὰ γενναίως φέρειν παρεκελεύετο. Λέγων δὲ ὁ Σύμμαχος, Ὅτι ἐξελεύσομαι εἰς τὴν σκηνὴν, διαβασταχθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ, μετὰ φωνῆς εὐφημίας καὶ ἐξομολογήσεως πλήθους πανηγυριζόντων· ἢ κατὰ τὸν Ἀκύλαν, Αἰνέσεως καὶ εὐχαριστίας ὄχλου ἑορτάζοντος· παρίστη ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῷ παρόντι βίῳ πᾶν τὸ ἐπιὸν γενναίως ὑπομενόντων. Διαδέξεται γὰρ τούτους τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος αὐτοῦ, ἐν ᾧ οἱ ἄξιοι διαβασταζόμενοι, καὶ μετέωροι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Ἃ δὴ καὶ ὁ Ἀπόστολος εἰδὼς ἔλεγεν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Σκηνὴν δὲ θαυμαστὴν τοῦ Θεοῦ ὀνομάζει πρὸς ἀντιδιαστολὴν ἑτέρας οὐ θαυμαστῆς, ὁποία ἦν ἡ ἐπὶ Μωϋσέως ἐπὶ γῆς κατεσκευασμένη. Θαυμαστὴν δὲ ἀληθῶς σκηνὴν νοήσεις, ἣν οἱ μακάριοι τοῦ Θεοῦ ἐν ἐλπίσιν ἐτίθεντο. Αὕτη δὲ ἦν ἡ ἐπουράνιος, ἧς τύπους κατεσκεύαζε Μωϋσῆς ἐπὶ τῆς ἐρήμου. Περὶ ἧς θαυμαστῆς σκηνῆς καὶ ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλοσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος· οἷς ἐπιλέγει ἑξῆς· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα, γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλὰ ταῦτα μὲν εἰκόνες ἦσαν καὶ σύμβολα τῶν ἐπουρανίων· Χριστὸς δὲ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.

Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, εἰκότως, θεοφιλοῦς ψυχῆς μετὰ τὸν αὐτάρκη καὶ τὸν παρόντα βίον διὰ γυμνασίαν καταξιουμένης τῆς εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσόδου, φωνὴ γίνεται εὐφημίας πλήθους πανηγυριζόντων καὶ εὐχαριστούντων ἐπὶ τῇ σωτηρίᾳ τοῦ σωζομένου. Ἃ δὴ πεπεισμένος εἶναι ἀληθῆ ὁ τούτοις μαθητευθεὶς, εἰκότως πρὸς ἑαυτὸν φάσκει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἢ κατὰ τὸν Σύμμαχον· Τί κατακάμπτῃ, ἡ ψυχή μου, καὶ τί θορυβῇ κατ᾽ ἐμοῦ;

Ἀνάμεινον τὸν Θεὸν, ὅτι διηνεκῶς ἐξομολογήσομαι αὐτῷ τὰς σωτηρίας τοῦ προσώπου αὐτοῦ· ἢ, ταῖς σωτηρίαις τοῦ προσώπου αὐτοῦ, κατὰ τὸν Ἀκύλαν. Γενόμενος γὰρ ὅσον οὐδέπω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, καὶ ὑπὸ ἀγγέλων ἁγίων διαβασταχθεὶς διὰ τὸ ὕψος καὶ τὸ ἔπαρμα αὐτῆς τὸ ἐπουράνιον, παραστήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ τεύξομαι τῆς θέας τοῦ σωτηρίου αὐτοῦ· τούτων ἀξιωθεὶς, κατὰ καιρὸν ἀναπέμψω τὴν ἐξομολόγησιν καὶ τὴν ὀφειλομένην εὐχαριστίαν αὐτῷ.

Τὰ μὲν ἐν ἐλπίσιν ἀποκείμενά μοι ταῦτ᾽ ἔστι τὰ λελεγμένα. Τέως δ᾽ ἐπὶ τοῦ παρόντος πολλῶν με ταραττόντων, αὐτὸς οὐχ οὕτως ἐταραττόμην, ὡς ἐκπεσεῖν καὶ φανερῶς γενέσθαι τοῖς ταράττουσιν· ἀλλ᾽ ὥσπερ ἀνωτέρω, ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου, οὕτω καὶ ἐνταῦθα πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.

Κατὰ δὲ τὸν Σύμμαχον, Ἐπ᾽ ἐμὲ, φησὶν, ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἄβυσσος ἀβύσσῳ ἀπαντᾷ ἀπὸ ἤχου τῶν κρουνῶν σου. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν· Μετὰ τὴν Μωϋσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγόντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ τὴν κιβωτὸν ἐπ᾽ ὤμων φέροντες. Ὁ δὲ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθόλου τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν. Τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἁλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκήν· τοῦ δὲ ἄνωθεν κατιόντος παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου καὶ εἰς τοὐπίσω χωροῦντος. Καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγένετο ἐπαιρομένων κατ᾽ ἀλλήλων τῶν ὑδάτων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Τότε δὴ ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀναστελλομένων τῶν ὑδάτων καὶ κορυφουμένων. Ἀναπολῶν οὖν τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ᾽ ἡμῶν γιγνομένης Θεοῦ προνοίας.

Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον καὶ τὸ ὄρος τὸ πρὸς αὐτὸ, Ἑρμωνιεὶμ ὀνομαζόμενον, μικρότατον τυγχάνον· ἐπ᾽ ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον μὲν οὐδὲν πέπρακται· Πάντες δὲ οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον· ἢ κατὰ τὸν Σύμμαχον· Πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον. Εἰκότως οὖν πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· ἢ, Ἐπ᾽ ἐμὲ ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου, κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἐν γὰρ τούτοις τοῖς χωρίοις πάλαι ποτὲ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀπὸ ἤχου τῶν κρουνῶν σου, ἀναστελλομένου τοῦ ὕδατος εἰς τὸ μὴ διοχλῆσαι τοὺς τὸν Ἰορδάνην παριόντας. Ἀλλὰ τότε μὲν ταῦτα διὰ τὴν ἐπισκοποῦσαν τοὺς τότε πρόνοιαν· νυνὶ δὲ πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, κατακλύζοντά με καὶ καταποντοῦντα, μηδενὸς ἀναστέλλοντος. Λέγει δὲ ταῦτα εἰκότως ὁ χορὸς τῶν υἱῶν Κορὲ, προφητικῶς ἀποκλαιόμενοι τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους οὗ, πάθη εἰς ἑαυτὸν ἀνελάμβανεν.

Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς τὴν ᾠδὴν αὐτοῦ. Εἰ καὶ πᾶσαι, φησὶν, αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, ἀλλ᾽ εὖ οἶδα καὶ πέπεισμαι ἀκριβῶς, ὅτι οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἐλεεῖς· Θεὸς γὰρ ἐλεήμων εἶ, ναὶ καὶ οἰκτίρμων καὶ μακρόθυμος. Διὸ ἐμαυτὸν θεραπεύων ἀγαθαῖς ἐλπίσιν, εἰδὼς, ὅτι καθημέραν τὸ ἔλεος αὐτοῦ ἐντελεῖται ὁ Θεὸς, τὰς νύκτας τῇ ᾠδῇ αὐτοῦ σχολάζων διατελῶ. Μεθ᾽ ἡμέραν μὲν γὰρ τὰς τῶν ἀνθρώπων ὀρῶν πράξεις καὶ τὰς κυκλούσας ἡμᾶς συμφορὰς, τούς τε μετεωρισμούς σου καὶ τὰ κύματά σου, πρὸς ἐμαυτὸν ἀποδύρομαι· τῶν δὲ δι᾽ ἡμέρας με θορυβούντων σχολάσας διὰ τῆς νυκτὸς, ἀναπεμπάζομαι τὰ ἐλέη τοῦ Κυρίου· ἀναμιμνησκόμενός τε ὅπως καθ᾽ ἡμέραν τὸ ἔλεος αὐτοῦ ἐντέλλεται, ᾄσματα αὐτῷ καὶ ᾠδὰς ἀναπέμπω σχολὴν ἄγων τὰς νύκτας. Διὸ δὴ καὶ λέλεκται· Καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ᾽ ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἐν νυκτὶ ᾆσμα αὐτοῦ μετ᾽ ἐμοῦ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. ᾌδω μὲν γὰρ ὕμνον εὐχαριστήριον, δεδειγμένος ἐν παντὶ εὐχαριστεῖν, ταῖς μελλούσαις ἐλπίσιν χρησταῖς ἐμαυτὸν ἀνακτώμενος. Διὰ δὲ τὰ τέως ἐν τῷ παρόντι συνέχοντά με λυπηρὰ προσευχὴν ἀναπέμπω τῷ Θεῷ τῆς ζωῆς μου· οἶδα γὰρ, ὅτι αὐτὸν ἔχω τῆς ἐμαυτοῦ ζωῆς αἴτιον.

Προσευχόμενος δὲ αὐτῷ φημι· Ἀντιλήπτωρ μου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, πέτρα μου· ἐφ᾽ ἣν ἑστὼς οὐ διατραπήσομαι· διὰ τί μου ἐπελάθου; Ἐγὼ μὲν γάρ σου οὐκ ἐπιλέλησμαι· ἀλλ᾽ οἶδά σου τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς· οἶδα δὲ καὶ τὰς ἀποκειμένας μοι ἐλπίδας· διὸ καὶ τὴν ᾠδήν σου παρ᾽ ἐμαυτῷ ἀδιαλείπτως φυλάττω· σὺ δέ μου ἐπελάθου· διὰ τί; Τὴν αἰτίαν μαθεῖν βούλομαι, δι᾽ ἣν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου, οἱ πειρασμοὶ δηλαδὴ καὶ τοσαῦται περιστάσεις ἐπ᾽ ἐμὲ διῆλθον, σοῦ συγχωροῦντος. Μέγα γάρ τι ὀφείλει τυγχάνειν τὸ αἴτιον τῆς περὶ ἐμοῦ λήθης.

Λέγων δὲ ταῦτα ὁ χορὸς προφητικὸς, ἰδιοποιεῖται, ὡς ἔφην, τὴν τοῦ λαοῦ κατάστασιν· τὴν γὰρ ἐσχάτην ἀποβολὴν καὶ τὴν ἀπόπτωσιν τοῦ παντὸς ἔθνους τὴν γενομένην μετὰ τὴν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίαν αὐτῶν ἐμφαίνειν μοι διὰ τούτων δοκεῖ.

Εἶπε δ᾽ ἂν αὐτῷ ἐρωτήσαντι καὶ φάντι· Διὰ τί μου ἐπελάθου; τὸ ἐν Εὐαγγελίῳ λεχθέν· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ὑποσυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἐπεὶ τοίνυν διὰ τὴν αὑτῶν κακίαν ἐπελήσθησαν, εἰκότως ὁ χορὸς ὁ προφητικὸς, ἐπεὶ φυσικοῖς λόγοις πάσχοντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη, ὡς ὑπὲρ οἰκείου σώματος ἀλγῶν ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Ἵνα τί σκυθρωπὸς περιπατῶ, θλίβοντος ἐχθροῦ; καὶ ὡς σφαγὴν τῶν ὀστῶν μου ὠνείδιζον οἱ ἐναντίοι μου· ἢ, Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ θλίβοντές με. Τῶν γὰρ ὀστέων τῶν προφητικῶν διὰ τοῦ κλαυθμοῦ καὶ τῶν ὀδυρμῶν καταθλωμένων, τουτέστι τῶν τῆς ψυχῆς δυνάμεων, οἱ ἐν τῷ λαῷ ἐχθροὶ τοῦ Θεοῦ, ὡς μηδενὸς ἐπαμύνοντος, ἐπανέβαινον ὀνειδίζοντες καὶ λέγοντες· Ποῦ ἐστιν ὁ Θεός σου;

ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΜΒʹ. Ἀνεπίγραφος παρ᾽ Ἑβραίοις ὁ ψαλμός· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐπιγραφὴν ἔχει. Ἀλλὰ καὶ ὅτι μέρος ἔοικεν εἶναι τοῦ πρὸ αὐτοῦ, δεδήλωται ἔκ τε τῶν ὁμοίων ἐν ἀμφοτέροις λόγων καὶ ἐκ τῆς ἐμφεροῦς διανοίας. Φημὶ τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τὸν χορὸν τὸν προφητικὸν τὰ προκείμενα διεξιέναι ὑπὲρ τοῦ λαοῦ, ὡς ἀπωσμένου καὶ παραδοθέντος ἔθνεσι καὶ ἀνθρώποις πονηροῖς, δεομένου δὲ καὶ ἀντιβολοῦντος ἐκδικίας τυχεῖν, καὶ ῥυσθῆναι τῶν χειρῶν τῶν πολεμίων. Ὥσπερ δὲ διὰ τὴν τοῦ λαοῦ κάκωσιν συνέβαινε τοῖς δικαιοπραγοῦσι συμπάσχειν καὶ συναλγεῖν, καὶ συνδιατίθεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν θεοφιλῶν ἀνδρῶν δικαιοπραγία κοινωνίαν καὶ μετάδοσιν ἀγαθῶν παρέχει. Διὸ δὴ, τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀναλαμβάνοντες, εὐχὰς ὑπὲρ τοῦ πλήθους ἐποιοῦντο, κοινήν τε ἱκετηρίαν τῷ Θεῷ ἀνέπεμπον. Εἰκότως οὖν ὡς ἐξ ἑνὸς στόματος ταύτας ἠφίεσαν τὰς φωνάς.

Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με. Ὅτι σὺ ὁ Θεὸς κραταίωμά μου, ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Εἴποι δ᾽ ἄν τις ταῦτα λέγειν ἕνα που καὶ δεύτερον ἐν ὅλῳ τῷ ἔθνει τῶν Ἰουδαίων, εὑρημένον δίκαιον. Αὐτὸς οὖν ὁ εἷς καὶ σπάνιος, οἷον Ἱερεμίας ἤ τις ἕτερος ὅμοιος αὐτῷ, ἀποκλαιέσθω, καὶ ταύτας ἀναπεμπέτω τὰς φωνὰς, ἱκετεύων ῥυσθῆναι ἐξ ἀνοσίου ἔθνους· δηλούτω δὲ αὐτοὺς τοὺς ἐκ περιτομῆς, καὶ ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου, ὡς ἂν μήποτε καὶ αὐτὸς γένοιτο ἄδικος καὶ δόλιος. Παρακαλείτω δὲ τὸν Θεὸν λέγων· Σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἵνα τί με ἀπώσω, καταλιπών με ἐν μέσῳ τοιούτου λαοῦ; Ἥρμοζε δὲ τὰ προκείμενα καὶ τῷ προφήτῃ Ἡλίᾳ, ὃς ἔλεγεν κατεντυγχάνων τοῦ λαοῦ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν λαβεῖν αὐτήν.

Σαφῶς δὲ διδάσκει Ἱερεμίας ἐκλελοιπέναι πάντα δίκαιον ἐκ τοῦ λαοῦ, λέγων· Περιδράμετε ἐν ταῖς ἀμφόδοις Ἱερουσαλὴμ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε εἰ ἔστι συνιὼν, καὶ ἵλεως ἔσομαι αὐτοῖς. Εἶτ᾽ ἐπειδὴ τὸ πλῆθος τῶν κακῶν ἀνδρῶν θλίψιν παρεῖχε τῷ δικαίῳ, σκυθρωπάζειν ἐπὶ τούτῳ ἔλεγεν· Ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Καὶ ἄλλως δὲ, τῶν ἐχθρῶν καὶ πολεμίων θλιβόντων καὶ ἐπικρατεστέρων γενομένων τοῦ ἔθνους, ὁ τῷ Θεῷ ἀνακείμενος ἐδάκνετο τὴν ψυχὴν, ζήλου πληρούμενος ἐπὶ τῇ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίᾳ. Διὸ καὶ ἱκετηρίαν ἀνέπεμπεν, ὡς ἂν, κρίνας ὁ Θεὸς καὶ δικάσας αὐτῷ, καὶ τὴν πρέπουσαν περὶ αὐτοῦ δίκην ἐξενεγκάμενος, τὴν αὐτοῦ προσοφειλομένην ἀμοιβὴν τῶν αὐτοῦ κατορθωμάτων τῷ παντὶ πλήθει χαρίσοιτο, καὶ δι᾽ αὐτοῦ ῥύσαιτο τοὺς πάντας ἐκ χειρὸς τῶν πολεμίων· ἵν᾽, ὥσπερ κοινωνὸς αὐτὸς γέγονε τῆς τοῦ λαοῦ κακοπραγίας, οὕτω καὶ ὁ λαὸς μετάσχοι τῆς αὐτοῦ δικαιοπραγίας.

Ὥσπερ δὲ οἱ δίκαιοι ἔχοντες ἐν τοῖς δικαστηρίοις, τοὺς δικαστὰς ἱκετεύουσιν ἐπακοῦσαι τῶν δικαίων αὐτῶν, δικάσαι τε καὶ κρίνειν αὐτοὺς ὀρθῶς· τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ Θεῷ φησι· Κρῖνόν μοι, ὁ Θεὸς, οὐχὶ, κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον, κρῖνόν μοι. Σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς, καὶ τὴν κρίσιν μου ταύτην κρῖνον, καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα, τυχὼν ἐκδικίας, συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα.

Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. Νοήσεις καὶ οὕτως· Τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀληθείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον· Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ Θεῷ ἱερωμένος, ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν Θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός. Κιθάραν δὲ τὸ σῶμά φησι, δι᾽ οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ Θεῷ πρέπουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. Σαφῶς δὲ διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ Θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς, μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πως σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφίει τὰς φωνάς. Φῶς δὲ ἀποστελλόμενον ἕτερον ἂν εἴη τοῦ ἀποστέλλοντος, περὶ οὗ εἴρηται· Ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Διδάσκει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ αὐτοπροσώπως λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.

Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Σύμμαχος δέ· Τί καταῤῥέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ᾽ ἐμέ; Ἀνάμεινον τὸν Θεόν· εἰσαεὶ γὰρ ἐξομολογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ τῷ Θεῷ μου. Ἀνάμεινον, φησὶν, ἵνα καὶ αὐτὴ δυνηθῇς ποτε εἰπεῖν· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν Θεόν· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Τί γὰρ ἂν χρὴ ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, τοσούτων προσδοκωμένων ἀγαθῶν; Ἔτι γὰρ μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παντὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ Θεός μου. Ἐπειδὰν γὰρ καταξιωθῶ, παραστὰς τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σωτήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν Γραφῶν· τότε δὴ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν Θεῷ μου καὶ Σωτῆρί μου· καλῶς δὲ συνῆψε τὸ φῶς τῇ ἀληθείᾳ· ὅπερ γὰρ φῶς αἰσθητὸν ὀφθαλμοῖς σώματος, τοῦτο ἀλήθεια τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐνατενίζουσι τῇ φύσει τῶν πραγμάτων, καὶ μηκέτι ἀπατωμένοις, δι᾽ αὐτῆς δὲ τῆς τῶν ὄντων καταλήψεως φωτιζομένοις, καὶ γνῶσιν τῆς ἀληθείας ἀναλαμβάνουσιν.

Ἡρμήνευσε τοίνυν αὐτὸς ὁ λόγος τοῦ νοητοῦ φωτὸς τὴν ἐνέργειαν, ἀληθείας οὖσαν παραστατικήν. Εἰκότως οὖν ὁ Σωτὴρ ταῦτα παραδιδοὺς τοῖς αὑτοῦ μαθηταῖς ἐδίδασκε λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἑκάστῃ δὲ τῶν λοιπῶν ἐκδόσεων ἁρμόσεις ἀκολούθως τὸ τέλος, εἴτε τοῖς ἐν Βαβυλῶνι ταῦτα λέγουσιν, εἴτε τοῖς ἐξ ἐθνῶν μήπω πεπιστευκόσιν.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΕΙΣ ΣΥΝΕΣΙΝ ΜΓʹ. Ἀλλ᾽ οὐδὲ οἱ προκείμενοι λόγοι ψαλμὸν κατὰ τὴν προγραφὴν περιέχουσιν, οὐδὲ ᾠδὴν, οὐδὲ ὕμνον, οὐδέ τι τῶν τοιούτων· ἐπεὶ μηδὲ τὰ τῆς διανοίας τῶν ἐν αὐτοῖς φερομένων τοιαύτης ἔχεται θεωρίας· ἱκετηρίαι δέ εἰσιν ὅμοιαι ταῖς ἔμπροσθεν, καὶ περὶ τῆς αὐτῆς ὑποθέσεως· λέγω δὲ περὶ τῆς ἀποπτώσεως τοῦ Ἰουδαίων ἔθνους ἐκ προσώπου τῶν προφητῶν προσπεφωνημέναι διὰ τῶν υἱῶν Κορέ. Διασαφοῦσι δ᾽ ἐπὶ τοῦ παρόντος λευκότερον ἐκφαίνοντες τὴν διάνοιαν, δι᾽ ἣν ἐν τοῖς ἔμπροσθεν ἀπεκλαύσαντο.

Διεξέρχονται γοῦν τὰ συμβεβηκότα πάθη τῷ λαῷ. Ὅθεν διεγείρουσιν ἡμᾶς εἰς σύνεσιν, καὶ εἰς τὸ τέλος ἀναπέμπουσι διὰ τῆς προγραφῆς, διὰ τὸ μέλλειν ἐπὶ τέλει ταῦτα συμβαίνειν, εἰ καὶ ὡς ἤδη συμβεβηκότα αὐτὰ οἱ υἱοὶ Κορὲ προφητικῶς ἐθέσπιζον. Διὰ μὲν οὖν τῶν ἔμπροσθεν ἀπεκλαύσαντο, καὶ τὰς ἑαυτῶν ἐξήγγειλαν τῷ Θεῷ λύπας· ἐν δὲ τοῖς προκειμένοις καὶ αὐτὰ τὰ πάθη ἐξέρχονται.

Ὁ Θεὸς, τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀντὶ τοῦ· Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ὁ Σύμμαχος· Σὺ εἶ ὁ βασιλεύς μου· ὁ Θεὸς, ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οἱ μὲν ἐν τῷ λαῷ κατορθοῦντες, οἵ τε ἐν αὐτῷ προφῆται, ταῦτα ἂν εἴποιεν ὁμολογοῦντες μὴ οἰκείᾳ δυνάμει, μηδὲ τόξῳ καὶ ῥομφαίᾳ ἑαυτοῖς τὰ σωτηρίας περιποιεῖσθαι, τῇ δὲ τοῦ κέρως αὐτῶν δυνάμει. Κέρατα δὲ ἡ τοῦ Δανιὴλ Γραφὴ τὰς βασιλείας ὀνομάζει· τῶν δὲ ἁγίων κέρας λέλεκται αὐτὸς ὁ Κύριος· διό φησι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ ἐν ἑτέροις λέλεκται· Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου εἶ.

Τοίνυν αὐτός ἐστι τὸ κέρας· ζήτει ὅπως λέλεκται ἀλλαχοῦ· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. Ὅρα οὖν εἰ μὴ σαφῶς ὁ Θεοῦ Λόγος, αὐτὸς ὁ Κύριος, εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννήσας αὐτὸν Πατήρ. Ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαῤῥοῦντες, ὁμολογοῦσι μὴ τόξῳ, μηδὲ ῥομφαίᾳ, μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βασιλέως αὐτῶν δυνάμει. Εἶτ᾽ ἐπειδὴ βασιλέα καὶ κέρας ἐκτήσαντο αὐτὸν τὸν Κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. Τοῦτο γοῦν δηλοῦσι λέγοντες· Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν· εἰκότως ἐπισυνάπτουσι λέγοντες· Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐν τῷ Θεῷ καυχησόμεθα· ἢ κατὰ τὸν Σύμμαχον, Τὸν Θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.

Τὴν δὲ ἐξομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ Γραφαί· ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν, καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι, εὐχαριστεῖν τε καὶ ἐξομολογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ φασιν. Ἀλλὰ ταῦτα μὲν ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν εἴρηται· τὰ δ᾽ ἑξῆς ἐπιφερόμενα πάλιν οἱ αὐτοὶ, ἰδιοποιούμενοι τὰ τῷ πλήθει συμβεβηκότα, διεξέρχονται.

Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους, ἐν παντοίαις ἀσεβείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες, μέσου διαψάλματος παρεμβληθέντος, εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται. Οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμετέροις ἠκούομεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὀφθαλμοῖς οὐ τοιαῦτα ὁρῶμεν· τὰ δὲ τούτοις ἐναντία. Ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ Θεὸς, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας, διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας, καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας, ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ. Οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν· ἢ κατὰ τὸν Σύμμαχον, τοῖς στρατεύμασιν ἡμῶν Καὶ διὰ τοῦτο ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· ἢ, κατὰ τὸν Σύμμαχον· Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. Ἔδωκας ἡμᾶς ὡς βοσκήματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς.

Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλακισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. Ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν ταῖς φυλαῖς. Δι᾽ ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καταισχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. Τοσαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ διεξῆλθεν, εἰς ἑαυτὸν ἀναλαμβάνων τὰ τοῦ λαοῦ πάθη. Σεσαφήνισται τοίνυν ἐν τοῖς προκειμένοις δι᾽ ἣν ἔμπροσθεν ἀπεκλαύσατο.

Ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ λαοῦ τὸ θυμίαμα· καὶ ἱλάσθη ὁ Θεὸς τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφοράν· τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς, καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι, τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυσίας καὶ θυμιάματος εὐώδους ὑπὲρ τοῦ πλήθους τῷ Θεῷ προσάγοντες. Οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν, οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ᾽ ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα πεπονθέναι ἔφασκον· οὕτω τὰ ἑαυτῶν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας. Οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος· ἀκόλουθον δὲ ἦν, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου πάλιν μέλους, συγχαίρειν πάντα τὰ μέλη. Πάντα τοίνυν, φασὶν, ἃ προειρήκαμεν πεπόνθαμεν· ἀλλ᾽ ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· ἢ κατὰ τὸν Σύμμαχον· Οὐδὲ παρελογησάμεθα τὴν συνθήκην σου, οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν.

Ἀντὶ δέ· Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς· ἐν τόπῳ κακώσεως· ἢ κατὰ τὸν Ἀκύλαν· Συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀνοικήτῳ, καὶ ἐπεπώμασας ἡμῖν σκιὰν θανάτου. Οὐκ ἐπελαθόμεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συνθήκας.

Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Σὲ μάρτυρα, φησὶν, ἀνακαλούμεθα, κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων καὶ τῶν κατὰ διάνοιαν λανθανόντων τοὺς πολλοὺς λογισμῶν. Αὐτὸς γοῦν οἶσθα, εἰ, τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κακώσεως, καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανάτου, λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παῤῥησίας γέμοντες ἐκαυχώμεθα· εἰ δὲ καὶ, ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν, ἑτέρῳ Θεῷ χεῖρας ἀναπετάσαντες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. Οἶσθα δὲ καὶ τὰ κρύφια τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ᾽ ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θανατούμεθα.

Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ᾽ ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει ὁ τοιοῦτος τέθνηκε. Καὶ ὁ Ἀπόστολος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλληλοι διωγμοὶ, καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦντες αὐτῷ. Ὁ δὲ καθ᾽ ἕκαστον πειρασμὸν παρεσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι· διὸ εἰκότως καθ᾽ ἡμέραν ἀποθνήσκειν ἔλεγε. Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ Θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· Ἐν γὰρ τοῖς κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. Ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παντὸς τοῦ λαοῦ, τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιάσθημεν, ὡς αὐτὸς σὺ ὁ Θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. Ἐπεὶ τοίνυν τοσαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παῤῥησίας ἐπιστρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ καθεύδοντα καί φαμεν· Ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἢ κατὰ τὸν Σύμμαχον· Ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, Δέσποτα; Ἐξύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. Εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ᾽ ἱκετεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ᾽ ἡμέτερα παραδέξασθαι κατορθώματα ὑπὲρ τοῦ παντὸς λαοῦ. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο.

Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Σύμμαχος· Ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; Κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. Ἀλλ᾽ ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας, κατὰ τοὺς Ἑβδομήκοντα. Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς κατορθώματα, ἀλλ᾽ ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ, καὶ ὀλίγιστα.

Πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου χάριν. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπείνωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν.

Καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν Θεὸν, λέγων· Μνήσθητι, ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἀλλὰ καὶ ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Δέον γὰρ αὐτὴν πεπληρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλλούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς, ἢ καὶ τὸ ἡγεμονικὸν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα· ἐν ᾧ καὶ σπέρμα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα σωτηρίας, κατὰ τὸν φήσαντα· Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ Θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες, ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ Θεὸς, μεταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον.

Διόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι, καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ Ἀγαπητοῦ, δι᾽ οὗ τὴν κακῶν ἐλευθερίαν καὶ τῶν ψυχῶν τὴν ἀπολύτρωσιν ὁ ἀγαθὸς Θεὸς, ἐπακούσας τῶν εὐξαμένων, τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐδωρήσατο.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΣΥΝΕΣΙΝ, ΩΔΗ ΥΠΕΡ ΤΟΥ ΑΓΑΠΗΤΟΥ ΜΔʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι, τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγονέναι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ δηλοῦντες· ὃν καὶ δι᾽ ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. Ἀλλ᾽ ἐπείπερ ταῦτα μακροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως Εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν, ἢ ἐπινίκιον, ἢ τῷ νικοποιῷ, διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων νικητήρια. Προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι᾽ ὅλης τῆς ᾠδῆς πλείστης πεπλήρωται ἀλλοιώσεως. Ὅ τε γὰρ Ἀγαπητὸς τοῦ Θεοῦ, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν, ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς Θεός· οἵ τε δι᾽ αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας λυτρωθέντες, εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ Θεῷ μετενηνεγμένοι, τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλλοίωσιν ὑπομεμενήκασι.

Διὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβολὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενόμενοι, λαοί τε ἐξομολογούμενοι τῷ Θεῷ, τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. Ὧν δὲ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον, ὑπὲρ τῶν ἀνθῶν. Οἱ γὰρ ἀλλοιωθέντες, οὗτοι εὐωδίας πνεύσαντες, καὶ ἄνθη νεαρὰ τῆς Ἐκκλησίας γενόμενοι, τοῦτον ὠνομάσθησαν τὸν τρόπον.

Διὸ, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ προγραφῇ τὸ, εἰς σύνεσιν· καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ Ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ᾌσμα εἰς τὸν Ἀγαπητόν. Ἔνθα δὲ γενόμενος, πάντα ὅσα περὶ Ἀγαπητοῦ συνάξεις· οἷον ἐν Ἡσαΐᾳ· ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· δι᾽ ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δηλοῖ· ἠγαπημένος δὲ καὶ Ἀγαπητὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ δηλωθεὶς ἀμπελών. Ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ Ἀγαπητοῦ τοῦ Θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴρηται, ὑπὲρ τοῦ Ἀγαπητοῦ. Καὶ ἐν Ψαλμοῖς δὲ λέλεκται· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ. Σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομένου Κυρίου τοῦ Θεοῦ τῶν ὅλων· καὶ πάλιν ἰδίως τοῦ Ἀγαπητοῦ, καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζομένων τὸν Ἀγαπητὸν, οἷς δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ Θεοῦ ἄνωθεν λέλεκται, καὶ ἡ περὶ τοῦ Σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. Καὶ ἐν ἑτέρῳ δὲ αὖθις εἴρηται· Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.

Προκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων, τὸ σωτήριον Εὐαγγέλιον ἐν φωνῇ πατρικῇ τὸν Ἀγαπητὸν ἄνωθεν παρ᾽ ἀνθρώποις ἐδείκνυ, βοώσῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τοσούτων ἀποδεδειγμένων περὶ τοῦ Ἀγαπητοῦ, σαφὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· ᾨδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. Ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος, ἕτερος ὢν παρὰ τὸν χρίσαντα αὐτὸν Πατέρα, προϊὼν ἑξῆς ὁ λόγος ἐν αὐτῷ τῷ ψαλμῷ παρέστησε. Ταῦτα μὲν οὖν εἰς τὴν προγραφὴν εἰρήσθω· τὰ δ᾽ ἑξῆς πάλιν ὁ χορὸς ὁ προφητικὸς διεξέρχεται, ὁ καὶ τὰ πρῶτα διεξελθών.

Τινὲς ᾠήθησαν, ὡς ἐκ προσώπου τοῦ Πατρὸς λέγεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας, ἢ αὐτῶν τῶν σπλάγχνων, φησὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. Ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον· τὰ γὰρ ἐφ᾽ ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν δέ φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ᾽ ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον.

Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης, ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέργειαν; Ἀντὶ δὲ τοῦ· Ἐξηρεύξατο ἡ καρδία μου, ὁ Σύμμαχος· Ἐκινήθη, φησὶν, ἡ καρδία μου λόγῳ ἀγαθῷ. Ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον, αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. Ἐν τῷ φάσκειν· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτερον δηλοῦσι βασιλέα, ἢ τὸν Ἀγαπητὸν αὐτὸν, ᾧ καὶ τὰ ἑξῆς πεφώνηται. Τούτῳ γὰρ, φησὶ, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, τὰ δικαιώματά μου ἐξαγγελῶ. Πολλῆς δὲ γέμων παῤῥησίας ἐπ᾽ ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χορὸς, ταῦτα λέγειν τεθάρσηκεν. Εἰ δὲ καὶ γνῶναι ποθεῖς τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· Ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· καὶ πάλιν· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προφητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγελικὴν ᾠδήν. Ἀντὶ δὲ τοῦ· Κάλαμος γραμματέως ὀξυγράφου, ὁ μὲν Ἀκύλας· Σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησὶ, γραφεῖον γραφέως ταχινοῦ.

Σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν, οὐ χεῖρα γραμματέως ἐπιστήμονος, οὐδὲ γραμματέα φησὶν, ἀλλὰ κάλαμον γραμματέως ὀξυγράφου· δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφητικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου Πνεύματος· ὅπερ ὁ γραμματεὺς, οὗ γραφεῖον καὶ κάλαμος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ᾽ ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην, καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικὴν, ἣ καλάμου καὶ γραφείου χώραν ἐπεῖχεν, ὄργανον τυγχάνουσα τοῦ χρωμένου αὐτῇ ἁγίου Πνεύματος.

Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμματέως, ὑφ᾽ ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον, οὕτως ἔχον· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαντες, ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο· εἰκότως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν.

Ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον, Κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. Μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ Ἀγαπητοῦ λόγον, καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς, προοιμίῳ κέχρηται, στήσας τὸ προοίμιον ἕως τοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ Ἀγαπητοῦ ᾠδῆς· ἀναφωνεῖ τε πρὸς αὐτόν· Ὡραῖος εἶ κάλλει, καλὸς εἶ, ἢ κάλλει ἐκαλλιώθης, ἢ κάλλει ὡραιώθης, ὦ Ἀγαπητὲ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς υἱῶν τῶν ἀνθρώπων, καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευσαμένοις· ἀλλ᾽ οὐκ ἔστι παραβάλλειν τῷ κάλλει σου ἕτερον. Δῆλον δὲ, ὅτι κατὰ τὴν ἀρετήν· οὕτω γὰρ οὔτε δόξει ἐναντία τούτοις Ἡσαΐας λέγειν φήσας· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως ὑπῆρχε μεστά· διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ᾽ ἃ εἴρηται, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τὸ τῆς ἀρετῆς, ἁμαρτίας οὐ δεξάμενον σπῖλον.

Τούτοις ἑξῆς εἴρηται· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν· καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. Ἐπεὶ δὲ τοῦ Ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη χάρις· ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν Υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κεχαριτωμένη ἐλέχθη. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς διὸ πάντες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν.

Ἐπιβαλεῖς δὲ καὶ οὕτως· Τὸ πρῶτον ἔργον τοῦ Ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυμένη, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ᾽ ἕτερον δὲ τρόπον, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον Πνεῦμα δωρούμενος.

Δι᾽ ὃ πρὸς αὐτὸν εἰκότως εἴρητο· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι, καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν ἑαυτῶν ὑπογράψαντες, εὐκαίρως τὸν Ἀγαπητὸν ἱκετεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν, φραξάμενον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθροὺς, ὡς ἂν τροπωσάμενος αὐτοὺς, τὴν ὑπ᾽ αὐτοῖς αἰχμαλωσίαν ὑπεξαγάγοι. Διό φασι· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλὸς, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ πανοπλίαν δι᾽ ἡμᾶς τοὺς σοὺς ἱκέτας· ῥομφαίαν τε περίθου τῷ σαυτοῦ μηρῷ, καὶ οὕτω τὴν σὴν δύναμιν ἀναλαβὼν, ἔντεινόν σου τὰ τόξα. Ἔπειτα βαλὼν τοὺς ἐχθροὺς, κατευοδοῦ καὶ βασίλευε. Ῥομφαίαν δὲ τοῦ Ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν καθαιρετικὴν καὶ κολαστήριον. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.

Καὶ ἄλλως δὲ ῥομφαίας Θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· Τάδε λέγει Ἀδοναῒ Κύριος· Εἶπον· Ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν· καὶ πάλιν· Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· καὶ ἑξῆς· Διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται· καὶ τὰ τούτοις ἀκόλουθα, δι᾽ ὧν ῥομφαίαν τοῦ Κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχοδονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. Ἔχεις δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὑτοῦ βασιλεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν, καὶ ἀνελόντας τοὺς βασιλικοὺς δούλους, παραδίδωσιν εἰς σφαγήν· Καὶ πέμψας, φησὶ, τὸ στράτευμα αὑτοῦ, ἐνέπρησε τὴν πόλιν αὐτῶν. Στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πολιορκήσασαν τὴν Ἱερουσαλήμ. Ἐπεὶ τοίνυν χρεία ἦν καὶ τοιαύτης ῥομφαίας κατὰ τῶν ἐπαναστάντων τῷ Ἀγαπητῷ, εἰκότως φησὶν ἡ προφητεία εἰς αὐτοῦ πρόσωπον· Περίζωσαι τὴν ῥομφαίαν ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε.

Εἶτ᾽ ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ᾽ ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν.

Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ. Ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.

Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγαπητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι.

Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ᾽ εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ᾽ οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ᾽ αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους· διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον.

Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ᾽ ὁ αὐτὸς Ἀκύλας, ὁ νῦν Θεὲ εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς, εἰπών· Ἐπὶ τούτῳ ἤλειψέ σε ὁ Θεὸς ὁ Θεός σου, δέον ἑαυτῷ συμφώνως καὶ ἐνταῦθα Θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας, εἶπεν ἄν· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου.

Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων. Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, ὁ Ἀκύλας· Ἀπὸ ναῶν ὀδόντος, εἴρηκε. Ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ Νυμφίου αἱ Ἐκκλησίαι, καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ, ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν.

Τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. Ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφητείᾳ· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται, διὰ τὸ νεκροῦ ζώου τυχεῖν τὸν ἐξ ἐλέφαντος κόσμον· οἵ τε ἐν τῇ Ἐκκλησίᾳ εὐδοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατατὴν ἀποστολικὴν παραγγελίαν.

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. Αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρέστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τίς δ᾽ ἂν εἴη αὐτὴ ἀλλ᾽ ἢ πᾶσα καθολικὴ Ἐκκλησία, ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν, πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. Κυριώτερον δ᾽ ἂν εἴποις διὰ τούτου τὴν ἐπουράνιον δηλοῦσθαι Ἐκκλησίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν.

Τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος εἰπών· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ᾽ αὐτὴν καὶ πόλιν Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, συνεστῶσαν. Αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. Ταύτης δ᾽ οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς Ἐκκλησίαν. Βασίλισσα δ᾽ ἐκείνη, ὡς ἂν ἤδη συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ· διὸ ἐκ δεξιῶν παρεστάναι τοῦ Βασιλέως εἴρηται· ἅτε νύμφη οὖσα αὐτοῦ, καὶ τὰ παρ᾽ αὐτοῦ σπέρματα δεχομένη, κύουσά τε καὶ τίκτουσα διὰ παντὸς πνεῦμα σωτηρίας· ἣ καὶ τὸ βασιλικὸν ἔνδυμα περιτίθησι, τὸ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα· ὃ δὴ, πνευματικὸν διόλου τυγχάνον, ταῖς κατ᾽ οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται.

Τοῦτο καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε. Τὸ δὲ, περιβεβλημένη καὶ πεποικιλμένη, οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται· διὸ ὠβέλισται. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Νοήσεις, φησὶ, πῶς κροσσοῖς χρυσοῖς περιβέβληται, Παύλου λέγοντος ἀκούων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.

Ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου τὸν κόσμον αὐτῇ περιτίθησιν· Ὅταν δ᾽ ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ἐπειδὰν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν μεταστῇ ἡ τέως ἐκ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν, ἐν ἱματισμῷ δὲ χρυσῷ.

Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμένει, μετατεθήσεται δὲ κατὰ καιρόν. Ἀλλ᾽ οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται· ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ Βασιλεῖ.

Αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατορθώσασαι ψυχῇ καὶ σώματι, καὶ πνεύματι καθηγιασμέναι. Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον αὐτῶν ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρθένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου.

Ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Νοήσεις δὲ ὅπως εἴρηται τοῦτο, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ᾗ φησιν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ Βασιλεῖ παρθένοι, ἀλλ᾽ ἀπενεχθήσονται, ἄλλων αὐτὰς ἀπαγόντων· ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. Ἀπενεχθήσονται δ᾽ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. Ναὸς δὲ οἶκος Θεοῦ ἐστιν· ὥστε Θεὸς ὁ Βασιλεὺς, ᾧ ἀπάγονται. Ἄγουσι δὲ αὐτὰς καὶ οἱ τὰ παιδεύματα παραδιδόντες αὐταῖς, ὅ τε Νόμος καὶ οἱ προφῆται, Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί.

Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί· ὁ δὲ Σύμμαχος· Ἀντὶ πατέρων ἐγένοντο υἱοί σου. Ἡ δ᾽ ἑρμηνεία τοῦ λόγου ταύτην ἔχει τὴν διάνοιαν· Οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγεννημένοι ἀντὶ πατέρων γενήσονταί σοι. Ἕξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. Νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα, ἐπιστήσας ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι, προσελθόντες τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γίγνονται· κἄπειτα ἐπιδιδόντες τῇ προκοπῇ, πατέρες αὐτῆς καθίστανται, προαγόμενοι εἰς τὴν αὐτῆς προστασίαν, καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμενοι.

Πῶς δ᾽ ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει, σαφέστερον λέγων· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὁ λόγος, τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν· ἐφ᾽ ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὐτὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ καθίστησιν.

Διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς. Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη δὲ ἦν ἡ ἐπὶ γῆς Ἐκκλησία, συναισθομένη τῆς δυνάμεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λεχθείσας ἐπαγγελίας, πιστεύσασα φωναῖς, χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΥΠΕΡ ΤΩΝ ΚΡΥΦΙΩΝ, ΨΑΛΜΟΣ ΜΕʹ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

Εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλων αὐτὸν καταξιώσαντι ὁ λόγος· ὅτι φροῦδος ἔσται, καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ, ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖστον ἐσχηκυῖα τὸ κράτος.

Εἶτα λέγει ὁ προφητικὸς λόγος, ὡς τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνον ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στῖφος διὰ τὸν τῆς ἀλαζονείας ὄγκον καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τῶν ἀνθρώπων τὰς γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. Ταῦτα δὲ διδάσκει ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία· ὅπως, τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβων αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ Δημήτριος πᾶσαν τὴν πόλιν ἐκύκωσε· καὶ ἐν Λύστροις καὶ Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται. Καὶ πάλιν ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα, ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι. Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀβακούμ· Ἐπεβίβασας, γάρ φησιν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά. Ἵππους δὲ προσηγόρευσεν ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους· ἐπ᾽ αὐτῶν γὰρ ὀχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα διεσκέδασε. Νοήσεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν ταραχὴν αὐτῆς, ἀκούων τοῦ Σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;

καὶ πάλιν· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰκιακοὺς αὐτοῦ. Τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συνεχύθησαν, λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμονίας;

Ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων, οἱ τῆς Ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· Οὐ φοβηθησόμεθα. Ἰδιοποιοῦνται δὲ τὸν Θεὸν λέγοντες· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν.

Καὶ εἰ μὲν ἄνθρωποι μόνον ἐταράσσοντο, ἀπήρκει εἰπεῖν· Ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησόμεθα· ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πονηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπεπόνθεσαν, εἰκότως καὶ περὶ τούτων, ὥσπερ κρυφίων καὶ λανθανόντων τοὺς τῶν ἄλλων ὀφθαλμοὺς, ᾐνίττετο φάσκων, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίᾳ θαλασσῶν.

Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίας ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. Ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ Σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν· ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμόνιον.

Πῶς δ᾽ ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη, μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν Σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Τὴν δὲ ἄβυσσον εἴωθεν ἡ Γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· Ἦλθες δ᾽ ἐπὶ τῆς θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέγων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἀλλὰ τούτων γινομένων· Ἡμεῖς, φησὶν, οὐ φοβηθησόμεθα, ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν, καὶ σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐνδοξασμὸς δὲ ἦν τοῦ Σωτῆρος ἡ τῆς Ἐκκλησίας αὔξησις καὶ πληθυσμὸς τῶν εἰς αὐτὸν πιστευόντων, ἥ τε ἀνατροπὴ τῆς πολυθέου πλάνης.

Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προλεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. Διόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι᾽ αἰνιγμῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ Θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. Θεοῦ δὲ πόλις τὸ τῶν κατὰ Θεὸν πολιτευομένων σύστημα· τοῦτο δὲ τὴν σύμπασαν οἰκουμένην πληροῖ. Ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς Ἐκκλησίας συνισταμένην τὴν τοιαύτην Θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομβροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύλας δὲ καὶ Σύμμαχος· Τοῦ ποταμοῦ, φασὶν, αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Νοήσεις δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δ᾽ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ᾽ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως, ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. Τῶν γὰρ ἐν τῇ Ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπανίοι δὲ οἱ τῇ ἁγιοσύνῃ προσανακείμενοι, καὶ τὴν ἐντολὴν τὴν λέγουσαν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος, φυλάττοντες. Καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ Ὑψίστου· ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ Θεοῦ φωνή· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.

Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρωῒ, πρωΐ. Ἕτερος δὲ πάλιν φησίν· Οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. Καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσευχάς· ἵν᾽ ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀναφέροιμεν αὐτῷ· κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια, ἱερέως τρόπον λειτουργεῖν εἴωθε τῷ Θεῷ. Διάψαλμα.

Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς Ἐκκλησίας, καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ λόγου. Εἶθ᾽ ὥσπερ ἐν ταῖς συμβολαῖς, ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους, τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ· οὕτω καὶ νῦν, νικῶντος τοῦ εὐαγγελικοῦ λόγου, ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. Τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιιόντος εἰς τὸν βίον, ξενιζόμενα τὰ ἔθνη, καὶ τὴν προτέραν αὐτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη· οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ Ἐκκλησίᾳ. Ἀλλ᾽ ἐπεὶ ὁ Θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετράπησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ Σωτῆρος ἡμῶν δεδωκότος. Ἔδωκε γὰρ φωνὴν αὐτοῦ, ἡ δ᾽ ἐσαλεύετο. Ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων αὐτοῦ; Εἰκότως οὖν πάλιν ἡμεῖς οἱ ἀνωτέρω εἰρηκότες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ᾽ ἦν μεθ᾽ ἡμῶν ὁ ταῦτα ἐνεργῶν Κύριος τῶν δυνάμεων. Αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

Εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ Θεοῦ Ἰακὼβ ἐμνημόνευσαν, ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. Ἐπάλαισε γὰρ, φησὶν, ἄνθρωπος μετ᾽ αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. Καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ, εἰπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Οὗτος γὰρ αὐτὸς ἐκεῖνος ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς.

Αὐτὸς δέ ἐστιν ὁ Κύριος τῶν δυνάμεων ὁ μεθ᾽ ἡμῶν, καὶ αὐτός ἐστιν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Δι᾽ αὐτοῦ γὰρ τὰ προγεγραμμένα πάντα κατωρθώσαμεν. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.

Ἔστι γε, ἐπιστήσαντα τοῖς χρόνοις, καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατίαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις· πόλεμοί τε συνίσταντο καθ᾽ ἑκάστην γωνίαν τῆς γῆς· ὡς καὶ αὐτοὺς τοὺς γεωπόνους, τὴν χώραν ἐργαζομένους, δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι. Μετὰ δὲ τὴν σωτήριον θεοφάνειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο· διέτρεχε δὲ συναρξάμενον αὐτῇ τὸ σωτήριον Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη.

Ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία, ὧδέ πη ἀναφωνοῦσα διὰ Ἡσαΐου· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται, καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν, κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν. Δόρατα δὲ καὶ ὅπλα, καὶ θυρεοὺς τῶν ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι᾽ ὧν κατατοξεύουσιν ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφράκτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν.

Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέλυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαρεῖα δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν· εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ, καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον.

Διό φησι· Σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας, μὴ σχολάσαντα τῶν ἀφελκόντων ἐπὶ τἀναντία. Ἔνθεν εἰκότως ὁ τῆς Αἰγύπτου βασιλεὺς, πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν, τοῖς φάσκουσιν· Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα, καὶ λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· Σχολάζετε, σχολασταί ἐστε.

Εἶτα, μὴ βουλόμενος αὐτοὺς τῷ Θεῷ σχολάζειν, καταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἀλλ᾽ ἡμῖν γε οἱ καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν ἐπιβοῶσι σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. Λαλεῖ δὲ ὁ Θεὸς δι᾽ αὐτῶν λέγων· Γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀλλὰ καὶ ὅτι ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.

Πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· νυνὶ δὲ ὑμῖν παρακελεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δοξαζόμενος παρ᾽ αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΨΑΛΜΟΣ Μϛʹ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Δοκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. Οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ, τοῖς υἱοῖς Κορὲ, ἢ τῶν υἱῶν Κορὲ, ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς ἔμπροσθεν προγραφάς. Οἱ γὰρ λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. Καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακελεύεται, οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσιν ἡμᾶς παρορμᾷ, οὐδὲ ὑπὲρ τῶν κρυφίων· ψαλμὸς δὲ ἁπλῶς εἴρηται, ἢ μελῴδημα, ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. Τὸ δὲ, εἰς τέλος, ἀναγκαίως πρόκειται, διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόῤῥησιν.

Προστάττει δὲ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τοῦ Ἀγαπητοῦ, καὶ περὶ τῶν τούτου κηρύκων, πᾶσι τοῖς ἔθνεσιν εὐφροσύνης σύμβολα πράττειν, διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης· ἀλαλάζειν δὲ τῷ Θεῷ, ὡς ἐπὶ βασιλέως εὐφημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκῃ. Καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ Σωτῆρος, νύμφην ἑαυτοῦ δηλαδὴ τὴν Ἐκκλησίαν ἀπειληφότος, πάντας παρακαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. Διὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι λέγον· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

Τὸ δ᾽ αἴτιον τῆς παρακελεύσεως διδάσκει ἑξῆς φάσκον· Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Πρότερον μὲν γὰρ Κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ᾽ οὐρανὸν ἐβασίλευεν· ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν ἐπὶ γῆς ἀνθρώπων· νυνὶ δὲ διὰ τοῦ Ἀγαπητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν καὶ αὐτὸς ὁ Ὕψιστος, φοβερὸς γέγονεν ἐκείνοις τοῖς πολεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην· πάντας γὰρ αὐτοὺς ἤλασε, καὶ μακρὰν τῆς τῶν ἀνθρώπων ἐποίησεν ἀγέλης. Σχολῆς δὲ γενομένης, βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαν τὴν γῆν ἐθνῶν ἀνεκηρύττετο.

Διὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι· ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ Ὑψίστου βασιλείας, καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν.

Ὑπέταξε τοὺς λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. Οὐκοῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται.

Οὗτοι γὰρ προσταχθέντες ὑπ᾽ αὐτοῦ τοῦ Σωτῆρος μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλάμενοι, διῆλθον καὶ τὰ βάρβαρα φῦλα, καὶ τὴν οἰκουμένην διέδραμον σύμπασαν. Εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται ταῦτα· Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ᾽ ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ᾽ αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος.

Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι᾽ ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ᾽ ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; Αὐτίκα δ᾽ οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ Ἀγαπητῷ εἰπών· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλεκτὴ γάρ ἐστιν αὕτη, κατ᾽ ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρονομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώκασιν.

Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν, τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦ καύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προαναφωνήσεις· ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους· τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα καὶ καύχημα αὐτοῦ.

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκκλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰπών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ᾽ αὐτοῦ ποιούμενοι τὴν σύνοδον.

Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμήνευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Διὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴ φωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ᾽ Ἐλοΐμ· ὃ δύναται καὶ, μετὰ τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ.

ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖʹ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ δι᾽ ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ.

Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν· διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἡσαΐαν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ μεγέθει, δυνάμει δὲ ἀκαταλήπτῳ ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται.

Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν πεποιημένους ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ᾽ ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ᾽ ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ᾽ ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι᾽ ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ᾽ ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ᾽ ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος.

Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ᾽ ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς.

Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Διόπερ καὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούντων· εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ᾽ ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ᾽ ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ Ἐκκλησία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.

Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· Ὁ Θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐτῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντίληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας; Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γινώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς.

Ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ᾽ αὐτῆς βουλευόμενοι, μηδὲν ἰσχύωσι. Διὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν· ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέμιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης.

Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ᾽ αὐτῶν πολεμουμένου. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης.

Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι᾽ ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ᾽ ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ᾽ ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ᾽ ἀφορήτου δυσωδίας βρύειν· οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινῳδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προστάξαι δὲ σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ᾽ ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν· Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς· ἢ κατὰ τὸν Σύμμαχον· Δι᾽ ἀνέμου βιαίου κατάξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμένην.

Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν τε καὶ κατὰ βυθῶν χωρήσειν, παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων.

Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων· νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλμοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. Διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ᾽ ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ᾽ αὐτὸς ὁ Θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ.

Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ᾽ αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. Διό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τούτοις ἀκολούθως ἐπιλέγεται ἑξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ᾽ ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ᾽ αὐτῷ οἰκοδομῇ, καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ.

Τίνες δ᾽ ἂν εἶεν αὗται ἀλλ᾽ ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι᾽ αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον.

Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προσφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν, καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐτὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἆρα προστάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις.

Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν· ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ δὲ τοῦ· Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν. Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι᾽ ἧς τοῖς αὐτοῖς μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; Διδάσκει δ᾽ οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

Εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ᾽ ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς.

Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ᾽ ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς ἀρετὰς τοῦ Θεοῦ διηγήσασθαι. Καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥσπερ ποίμνης φύλακες· ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. Τίς δὲ οὗτος ἢ ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός;

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗʹ. Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ᾽ ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν.

Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην· διό φησιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοικοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους.

Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν᾽ ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους.

Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ᾽ οἶκον ταύτας διέλυε. Τούτῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σοφίαν.

Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίεσαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου.

Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοήν. Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι᾽ ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ.

Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώσεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ᾽ ἐκείνην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυτὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως.

Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμμασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν πλέον ἕξει τις ἐκ τῶν γηΐνων κτημάτων, ἢ τοῦ τάφου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος.

Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι.

Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινομένοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐτῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν.

Ὁ γὰρ χαρακτὴρ αὐτῶν ὃν ἑαυτοῖς ἐξετύπωσαν, τὸ μὲν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ κρατερὸν αὐτῶν παλαιώσει ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. Ὃ γὰρ ἔδοξαν περιποιεῖν ἑαυτοῖς κραταιὸν διὰ τῆς ἐμφυείσης ἐν αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ᾽ αὐτῷ. Καὶ τοῦτο μὲν τῶν ἀσεβῶν τὸ τέλος. Οἱ δὲ εὐσεβεῖς κατ᾽ ἐκεῖνο καιροῦ πρωΐας ἀξιωθέντες καὶ νέου φωτὸς, ἀνατολῆς τῆς τῶν ἀσεβῶν κατακυριεύσουσι· ἢ κατὰ τὸν Ἀκύλαν· ἑνὶ κρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον· ὑποτάξουσιν αὐτοῖς. Τῶν γὰρ ἐνταῦθα ταπεινωσάντων τοὺς εὐθεῖς ἀσεβῶν, ἐκεῖ ῥύσεται τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ᾽ ἐν ἑτέροις εἶναι χωρίοις τε καὶ ποιμνίοις.

Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τοτηνικαῦτα ἐξομολογούμενος, εὐλογεῖ τὸν Θεὸν ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ ἀποβῇ.

ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘʹ. Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσι μὲν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ· ἐφεξῆς δὲ οἱ ιαʹ ἀρχόμενοι ἀπὸ τοῦ οβʹ· ἐξ ὧν ὁ παρὼν ἀπεσπάσθη ψαλμὸς, οὐχ ἁπλῶς· ἀλλ᾽ ἐπείπερ ὁ πρὸ τούτου ψαλμὸς περὶ κρίσεως τοῦ Θεοῦ διεστέλλετο, τοιοῦτος δὲ καὶ ὁ παρὼν, εἰκότως κατὰ τοῦτο ἀκολουθίαν ἐδέξατο. Ἀλλὰ καὶ τὴν διὰ Μωϋσέως ἀνατρέπων νομοθεσίαν, παραδίδωσι τῆς καινῆς Διαθήκης τὸν δοθέντα τοῖς ἔθνεσι τρόπον.

Καὶ τοῦτο δὲ ἦν ἐν τοῖς τῶν υἱῶν Κορὲ ψαλμοῖς· οἵτινες καὶ αὐτοὶ τυγχάνουσι μὲν ιβʹ. Ἀλλ᾽ ηʹ οἱ προλαβόντες ἐφεξῆς κατετάγησαν, ὧν ἀποσπασθέντες οἱ λείποντες τέσσαρες, μετὰ τοὺς τοῦ Ἀσὰφ ψαλμοὺς κατετάγησαν· ἴσως ἐπεὶ οἱ τοῦ Ἀσὰφ πάντες, ὡς εἰπεῖν, τοῦ Ἰσραὴλ ἐθέσπιζον τὴν ἀποβολὴν, καὶ τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, μεθ᾽ ἣν ἡ χάρις τοῦ Θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν· ὅθεν οἱ λοιποὶ τῶν υἱῶν Κορὲ ψαλμοὶ διεδέξαντο, τὴν τῶν ἐθνῶν ἁπάντων προαγορεύοντες κλῆσιν.

Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Οἱ λοιποὶ δὲ τρεῖς ἡρμήνευσαν· Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ἐκάλεσαν τούς τε ἄρχοντας καὶ κριτὰς, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοιγαροῦν ἐν παʹ ψαλμῷ προφήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, ἐπήγαγεν· Ἕως πότε κρίνετε ἀδικίαν;

Οὕτω καὶ ὁ νόμος διαγορεύει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εὐλόγως δ᾽ ἂν κληθεῖεν οἱ τὸ κατ᾽ εἰκόνα φυλάξαντες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον· αὐτὸς ὢν ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐλάλησε διὰ τοῦ Εὐαγγελίου, καὶ πάντας μὲν καλεῖ, οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ.

Ἀλλ᾽ οἱ μὲν ὑπακούσαντες τῶν ἐπηγγελμένων τυγχάνουσι· τοῖς δὲ τὴν χάριν ἀθετοῦσι, τὸ πῦρ ἀπειλεῖ κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, ἥξων ἐκ τῆς ἐπουρανίου Σιὼν, περὶ ἧς ὁ Παῦλος φησίν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Εὐπρέπεια δὲ ὡραιότητος ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια· ταύτην καὶ τὸ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, δηλοῖ. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν ὑπὸ ἀνθρώπων κρινόμενος ἐσιώπα· οὐδὲ τοσαῦτα πάσχων ἠμύνατο, οὐδὲ πᾶσιν ἐδείκνυ τὴν ἰδίαν θεότητα· Τότε δὲ, φησὶν, ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Προλαμβάνον δὲ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυστὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. Ἐλέγξει δὲ ἢ ἀποδέξεται, τοῖς μὲν λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τοῖς δὲ, Πορεύεσθε ἀπ᾽ ἐμοῦ.

Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ Θεοῦ Λόγου λέγει· ὅτι περ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς. Διὰ γὰρ τοῦτο, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσι εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· ἀλλὰ καὶ θλίψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ.

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ἁγίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἄλλως, τοῦ προτέρου λαοῦ τὴν κρίσιν ἰδιάζουσαν δείκνυσι, τὸν οὐρανὸν προσκαλούμενος καὶ τὴν γῆν· ἐπειδὴ τὸν νόμον διὰ Μωϋσέως παραδιδοὺς ἔλεγε· Μαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Διὸ καὶ Ἡσαΐας, Ἄκουε, φησὶν, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὁ Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ νῦν τοίνυν τοὺς αὐτοὺς ἐπικαλέσεται μάρτυρας· καὶ ὥσπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τὸ ποίμνιον αὐτοῦ διακρίνει, δηλαδὴ τοὺς τῆς Ἐκκλησίας, τὰ πρόβατα μὲν ἱστῶν ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς Κύριος καὶ νῦν διακρίνει τὸν λαὸν αὐτοῦ. Τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ, Συναγάγετέ μοι, φασίν· ὡς γὰρ ἐν Εὐαγγελίοις εἴρηται· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη· οὕτω καὶ νῦν τοῖς αὐτοῖς ἐπιτάττει. Πρώτους δὲ βούλεται ἀφορισθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, τυχεῖν τῶν ἐπηγγελμένων ὀφείλοντας.

Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Τροφὴ δὲ Θεοῦ περὶ ἧς εἶπεν· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ὑφ᾽ ὧν τρεφόμενος λέξω· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἔστι δὲ θῦσαι λογικῶς καὶ διὰ θεολογίας καὶ εὐχαριστίας· καὶ ἐπεὶ δ᾽ ἄν τις τῷ Θεῷ πρέπον ὑποσχόμενος ἔργοις ἐπιτελέσειεν. Εὐχὰς γὰρ ἡ Γραφὴ τὰς ἐπαγγελίας φησὶν, ὡς ἐν τῷ· Ἐὰν εὔξῃ εὐχὴν, μὴ βραδύνῃς ἀποδοῦναι. Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Οὕτως οὖν σπείρας εἰς δικαιοσύνην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς.

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν Διαθήκην μου διὰ τοῦ στόματός σου; Μετάβασιν ὁ λόγος ἔχει ἀπὸ τοῦ τῶν δικαίων τάγματος ἐπὶ τὸ τάγμα τῶν πονηρῶν. Ἐκεῖνο γάρ τι πλέον ἔσχε, τῆς καινῆς Διαθήκης τὴν ἐπιστήμην. Ἁμαρτωλὸν δὲ οὐ τὸν ἀλλότριον τῶν Γραφῶν, ἀλλὰ τὸν παραβάτην καλεῖ.

Ἐλέγχει δὲ αὐτὸν οὐκ ἐπὶ παραβάσει σαββάτων ἢ θυσιῶν, ἢ τοιῶνδε βρωμάτων, ἀλλὰ τῶν φυσικῶν νόμων, ἐφ᾽ οἷς ἀνόητα ἦν αὐτῷ τοῦ Θεοῦ τὰ μαθήματα· ταῦτα γὰρ ἁμαρτάνων ἀπέῤῥιπτε. Φυσικὸς γὰρ ὁ νόμος τὸ μὴ δεῖν ποιεῖν, ἃ δὴ παθεῖν οὐ βουλόμεθα.

Μοιχοὶ δὲ καὶ οἱ ἄθεοι εἰδωλολάτραι· κλέπται δὲ καὶ οἱ κλέπτοντες τὴν ἀλήθειαν. Ποτὲ μὲν οὖν, Ἐπαῤῥησιάζου, φησὶ, τῇ κακίᾳ, ποτὲ δὲ, Δολίως ἐπεβούλευες, προσεποιοῦ δὲ γνησίως καὶ ὡς ἀδελφοῖς ὁμιλεῖν, λάθρα τούτων καταλαλῶν· ἐνήδρευες δὲ καὶ τοὺς ἐκ τῆς αὐτῆς σοι μητρὸς, ἤτοι συναγωγῆς, ἢ καὶ ἐκκλησίας· ἐφ᾽ οἷς ἐμοῦ σιωπῶντος ἡνίκα ἐνηνθρώπησα· ἢ καὶ ἄλλως· Ἐπὶ τὸ χεῖρον ἐβάδιζες καταφρονῶν τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας· διὸ λοιπὸν οὐκ ἀνέξομαι. Καὶ γὰρ διέκεισό με τὰς σὰς ἀποδέχεσθαι πράξεις, ἢ καὶ μηδένα τούτων μεμνῆσθαι. Ἀλλ᾽ ἐγώ σε διελέγχων πρὸ τῶν σῶν ὀφθαλμῶν ἅπαντα θήσω, ὅπως ὁρῶν αἰσχυνθῇς.

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Νʹ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλῳ δὲ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ἐλέου ὁμολογεῖ.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅρα δὲ πρὸς τὸ Χριστοῦ πάλιν μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Ἐκείνη γὰρ πρὸς τῆς ψυχῆς προσελαμβάνετο καθαρότητα.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Οὐ τοῦτό φησιν, ὅτι τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἀλλ᾽ ὅτι τὴν μεγίστην παρανομίαν εἰς αὐτὸν τετόλμηκε τὸν Θεὸν, ἀπὸ προβατέως μὲν γενόμενος βασιλεὺς, κρατήσας δὲ τῶν ἐχθρῶν, παντοδαποῖς δὲ κοσμηθεὶς ἀγαθοῖς, καὶ τοιούτοις τὸν εὐεργέτην ἀμειψάμενος. Τὸ δὲ, ἐνώπιόν σου, καὶ ἐν τῇ ἱστορίᾳ δεδήλωται· Ὤφθη, γὰρ φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἢ οὕτως· Ἐδόκουν τις εἶναι πάλαι σκεπόμενος ὑπὸ σοῦ. Νενόμικα δὲ λοιπὸν ἀσάλευτος εἶναι, λέγων ἐν τῇ εὐθηνίᾳ μου. Οὐ μὴ σαλευθῶ· διὸ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ἐγενήθην τεταραγμένος· διδαχθεὶς ἐλέῳ τῷ σῷ· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὅμοια δ᾽ ἂν εἴη καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν. Διὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ᾽ ὅτι ἐν ἀνομίαις συνελήφθη; Ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. Τοῖς αὐτοῖς Ἱερεμίας ἐχρήσατο φήσας· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ ἐν ᾗ συνέλαβέ με μήτηρ μου.

Μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα παραβᾶσαν τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δὲ ἐν παραδείσῳ θείοις ὁμοιωθεῖσαν ἀγγέλοις· ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Θανάτῳ δὲ ἡ δι᾽ αἱμάτων καὶ σαρκὸς ὑπηρετεῖτο γένεσις εἰς τοῦ θνητοῦ γένους διαμονήν. Διὸ καὶ ἡ σύλληψις, ὡσανεὶ θανάτῳ ὑποκειμένη, τοῖς μακαρίοις διεβάλλετο. Ὁ δὲ Σύμμαχος· Εἰς ἀδικίαν ὠδυνήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου. Ὠδυνήθην γὰρ καὶ ἐκυήθην, φησὶν, ἵνα παρέλθω εἰς ἀδικίαν, καὶ ἵνα, ἐν ἁμαρτίαις γενόμενος, ἐλεγχθῶ κατὰ ταύτην τὴν ἔννοιαν· Οὐκ ἐν ἀνομίαις, φησὶ, τῆς ἐμῆς συνελήφθην μητρὸς, οὐδὲ ταῖς ἑαυτῆς ἀνομίαις ἐκίσσησέ με· ἀλλ᾽ ἐγὼ εἰς ἀδικίαν ἐγεννήθην, θνητὴν, περιβαλλόμενος σάρκα καὶ ταῦτά φημι, ἐπείπερ ἀλήθειαν ἠγάπησας.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Τὸ ὕσσωπόν ἐστι σύμβολον ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει· καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Ἄλλως, ὁ μὲν τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνειδήσεως πονηρᾶς εἴποι ἂν τῷ Θεῷ· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· ὁ δὲ τὸ αἰσχρὸν τῶν τῆς ψυχῆς τραυμάτων ὁρῶν ἐκκαλυπτόμενος εἰκότως λέγει τῷ μεγάλῳ κριτῇ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ· ἀλλ᾽ ὡς νοσοῦντα θεράπευσον.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Πλείστης δὲ παρ᾽ Ἑβραίοις τῆς κοινότερον σωτηρίας σου λεγομένης καὶ τοῦ σωτηρίου σου δηλοῦται διαφορά. Γράφεται γὰρ τὸ μὲν σωτήριόν σου παρ᾽ αὐτοῖς, Ἰησουὰχ, σαφῶς δηλοῦν τοὔνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ· συμφώνως γὰρ οὕτως ἑρμηνεύουσιν ἅπαντες· τὸ δὲ, σωτηρία σου, Οἰσουάθ.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἄλλος εἶπεν· Ὑγιέσι μὲν ἁρμόττει τῆς αἰνέσεως ἡ θυσία· νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπεινωμένης καὶ συντετριμμένης καρδίας. Καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου, κατὰ Σύμμαχον, εἰκότως εὐξάμην καρδίαν καθαρὰν ἐν ἐμοὶ ὁ Θεὸς ἀντὶ τῆς κατεαγυίας· καὶ ἀντὶ τοῦ συντετριμμένου πνεύματος, κατὰ Σύμμαχον, ἔλεγον· Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Συντετριμμένον δὲ πνεῦμα τὸ δι᾽ ἐξομολογήσεως ἑαυτὸ συντρίβον τυγχάνει· τοιαύτη καὶ ἡ διὰ τῆς μετανοίας ἑαυτὴν ταπεινοῦσα καρδία. Τοιαύτην γὰρ αὐτὴν γενομένην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προσδέξεται ὁ Θεός.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις, πῶς ἀρτίως εἰπών, Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, νῦν ὡς μέλλοντος θυσίαν δέχεσθαι τοῦ Θεοῦ μετὰ τὸ τὴν πόλιν ἀνακτισθῆναι, φησὶ, Τότε εὐδοκήσεις θυσίαν; Ἀλλ᾽ οὐχ ἁπλῶς ἔφη θυσίαν, ἀλλὰ δικαιοσύνης. Ὅτε γὰρ εὐδοκήσεις τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τοιαύτη σοι θυσία προσενεχθήσεται. Τὸ γὰρ θεοσεβὲς πολίτευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ· διὸ καὶ ταύτης ὁμώνυμος ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἧς τείχη λέγει τοὺς περιφράττοντας ταύτην ἀγγέλους ἢ καὶ τοὺς ἱερωμένους καὶ προμαχοῦντας αὐτῆς, Προσδέξῃ δὲ, εἶπεν, ἀντὶ τοῦ, εὐδοκήσεις, ὁ Σύμμαχος. Καὶ τὴν ἀναφορὰν δὲ, καὶ τὰ ὁλοκαυτώματα, δικαιοσύνης νοητέον, καὶ προσέτι τοὺς μόσχους.

Πάντα γὰρ δικαιοσύνης ἐκτελεῖται, κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς θυσίας, τὰς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθ᾽ ὅλης τῆς οἰκουμένης προσφερομένας. Καὶ ἐν ἄλλῳ γὰρ εἴρηται πρὸς Ἰουδαίους προφήτῃ· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. Διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Αὐτὴ νῦν λέγεται θυσία δικαιοσύνης· ἔστι δὲ καὶ αἰνέσεως, καθὰ πρόσθεν ἔλεγε· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.