Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ᾽ αὐτοῦ ἐπιβουλὴν, δι᾽ ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ᾽ αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἐκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς μου καὶ πόδας μου· ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ ὤρυξαν, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου, παραθέσθαι· οἷς ἑξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον· ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον· ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου, διὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.