Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ἐπιστολὴ πρὸς Ἀλέξανδρον Ἀλεξανδρείας

Εὐσέβιος Καισαρείας

Έλεγχος των κατηγοριών και ομολογία των κατηγορουμένων

Σύγκριση των κατηγοριών της επιστολής του Αλεξάνδρου με το έγγραφο πίστεως που κατέθεσαν οι κατηγορούμενοι σχετικά με την κτίση και τη γέννηση του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 2

Μεθ᾽ ὅσης μὲν ἀγωνίας καὶ μεθ᾽ ὅσης φροντίδος ἐπὶ ταῦτα ἦλθον τὰ γράμματα· Κατηγορεῖ αὐτῶν τὰ σὰ γράμματα ὡς λεγόντων, ὅτι ὁ υἱὸς ἐκ τοῦ μὴ ὄντος γέγονεν ὡς εἷς τῶν πάντων. οἱ δὲ προήνεγκαν ἑαυτῶν γραμματεῖον, ὃ πρὸς σὲ πεποιήκασιν, ἐν ᾧ τὴν ἑαυτῶν πίστιν ἐκθέμενοι αὐτοῖς ῥήμασιν τάδε ὡμολόγουν· «τὸν νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ πάντα πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ, ὑποστήσαντα ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν κτισμάτων». εἰ δὴ οὖν τὰ παρ᾽ αὐτῶν γράμματα ἀληθεύει, πάντως δὲ καὶ παρὰ σοὶ φέρεται, ἐν ᾧ ὁμολογοῦσι τὸν υἱὸν τοῦ θεοῦ πρὸ χρόνων αἰωνίων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας πεποίηκεν, εἶναι ἄτρεπτον καὶ κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν κτισμάτων. ἡ δὲ σὴ ἐπιστολὴ κατηγορεῖ αὐτῶν ὡς ἂν λεγόντων, ὅτι ὁ υἱὸς γέγονεν ὡς ἓν τῶν κτισμάτων. αὐτῶν τοῦτο μὴ λεγόντων, ἀλλὰ σαφῶς διορισαμένων, ὅτι «οὐχ ὡς ἓν τῶν κτισμάτων», ὅρα εἰ μὴ εὐθὺς πάλιν αὐτοῖς ἀφορμὴ δίδοται εἰς τὸ ἐπιλαβέσθαι καὶ διαβάλλειν ὁρμᾶσθαι ὅσα καὶ θέλουσι. πάλιν αὐτοὺς ᾐτιῶ λέγοντας ὅτι «ὁ ὢν τὸν μὴ ὄντα ἐγέννησε». θαυμάζω δέ, εἰ δύναταί τις ἄλλως εἰπεῖν.