Καὶ ἀπέδρα Ἅγαρ ἀπὸ προσώπου αὐτῆς· δῆλον ὅτι τῆς Σάρρας· εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· καὶ ἐν τοῖς ἑξῆς δεύτερον εἴρηται, εἶπεν δὲ αὐτὴν ὁ ἄγγελος Κυρίου· καὶ τρίτον δὲ, εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους· καὶ αὖθις, εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ· ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου· καὶ μετὰ πάντας τοὺς λόγους εἴρηται, Καὶ ἐκάλεσεν τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, Σὺ Θεὸς ὁ ἐπιδών με· εἰ μὴ καὶ ἀπὸ προσώπου τῆς ἱερᾶς γραφῆς κύριος ὠνόμαστο τῇ Ἅγαρ ἐπιφανεὶς ἀλωμένῃ ἐν τῷ, καὶ ἐκάλεσεν τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, κἂν ὑπέλαβέ τις τὴν Ἅγαρ Θεὸν ἐσφαλμένως ὑπειληφέναι τὸν ἄγγελον· νυνὶ δὲ ἡ γραφὴ μαρτυρεῖ, ὅτι Κύριος ἦν ὁ διὰ τοῦ προωνομασμένου χρηματίζων ἀγγέλου, δι᾽ οὗ ἅτε Κύριος καὶ Θεὸς ὢν πρεπόντως ἑαυτῷ ἔλεγε τὸ, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου· τοῦτο γὰρ Θεῷ μόνῳ ἁρμόζοι ἂν λέγειν, οὐκέτι δὲ καὶ ἀγγέλῳ· τούτῳ δ᾽ αὖ τῷ ῥήματι καὶ τὴν Ἅγαρ εἰκὸς ἐπιστήσασαν, συνεῖσάν τε ὅτι μόνου Θεοῦ γένοιτ᾽ ἂν ἡ τοιαύτη φωνὴ, εἰρηκέναι, ὅτι σὺ Θεὸς ὁ ἐπιδών με· ἀλλὰ καὶ δεύτερον, ὅτε ἀποδιδράσκει μεθ᾽ ἑαυτῆς ἔχουσα τὸν υἱὸν, γέγραπται, ἐκάλεσεν δὲ ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ τὰ ἀναγεγραμμένα, ἐν οἷς ἐστιν καὶ τὸ, εἰς γὰρ ἔθνος ποιήσω αὐτό· δῆλον δ᾽ ὅτι τὸ παιδίον· ὅπερ οὐκέτι τὸν ἄγγελον ἀξιόπιστον ἂν εἴη λέγειν, Θεοῦ γὰρ πάλιν ἡ ἐπαγγελία.