Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐκλογαὶ προφητικαί

Εὐσέβιος Καισαρείας

Βιβλίο Α΄: Προφητικές εκλογές από την Έξοδο, τους Αριθμούς και το Δευτερονόμιο

Ερμηνεία των θεοφανειών στον Μωυσή, η νομοθεσία του Σινά, η θεοπτία, οι προφητείες του Βαλαάμ και η προαναγγελία νέου νομοθέτη κατά τον τύπο του Μωυσέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 10

Ἀπὸ τῆς Ἐξόδου. —Θʹ. Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ. Καὶ μετ᾽ ὀλίγα· καὶ ἦλθον εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρός. Καὶ μέθ᾽ ἕτερα· ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων. Καὶ αὖθις· εἶπεν δὲ κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ μετὰ πλεῖστα· ἐλάλησεν δὲ ὁ Θεὸς πρὸς Μωσῆν· καὶ εἶπεν πρὸς αὐτόν· Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, καὶ τὰ ἑξῆς. Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ ὁ Κύριος ἀλλ᾽ ὁ ἄγγελος ὦφθαι τῷ Μωσεῖ ἀναγέγραπται, δι᾽ οὗ καὶ ὁ Κύριος ὥσπερ δι᾽ ἑρμηνέως χρηματίζων διδάσκει, ὅτι μὴ εἴη ὑποβεβηκυῖά τις δύναμις ἡ χρηματίζουσα, ἀλλ᾽ αὐτὸς ὁ ὤν.

Σαφέστερον δὲ τίς ἐστιν ὁ ὢν παριστᾷ ἐν τῷ φησὶν Ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομα μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· σοὶ μὲν τὸ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημὶ Ἐγὼ Κύριος· τοῖς δὲ σοῖς πατράσιν τὸ μὲν ὄνομά μου οὐκ ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώσεως ἐτύγχανον ὄντες· αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ δι᾽ ἐαυτοῦ (ἐμαυτοῦ) τὴν διαθήκην μου πρὸς αὐτοὺς ἔστησα. Πρόδηλον δὲ ἐκ τῶν προαποδεδομένων τίς ἦν ὁ τοῖς πατράσιν ὀφθείς· τοῦτον γὰρ ἐξεταζόμενος τὸν τρόπον ὁ λόγος πρὸς τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς καὶ νῦν ἐπιφαίνεται, ἀλλ᾽ οὐχ ὁμοίως γε τοῖς προπάτορσιν· ἐκείνοις γὰρ ἅτε μείζοσι καὶ τελειοτέροις αὐτὸς ὤφθη, καὶ δι᾽ ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ πρὸς αὐτοὺς ἔστησεν· ἐπὶ δὲ τοῦ Μωσέως ὤφθη μὲν οὐχ ὁ Κύριος, ἀλλ᾽ ὁ ἄγγελος· ἐκάλεσε δὲ αὐτὸν οὐκέτι ὁ ἄγγελος, ἀλλ᾽ ὁ Κύριος· Κύριος μὲν γὰρ ἦν ὁ διαταττόμενος, ἄγγελος δὲ ὁ τοὺς θείους λόγους διακονούμενος· ὅθεν εἰ καί τι ἄλλο θαυμασίως ἐκπεφώνηται τῷ ἱερῷ ἀποστόλῳ, καὶ τὸ, ὁ μόνος διαταγῆς (γεὶς δι᾽) ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ τὸ, εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος.

Σαφῶς γοὖν ἄγγελος εἰσῆκται καὶ ὁ Κύριος δι᾽ αὐτοῦ χρηματίζων· καὶ οὐδὲ ἅπαξ ἂν εὕροις δι᾽ ὅλης τῆς νομοθεσίας τὴν γραφὴν σημειουμένην ὡς ὅτι δὴ ὤφθη ὁ Θεὸς ἢ ὁ Κύριος τῷ Μωσεῖ, ὅπερ ἐπὶ μόνων τῶν τριῶν πατριαρχῶν εἰρημένον ἐμφαίνεται· ὡς ἐκ τούτων σαφὲς εἶναι, τὴν πᾶσαν νομοθεσίαν τοῖς κατὰ τὸν τότε λαὸν, οἷα δὴ νηπίοις τὰς ψυχὰς καὶ εἰσαγομένοις, διδομένην ὥσπερ διὰ παιδαγωγῶν καὶ οἰκονόμων παραδεδόσθαι, τυπικῶς τε αὐτοῖς καὶ εἰκονικῶς τὰ θεῖα διὰ συμβόλων ᾐνίχθαι, τῷ μὴ τὴν μυστικωτέραν καὶ πνευματικὴν οἷόν τε αὐτοὺς ἐπιδέξασθαι διδασκαλίαν, ἅτε γοὖν παισὶ τρόποις Αἰγυπτίοις ἐκδιῃτημένοις, καὶ πολλῆς ἔτι χρῄζουσιν ἐπιστρεφείας, πῦρ εἶναι ὁ Θεὸς, κατὰ τὸ, ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ὅπερ οὐδαμῶς ἐπὶ τῶν πατριαρχῶν εἴρηται.

Ἀλλὰ καὶ ὅτε προστάττει ἁγνίσασθαι αὐτοὺς ὅπως ἴδωσι τὴν δόξαν Κυρίου, οὐχ ὥσπερ ἐπὶ τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἁπλῶς εἴρηται ὅτι ὤφθη αὐτοῖς ὁ Θεὸς, μετὰ πολλῆς δὲ καταπλήξεως καὶ φαντασίας αὐτὰ δὴ ταῦτα ἀναγέγραπται· καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, καὶ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ἐν τῇ παρεμβολῇ· καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος (Σινά. τὸ ὄρος) Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ᾽ αὐτοῦ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς αὐτοῦ ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγίνοντο δὲ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ, κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωσῆν, καὶ τὰ ἑξῆς. Ὅτι μὲν οὖν κατέβη Κύριος διὰ τούτων μεμαρτύρηται· ὅτι δὲ καὶ ὤφθη οὐκέτι εἴρηται, ὃ ἐπὶ μόνων τῶν πατριαρχῶν τετήρηται.

Οὐκοῦν παρουσία μὲν ἐγεγόνει τοῦ Κυρίου· ὀπτασία δὲ, οὐκ αὐτοῦ, ἀλλὰ δῆλον ὅτι τῶν ἀμφ᾽ αὐτὸν δορυφόρων ἀγγέλων, δι᾽ ὧν χρησίμως τῷ λαῷ φοβερὰν καὶ καταπληκτικὴν ἐποιήσατο τὴν ὀπτασίαν, εὐλάβειαν ὅμου καὶ φόβον καὶ πίστιν τὴν εἰς αὐτὸν κρατῦναι ἐν αὐτοῖς προμηθούμενος εἰς φυλακὴν καὶ τήρησιν τῶν μελλόντων αὐτοῖς παραδίδοσθαι νόμων. Καὶ ὅτι γε πλείους ἐτύγχανον οἱ τῷ Κυρίῳ κατὰ τὴν νομοθεσίαν διακονούμενοι ἄγγελοι, αὐτὸς Μωσῆς ἐν ταῖς εὐλογίαις παρίστησι λέγων, Κύριος ἐκ Σινᾶ ἥκει, καὶ ἐπέφανεν ἐκ Σιεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ, καὶ τὰ ἑξῆς· δι᾽ ὃ καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσιν ὡς πρὸς τὸν λαὸν ἀποτεινόμενος φησίν, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

Ἀπὸ τῆς Ἐξόδου. —Ιʹ. Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στύλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ. Εἶτ᾽ ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει γραφὴ, τί ποτε ἦν ἡ νεφέλη φάσκουσα· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ (στύλῳ) τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· καὶ πάλιν, Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· καὶ αὖθις, καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης.

Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μὲν τίς ἐτύγχανεν παρ᾽ αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι᾽ οὗ, τὴν φύσιν ὢν αὐτὸς ἀσώματος, καὶ πάσης ἐπέκεινα αἰσθητῆς καὶ ὑλικῆς οὐσίας, δι᾽ αἰσθητῆς φωνῆς τῆς ἰδίας ἠξίου ὁμιλίας τὸν θεράποντα· καὶ τῆς τοιαύτης τε οἰκονομίας αὐτὸς ὁ Κύριος τὸν λόγον ἀποδιδοὺς τῷ Μωσεῖ φησὶν, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν· ἀλλ᾽ ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι᾽ αἰσθητῆς φωνῆς ὁμίλει, ἐπὶ δὲ τῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεομένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ᾽ αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης γραφῆς· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν, Βάδιζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου. Καὶ πάλιν· Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ᾽ ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ.

Ἆρ᾽ οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατήει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν ἀνθρώποις, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἢ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ᾽ ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ κυρίου ὄντος ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ, οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων καὶ πρὸ τῆς ἐνανθρωπήσεως συμπεριφέρεσθαι σωτηρίᾳ;

Εἰ γ᾽ οὖν εὐγνωμόνως ἐπιστήσαιμεν, εὕροιμεν αὐτὸν ποτὲ μὲν εἰς ἴδιον πρόσωπον ἀναφέροντα τὰς παρακελεύσεις, ὡς ὅτ᾽ ἂν λέγῃ, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι· καὶ ἥξω πρός σε καὶ εὐλογήσω σε· ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς δεκαλόγου ὅταν φάσκῃ, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην· καὶ αὖθις· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι. Ταῦτα γὰρ οὐ δι᾽ ἀγγέλου, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ ὁ Κύριος πεπιστευμένως ἐν τοῖς δεκαλόγοις εἰρηκέναι πῶς οὐκ ἂν γένοιτο πρόδηλος, παιδεύων τὸν λαὸν τὰ περὶ τῆς εἰς τὸν ἀνωτάτω Πατέρα ἑαυτοῦ καὶ Θεὸν τῶν ὅλων εὐσεβείας;

ΙΑʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾽ αὐτῷ. Ταῦτα μετὰ τῶν λοιπῶν δικαιωμάτων ὁ Κύριος τῷ λαῷ διαστέλλεται. Εἰ μὲν οὖν μετὰ τὴν Μωσέως τελευτὴν μὴ ὁ αὐτὸς κύριος ὁ ἐπὶ τῆς ἐρήμου χρηματίζων συμπαρῆν τῷ λαῷ, ἀλλ᾽ ἀγγέλων τὶς αὐτῶν προηγεῖτο, οὐδὲν ἂν εἰς τοὺς τόπους ζητούμενον ἦν· ἐπεὶ δὲ ἐκ τῆς ἱστορίας φαίνεται καὶ μετὰ τὴν Μωσέως τελευτὴν ὁ αὐτὸς κύριος τῷ Ἰησοῦ χρηματίζων καὶ σαφῶς ἐν τοῖς πρὸς αὐτὸν χρησμοῖς λέγων, ὅτι ὥσπερ ἤμην μετὰ Μωσῇ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ᾽ ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς· καὶ δι᾽ ὅλης τῆς γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναι τῷ ἐν ἀνδρὸς σχήματι εἰς ἅπαξ μόνον παραφανέντι τῷ Ἰησοῦ. Ὥσπερ γὰρ ἐπιφανεὶς τῷ Ἁβραὰμ καὶ τῷ Ἰακὼβ ἀναγέγραπται, οὕτω καὶ νῦν ἐπὶ τῷ παιδεῦσαι τὸν θεράποντα μὴ αὐτὸν ἡγεῖσθαι τὸν πρῶτον καὶ ἀγένητον εἶναι Θεὸν, ἀλλ᾽ ἀρχιστράτηγον τῆς ἐκείνου δυνάμεως ἀποφαίνεται.

Εἰ δὴ οὖν διὰ πάσης τῆς τοῦ Ἰησοῦ γραφῆς ἄγγελος μὲν οὐδ᾽ ὅλως παρὼν ὀνομάζεται, ἀλλ᾽ αὐτὸς ὁ διὰ πάσης τῆς παρὰ Μωσεῖ νομοθεσίας δηλούμενος κύριος· μαρτυρεῖ γ᾽ οὖν σαφῶς ἡ γραφὴ λέγουσα, Καὶ ἦν Κύριος μετὰ Ἰησοῦ· τίνος ἂν λέγοιτο, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι; Ἔοικεν οὖν διὰ τούτων οὐκ ἄλλον ἀλλ᾽ αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος, Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν περὶ αὐτοῦ. Ἆρα προδιατάσσεται τῷ λαῷ λέγων, Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷ. Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σου. Εἰ δ᾽ ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησὶν ὁ Κύριος, τὸ γὰρ ὄνομά μου ἐπικέκληται ἐπ᾽ αὐτῷ. Ποῖον δὲ ἆρα ὄνομα ἢ αὐτὸ τὸ Ἰησοῦς;

Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσὴς γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας, τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾽ αὐτῷ, πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῆ Μωσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν Μωσῆς φαίνεται σαφῶς ἐγνωκώς· ὥσπερ δὲ τὸ Ἰησοῦ ὄνομα παρὰ πρώτῳ αὐτῷ εὕρηται κατὰ τοὺς ἐξεταζομένους τόπους, οὕτω καὶ Χριστὸν πρῶτος αὐτὸς ἀναγορεύσας φαίνεται, πρὸ τῶν αὐτοῦ χρόνων ἐξ αἰῶνος μηδένος μηδέπω ποτὲ μήτε Ἰησοῦ μήτε Χριστοῦ παρά τισιν προσαγορευθέντος.

Καὶ φαίνεταί γε ἐνθέῳ λογισμῷ τὰς δηλουμένας προσηγορίας τιμήσας· δυσὶ γ᾽ οὖν τοῖς παρὰ πάντα τὸν λαὸν ἐξοχωτάτοις ἀνδράσι καὶ παρὰ Θεῷ διαπρέπουσιν ἑτέροις τε ἰδίοις ὀνόμασι κεχρημένοις τὰς δύο ταύτας ἐπιφημίζει προσηγορίας, τῷ τε ἰδίῳ ἀδελφῷ τῷ Ἀαρὼν, καὶ τῷ τοῦ Ναυὴ υἱῷ, Αὐση[οὺ]ς πρότερον ὀνομαζομένου[ς], παρὰ πάντα τὸν λαὸν Θεοῦ νεύματι ἄρχοντας τοῦ παντὸς ἔθνους προχειρισάμενος ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρίστου ἐδόξασεν προσηγορίαις· τὸν μὲν Χριστὸν, δι᾽ ἦν ἔφερεν εἰκόνα τοῦ κατ᾽ ἀλήθειαν ἀρχιερέως τῶν ὅλων αὐτοῦ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου, προσειπών· τὸν δὲ ἑαυτοῦ διάδοχον Ἰησοῦν ἀναγορεύσας, δι᾽ ὃν ἔσωζε καὶ αὐτὸς τύπον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς παυσαμένης τῆς διὰ Μωσέως παραδοθείσης συμβολικῶς λατρείας, καὶ τοῦτον πῶς τὸν τρόπον Μωσέως τελευτήσαντος, τὴν εἰς τὸ θεῖον εὐσέβειαν διαδεξάμενος, πάσας μὲν τὰς ἀοράτους δυνάμεις ἀνθισταμένας αὐτοῦ τῷ λόγῳ πολέμῳ νικήσας κεχείρωται, τὴν δ᾽ ὑπὸ ταύταις ἅπασαν τυραννουμένην γῆν τὴν ἐν πᾶσι τοῖς ἔθνεσιν ἴδιον κτῆμα ποιησάμενος τῷ ἑαυτοῦ λαῷ διὰ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν κατεκληροδότησεν.

ΙΒʹ. Ἡνίκα δ᾽ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τὶς πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κυρίον, Ἰδοὺ, σὺ λέγεις μοι, Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ᾽ ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ᾽ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὁ λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει, Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτὸν, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ᾽ ἢ συμπορευομένου σου μεθ᾽ ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωσῆν, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ᾽ ἐμοί. Καὶ εἶπεν, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.

Καὶ εἶπεν, Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπεν Κύριος, Ἰδοὺ, τόπος παρ᾽ ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπί σε, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιον σου, Κύριε, συμπορεύθητι μεθ᾽ ἡμῶν ἐνώπιος ἐνωπίῳ.

Μωσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παρρησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τίς ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ προφήτου προκοπή· ἀλλ᾽ ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὤφθη πῶ αὐτῷ ὁμοίως τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Δι᾽ οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο. Εἰ γὰρ, ὡς νομίσειέν τις, ταυτόν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν ἐνώπιον ἐνωπίῳ τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, πρόσωπον πρὸς πρόσωπον, καὶ ποία δ᾽ ἂν ἔτι χῶρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τὸ, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε; πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται;

Διὰ τί δὲ λεγέτω ὁ βουλόμενος, οὐδ᾽ ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ κύριος ἐνώπιος ἐνωπίῳ, ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ γραφὴ λέγουσα, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ. Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἁβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβ ὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων, Ἡνίκα δὲ ἐλάλει Μωσῆς πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν. Καὶ πάλιν· ἀνέβη Μωσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.

Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ᾽ εἶδος Κυρίου· καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυρίου· ἀλλ᾽ ὅμως διὰ τῆς νεφέλης λαλοῦντος ἤκουεν, διὸ εἴρηται, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ. Οὐ μὴν καὶ ὤφθη αὐτῷ ἐνώπιος ἐνωπίῳ τετήρηται· τοῦτο γὰρ ὡς οὐδέπω γεγονὸς ἀξιοῖ λέγων, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· καὶ ἐν ἑτέρῳ δὲ τόπῳ διδάσκει ὁ λόγος, ὅτι δὴ στόμα ἐλάλει αὐτῷ ὁ Θεὸς, οὐ μὴν καταλλήλως καὶ ἑωρᾶτο, ἀλλ᾽ ἐν εἴδει καὶ διὰ τῆς προαποδεδομένης δόξης αὐτοῦ· λέγει δὲ οὕτως· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτοὺς, Ἀκούσατε δὴ τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωσῆς, πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι᾽ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ;

Ἄρ᾽ οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κυρίον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὅποτε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν Δευτερονομίῳ διδάσκει ὁ Μωσῆς λέγων, Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. Πλὴν εἰ καὶ τῷ Μωσεῖ καὶ τῷ παντὶ λαῷ τοῦτον ἐχρημάτιζεν τὸν τρόπον, ἀλλ᾽ ὅρα ὅτι λελαληκέναι μὲν αὐτοῖς στόμα κατὰ στόμα καὶ πρόσωπον πρὸς πρόσωπον εἴρηται, οὐ μὴν καὶ ἄνευ τοῦ πυρὸς ἢ τῆς νεφέλης ὁμοίως τοῖς πατράσιν ὦφθαι αὐτοῖς· γυμνῶς γὰρ ἐκείνοις καὶ ἄνευ ἐπικαλύμματος τοῦ διὰ νεφέλης ἢ πυρὸς ὁ Κύριος ὀφθεὶς ἀναγέγραπται.

Τελείων γοῦν καὶ τὴν διάνοιαν εἰς ἄκρον κεκαθαρμένων καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ τὸν Θεὸν ὁρᾶν εἶναι διδάσκει, Μακάριοι λέγων οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωσῆν· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομα μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς. Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωσῆς προκοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι᾽ ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι᾽ ἐπικαλυμμάτων, μὴ δὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἁβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους.

Τοῦτο γ᾽ οὖν δοκεῖ μοι σημαίνειν ἡ φάσκουσα λέξις, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ταύτῃ δὲ καὶ προακούσας εἰρηκότος αὐτῷ τοῦ Κυρίου τὸ, Ἰδοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου, ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καὶ φησίν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω, τὸ ἔτοιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, Δεῖξόν μοι τὴν δόξαν σου· πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου, καὶ τὰ ἑξῆς· διδάσκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἣν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται;

Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ᾽ ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· ἐπεὶ μὴ δ᾽ εἷς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι᾽ οὗ μόνου ἔστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷα τις αὐτοῦ πρόδρομος προεπιδημεῖ ταῖς τῶν μακαρίων ψυχαῖς ὁ θεῖος Λόγος, τῆς ἰδίας δόξης μεταδιδοὺς αὐταῖς, ἀλλ᾽ οὐχ ἵσταταί γε εἰς τέλος τὰ τῆς αὐθεντίας εἰς ἑαυτὸν ἀναλαμβάνων, προπαρασκευάσας δὲ καὶ προευτρεπίσας τὴν μονὴν, ὑποχωρεῖ καὶ μεταπαραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δὲ καὶ αὐτὸς ὁμολογεῖ φάσκων, Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου.

Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ· ἐπάγων ἀνομίας πατρῶν ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ταῦτα γὰρ αὐτὸς φησὶ καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ᾽ ἣν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων, τὸ Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, καὶ τὰ ἑξῆς.

Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον ἀλλὰ Μωσῆν ταῦτα εἰρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι᾽ ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶν, Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενέας. Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾶτε (παρίσταται) φωνὰς, μείζονα κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ᾽ ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἰ τινὰ ἄλλην οἷός τε ἐστὶν κατὰ τοὺς τόπους ἐπιβαλεῖν διήγησιν· φυλάττων τὸ μὴ ἄγγελον εἶναι τὸν χρηματίζοντα, ἀλλ᾽ αὐτὸν τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον Κύριον, ὃς καὶ ἐνώπιος ἐνωπίῳ τῷ Μωσεῖ ἀναγέγραπται λελαληκέναι, ὃν καὶ ἀξιοῖ τὴν δι᾽ ἀγγέλων προστασίαν παραιτούμενος ὁ Μωσῆς λέγων, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν.

Ἀλλὰ γὰρ οὐχ οἷόν τε ταῦτα ἐφ᾽ ἕτερον ἢ ἐπὶ μόνον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ἀναφέρειν· ὃς μεγάλων ἐφιεμένῳ τῷ Μωσεῖ τὴν τοῦ μείζονος ἐμφαίνει γνῶσιν, παιδεύων ἑαυτὸν ὅπως ἂν γινώσκῃ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Θεὸν Λόγον, δευτέρως καὶ αὐτὸν ὄντα μετὰ τὸν Πατέρα καὶ Κύριον καὶ Θεόν· καὶ πρώτην γε αὐτῷ ταύτην καὶ ἀναγκαιοτάτην παρέχει τὴν ὠφέλειαν, ὡς ἂν μήποτε τὰς περὶ Θεοῦ τῶν ὅλων ὑπονοίας ἐπὶ τὸν χρηματίζοντα αὐτῷ Λόγον διὰ τὴν ὑπερβολὴν τῆς δόξης τῶν θεωρουμένων ἐκλάβοι· διδάσκει [εἰ] δ᾽ οὖν αὐτὸν πρῶτον καὶ μόνον ἀληθινὸν Θεὸν ἡγεῖσθαι τοῦτον, ὃν αὐτὸς ἐπεκαλεῖτο λέγων, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Πρόσχες γὰρ ἐπιμελῶς τῷ ἀληθινὸς παραπλησίως εἰρημένῳ τῷ, ἵνα γιγνώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὑπὸ τοῦ αὐτοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις εἰρημένῳ· ταῦτα δ᾽ οὐκ ἂν ἐχώρησεν ὁ πᾶς λαὸς πρὸς ὃν, οἷα δὴ εἰσαγόμενον, ὑπὸ τοῦ χρηματίζοντος ἐλέγετο, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ· ἐδέοντο γὰρ οὗτοι στοιχειώδους εἰσαγωγῆς ἔτι τῆς περὶ Θεοῦ μοναρχίας οὐχ οἷοίτε πῶς ὄντες τὰ περὶ Πατρὸς καὶ Υἱοῦ δόγματα διαρθροῦν, ἅτε ἔναγχος τῆς Αἰγυπτίων πολυθέου πλάνης ἀφεστηκότες.

Τὸ δὲ Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ λέγοιτ᾽ ἂν ἐκ προσώπου τοῦ Θεοῦ Λόγου ὁμοίως τῷ, Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Ὡς γ᾽ οὖν ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα, κατὰ τὸ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με· τὸν αὐτὸν τρόπον ὁ αὐτοῦ ἀκούων τοῦ ἐν αὐτῷ Πατρὸς ἤκουε λέγοντος τὸ, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ.

Ταῦτα δ᾽ ἡμῖν ὡς ἐν τηλικούτοις εἴρηται παραστῆσαι βουλομένοις, ὅτι δὴ ἀναμφιλέκτως οὔτε ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀγγελική τις δύναμις ἦν ἡ χρηματίζουσα τῷ Μωσεῖ, αὐτὸς δὲ ὁ θεῖος Λόγος, ὃν ἀκριβῶς πεπιστεύκαμεν μετὰ τὸν τῶν ὅλων Πατέρα καὶ Κύριον δεύτερον εἶναι τῶν ἁπάντων Θεόν τε καὶ Κύριον· ὥσπερ δὴ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης σαφέστερον ἡμᾶς παιδεύει λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ λόγος· πολλῆς δ᾽ ἂν γένοιτο καὶ οὐχὶ τῆς παρούσης σχολῆς σαφηνίζειν τίς ἄρ᾽ εἴη ὁ τόπος καὶ ἡ πέτρα περὶ ὧν εἶπεν ὁ Κύριος, Ἰδοὺ τόπος παρ᾽ ἐμοὶ καὶ στήσῃ ἐπὶ τῆς πέτρας· ἀλλ᾽ ὁ μὲν ἀπόστολος τὴν πέτραν ἐδήλωσεν εἰπὼν, ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Οὐκ ἄλλον δὲ τῆς πέτρας ὄντα καὶ τὸν τόπον ὑπολαμβάνω τὸν αὐτὸν τυγχάνοντα τῷ ἀπαντήσαντι τῷ Ἰακὼβ ἔνθα γέγραπται, Ἐξῆλθεν δὲ ὁ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳ ἔνθα καὶ ἰδὼν ἐν ὁράματι τὴν κλίμακα καὶ τὸν ἐπ᾽ αὐτῆς ἐστηριγμένον κύριον, διυπνισθεὶς φησὶν, ὅτι ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ· καὶ πάλιν εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστι τοῦτο ἄλλ᾽ ἢ οἶκος τοῦ Θεοῦ· καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ.

Ἀλλὰ καὶ τί τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, ὃ μὴ δύναται Μωσῆς ὁ νόμος, ἅτε ἀνθρώπινος καὶ σωματικώτερος ὢν, θεωρεῖν· τίνα τε τὰ ὀπίσθια αὐτοῦ, ἃ μόνον χωρεῖν οἷός τε ἦν ὁ τυπικὸς καὶ τῶν νοητῶν συμβολικῶς (κὸς) νόμος· πῶς τε εἴρηται τὸ, σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, καλύμματος καὶ σκέπης ἐπιτιθεμένου τῷ νόμῳ, ὡς διὰ τοῦτο τὸ καλύμμα τὰ μὲν ὀπίσω δύνασθαι ὁρᾶν, οὐκέτι δὲ τὰ προηγούμενα καὶ διαφέροντα· ἰδίᾳ κατὰ καιρὸν, ᾧ μέλει τῆς τούτων ἐρεύνης, ἐπιστήσας εἴσεται.

Ψ. Ἐκ τῶν ἀριθμῶν τῆς Γʹ τοῦ Βαλαὰμ προφητείας. ΙΓʹ. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ· Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε, ηὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται.

Χριστός ἐστιν ὁ ἐκ σπέρματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεννηθεὶς, καὶ κυριεύσας ἐθνῶν πολλῶν· ποῖον γὰρ ὑπῆρξεν ἔθνος ἀγνοῆσαν τὴν ὑπ᾽ αὐτὸν δουλείαν, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ λόγου τῶν μαθητῶν αὐτοῦ, καὶ εἰς τὰ σπέρματα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν; Παρὰ γ᾽ οὖν πλείστοις καὶ αὐτῶν τῶν βαρβάρων πολλούς ἐστιν ἰδεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ γνῶσιν ἐληλυθότας, καὶ ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας παντοίας μέχρι καὶ θανάτου κολάσεις ὑπομείναντας.

Πέρας ἔχουσα τοίνυν καὶ αὕτη σαφῶς ἡ προφητεία ἐπὶ τοῦ ἡμετέρου Σωτῆρος ἀποδείκνυται· ἢ παραστήτω τίς ἄλλος ἐπιδεικνὺς ἐπί τινα ἂν ταῦτα ἀναφέροιτο· καθ᾽ ἡμᾶς δὲ πρόδηλον, ὡς καὶ αὔξεται ὁσημέραι τοῦ Σωτῆρος ἡμῶν ἡ νοητὴ βασιλεία τε καὶ δεσποτεία παρὰ ταῖς ὑποδεξαμέναις τὸν λόγον αὐτοῦ ψυχαῖς· ὑψώθη δὲ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ Γὼγ βασιλεία, ἣν ὑπειλήφασί τινες εἶναι τὴν Ῥωμαίων ἡγεμονίαν, ἄλλοι δὲ τροπικῶς τὴν κατὰ τὸ εὐαγγέλιον ἐπουράνιον πολιτείαν, καὶ τὴν τῶν νοητῶν δογμάτων θεωρίαν, διὰ τοῦτο Γὼγ, ὅπερ ἐρμηνεύεται δώματα, σημαίνεσθαι ἐξειλήφασιν· ἀλλὰ καὶ ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ῥητῶς μὲν ὅτε χρηματισθεὶς ὁ Ἰωσὴφ ἐξ Αἰγύπτου παραλαβὼν τὴν Μαριὰμ ἅμα τῷ παιδὶ Ἰησοῦ ὑπέστρεψεν εἰς γῆν Ἰσραὴλ πληρουμένης τῆς τε νῦν καὶ τῆς ἐν Ὡσηὲ κατὰ τὸ Ἑβραϊκὸν καὶ τὴν Ἀκύλου ἑρμηνείαν προφητείας φασκούσης, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· καὶ κατὰ διάνοιαν δὲ, ὁπηνίκα ἐκ τῆς νοητῆς Αἰγύπτου καὶ τῶν τῇδε τόπων ἐπὶ τοὺς οὐρανοὺς ἅμα λαμβάνων αὐτὸν ὁ πατὴρ ὡδήγησεν· ἡ δὲ λεγομένη δόξα μονοκερώτων ἐν τῷ Σωτῆρι τὴν ἐν αὐτῷ θεότητα τῆς πατρικῆς αἰνίττεται μοναρχίας.

Μετὰ ταῦτα εἴρηται, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ· ὅσα γὰρ ὑπὸ τὴν διδαχὴν αὐτοῦ γέγονεν ἔθνη, ταῦτα πρότερον μερὶς τυγχάνοντα τῶν ἐχθρῶν αὐτοῦ μετὰ τὴν εἰς αὐτὸν πίστιν ἐπιτηδεῖα ὥσπερ εἰς βρῶσιν ἑαυτῷ κατεσκεύασεν· τὰ μὲν πάχη, τοῦτ᾽ ἔστιν πᾶν συμπεφυκὸς αὐτοῖς ὑλικὸν καὶ γήϊνον, λεπτύνων καὶ ἐξιχνεύων, καρποὺς δὲ τροφίμους διὰ τῆς ἑαυτοῦ γεωργίας αὐτοῖς ἐμποιῶν. Ταῦτα δὲ εἰργάσατο τοῖς νοητοῖς καὶ λογικοῖς βέλεσι, τὸν πάλαι τῶν ἐθνῶν ἄρχοντα ἐχθρὸν ὄντα ἑαυτοῦ κατατοξεύσας, τουτέστι τὸν διάβολον.

Τὰ δ᾽ ἀπὸ τοῦ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, σχεδὸν αὐτοῖς ῥήμασι καὶ ὑπὸ τοῦ Ἰακὼβ ἐν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις εἴρηται· ἅτινα ὁποῖον ἔχει νοῦν κατὰ τὰ ὑποπεσόντα ἡμῖν ἐκθέμενοι οὐ παλιλογήσομεν· δῆλον δὲ τυγχάνει ὅπως ἡμεῖς οἱ τὸν Χριστὸν εὐλογοῦντες τοῦ Θεοῦ ηὐλογήμεθα· κ᾽ ἂν γὰρ βδελύσσοιντο ἡμᾶς ὡς καὶ τὸν πάλαι τοῦ Θεοῦ λαὸν οἱ Αἰγύπτιοι, ὅμως πληροῦταί γε καὶ ἐφ᾽ ἡμῖν τὸ, καθ᾽ ὅσον δὲ ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ σαφὲς τίνα τρόπον τὴν κατάραν εἰλήφασιν οἱ ἐξαρχῆς αὐτὸν καταρασάμενοι διὰ τοῦ, σταύρου σταύρου αὐτόν· κατάρας γὰρ ἦν ὁ σταυρὸς, κατὰ τὸ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλ᾽ ὁ μὲν τὴν αὐτῶν ὑπομείνας κατάραν ὑπὸ τοῦ Πατρὸς ὑπερύψωται· οἱ δὲ πρὸς αὐτοῦ τοῦ Θεοῦ καταραθέντες ἐπίμονον εἰς αἰῶνα εἰλήφασιν ὄλεθρον· ὃν εἰ ἐπ᾽ ἀκριβές τις ἐπεξίοι, δυνάμεως Θεοῦ κατόψεται μέγεθος, εἰς ἔτι νῦν μετιούσης τοὺς ἅπαξ πρὸς αὐτοῦ κατηραμένους. Ταῦτα εἰς τὸ, καὶ οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε καὶ κατάρανται.

Ψ. Ἐκ τῆς Δʹ τοῦ Βαλαὰμ προφητείας. ΙΔʹ. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. Ὁ τοῦ Θεοῦ Λόγος κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἄστρον οὐ μικρὸν οὐχὶ τῷ Ἰακὼβ ἀνέτειλεν, ἀλλ᾽ ἐκ τοῦ Ἰακώβ· ἀπὸ γὰρ τοῦ σωματικοῦ λαοῦ τῶν ἐκ περιτομῆς ἀρξάμενος, πᾶσιν ἐπέλαμψε τοῖς ἔθνεσι· μεταναστάς τε ἀπ᾽ ἐκείνων, οὐ μικροὺς πολέμους διεχειρίσατο, καθαίρων τὰς ἀντικειμένας δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, οὓς καταγωνισάμενος προνομὴν ἐποιήσατο εἰς τὸν αὐτοῦ κλῆρον, ἀπολαβὼν ὅσα πρότερον ὑπ᾽ ἐκείνους ἐτύγχανεν ἔθνη· περὶ ὧν ὁ Πατὴρ αὐτῷ κατεπηγγείλατο εἰπών· αἰτῆσαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Ψ. Ἐκ τοῦ Δευτερονομίου. Μωσῆς ἐστιν ὁ λέγων. ΙΕʹ. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἁμάρτωμεν. Καὶ εἶπεν Κύριος πρός με, Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ᾽ ὅτι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτῶν.

Καὶ τί μᾶλλον ἔχοι τίς ἐκ τοῦ Ἰσραὴλ κατὰ Μωσέα προφήτην, τοῦτ᾽ ἔστιν νομοθέτην, τοῦ τῶν ἀνθρώπων γένους ἀναδεδειγμένον ἐπιδεῖξαι, ἢ μόνον Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ὃς τῆς καινῆς διαθήκης τοῦ κατὰ τὸ εὐαγγέλιον βίου νομοθέτης ἅπασιν ἀναπέφανται τοῖς ἔθνεσιν, κατὰ τὴν ἐν ψαλμῷ φήσασαν προφητηκὴν εὐχήν· Κατάστησον Κύριε νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν; Οὗτος δὲ καὶ ἐλυτρώσατο τῆς νοητῆς Αἰγύπτου, καὶ τῆς ἐν αὐτῇ πλινθοποιΐας, τῆς τε πικρᾶς ὑπὸ τὸν νοητὸν Φαραῶ δουλείας τοὺς δι᾽ αὐτοῦ προ(σ)εληλυθότας τῷ τῶν ὅλων Θεῷ· καὶ πάντα δὲ ἁπλῶς τὰ σωματικῶς ὑπὸ Μωσέως γεγονέναι ἱστορούμενα κατὰ τὸν πνευματικὸν νόμον ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεπράξατο. Ἐλήλυθεν ἆρα καὶ ὁ διαβόητος ἔτι καὶ νῦν παρά τε Σαμαρεῦσι καὶ Ἰουδαίοις, ὃν καὶ Μωσῆς προεθέσπισε προφήτης, περὶ οὗ προδιεμαρτύρατο ὁ Θεὸς λέγων, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐκδικήσω ἐξ αὐτοῦ.

Ἐκδεδίκηται γ᾽ οὖν τὸ αἷμα πάντων τῶν ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου τοῦ φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ τῆς γενεᾶς τῆς κατὰ τοῦ Σωτῆρος ἐπισυστάσης, καὶ μάλιστα τῶν τολμησάντων ἀφεῖναι κατ᾽ αὐτοῦ τὴν σταύρου σταύρου αὐτὸν φωνὴν, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὅπερ καὶ παραυτίκα γέγονε, τοῦ Θεοῦ καθὼς προεῖπεν ἐκδικήσαντος τὸ αἷμα τοῦ Χριστοῦ ἔκ τε αὐτῶν ἐκείνων καὶ τῶν τέκνων αὐτῶν, ἅμα τε μετελθούσης αὐτοὺς τῆς δίκης, ὡς ἐξ ἐκείνου εἰς δεῦρο μὴ δ᾽ ὅλως ἆραι κεφαλὴν τὸ πᾶν ἔθνος δυνηθῆναι, πληρωθείσης καὶ ἑτέρας προφητείας Ἀμῶς φασκούσης, Οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· ἅπερ καὶ ὁ ἀπόστολος τῷ πνεύματι προϊδὼν, ἀνεφώνησεν εἰπὼν, Ἔφθασεν δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

Ψ. Τῆς Ὠδῆς. Ιϛʹ. Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν χοροῦ· περὶ ὧν ἐθνῶν αὖθις ἐπὶ τῆς αὐτῆς ὠδῆς ὡς πρὸς ἕτερον λαὸν ἀποτεινόμενος ὁ Θεὸς φησὶν, Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ᾽ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.

Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ᾽ ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ᾽ ἐκείνοις ὄντα καταργήσῃ· ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι᾽ αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην.

Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς.