ΙΒʹ. Ἡνίκα δ᾽ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τὶς πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κυρίον, Ἰδοὺ, σὺ λέγεις μοι, Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ᾽ ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ᾽ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὁ λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει, Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτὸν, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ᾽ ἢ συμπορευομένου σου μεθ᾽ ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωσῆν, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ᾽ ἐμοί. Καὶ εἶπεν, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.