Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ι΄: Τα τριάκοντα αργύρια, η διάσπαση της διαθήκης και η ερήμωση του έθνους

Η εκπλήρωση των προφητειών περί των τριάκοντα αργυρίων, της ρίψεώς τους στον ναό και της διάσπασης της παλαιάς διαθήκης, η οποία οδήγησε στην οριστική έκπτωση του έθνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 30 από 31

διό φησιν· «ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος». καὶ τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν διδάσκει λέγων· «τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου». ἀνωτέρω γοῦν φήσας τὸ «κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι», καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον, περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν ᾐνίξατο, εἰπών· «ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου». 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου. καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ᾽ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ. καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι· ὅτι λόγος κυρίου ἐστίν. καὶ ἐρῶ πρὸς αὐτούς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς.

καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπ〈ὲρ〉 αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.» Καὶ ταῦτα τέλους ἐτύγχανεν, ὅτε κατὰ 〈μὲν〉 τὸν Λουκᾶν «ἀπελθὼν» ὁ Ἰούδας «συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι», κατὰ δὲ τὸν Μάρκον ὁπηνίκα «ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν, οἱ δὲ ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι». ἀλλ᾽ ἐν τούτοις μὲν ἁπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμός, συνᾴδων τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει. λέγει δ᾽ οὖν ὁ Ματθαῖος· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας». σύμφωνα οὖν ταῦτά ἐστιν τῷ «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς» ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου, ἀνθ᾽ οὗ ὁ μὲν Σύμμαχος ἐποίησεν· «καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς», ὁ δὲ Ἀκύλας· «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς».

οἷς ἐπιλέγεται· «καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν», ἀνθ᾽ οὗ πάλιν ὁ μὲν Ἀκύλας φησίν· «καὶ εἶπεν κύριος πρός με, [κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον,] ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμή, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν». καὶ πρό〈σ〉σχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι. ἔοικεν δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν· ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων καὶ μυρία ὅσα ὑμᾶς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας, ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασιν καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσιν καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι «δότε τὸν μισθόν μου ἢ ἀπείπασθε» (αἰτῶν αὐτούς, ὡς εἰκός, καρποὺς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως). οἱ δέ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου», «τριάκοντα ἀργυροῦς» στήσαντες, ὥσπερ τοσούτου αὐτὸν πωλούμενον ἐτιμήσαντο.

ἀλλ᾽ ἐπεὶ «τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει», εἰκότως προστάττει καθεῖναι αὐτοὺς «εἰς τὸ χωνευτήριον», ἐπιλέγων· «ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν». χωνευτήριον δὲ ἐνταῦθα ἔοικεν τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα «κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον», ἐπιφέρει· «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου «ῥῖψον αὐτό» (δῆλον δ᾽ ὅτι τὸ ἀργύριον) «πρὸς τὸν πλάστην», ἐπιφέρει· «καὶ ἔρριψα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην», κατὰ δὲ τὸν Σύμμαχον, εἰπόντος τοῦ κυρίου· «ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον», ἐπιφέρει λέγων· «καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, ἰδὼν «ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν τὸ ἀργύριον τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτῷ τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον ἡμέρας.

τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.» ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι· τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου, ἀντὶ δὲ τοῦ «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον» ἐσφαλμένως πεποιηκότος· «καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως». σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι᾽ αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· «ῥίψας γοῦν», φησίν, «Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν». καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν καὶ πεπληρῶσθαι τὸ «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος».

καὶ ὅρα γε μήποτε «χωνευτήριον» ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαράς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας. ὅπερ ὁ Ἀκύλας, ἔρριφεν, φήσας, τὸ ἀργύριον ἐν τῷ «οἴκῳ κυρίου πρὸς τὸν πλάστην», σαφῶς διδάσκει, ὡς τοῦ λόγου τοῦ θείου, δίκην πλάστου, κατοικοῦντος εἰς τὸν οἶκον κυρίου καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσιόντων ψυχάς.

Πλὴν ἀλλ᾽ ἐπείπερ ἡ τιμὴ τοῦ τετιμημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ἐπιλέγει· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ». ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐτοὺς ἐπισκοπῆς τοῦ θεοῦ. «δευτέραν» δὲ «ῥάβδον» ἡγοῦμαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦσθαι. καλεῖ δ᾽ οὖν αὐτὴν «σχοίνισμα», λέγων· «τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας, φάσκων· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ». οὗτοι γὰρ ἦσαν τὸ «σχοίνισμα» καὶ «ἡ ῥάβδος ἡ δευτέρα»· ἡ δὲ προτέρα «κάλλος» ὠνομασμένη οὐδ᾽ 〈ἂν〉 ἄλλη γένοιτο τῆς Ἱερουσαλὴμ αὐτῆς καὶ τῆς κατὰ Μωσέα λατρείας ἁπάσης τε τῆς παλαιᾶς διαθήκης. καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρίσταται τῆς προφητείας, φησάσης· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου». ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὐτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώτην, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα.

πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον· «καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». ἀνθ᾽ ὧν ὁ μὲν Ἀκύλας φησίν· «τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα», ὁ δὲ Σύμμαχος· «τὴν μὲν ἐκάλεσα εὐπρέπειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα». τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν, εἰκότως· τά τε γὰρ σεμνὰ τῆς Ἱερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρεπὴς ὑπῆρχεν τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοίνισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται, λέγοντι· «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιᾶς διαθήκης καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοῦ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν «τὴν τιμὴν τοῦ τετιμημένου» τριάκοντα ἀργυρίων τιμησάμενοι τῆς σφῶν δυσσεβείας τὴν προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν.

λέγει δ᾽ οὖν· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου», καὶ πάλιν· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα».

Ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί», νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφήτου, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο. ἀλλ᾽ ἐπειδὴ διαστροφὴν καὶ οἱ τρεῖς οὗτοι πεπόνθασιν ποιμένες καθ᾽ ἕνα καιρόν, τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν (ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους, ὅ τε ἀρχιερεὺς ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει, ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαόν), εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ᾽ ἕνα καιρὸν ἀπειλεῖ, λέγων· «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ᾽ αὐτούς», ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας φησίν· «καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς», ὁ δὲ Θεοδοτίων· «καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ᾽ αὐτούς».

καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει, ἐπιλέγων· «καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ», ἀνθ᾽ οὗ πάλιν ὁ Ἀκύλας· «καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί», ὁ δὲ Σύμμαχος· «καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί». ὅμοιον δὲ τῷ «καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ» παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;» εἰκότως οὖν διὰ ταῦτα ἑξῆς ἐπιφέρει, λέγων· «καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς, τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ». μεθ᾽ ἃ ἐπιλέγει· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν», ἀνθ᾽ οὗ ὁ Ἀκύλας· «καὶ ἔλαβον», φησίν, «τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν», δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος, ἡ ἐν ἀρχαῖς τοῦ λόγου, πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.

ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη «εἰς τὸν οἶκον κυρίου» ὡς «εἰς χωνευτήριον», τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδή, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ». καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἑξῆς οὐκέτ᾽ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν ἀλλὰ τοὺς Χαναναίους, λέγων· «καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστίν». τίνες δ᾽ ἂν εἶεν οἱ Χαναναῖοι ἀλλ᾽ 〈ἢ〉 ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἁπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἳ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα 〈καὶ〉 συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε, ἡμεῖς οἱ Χαναναῖοι, καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι. 〈Ἀπὸ τοῦ Ἱερεμίου〉. «Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ὑμῶν.

ἡνίκα ἀναμνησθῶσιν οἱ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.» Εἰ καὶ μὴ παρὰ τοῖς ἑβδομήκοντα, ἀλλ᾽ οὖν γε ἐν τῷ Ἑβραϊκῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομήκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδαν δηλοῦντα καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ τὸ «ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ». εἴη δ᾽ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ.

Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλοντος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα. 〈Ἀπὸ τοῦ Ἀμώς〉. «Ὀμνύει κύριος κατὰ ὑπερηφαν[ε]ίας Ἰακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου· καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.»

Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἱ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία ὀμνύναι τὸν κύριόν φησι «καθ᾽ ὑπερηφανίας Ἰακώβ», ὡς οὐ μὴ γένοιτο λήθη τῶν κατ᾽ αὐτοῦ τετολμημένων αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ᾽ ὡς τὸ πρὶν εἰς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ᾽ εἰς συντέλειαν τὰ κατ᾽ αὐτοὺς ἥξει. «ἀναβήσεται», γοῦν φησίν, «ὡς ποταμὸς ἡ συντέλεια» αὐτῶν, τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ᾽ ἄλλοτε ἢ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν ποταμὸν ἀναβησόμενον ἐπ᾽ αὐτούς, ὡς ἐν ὕψει τὸ πρὶν ὄντας, αἰνιττόμενος. καὶ δὴ μετὰ τὴν δηλωθεῖσαν κατ᾽ αὐτῶν ἐκ τοῦ θεοῦ ὀργὴν αὖθις τὰ κατ᾽ αὐτοὺς πράγματα «ὡς ποταμός», φησίν, «Αἰγύπτου» «καταβήσεται»· δι᾽ ὧν οἶμαι δηλοῦσθαι, ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δίκην ποταμοῦ παρατρέχουσιν τῶν ἀπίστων ἐθνῶν πράγμασιν καταστήσεται, ἀφ᾽ ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται.

εἶθ᾽ ἑξῆς τούτοις αὐτὰ δὴ τὰ ἀμφὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους συμβεβηκότα δηλῶν, «ἐν ἐκείνῃ», φησίν, «τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς», ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ὑψωθέντος κατὰ τὸν εὐαγγελιστὴν «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων ἀηλὶ ἀηλὶ λεμᾶ σαβαχθανί».

Τούτων δὲ τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον, ἑξῆς ἐπιλέγει· «καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου», καὶ τὰ ἑξῆς. ἅπερ ἅπαντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν, τὴν κατὰ τοῦ Χριστοῦ γεγενημένην, ἔσεσθαι προφητευθέντα ἐναργῆ τὴν ἔκβασιν τῆς προρρήσεως ἀπεδείξατο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν. οὐ πρότερον γοῦν, ἀλλ᾽ ἐξ ἐκείνου καὶ εἰς δεῦρο μετέστρεψεν αὐτῶν ὁ θεὸς «τὰς ἑορτὰς εἰς πένθος καὶ τὰς ᾠδὰς εἰς θρῆνον», τῆς περιβοήτου μητροπόλεως ἀποστερήσας αὐτούς, καὶ τὸ ἐν αὐτῇ σεμνὸν ἁγίασμα κατὰ τὴν ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατόρων ἡγεμονίαν καθελών, ὡς μηδὲ ἐλθόντας δύνασθαι ἐπ᾽ αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς «τοῦ ἀκοῦσαι λόγον κυρίου» πάντας αὐτοὺς μετῆλθεν, ἀνθ᾽ ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν αὐτὸν ἀρνησάμενοι καὶ ἀπαρνηθέντες ὑπ᾽ αὐτοῦ; 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἁγίων αὐτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευμάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὐτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι «προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ». κατὰ δὲ τὴν ἡμέραν ἐκείνην (οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν «ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης». διό φησιν ἡ προφητεία· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς», καὶ πάλιν· «καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς». δι᾽ ὧν λευκότατα ἡγοῦμαι ...

τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης «νὺξ ἀπὸ ὥρας ἕκτης» τὸ περιέχον συνέσχεν «μέχρι τῆς ἐνάτης», μεθ᾽ ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ᾽ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων· «καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς». οὐχ ἡμέρα μὲν γὰρ ἦν διὰ τὸ μεσημβρινὸν σκότος, καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπισημηνάμενος διὰ τοῦ φάναι «τὸ πρὸς ἑσπέραν ἔσται φῶς». τίς δ᾽ οὐκ ἂν θαυμάσειεν καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην, ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας· «καὶ ψῦχος καὶ πάγος ἔσται»; ὃ καὶ αὐτὸ ἡ τοῦ εὐαγγελίου μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο· ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο».

Καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανεν τὰ προηγορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε «μᾶλλον τὸ σκότος ἢ τὸ φῶς» ἑλομένων, τοῦθ᾽ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτούς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτός, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλήμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουδαίας καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλήμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης πέρατα. τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν· εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν σε πιεῖν, «σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν».