Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐκλογαὶ προφητικαί

Εὐσέβιος Καισαρείας

Βιβλίο Γ΄: Προοίμιο και προφητικές εκλογές από τα Στιχηρά βιβλία

Εισαγωγή, πίνακας κεφαλαίων του τρίτου βιβλίου και χριστολογική ερμηνεία χωρίων από τις Παροιμίες, τον Εκκλησιαστή, το Άσμα Ασμάτων και τον Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 10

Τάδε ἔνεστιν ἐν τῶι γʹ τόμωι τῶν περὶ τοῦ χριστοῦ προφητικῶν ἐκλογῶν. Πρῶτον κεφάλαιον· ἀπὸ τῶν παροιμιῶν. Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ᾽ αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος. (sic.) Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ βασιλέως καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς, καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως αὐτοῦ· καὶ τῆς τῶν ἐθνῶν κατακρατήσεως.

Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου, καὶ περὶ τῆς ἐκκλησίας.

Ψ. Ἀπὸ τοῦ ἄσματος. Περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου, καὶ τῆς τῶν ἁγίων ἐκκλησίας ὡς νύμφης, καὶ περὶ τῶν ἐν τοῖς τόποις ἐπικεκρυμμένων μυστηρίων.

Ψ. Ἀπὸ τοῦ Ἰώβ. Περὶ τοῦ Χριστοῦ ὡς περιπατήσαντος ἐπὶ θαλάττης, καὶ τὸ μέγα κῆτος χειρωσαμένου. Περὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Χριστοῦ καθόδου. Περὶ τῆς τοῦ διαβόλου πρὸς τὸν Χριστὸν πάλης.

Ψ. Ἀπὸ τοῦ ὡσηέ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πανθῆρος. Περὶ τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, καὶ τῆς τοῦ βασιλείου αὐτῶν καταπαύσεως, τῆς τε τοῦ Χριστοῦ ἐξ Αἰγύπτου μετακλήσεως. Ὡς ὁ Θεὸς Λόγος Θεὸς ὀνομαζόμενος, κύριον ὁμολογεῖ τὸν Πατέρα.

Ψ. Ἀπὸ τοῦ ἀμῶς. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἕτερον παρ᾽ ἑαυτὸν εἶναι τὸν Πατέρα διδάσκει. Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ.

Ψ. Ἀπὸ τοῦ ἀβδειοῦ. Ὡς ὁ Θεὸς Λόγος Κύριος καὶ Θεὸς ὀνομαζόμενος ἀκηκοέναι τινὰ παρὰ Κυρίου ὁμολογεῖ.

Ψ. Ἀπὸ τοῦ ἰωνᾶ. Ὡς ἡ περὶ τὸν Ἰωνᾶν οἰκονομία τὸ πάθος τοῦ Χριστοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν σημαίνει.

Ψ. Ἀπὸ τοῦ μειχαία. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ὡς περὶ κυρίου. Περὶ τῆς τοῦ προτέρου λαοῦ καὶ τῆς Ἰσραὴλ καὶ τοῦ Σιὼν ὄρους ἐρημίας, καὶ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ ὡς περὶ ὄρους, καὶ περὶ τῆς τῶν ἐθνῶν προσαγωγῆς· καὶ τοῦ καινοῦ νόμου τοῦ κατὰ τὴν καινὴν διαθήκην.

Περὶ Βηθλεὲμ καὶ τῆς ἐν αὐτῇ τοῦ Χριστοῦ γενέσεως· καὶ ὡς πρὸ τῶν ἀιώνων ὁ Χριστὸς ὑπῆρχεν.

Ψ. Ἀπὸ τοῦ σοφονίου. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως.

Ψ. Ἀπὸ τοῦ ζαχαρία. Ὡς ὁ Θεὸς Λόγος Κύριος παντοκράτωρ ὀνομαζόμενος ὑπὸ Κυρίου παντοκράτορος τοῦ Πατρὸς ἀπεστάλθαι λέγει. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἥξειν ἐπὶ τὴν Ἱερουσαλὴμ προλέγει τὰ ἔθνη ἐπ᾽ αὐτὸν καταφεύξεσθαι ἀπεσταλμένον ὑπὸ κυρίου παντοκράτορος.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ· καὶ ὅτι αὐτὸς ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ περὶ τῆς οἰκοδομῆς τῆς ἐκκλησίας. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἥξοντος ἐπὶ ὑποζυγίῳ καὶ πώλῳ, καὶ ὁλοθρεύσοντος τὸ πάλαι οἰκοῦν ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων ἱππικόν τε καὶ ὁπλιτικόν· καὶ περὶ τῆς τῶν ἐθνῶν εἰρήνης.

Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος, Κυρίου τοῦ Πατρὸς μέμνηται. Περὶ τῶν λʹ ἀργυρίων ἀνθ᾽ ὧν ὁ Ἰούδας προύδωκε τὸν Χριστὸν τοῖς Ἰουδαίων ἄρχουσιν, οὓς νῦν ὁ λόγος Χαναναίους καλεῖ· καὶ περὶ τῆς ἀποβολῆς αὐτῶν.

Περὶ τοῦ πάθους τοῦ Χριστοῦ· καὶ τοῦ τῶν ἀποστόλων ἐπ᾽ αὐτῷ σκανδαλισμοῦ. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας.

Ψ. Ἀπὸ τοῦ ἀγγελοῦ. Περὶ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, καὶ τῆς τῶν θυσιῶν αὐτῶν καθαιρέσεως τῶν τε τοῦ Χριστοῦ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν. Περὶ τῆς καινῆς διαθήκης, καὶ τοῦ νόμου τῆς ἀληθείας τοῦ Χριστοῦ ὡς ἀγγέλου Κυρίου παντοκράτορος.

Περὶ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ ὡς περὶ ἀγγέλου τῆς διαθήκης τοῦ Θεοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἡλίου δικαιοσύνης.

Ψ. Ἀπὸ τοῦ Ἱερεμίου. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ ὡς περὶ ἀρνίου. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τοῦ τῶν Ἰουδαίων ἀφανισμοῦ, καὶ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς τῶν Ἰουδαίων δυσσεβείας, καὶ ὀνομαστὶ περὶ τοῦ προδότου Ἰούδα.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἐκ σπέρματος Δαυὶδ, καὶ τῆς εἰς αἰῶνας συστάσης ἐκκλησιαστικῆς ἱερουργίας. Περὶ τῆς καινῆς διαθήκης ἑτέρας παρὰ τὴν διὰ Μωσέως παλαιάν· καὶ περὶ τῶν κατὰ τὸ εὐαγγέλιον νόμων.

Ψ. Ἀπὸ τῶν θρήνων. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.

Ψ. Ἀπὸ τοῦ Βαρούχ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Θεοῦ ἐξ οὐρανῶν κατιόντος καὶ μετὰ ἀνθρώπων πολιτευσομένου.

Ψ. Ἀπὸ τοῦ Ἐζεκιήλ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Δαυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης. Περὶ τοῦ Χριστοῦ ὡς περὶ τοῦ Δαυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης.

Ψ. Ἀπὸ τοῦ Δανιήλ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ θεοῦ. Περὶ τῆς τοῦ Χριστοῦ παρουσίας ὡς περὶ υἱοῦ ἀνθρώπου· καὶ περὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ.

Περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ ὡς ἐπὶ τοὺς χρόνους τοῦ Χριστοῦ συμπληροῦνται μεθ᾽ οὓς προφητεύεται τὰ περὶ τοῦ παντελοῦς ὀλέθρου τοῦ Ἰουδαίων λαοῦ.

ΠΡΟΟΙΜΙΟΝ. Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἑξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον.

Ψ. Ἀπὸ τῶν παροιμιῶν. Αʹ. Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ᾽ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ᾽ ἀναλεξόμεθα δι᾽ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.

Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.

Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με.

Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾽ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ᾽ ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ πάλιν, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστὶ Θεοῦ, δι᾽ οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος.

Πάντα δι᾽ αὐτοῦ ἐγένετο· καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, κατὰ τὸν ἀπόστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ χρηματίζει, καὶ καθ᾽ ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.

Ψ. Τῶν παροιμιῶν Βʹ. Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· τούτου δὲ καὶ οἱ προσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ.

Ψ. Τῶν παροιμιῶν Γʹ. Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δ᾽ ἐδίδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ· ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;

Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν μωρίαν τοῦ κηρύγματος σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων· ἐν δὲ ξηʹ ψαλμῷ, σὺ ἔγνως τὴν ἀφροσύνην μου· φησὶν δὲ ὅτι καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ, ὥσπερ ἐπ᾽ ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ (τῷ) μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ (ἔτι) τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δ᾽ ὅτι καὶ θεία ὑπεράνθρωπος· δι᾽ ὃ καὶ ἐπιφέρει λέγων, Θεὸς δ᾽ ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα· εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς.

Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν, ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν· προτάξας τὸ κατεληλυθέναι αὐτὸν, εἶτ᾽ ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰπὼν τῇ Μαριὰμ, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενος αὐτοῖς· ἀνεληλυθὼς δηλαδὴ πρὸς τὸν Πατέρα, καὶ αὖθις δι᾽ ἣν ἐπετέλει οἰκονομίαν κατεληλυθώς.

Δι᾽ ὃ καὶ εἴρηται· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; Δι᾽ ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν;

Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δ᾽ ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται Θεοῦ σωτηρία· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας, αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε, Τεκνία, ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ τῶν μετ᾽ ἐκείνους ἐν ἁπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα;

Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ. Δʹ. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ᾽ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Ἐπεὶ Χριστὸς σοφία Θεοῦ ὢν δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ᾽ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ᾽ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι ὑπολαμβάνω, μεθ᾽ οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δ᾽ ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων;

Ψ. Ἐκ τοῦ ἐκκλησιαστοῦ Εʹ. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ᾽ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.

Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι᾽ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν· ὃς τὴν μικρὰν πόλιν, τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπ᾽ αὐτὸν χάρακας μεγάλους, τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας.

Τοῦτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι᾽ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ᾽ ἑτέραν ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν. Φασὶ δ᾽ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος, φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου· Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ᾽ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ᾽ οἷοί τε ἦσαν εἰδέναι τὸ μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ.

Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη· καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ, φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι· οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστὶν, πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον.

Ψ. Τοῦ ἄσματος τῶν ἀσμάτων. ϛʹ. Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ᾽ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ᾽ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστὶ τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ᾽ ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλακίδων καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο.

Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ζʹ. Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?) μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν.

Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ᾽ ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ᾽ ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἑξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ᾽ ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ· πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης, Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν.

Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ηʹ. Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν, καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας;

Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον. ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον;

Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτερα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεώχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ᾽ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅιδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὠδῖνας τοῦ θανάτου δι᾽ αὐτοῦ καθαιρουμένας· τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ, ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρϛʹ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς, οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν· δῆλον δ᾽ ὅτι τοὺς τῶν προειρημένων πυλῶν.

Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν, τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἠνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ᾽ (οὐκ) οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας.

Τοῦ Ἰώβ. Θʹ. Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ᾽ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.