Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ᾽ ὁ αὐτὸς Ἀκύλας, ὁ νῦν Θεὲ εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς, εἰπών· Ἐπὶ τούτῳ ἤλειψέ σε ὁ Θεὸς ὁ Θεός σου, δέον ἑαυτῷ συμφώνως καὶ ἐνταῦθα Θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας, εἶπεν ἄν· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου.