Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐλάσσονα ἐπιλύματα τῶν πρὸς Μαρίνον ζητημάτων

Εὐσέβιος Καισαρείας

Ερμηνευτικά ζητήματα των προφητειών και του πάθους

Επίλυση ερμηνευτικών δυσχερειών σχετικά με την απόδοση προφητικών χωρίων, τον μεταφέροντα τον σταυρό του μαρτυρίου και τη συμφωνία των ευαγγελιστών ως προς την ώρα της Σταύρωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 4

βʹ. Τοῦτο τὸ προφητικὸν ῥητὸν Μαλαχίου ἐστὶν, οὐχ Ἡσαΐου· γραφέως τοίνυν ἐστὶ σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ Πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας.

γʹ. Οὐ γὰρ ἦν ἄξιός τις ἐν τῇ πόλει Ἰουδαίων, ὥς φησιν Εὐσέβιος κεφαλαίῳ ιγʹ Πρὸς Μαρῖνον, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, τὸν σταυρὸν βαστάσαι· ἀλλ᾽ ὁ ἐξ ἀγροῦ, ὃς μηδὲν ἐπικεκοινώνηκε τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ.

δʹ.

Εὐσέβιος ὁ Καισαρεὺς, ὁ Παμφίλου προσαγορευόμενος, ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ τοῦ Σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως Ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ ταῦτα προὔθηκεν εἰς ἐξέτασιν, τὸ τὸν μὲν θεῖον εὐαγγελιστὴν Μάρκον εἰπεῖν ὥραν εἶναι τρίτην καθ᾽ ἣν ἐσταυρώθη Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν· τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ἕκτην ὥραν γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος ἐν τῷ λιθοστρώτῳ τῷ καλουμένῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα, παροραθὲν παρὰ τῶν ἐξ ἀρχῆς ἀπογραψαμένων τὰ Εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦ δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν ἐχόντων πρὸς ἀλλήλους τούτων τῶν χαρακτήρων, κατὰ πλάνην τὸ γάμμα στοιχεῖον τὸ τῆς τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμμένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου καὶ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώνως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας, πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε· καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τὴν ὥραν τρίτην εἶναι ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων τὸ γάμμα μεταθέντων εἰς τὸ ἐπίσημον.