Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐκλογαὶ προφητικαί

Εὐσέβιος Καισαρείας

Βιβλίο Γ΄: Προφητικές εκλογές από τους Μεγάλους Προφήτες (Ιερεμίας, Ιεζεκιήλ, Δανιήλ)

Ερμηνεία χωρίων από τον Ιερεμία, τους Θρήνους, τον Βαρούχ, τον Ιεζεκιήλ και τον Δανιήλ, με ιδιαίτερη έμφαση στον υπολογισμό των εβδομήντα εβδομάδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 10

Ψ. Ἐκ τοῦ Ἰερεμίου. ΛΓʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ᾽ ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς (κα)τὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλεκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο δ᾽ ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ᾽ ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα.

Ψ. Τοῦ αὐτοῦ. ΛΔʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ᾽ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; Βαδίσατε, συναγάγετε πάντα τὰ θήρια τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.

Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας· δι᾽ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου· περὶ δὲ τῆς προτέρας συναγωγῆς, ἣ καὶ μερὶς ποτὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ γέγονεν, τὸ, ἀφῆκα τὴν κληρονομίαν μου, κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Αὐτὸς δ᾽ ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, φησίν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ᾽ αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν· διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν, διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ᾽ ἑξῆς, καὶ μάλιστα τὸ, δι᾽ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν.

Ψ. Τοῦ αὐτοῦ. ΛΕʹ. Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. ※ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου.

Ψ. Τοῦ αὐτοῦ. Λϛʹ. Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν λόγον μου τὸν ἀγαθὸν, ὃν ἐλάλησα ἐπὶ τὸν οἶκον Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα· ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνατελῶ τῷ Δαυὶδ ἀνατολὴν δικαίαν. Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας. Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδασθήσεται μετὰ Δαυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα Δαυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι.

Καὶ αὖθις μετὰ βραχέα εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκη(ν) μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα Ἰακὼβ καὶ Δαυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχοντα. Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ Δαυὶδ ἀνατολή; Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ᾽ ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ, καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, οὓς καὶ καλέσει αὐτοὺς ὁ Κύριος ὀνομαστὶ, οὓς ἀξίους αὐτοὺς κρινεῖ ἐν τῷ Ἰωσεδεκὶν, ὅπερ ἑρμηνεύεται οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ μετὰ τὸ ἐλευθερῶσαι τὸν Θεὸν τοὺς προειρημένους ἀπὸ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας, ὡς μηκέτι μὲν ἐκείνῳ, μόνῳ δὲ Κυρίῳ τῷ Θεῷ αὐτῶν λατρεύειν, ἀναστήσειν αὐτοῖς ὁ Θεὸς ὑπισχνεῖται βασιλέα τὸν Δαυὶδ, οὐκ ἄλλον ὄντα τοῦ ἐκ σπέρματος Δαυὶδ γενομένου Σωτῆρος ἡμῶν, ὃν διαφόρως αἱ γραφαὶ καὶ τούτῳ προσεῖπαν τῷ ὀνόματι.

Ὁ μὲν οὖν ἐν τῇ προφητείᾳ Δαυὶδ ὁ κατὰ τὸν Σωτῆρα ἡμῶν νοούμενος ἄνθρωπος λέγεται· ἡ δὲ ἀνατολὴ ἡ δικαία, ἡ κατ᾽ αὐτὸν ἐνεργοῦσα θεότης, ἥλιος δικαιοσύνης ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστὶν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ᾽ οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι᾽ ἔργων ἀγαθῶν καὶ λόγων εὐώδη καὶ ἀναίμακτον καὶ καθαρὰν θυσίαν. Εἰ γὰρ μὴ ταῦθ᾽ οὕτως ἐκλάβοιμεν, ὥρα ψευδεῖς ἀπελέγχειν τὰς προφητείας, τῷ μήτε τὸν θρόνον Δαυὶδ σωματικῶς, μήτε τὴν ἱερατικὴν λειτουργείαν τὴν τυπικὴν εἰσέτι νῦν συνεστάναι· τῶν μὲν ἐκ σπέρματος Δαυὶδ βασιλέων ἐξ αὐτῶν τῶν Ἱερεμίου χρόνων διαλελοιπότων, τῆς δὲ Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας μετ᾽ οὐ πολὺ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας· ἐξ ἧς καὶ εἰς δεῦρο οὐδὲ ἐπιβαίνειν αὐτοῖς τῆς Ἱερουσαλὴμ ἔξεστιν.

Καὶ εἰ φάσκοιέν γε οἱ ἐκ περιτομῆς δι᾽ ὃν φασὶ πατριάρχην μὴ ἐκλελοιπέναι τὸ σπέρμα Δαυὶδ, ἀλλ᾽ ἐλεγκτέον τε (γε) αὐτοὺς μὴ δυναμένους ἀποδεῖξαι καθήμενον αὐτὸν ἐπὶ θρόνου Δαυὶδ, καὶ βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἄρχοντα τοῦ Ἰσραήλ· ταῦτα γὰρ ἡ προφητεία φησὶ μηδεπώποτε διαλείψειν, ἃ καὶ σαφῶς παρίσταται ἀπὸ τῶν τῆς αἰχμαλωσίας χρόνων διαλελοιπότα, ἐξ οὗ μὴ δὲ εἷς βασιλεύσας τοῦ Ἰσραὴλ ἐκ τοῦ σπέρματος Δαυὶδ ἀποδείκνυται· τί δ᾽ ἂν φήσαιεν καὶ περὶ τῆς ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν καθῃρημένης ἱερατείας, ἣν μηδεπώποτε ἐξολοθρευθήσεσθαι ἡ προφητεία προαγορεύει;

Ψ. Τοῦ αὐτοῦ. ΛΖʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν.

Τί δ᾽ ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ᾽ ἔστι τὴν ἔγγραφον ἐν τοῖς (ἐντὸς) τῶν εὐαγγελικῶν βιβλίων.

Ἑξῆς δ᾽ ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς ταῖς διανοίαις τῶν παραδεξομένων τὴν καινὴν διαθήκην ἐγγράψων τοὺς ἰδίους νόμους, ὥστε αὐτοὺς εἶναι εἰς λαὸν τῷ Θεῷ, καὶ αὐτὸν αὐτοῖς εἰς Θεὸν, οὐδαμῶς ὑπ᾽ ἀνθρωπίνης διδασκαλίας ἐπὶ τὸ γινώσκειν τὸν Κύριον παραγινομένους, αὐτομαθεῖς δ᾽ ὥσπερ, μᾶλλον δὲ θεοδιδάκτους ἐσομένους, ὃ καὶ αὐτὸ καταμάθοι ἄν τις κατὰ τὸν παρόντα καιρὸν πληρούμενον· ἴδοι δ᾽ ἄν τις ὅπως ἐπὶ τὰς διανοίας καὶ τὰς καρδίας τῶν διὰ Χριστοῦ εἰς τὸν Θεὸν πεπιστευκότων ἡ καινὴ διαθήκη καὶ οἱ τοῦ Κυρίου νόμοι γεγραμμένοι εἰσιν, εἰ καταμάθοι ἐν ἡμῖν πλῆθος ἀνδρῶν παντελῶς ἰδιωτῶν τοιαύτην ἐνεπιδεικνυμένων ἐνάρετον καὶ ἐμφιλόσοφον πολιτείαν, ἣν οὐ ταχέως ἔστιν εὑρεῖν παρὰ τοῖς φιλολογίαν ἠσκηκόσιν, καὶ μέγα φρονοῦσιν ἐπὶ τῇ τῶν γραφῶν μελέτῃ.

Ψ. Ἀπὸ τῶν θρήνων. ΛΗʹ. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι᾽ αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς.

Ψ. Ἀπὸ τοῦ Βαρούχ. ΛΘʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ἀλλ᾽ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ καὶ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ.

Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ᾽ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ· μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, φησὶ, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν, καὶ τὰ ἑξῆς· διδασκόμεθα δὲ ἀπὸ τοῦ ἱεροῦ ἀποστόλου ὡς ἄρα ὁ καταβὰς Ἰησοῦς Χριστὸς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν· ὃς καὶ λαβὼν τὴν τοῦ ἁγίου Πνεύματος δωρεὰν κατεβίβασέ τε καὶ ἐξέχεεν ἐπὶ τὰς τῶν παραδεξαμένων αὐτῶν (ὴν) ψυχάς· ὅθεν καὶ ἐν ψαλμοῖς εἴρηται τὸ, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις.

Ἑξῆς δὲ ἐν τῇ προκειμένῃ γραφῇ ὁ λόγος φησὶν, οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· Τίς δὲ οὗτος, ἢ ὁ ἀναβὰς εἰς τὸν οὐρανὸν καὶ καταβάς; Τῷ γὰρ τίς ἀνέβη εἰς τὸν οὐρανὸν ἐρωτηματικῶς εἰρημένῳ ἀποδέδοται τὸ, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· σαφέστερον τοῦτο δηλοῖ τὸ ἑξῆς εἰρημένον, τὸ, μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Πρὸς τοῦτον οὖν δῆλον ὅτι τὸν τοῦ Θεοῦ Λόγον οὐ λογισθήσεται ἕτερος τῶν ἐπικτητὴν τὴν τοῦ Θεοῦ προσηγορίαν ἐσχηκότων· μετὰ τοῦτο δέ φησιν ἐπὶ τῆς γῆς ὤφθη· δῆλον ὅτι μετὰ τὸ διὰ νόμου καὶ προφητῶν τὴν πᾶσαν ὁδὸν τῆς ἐπαγγελίας δεδωκέναι· ἐξεῦρεν γὰρ, φησὶ, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ· εἶτα μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Ψ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. Μʹ. Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖ[ς] αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης. Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα· τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ᾽ αὐτοῦ, ἢ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται;

Ψ. Τοῦ αὐτοῦ. ΜΑʹ. Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ᾽ οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξουσιν καὶ ποιήσουσιν αὐτὰ, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατώκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ᾽ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ᾽ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυὶδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ᾽ ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ᾽ ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελίας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, λεγόμενον ἐν ιζʹ ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.

Περὶ τίνος δὲ ἄλλου προσήκει[ν] τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ Δαυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ Θεοῦ· καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται.

Ψ. Ἀπὸ τοῦ Δανιήλ. ΜΒʹ. Δανιήλ ἐστιν ὁ φάσκων. Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα.

Ψ. Τοῦ αὐτοῦ. ΜΓʹ. Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ· ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας.

Ψ. Τοῦ αὐτοῦ. ΜΔʹ. Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ Δανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάνων, ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι᾽ ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος, ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω; ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν, ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες. Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι Κύριος Ἰησοῦς Χρίστος εἰς δόξαν Θεοῦ πατρός.

Ψ. Τοῦ αὐτοῦ. ΜΕʹ. Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις· Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων (ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ, καὶ ἑβδομάδες ξβʹ· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί.

Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβʹ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ᾽ οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως·

Ψ. Ἀφρικανοῦ. Μϛʹ. Ἡ μὲν οὖν περικοπὴ οὕτω πῶς ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δ᾽ ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας οʹ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ Σωτῆρος ἢ ἀπὸ τούτου τὰ παραπτώματα παλαιοῦται, καὶ αἱ ἁμαρτίαι συντελοῦνται διὰ τὴν ἄφεσιν, αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἀπαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται (παρὰ) τὴν ἐκ νόμου· ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωάννου· χρίεται ἅγιος ἁγίων· πρὸ γὰρ τῆς τοῦ Σωτῆρος παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. Ἄρξασθαι δὴ τῶν ἀριθμῶν, τοῦτ᾽ ἔστιν τῶν οʹ ἑβδομάδων, ἅ ἐστιν ἕτη υϞʹ, ὁ ἄγγελος ὑποτίθεται ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεώς τε ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλὴμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο.

Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔζρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. Ἔμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου εἰκοσαετοῦς, Περσῶν δὲ ἡγεμονίας πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ρπεʹ ἔτη· καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας τε καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ οἰκοδομὴ πλατεία καὶ περὶ τεῖχος, ὡς προεφητεύθη· κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν οʹ ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.

Εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται, καὶ πλεῖστα ἄτοπα ἀπαντήσει· ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν οʹ ἑβδομάδων, ἔτη ρʹ καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ᾽ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ᾽ ἀρχῆς τῆς αἰχμαλωσίας· εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν σλʹ περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τʹ παρατείνασαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἔτος ἑκκαιδέκατον εἰς ἔτη ξʹ· ἀπὸ δὲ Ἀρταξέρξου οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. Ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκαστοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται υοεʹ, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα ἔτη γίνεται κατὰ τὸν σεληναῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν εἰκόσι ἐννέα ἥμισυ· οὕτως τοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τξεʹ τετάρτου τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἕνδεκα καὶ τετάρτῳ.

Διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκι γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. Τὰ τοίνυν υοεʹ ἔτη ὀκταετηρίδες γίνονται νθʹ, καὶ μῆνες γʹ, ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ, γίνονται ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίνεται· ταῦτα δὲ πρὸς τοῖς (υ)οεʹ ἔτεσιν αἱ οʹ ἑβδομάδες συντελοῦνται.

Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν· φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβʹ διαιρέσεως, ἣν ὁ θεῖος λόγος πάντως ποῦ μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας, καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἐβδομάδες ζʹ, καὶ ἑβδομάδες ξβʹ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος. Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ᾽ ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ᾽ ὃν ὁ Δανιὴλ προφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις.

Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον· Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων, Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾽ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλήμ· καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρεται· Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ ἄρχοντι τοῦ Ἰούδα.

Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ Δαρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζʹ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, Δαρεῖος τὴν βασιλείαν παραλαβὼν, αὖθις μετὰ Κύρον διὰ τοῦ προγράμματος τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον, μʹ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;

Κατὰ δὲ τὸν Ἰώσηπον οʹ (θʹ) καὶ μʹ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζʹ (sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ Δαρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων, κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους. Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζʹ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλον οὖν δι᾽ ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβʹ ἐπὶ ποίους περιορίζονται χρόνους.

Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ᾽ Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ᾽ ἣν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἁπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται ςʹ· ἐντεῦθεν δ᾽ ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζʹ καὶ οʹ καὶ ρʹ διαγενέσθαι ἡ πρώτη τῶν καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν· πάλιν δ᾽ ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θʹ καὶ κʹ· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν· μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζʹ, μεθ᾽ ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ᾽ ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους Δαρείου ἔτη συνάγεται υλδʹ, ὁπόσα δ᾽ ἂν γένοιτο ἐκ τῶν ξβʹ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ᾽ ἂν εἶεν οἱ ἀρχιερεῖς, ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων· πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς γραφῆς, οὐ μὲν (μὴν) ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωνίου παίδων, οὓς ἡ γραφὴ Μακκαβαίους ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς· μεθ᾽ ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ᾽ ὃν Ὑρκανὸς, μεθ᾽ ὃν Ἰούδας, ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα· μεθ᾽ ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ· ἐν ᾧ τῶν ἐν τῷ Δανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον, ἕως χριστοῦ ἡγουμένου, τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θʹ καὶ ξʹ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ᾽ ἔστι χρόνων (ον) γʹ καὶ πʹ καὶ υʹ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων.

Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ᾽ ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἐξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θʹ κατασχοῦσα τελευτᾷ· μεθ᾽ ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ᾽ ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν.

Ἡρώδης παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μήτερα· ὡς δ᾽ ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, φασὶν οἱ τὰ κατ᾽ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, (τοῦτον δ᾽ εἶναι αὐτῷ πατέρα,) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι.

Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα (sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωσεῖ φερομένη τοῦ Ἰακὼβ πληροῦται πρόρρησις, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν· καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ᾽ ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διέλειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ διαδοχὴν τοῦ παντὸς ἔθνους ἡγησαμένων ἀρχή· πρώτου δὲ τὸ γένος ἀλλοφύλου βασιλεύσαντος αὐτῶν Ἡρώδου, αὐτίκα μὲν καὶ ἡ τοῦ Χριστοῦ παρουσία πληροῦται, καὶ ἡ τῶν ἐθνῶν προθεσπισθεῖσα προσδοκία διὰ τῆς εἰς πᾶν ἔθνος διαδραμούσης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας ἔργῳ συντελεῖσθαι ἤρξατο· τότε καὶ ἡ ἐν τῷ Δανιὴλ μετὰ τὰς διαληφθείσας ἡμῖν ἑβδομάδας πρόρρησις ἐπεσφραγίζετο, φάσκουσα, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβʹ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.

Τίνα μὲν οὖν τρόπον ἡ τῶν προρρηθεισῶν ἑβδομάδων τῶν τε προτέρων [ν]ζʹ, καὶ τῶν ἐπὶ ταύταις ξβʹ, προφητεία, —ἐν αἷς τὴν ἀρχιερωσύνην κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῆς μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίας δηλούσης τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς, ὅτε χριστός τις καὶ ἀρχιερεὺς ἡγεῖτο τοῦ λαοῦ, ὡς διὰ τουτὶ εἰρῆσθαι τῷ χρησμῷ τὸ, ἕως χριστοῦ ἡγουμένου, —πέρας εἴληφεν εἰς τοὺς κατὰ Ἡρώδην χρόνους, ὡς δύναμις ἡμῖν, δεδήλωται· πῶς δ᾽ ἐπὶ τούτοις μετὰ τὴν συμπλήρωσιν τοῦ προδηλωθέντος τῶν ἑβδομάδων χρόνου ἐξωλοθρεύθη χρίσμα, ὅτι μὴ κρίμα ἦν ἐν αὐτῷ, ὥσπερ δ᾽ οὖν τὸ λόγιον μηνύει, σημαῖνον ὅτι μετὰ κρίσεως εὐλόγου τὸ χρίσμα τὸ κατὰ τὴν ἀρχιερωσύνην ἐπὶ τοῦ δηλουμένου καιροῦ συντελεσθήσεται, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι τῇ τε τοῦ νόμου διατάξει, (ἐν ᾗ διὰ βίου μέχρις αὐτῆς τελευτῆς προστέτακται τὴν ἀρχιερωσύνην τοὺς οἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν,) καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ, δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς ἀκολούθως τῇ περὶ αὐτῶν νομοθεσίᾳ τῆς τιμῆς ἠξιῶσθαι, ὅπως τε κατ᾽ αὐτὸν Ἡρώδην οὐ μόνον τὰ τῆς τοιαύτης περὶ τοὺς ἀρχιερεῖς διαταγῆς συγχεῖταί τε καὶ διαφθείρεται, ἀλλὰ καὶ τῆς ἁγίας στολῆς, ἣν ὑπομόνον (sic) ἐξῆν εἶναι τὸν ἀρχιερέα, ὅτι μὴ δ᾽ ἑτέρῳ ἢ αὐτῷ μόνῳ ἐν ταύτῃ λειτουργεῖν ἐξὸν ἦν, τὴν ἐξουσίαν αὐτοὺς Ἡρώδης ἀφελόμενος ὑφ᾽ ἑαυτὸν, καὶ ταῦτα ἀλλόφυλος ὢν, ποιεῖται.

Εἰ δὲ χρὴ καὶ τούτων παραθέσθαι ἐλέγχους, δέχου δὴ τοῦ μάρτυρος τὰς φωνὰς (ἃς) ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, τῆς τῶν ἱερέων καὶ αὐτὸς ἠξιωμένος τιμῆς, καὶ γένους τοῦ παρ᾽ αὐτοῖς διαφανεστάτου, ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας κατατέθειται συγγράμματι. Περὶ μὲν οὖν τῆς τῶν ἀρχιερέων παρατροπῆς ὧδέ πως κατὰ λέξιν γράφει· Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ (Ῥω)μαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ οὐκ ἐξ ἱερέων οὖσιν, πλὴν ἑνὸς Ἀριστοβούλου, τὴν τιμὴν ἀπένεμεν· τὸν δὲ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ἀπὸ Παρθῶν αἰχμαλωσιασθέντος υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην· εἶτα φοβηθεὶς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχῷ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. Μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν· ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες.

Ταῦτα μὲν περὶ τούτων ὁ Ἰώσηπος· περὶ δὲ τῆς ἀρχιερατικῆς στολῆς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας ταῦτα ἱστορεῖ· Ἡρώδης δὲ βασιλεύσας τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ᾽ αὐτῷ τὸν λαὸν δι᾽ αὐτήν. Ἔπρασσε δὲ τὰ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν, παρ᾽ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι.

Ἐκ δὴ τούτων ἀναμφίλεκτος γένοιτ᾽ ἂν ἀπόδειξις, ὅτι δὴ κατὰ τοὺς δηλουμένους χρόνους τὰ τῆς προφητείας περιγραφῆς ἔτυχεν· εἰ δὲ μὴ συνομολόγοιεν τούτοις οἱ ἐκ περιτομῆς, αἰτητέον αὐτοὺς ἑτέραν παρὰ τὴν ἡμετέραν τῆς γραφῆς διήγησιν, καὶ δεικτέον ὡς ἄρα κατ᾽ αὐτοὺς ψευδεῖς ἀνάγκη τὰς τοῦ τηλικούτου Γαβριὴλ ἀπελέγχεσθαι προρρήσεις, εἰ μηδὲν τῶν προαναπεφωνημένων ἐξ ἐκείνου καὶ εἰς δεῦρο χιλίων ἤδη πλησιαζόντων ἐτῶν γεγένηται· ἀλλ᾽ ἡμῖν γε σαφῶς ἀληθὴς ὁ λόγος ἀποδείκνυται κατὰ τὰς ἀβιάστως παρατεθείσας ἡμῖν διηγήσεις, αἷς ἀκολούθως εὐχερὲς ἀποδοῦναι τίνα τρόπον καὶ ἡ μετὰ πάσας ὑστάτη ἐπιφερομένη ἑβδομὰς μία ἐνεδυνάμωσεν διαθήκην πολλοῖς, τὴν καινὴν διαθήκην τοῦ σωτηρίου κηρύγματος, τὴν ἐπὶ πᾶσαν διαδοθεῖσαν τὴν οἰκουμένην, καὶ οὐκέτι μὲν ἑνὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει, ἀλλ᾽ ἤδη καὶ πλείοσι κηρυχθεῖσαν, ὥστ᾽ ἂν διὰ τοῦτο εἰρῆσθαι καὶ τὸ, δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.

Ἐπιστῆσαι δὲ εὔλογον, ὅτι μὴ ἑξῆς ταῖς λοιπαῖς ἑβδομάσιν ἡ τελευταία ἑβδομὰς μία συνῆπται, ἥν φησιν ὁ λόγος δυναμώσειν διαθήκην τοῖς πολλοῖς· οὐ γὰρ ὡς ἐπὶ τῶν ζʹ καὶ ξβʹ ἑβδομάδων καὶ ἐπὶ τῆς μιᾶς πεποίηκεν· ἐπ᾽ ἐκείνων μὲν γὰρ διελὼν τοῦ παντὸς χρόνου τὸν ἀριθμὸν εἴς τε τὰς ζʹ καὶ ἑξῆς τὰς ξβʹ ἑβδομάδας συνημμένην πεποίηται τὴν διαίρεσιν, ταῖς ζʹ τὰς ξβʹ συνάψας, καὶ μηδένα χρόνον μὴ δὲ πρᾶξιν μεταξὺ καταλιπὼν, ὅτι μὴ δ᾽ ἐμφέρεταί τι διάλειμμα χρόνου διαιροῦν καὶ διαζευγνύον τὸ συνημμένον τῆς κατ᾽ ἐκείνας τὰς ἑβδομάδας ἱστορίας· ἐπὶ δὲ τῆς ἐπιφερομένης ἑβδομάδος μιᾶς μακρά τις καὶ ἀπεσχοινισμένη τυγχάνει διαστολή. Μετὰ γὰρ τὰς ἑβδομάδας τὰς ξβʹ, πρῶτον φησὶν ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, ὃ καὶ πρόδηλον τίνα τρόπον πέρας εἴληφεν ἐπὶ τῶν Ἡρώδου χρόνων· εἶτα φησὶ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. Τίς δὲ διαφθερεῖ ἢ τῶν ψυχῶν ὁ διαφθορεὺς διάβολος; Τίς δὲ ὁ ἐρχόμενος ἡγούμενος, ἢ ὁ ἐξ ἐθνῶν πρῶτος αὐτῶν ἡγησάμενος Ἡρώδης, καὶ οἱ μετ᾽ αὐτὸν εἰς δεῦρο τὴν κατὰ Ἰουδαίων ἡγεμονίαν διειληφότες;

Ὥσπερ γ᾽ οὖν τοὺς πάλαι αὐτῶν ἡγουμένους ἀρχιερεῖς χριστὸν ἡγούμενον αἰνιγματωδῶς προσεῖπεν ἡ προφητεία, τὸν αὐτὸν τρόπον τοὺς μετὰ τὴν ἐκείνων κατάπαυσιν ἐξ ἐθνῶν αὐτῶν ἄρξαντας ἐρχόμενον ἡγούμενον προσηγόρευσεν, φήσασα, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ὅπερ σαφέστερον ὁ Ἀκύλας ἐκδέδωκε ποιήσας, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου. Καὶ πρόδηλον ὅπως ὁ λαὸς καὶ ὁ στρατὸς τῶν μετὰ τοὺς χριστοὺς ἡγουμένους τὴν κατὰ Ἰουδαίων ἀρχὴν διαδεξαμένων ἐξ ἐθνῶν ἡγουμένων, νόμοις ἐθνῶν χρώμενος, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διέφθειρεν, καὶ ὁ κατὰ διάνοιαν δὲ τῶν ψυχῶν ἡγούμενος φθορεὺς σὺν τῷ ἡγουμένῳ τῷ κατὰ τὴν προφητείαν ἐληλυθότι πᾶσαν φθορὰν ἐνηργήσατο αὐτῷ τε πρότερον τῷ λαῷ, καὶ τοῖς τὴν πόλιν ἐνοικοῦσι πολίταις, ἔπειτα δὲ καὶ τῷ ναῷ καὶ τῇ πάλαι συντελουμένῃ ἐν αὐτῷ λατρείᾳ. Καὶ ταύτην γε αἰτίαν τῆς παραυτίκα γεγενημένης τοῦ Χριστοῦ παρουσίας προσημαῖνόν που θεῖον λόγιον φησὶν, Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός.

Εἶθ᾽ ὡς διεφθορότων τῶν προδεδηλωμένων τὰ διαληψόμενα αὐτοὺς προδιδάσκων ὁ λόγος φησὶ, καὶ κοπήσονται ἐν τῷ κατακλυσμῷ, καὶ ἐπὶ τοσοῦτόν γε κοπήσονται, ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς· ἔτι δὲ τούτων συντελουμένων τε καὶ ἐνεργουμένων, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.

Αὕτη δ᾽ ἂν εἴη ἡ τοῦ σωτηρίου κηρύγματος, δι᾽ οὗ τῆς καινῆς τὴν παράδοσιν διαθήκης ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πολλοῖς τοῖς μαθητευθεῖσιν αὐτῷ ἐνεδυνάμωσε· τότε μὲν πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συμπολιτευόμενος, τότε δὲ καὶ μετὰ τὴν ἀνάληψιν δι᾽ ἡμερῶν μʹ ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· διὸ καὶ παρήγγελλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ταύτης δὲ τῆς ἑβδομάδος ἐν τῷ ἡμίσει δι᾽ ἣν πέπονθεν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν καὶ τὰ ἀκόλουθα τῆς θείας ἐπληρώθη προρρήσεως, ἀμφὶ γοὖν τὰ τρία ἥμισυ ἔτη κηρύξας, καὶ ἀπὸ τῆς τῶν εὐαγγελίων παρίσταται γραφῆς· διὸ εἴρηται, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή· καὶ σαφές γε ὅπως ἅμα τῷ πάθει δυνάμει ἤρθη ἐξ αὐτῶν θυσία καὶ σπονδή· ὅτε κατὰ μὲν τὴν τῶν εὐαγγελίων γραφὴν τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· κατὰ δὲ τὴν τοῦ Ἰωσήπου ἱστορίαν, Ἐν αὐτῇ τῇ πεντηκοστῇ νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας, μεταβαίνομεν (ωμεν) ἐντεῦθεν.

Ταῦτα δὲ κατὰ λέξιν καὶ ἕτερα τούτοις παραπλήσια ταῖς ἱστορίαις παραδοὺς ὁ Ἰώσηπος συμβάλοιτ᾽ ἂν ἡμῖν εἰς ἀπόδειξιν τοῦ δυνάμει λελύσθαι τε καὶ καθῃρῆσθαι μετὰ τὸ σωτήριον πάθος τὰ τῆς τοῦ λαοῦ σωματικῆς λατρείας. Οἶδα δὲ καὶ ἄλλην εἰς τὴν ἑβδομάδα τὴν δυναμώσασαν διαθήκην πολλοῖς ἀποδοθεῖσαν ἑρμηνείαν· ταύτην γὰρ εἰς τὴν ἐν δεκάσιν ἑβδομάδα μεταλαβὼν ὁ λόγος παρίστη τὸν σύμπαντα τῶν ἀποστόλων χρόνον εἰς ἑβδομηκονταετίαν συντείνειν, ἐν ᾗ τὸ κήρυγμα τῆς καινῆς διαθήκης οὐκέτι ἑνὶ, ἀλλὰ πολλοῖς ἔθνεσι κηρυχθὲν εἰς πᾶσαν ἐνεδυναμώθη τὴν οἰκουμένην· καὶ γὰρ οὖν ἐκ τῶν ἱστοριῶν δείκνυται Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς μετὰ τὴν ἀνάληψιν αὐτοῦ ἔτεσιν ἐπιβιοὺς οʹ, μέχρι γὰρ τῆς Τραϊανοῦ λόγος ἔχει παραμεῖναι αὐτὸν βασιλείας, κατά τε ταύτην τὴν διήγησιν πρόδηλον ὅπως ἐν τῷ ἡμίσει ταύτης τῆς ἐν δεκάσιν ἑβδομάδος ἤρθη θυσία καὶ σπονδὴ, καὶ τὸ λεγόμενον βδέλυγμα τῆς ἐρημώσεως ἔστη ἐν τόπῳ ἁγίῳ.

Τὰ γοὖν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἐπὶ τὴν ὑστάτην κατὰ Οὐεσπασιανὸν πολιορκίαν εἰς ἔτη πέντε καὶ τριάκοντα συντείνει· ἅπερ ἂν γένοιτο τῆς ἀποδοθείσης ἑβδομάδος τὸ ἥμισυ· ὅτε καὶ παντελῆ τὴν διὰ πυρὸς φθορὰν καὶ κατασκαφὴν τοῦ πάλαι ἱεροῦ καὶ ἁγίου νεῶ πεπονθότος ἐπισφράγισμα εἴληφεν· καὶ τὸ, ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων· ὅπερ βδέλυγμα ἐρημώσεως μέχρι συντελείας βίου παραμεῖναι δηλοῖ τὸ λόγιον, φάσκον, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ἀλλὰ ταῦτα μὲν ἐπιτεμόμενοι τὴν διήγησιν παρατεθείμεθα· ὥρα δὲ ἤδη μετελθεῖν καὶ ἐπὶ τὸν Ἡσαΐαν· ὃς μόνος ἀπὸ πασῆς τῆς παλαιᾶς ἡμῖν περιλέλειπται γραφῆς.