Ψ. Τοῦ αὐτοῦ. Βʹ. Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν, καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι᾽ ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι᾽ ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ᾽ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν.