Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐκλογαὶ προφητικαί

Εὐσέβιος Καισαρείας

Βιβλίο Γ΄: Προφητικές εκλογές από τους Ελάσσονες Προφήτες

Ανάλυση προφητειών από τους προφήτες Ωσηέ, Ιωήλ, Αμώς, Αβδιού, Ιωνά, Μιχαία, Σοφονία, Ζαχαρία και Μαλαχία σχετικά με την έλευση, το πάθος και τη δόξα του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 10

Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα.

Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ιʹ. Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ, ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστὶ κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ᾽ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ᾽ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ᾽ ἂν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ᾽ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει.

Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ᾽ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινα παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει.

Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΑʹ. Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν.

Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου. Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ, δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου, ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν· χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ.

Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ· δύναται καὶ περὶ τοῦ Ἡρώδου προθεσπίζεσθαι τὸ, κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ᾽ αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ.

Εἰ δ᾽ ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ᾽ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ᾽ ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὼβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω.

Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ᾽ ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν.

Ψ. Ἀπὸ τοῦ αὐτοῦ Ὠσηέ. ΙΒʹ. Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι. Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ᾽ ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.

Ψ. Τοῦ Ἰωὴλ σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ Ἀμῶς. ΙΓʹ. Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου· ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία.

Ψ. Τοῦ αὐτοῦ. ΙΔʹ. Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ᾽ ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας.

Ψ. Τοῦ Ἀβδιοῦ. ΙΕʹ. Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον.

Ψ. Ἀπὸ τοῦ Ἰωνᾶ. —Ιϛʹ. Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν.

Ψ. Ἀπὸ τοῦ Μειχαία. ΙΖʹ. Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός.

Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λέγεσθαι ὑπειλήφαμεν.

Ψ. Τοῦ αὐτοῦ. ΙΗʹ. Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά· διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ᾽ αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.

Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ᾽ ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς προτέρας μεταβαλόντας ἁγίας καὶ πολεμικῆς καταστάσεως τὸν ἤρεμον καὶ εἰρηνικὸν ἐπ.........

Ταῦτα μὲν ἡ προφητεία· σκοπεῖν δὲ πάρεστιν εἰμ ......... τοῦ Σωτῆρος ἡμῶν παρουσίαν διὰ τοὺς οἰκοδομήσαντας ....... τοῖς αἵμασι τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τω ...... λων αὐτοῦ· οὓς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ὁ Ἰουδαίων ἀνεῖλε λ..... διὰ τοὺς τὰ λοιπὰ ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλε ......... μελήσαντας τὸ Σιὼν ὄρος ὡς οὐδεπώποτε ἄλλοτε .......... Ἱερουσαλὴμ πεπολιόρκηται· ὧν μετὰ τὴν ἐρήμωσιν ἡ επ... καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ Θεοῦ· ὧν ἐτύγχανον τ.... σκιὰ καὶ τύποι καὶ παραδείγματα πᾶσι τοῖς εἰς τὸν ............ Θεὸν διὰ Χριστοῦ προσεληλυθόσι πεφανέρωται.

Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΘʹ. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐ(ν χιλι)άσιν Ἰούδα· ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχο(ντα) ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰώνων· .... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς (κα)τὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ ......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ. ......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως .... .. ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν .......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε .............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς καὶ ἐξ ἡμερῶν α ...... .....νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς .............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ............ ρʹ καγένεσιν, μὴ δ᾽ ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου ....... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως ... ......σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο ...... υ· ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα ........ γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν ...... τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν ........υσιν ὅς τις ποτ᾽ εἴη παραστῆσαι τὸν προφητευόμενον ὡς ατελῆ ..... κατ᾽ αὐτούς· δῆλον δ᾽ ὅτι καὶ ψευδῆ διελέγχεσθαι τὴν θείαν ........

πρόρρησιν· ὅ γε μὴν σωτήριος καὶ εὐαγγελικὸς τοῦ Χριστοῦ λόγος ἄρχων κατέστη τοῦ νοητοῦ Ἰσραὴλ, κυρίως τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ πάσης τῆς ἐναρέτου καὶ διορατικῆς ψυχῆς Ἰσραὴλ ......... ἐπινοουμένης.

Ψ. Τοῦ Ναοὺμ σαφὲς οὐδέν. Ψ. Καὶ τοῦ Ἀμβακούμ. Ψ. Ἀπὸ τοῦ Σοφονίου. Κʹ. Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς. Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἐθνῶν ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ᾽ ἂν καὶ τετ.... τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων ............. κληφθείη τὰ κατὰ τὸν τόπον.

Ψ. Τοῦ Ἀγγαίου σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ ζαχαρία. ΚΑʹ. ...... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ....... εύσαντα ὑμᾶς· εἶτ᾽ ἐπιφέρει μετὰ βραχέα λέγων, (γνώσε)σθε, ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με. Ὁ λέγων ἁ ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο ...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν ........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ .... ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν.

Ψ. Τοῦ αὐτοῦ. ΚΒʹ. ..... καὶ εὐφραίνου θύγατερ Σιὼν, ὅτι ἰδοὺ, ἐγὼ ἔρχομαι, καὶ .... σκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ..... ολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐ ..... λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ... γνώσῃ, ......... παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ.

Καὶ τίς ......... ὁ ταῦτα φάσκων καὶ ὁμολογῶν ἀπεστάλθαι ὑπὸ παντοκράτορος, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γένους ἀποσταλείς· ὃς τὰ προκείμενα .......... ἐπουράνιον Σιών· ἧς παράδειγμα τὸ ἐπὶ γῆς ὄρος ἐτύγ...... καὶ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀποτείνεται· προ ....... ενος αὐτῇ τὴν κλῆσιν τῶν δι᾽ αὐτοῦ σωθησομέ ......... ὑπ᾽ αὐτοῦ βασιλευθησομένων ἐν αὐτῇ.

Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΚΓʹ. Καὶ ............... τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἐστῶτα πρὸ προσω .... τοῦ Κυρίου, καὶ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικει ..... αὐτῷ. καὶ μετ᾽ ὀλίγα· καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ τῆς .... τοῦ αὐτοῦ, λέγων, Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ᾽ αὐτοῦ· καὶ εἶπεν, Ἰδοὺ, ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε ........ δήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν μετ᾽ ὀλίγα λέλεκται πρὸς αὐτόν· Ἄκουε δὴ ...... ρεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου· διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι, ἰδοὺ, ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν. Καὶ αὖθις μεθ᾽ ἕτερα· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων. Καὶ μετὰ βραχέα· Καὶ λήψῃ ἀργύριον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτὸν, Τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ, ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων. Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομενοῦσιν.

Ἐπεὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁ θαυμάσιος ἀπόστολος ἀρχιερέα μέγαν ὠ(νόμασε) διεληλυθότα τοὺς οὐρανοὺς, ἀναφέροιτ᾽ ἂν ἐπ᾽ αὐτὸν εἰκότως ...... καὶ ὁ κατὰ τὴν προφητείαν τῇ τε αὐτῇ προσωνυμίᾳ καὶ τῷ αὐτῷ ἀξιώματι τετιμημένος· ταύτη τε ............. ρηματίσας· τοῦτον δὴ οὖν ὁ Κύριος ἔδειξεν τῷ προφήτω ..... τιρυπώση περιβεβλημένον τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ τὴν καθ᾽ ἡμᾶς αἰχμαλωσίαν αἰνιττόμενος κάθοδον, καθ᾽ ἣν ........ ῶν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, οἷα δὴ τὰς ἡμετέρας εἰς ἑαυτὸν ἀναλαβὼν ἁμαρτίας ῥυπαροῖς κέχρηται παρ᾽ ἡμῶν ἐνδύμασι· ταῦτα δ᾽ ὁ Πατὴρ ἀποδύντα κελεύει τὰ τῆς θεότητος ἀναλαβεῖν θεῖα καὶ ἀξιοπρεπῆ τῆς κατ᾽ οὐρανὸν ἀρχιερωσύνης ἐνδύματα. Τούτων δὲ καὶ κατὰ τὴν ἱστορίαν περὶ τ... τοτε Ἰησοῦν τυπικῶς ὡς εἰκὸς γεγενημένων ἀφ᾽ ἑτέρας ἀρχῆς ὁ λόγος πρός τε αὐτὸν τὸν ἄνδρα Ἰησοῦν καὶ τοὺς σὺν αὐτῷ ... (τε) ρατοσκόπους, ἡγοῦμαι δ᾽ οὕτως τοὺς τῆς πνευματικῆς ....... ἠξιωμένους ὠνομάσθαι, φησίν, ἰδοὺ ἐγὼ ἄγω τὸν .......... ἀνατολήν. Καὶ ὑποκαταβὰς αὐτοῦ τοῦ Ἰησοῦ τοὺς στε(φάνους) τῇ κεφαλῇ ἐπιθεὶς, ἐπιφέρει λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα· καὶ ὑποκάτ......... ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου καὶ τὰς ..... καὶ τὰ ἐπὶ τὸν Χριστὸν ἀναφέροιτ᾽ ἂν, τῆς προσηκούσης .. (τυ)χόντα διηγήσεως· πλὴν καὶ τοῖς ἐκ περιτομῆς καὶ ........

αλὸν ..... παραθέσθαι. ἐπεὶ μὴ δ᾽ ὅλως προφήτην ἀπὸ τῆς ...... περσου βασιλείας· καὶ τῶν τῆς προφητείας χρόνων ...... ...... ἐγηγερμένον ἔχοιεν ἐπιδεῖξαι, μὴ ὅτι γε Ἰωάννην καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὶς δὴ οὖν ὁ προφητευόμενος ὥρα λέγειν. ... εἰ δὲ λέγοιεν, ταῦτα εἰς τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ἀναφέρεται, δεικτέον αὐτοῖς ὅτι μηδαμῶς ἐκείνῳ τὰ λεγόμενα ἁρμόζει· πότε γὰρ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἀνατολή; διὰ τί δὲ καὶ ταύτης ἀξιοῦται τῆς προσηγορίας; πῶς δὲ ἁρμόσει αὐτῷ τὸ, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ· μάλιστα δὲ τὸ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· εἰ γὰρ αὐτὸς ἐτύγχανεν ὢν ὁ ἱερεὺς ὁ μέγας, τίς δ᾽ ἂν εἴη ὁ ἐκ δεξιῶν αὐτοῦ, ἕτερος ὢν παρ᾽ αὐτὸν ἱερεύς; σαφῶς δὲ ἕτερον παρ᾽ ἐκεῖνον εἶναι διδάσκει τὸν λεγόμενον ἀνατολήν· πρὸς γὰρ τὸν αὐτὸν Κύριον καὶ το(ὺς) .. ἀμφ᾽ αὐτοῦ (ὸν) φησὶν ὁ λόγος· Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου· ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· εἰ δὴ οὖν αὐτῷ ταῦτα εἴρηται, πῶς ἂν ἔτι χώραν ἔχει (οι) τὸ περὶ αὐτοῦ λέγεσθαι νομίζειν τὸ, ἰδοὺ ἀνὴρ ἀνατολὴν ...... αὐτῷ; Σαφῶς δὴ διὰ τούτων δύο παρίσταται πρόσωπα· ἓν μὲν ᾧ τὸ θεῖον διαλέγεται, ἕτερον δὲ περὶ οὗ προφητεύει· ᾧ καὶ ἀναμφιλόγως ἀνάγοιτ᾽ ἂν ἐπὶ τὸν Χριστὸν τὸν ἀληθῶς υἱὸν τοῦ ......... ἑρμηνεύεται ιαὼ δικαιοσύνη· οὗτος δ᾽ ἂν εἴη ὁ Πατὴρ ....

τοὺς τῶν νικητηρίων περιτιθεὶς τῷ χριστῷ στεφάνους ............. ..... καλεῖ· διὰ τὴν εἰς ἀνθρώπους ἀνατείλασαν αὐ ............ διδασκαλίαν· καὶ τὸν πρῶτον καὶ μέγαν ἀρχι......... πρωτότοκον αὐτοῦ Λόγον· Θεὸν μὲν ὄντα καὶ Κύριον τῶν ......... ων ἱερέα δὲ τῆς πρώτης καὶ ἀγενήτου θεότητος· ...... ωρ δὲ εἶναι αὐτὸν φησὶν οὗ ἀνείληφεν ἀνθρώπου, ἱερέως μεγάλου .... αὐτοῦ χρηματίζοντος διὰ τὴν ἕνωσιν τὴν πρὸς τὸν μονογενῆ τοῦ Θεοῦ. Πολλῆς δὲ τῶν κατὰ τὸν τόπον δεομένων ἐξ(ηγήσεως) ἱκανὰ καὶ ταῦτα ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν.

Ψ. Τοῦ αὐτοῦ. ΚΔʹ. Χαῖρε ...... θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα ...... ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπι ....... ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης, καὶ ποταμῶν δι᾽ ἐκβολὰς γῆς. Θυγάτηρ Σιὼν, ᾗ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχανει (sic) ψυχή· ἢ (ἡ) καὶ ἐπὶ γῆς διὰ Χριστοῦ συστᾶσα ἐξ ἐθνῶν ἐκκλησία[ς]· ὁμοίως δ᾽ αὖ πάλιν θυγάτηρ Ἱερουσαλὴμ, ἡ συγγένειαν φέρουσα τῆς ἐπουρανίου Ἱερουσαλήμ· οἷα τις ἦν ἡ Παύλου λέγοντος, ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μητὴρ ἡμῶν.

Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος (ἐπι)δημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας (ἀνεί) ληφεν, νοουμένης· μεθ᾽ ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας (sic) δαίμονας πονηροὺς, ἐξ ἁπάντων τῶν πάλαι τούτοις ὑποχειρίων ἐθνῶν μυρίους ὅσους ὑπὸ τὸν εὐσεβῆ τῆς διδασκαλίας αὐτοῦ ζυγὸν ὑπηγάγετο.

Ταῦτα μὲν κατὰ διάνοιαν· καὶ ῥητῶς δὲ ὁ Χριστὸς ἐνανθρωπήσας καὶ σωματικῶς τὰς περὶ αὐτοῦ προφητείας ἐπιτελῶν, καὶ ταύτῃ πέρας ἐπιτέθεικεν, ὅτε κατὰ τὸν εὐαγγελιστὴν εἶπεν τοῖς ἑαυτοῦ μαθηταῖς, πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην· λύσαντες οὖν αὐτὴν ἀγάγετε· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ποιεῖτε, ἐρεῖτε, ὁ κύριος ἀπο (αὐτῶν) χρείαν ἔχει· καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς. Τούτων δ᾽ οὕτως ἐχόντων, παραθετέον τὰ ῥητὰ τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις· δεικτέον τε αὐτο δὲ (sic) ὅπως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρούσιᾳ καὶ σωματικῶς περ αυτ...φεν μετὰ τῶν ἄλλων καὶ ἡ φάσκουσα προφητεία, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ. Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν .... τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ........ ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρευσε· τότ...... λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον ......... ........ ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ........τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ......κατ.......... γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ᾽ ὁμοια ......... οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευς ....

γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων ..... τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς ........ κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως .... ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν ...... ην τοῦ θείου λόγου προφητείαν.

Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΕʹ. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι ........ καυχήσονται, λέγει Κύριος. Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύ(σειν ὑπι)σχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. Διὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν.

Ψ. Τοῦ αὐτοῦ. Κϛʹ. Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν. Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν .......... τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ. Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν ... των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς ........ γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως ............ .... λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε ........... αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν .... τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε ...... οὐδ᾽ ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν προδώσαντα αὐτὸν τοῖς ἐπιβουλεύουσιν ἐν αὐτῶν (ἕνα τῶν) μαθητῶν μηνύσαντες· ὀνομαστὶ γοῦν αὐτὸν ἐστηλίτευσε διὰ Ἱερεμίου τὸ θεῖον Πνεῦμα φῆσαν, ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ.

Ταῦτα δ᾽ ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς οʹ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ᾽ αὐτὸν δηλούμενα· καὶ νῦν δ᾽ οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὼν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθε(σπίζει) γραφή. Λέγοιτο δ᾽ ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ᾽ οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι, ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι. Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός;

οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ᾽ ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου· οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ᾽ αὐτοῦ, (Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·) τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ᾽ ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, τοῦτ᾽ ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ᾽ ὅτι τὸ κατ᾽ αὐτοῦ δρασθὲν αὐτοῖς· λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ.

Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν. Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Σαφέστερον γ᾽ οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθήκην τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ· καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης.

Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΖʹ. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης, ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν.

Ψ. Τοῦ αὐτοῦ. ΚΗʹ. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου· καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ. Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα.

Ψ. Τοῦ ἀγγέλου. ΚΘʹ. Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Ὥσπερ χεὶρ καὶ δεξιὰ καὶ βραχίων καὶ δύναμις τοῦ Θεοῦ τῶν ὅλων ὁ Λόγος αὐτοῦ ἐν ταῖς θείαις ὠνόμασται γραφαῖς, οὕτως ὁ αὐτὸς καὶ ὄνομα χρηματίζει τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ θεῖον ὄνομα ὡς ἀπ᾽ ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν, παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι᾽ εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ᾽ ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφὲς πῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ᾽ ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν Δανιὴλ θυσίας καὶ σπονδῆς, καὶ κατὰ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐπιστροφήν.

Τοῦ αὐτοῦ. Λʹ. Ἡ διαθήκη ἦν μετ᾽ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾽ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Καὶ ταῦθ᾽ ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς καὶ τῆς εἰρήνης ἦν μετ᾽ αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ᾽ αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ᾽ αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ᾽ αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλει τῆς κατ᾽ αὐτὸν ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα.

Ψ. Τοῦ αὐτοῦ. ΛΑʹ. Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἤ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ καθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα ... ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ ὁ ν(ῦν) λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς, τοῦτ᾽ ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ᾽ ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγέλλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;

καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ᾽ αὐτοῦ τοῦ παντοκράτορος Κυρίου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ πευστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται, καὶ τὰ λοιπά· δι᾽ ὧν καθ᾽ ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία· ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ᾽ οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἔνθα βασιλεὺς μὲν ἡ θεότης καὶ αὐτὸς ὁ Θεὸς Λόγος ἀνηγόρευται· ὃν δὲ ἀνείληφεν ἄνθρωπον, υἱὸς τοῦ βασιλέως.

Τοῦ αὐτοῦ ἀγγέλου. ΛΒʹ. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, ἔν τινι τῶν προφητῶν εἰρημένον.

Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ᾽ ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα.