Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ᾽ οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ᾽, ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν.