Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ι΄: Το σωτήριο πάθος, η εγκατάλειψη και η Ανάσταση του Χριστού μέσα από τους Ψαλμούς

Το αποκορύφωμα της θείας Οικονομίας, το εκούσιο πάθος, η εγκατάλειψη επί του σταυρού και η ένδοξη εκ νεκρών Ανάσταση εξετάζονται μέσα από τον 21ο Ψαλμό και άλλες προφητικές μαρτυρίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 31 από 31

ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ὠφέλεια, παρίστησιν ἑξῆς διδάσκων, ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογοῦσιν, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριζόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ «τὸ ὄνομα αὐτοῦ ἓν ἔσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». ὃ καὶ αὐτὸ τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας (αὐτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος) τὸ τῶν Χριστιανῶν ὄνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἔθνη περιεκύκλωσεν τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν. 〈Ἀπὸ Ψαλμοῦ καʹ〉. «Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρρύσω αὐτούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ.

πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας. ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.» Τὸ «ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;»

ἐν ἀρχαῖς τοῦ ψαλμοῦ λεγόμενον κατὰ τὸν Ματθαῖον ὑπὸ τοῦ σωτῆρος ἡμῶν παρὰ τὸν τοῦ πάθους καιρὸν οὕτως εἴρηται· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λεμᾶ σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἵνα τί ἐγκατέλιπές με;» εἴληπται δὲ ἡ ἑβραϊκὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας. αὐταῖς γοῦν συλλαβαῖς τὸ ἠλεὶ ἠλεὶ λεμᾶ σαβαχθανεὶ» ἡ τοῦ ψαλμοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον «ἰσχυρέ μου, ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με;» ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν. ὥρα τοιγαροῦν ἀναμφιλόγως τὸν ψαλμὸν οὐδ᾽ ἐφ᾽ ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ᾽ ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντικρυς γοῦν ἐπ᾽ αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀποδείκνυται καὶ δὴ καὶ τὸ φάσκον ἐν τῷ ψαλμῷ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τῶν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυροῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου».

Καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρμόσαι αὐτῷ, ὡς προϊὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ᾽ ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρμόζειν τὰ ἀναγεγραμμένα. τίνι γὰρ τῶν πώποτε κυοφορουμένω〈ν〉 ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνάμεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὐτοῦ τὴν ἐλπίδα, ὥστ᾽ ἂν εἰπεῖν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς [μητρός μου], ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ». τίς δὲ τοιοῦτος θεῷ μεμελημένος «ὄνειδος ἀνθρώπων» γέγονεν καὶ «ἐξουδένημα λαοῦ;» ὑπὸ τίνων δὲ καὶ ποδαπῶν «μόσχων» καὶ «ταύρων» χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι; τί δὲ παθὼν ὁ δηλούμενος «ὡσεὶ ὕδωρ ἐξεχύθη», καὶ πῶς «διεσκορπίσθη» αὐτοῦ «τὰ ὀστᾶ;» πῶς δὲ «εἰς χοῦν θανάτου» κατήχθη, καὶ καταχθεὶς «εἰς χοῦν θανάτου» τὰ τοιαῦτα λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ «κύνες» οἱ κυκλώσαντες αὐτόν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους; ποία δὲ «συναγωγὴ πονηρευομένων» τὰς «χεῖρας» οὐ μόνον ἀλλὰ καὶ τοὺς «πόδας» τοῦ τηλικούτου «ὤρυξαν», ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον;

τίς δὲ ἡ «ῥομφαία» καὶ ὁ «κύων» καὶ ὁ «λέων»; τίνες δὲ οἱ λεγόμενοι «μονοκέρωτες», τὸν δηλούμενον περιέχοντες; πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ «εἰς χοῦν θανάτου» καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοῦ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ «ἀδελφοῖς»; τίνες τε οἱ «ἀδελφοί», τίς τε ἡ «ἐκκλησία», περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; οἷς καὶ ἐπιλέγει, ὡς ἄρα οὐχ ἓν τὸ Ἰουδαίων ἔθνος, «πάντα» δὲ «τὰ πέρατα τῆς γῆς» συναισθήσονται «καὶ ἐπιστραφήσονται πρὸς κύριον», «καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν»; καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ ψαλμοῦ, θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα. ἀλλ᾽ οὐκ ἂν εὕροις ἑτέρῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ ψαλμοῦ φωνήν, ὡς ἐμαρτύρησαν οἱ εὐαγγελισταί· ὁ μὲν Ματθαῖος δι᾽ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι᾽ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλης τῆς γῆς ἕως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, ὅ ἐστιν μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ».

Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν «εἰς τὸ τέλος» (ἢ κατὰ τὸν Ἀκύλαν «τῷ νικοποιῷ», ἢ κατὰ τὸν Σύμμαχον «ἐπινίκιος») «ὑπὲρ τῆς ἀντιλήψεως». ταῦθ᾽ ἡμᾶς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἱ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν, σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκεν τὴν μεγάλην, τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπών, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ἀμφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι. τὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἥτις ἦν «ἀντίληψις» τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνοντος αὐτόν, ἀμφὶ τὴν ἕω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται. ὁ γοῦν Λουκᾶς φησιν· «τῇ δὲ μιᾶ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα», δηλονότι αἱ γυναῖκες καί τινες σὺν αὐταῖς, «εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου, εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα», διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.

τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων· «καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα. καὶ ἔρχονται καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον». ἦν δὲ ἤδη ἐγηγερμένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι· «τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου». καὶ ὁ Ματθαῖος δέ, εἰ καὶ «ὀψὲ σαββάτων» εἴρηκεν, ἀλλ᾽ ἐπιφέρει λέγων· «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου».

Ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ ψαλμῷ προφητευομένης «ἑωθινῆς ἀντιλήψεως». ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν κατέληξεν ἡ κατ᾽ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, «τέλος» δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ «ἡ ἀντίληψις ἡ ἑωθινή», εἰκότως ὁ λόγος τῷ παραδόξῳ «τέλει» τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ «τέλους» παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἕνεκεν γενομένης.

εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ «ὁ θεὸς ὁ θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με» καὶ ἑξῆς ἐπαγαγὼν τὸ «ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ ἔτι προσθεὶς τὸ «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με», καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυράμενος διὰ τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχεν με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου», καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπών, οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ᾽ ἐπιλέγει· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου». πῶς δ᾽ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγεν τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου».

ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου», σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὐτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ «τὴν ἑωθινὴν ἀντίληψιν», ἣν ἑξῆς προϊὼν ὁ ψαλμὸς παρέστησεν εἰπών· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». ποίαν δὴ ἀντίληψιν ἀλλ᾽ 〈ἢ〉 ἣν καὶ ἡ προγραφὴ τοῦ ψαλμοῦ ᾐνίττετο;

Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί», εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς ἑβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρόν, κείμενον δὲ καὶ ἐν τῷ ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ᾽ Ἑβραίοις· ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται. καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτως παρὰ τοῖς ἑβδομήκοντα ἔτι καὶ νῦν τῇ Ἑβραίων ὀνομάζεται φωνῇ. φέρονταί γε μὴν παρ᾽ αὐτοῖς ἐπὶ τῆς θείας προσηγορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαὶ καὶ τὸ Ἰαὼ καὶ τὸ Ἢλ καὶ ἄλλα τούτοις παραπλήσια. ὁ δὴ οὖν μετὰ χεῖρας ψαλμὸς ἀπὸ τοῦ 〈ἢλ〉 «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανὶ» περιέχει, ᾧ κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοῦ ἐλωείμ. ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ᾽ Ἑβραίοις θεοῦ προσηγορίας ἐκ τοῦ ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ «ἠλὶ ἠλὶ» οὐκ ἠξίωσεν, ὁμοίως τοῖς λοιποῖς, «ὁ θεὸς ὁ θεός μου» μεταβαλὼν εἰπεῖν, ἀλλὰ «ἰσχυρέ μου ἰσχυρέ μου» (τὸ δ᾽ ἀκριβές ἐστιν «ἰσχύς μου ἰσχύς μου»), ὥστε κατὰ τὴν τούτου διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ἡμέτερον σωτῆρα, φάσκοντα τὸ «ἠλὶ ἠλὶ» πρὸς τὸν πατέρα λέγειν «ἰσχυρέ μου ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με».

καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν 〈ἐσταυρώθη〉, ὥς φησιν ὁ ἀπόστολος «καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ», ὡς μὴ σταυρωθεὶς [εἴη] ἄν, εἰ μὴ ὁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν. καὶ ὅρα εἰ μὴ ἔπρεπεν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἀχθέντα «καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον», τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὐτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων· «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου». καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν «μέχρι θανάτου» καὶ «θανάτου σταυροῦ» κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.

ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρός, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτόν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο, ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς «ὑπὲρ ἡμῶν κατάρα», καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ». καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ᾽ ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικόν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται» καὶ «αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα »τῷ μώλωπι αὐτοῦ ἡμεῖς» ἰαθῶμεν. «κύριος» γὰρ «παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν». διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ «τὰς ἀνομίας ἡμῶν» ἀνειληφώς, «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων· «ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν». κινῶν δὲ ἡμᾶς ἐπὶ ζήτησιν τῆς αἰτίας δι᾽ ἣν αὐτὸν ὁ πατὴρ κατέλιπεν, φάσκει, «ἵνα τί με ἐγκατέλιπες;»

τὸ δ᾽ αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ «τιμίῳ αἵματι» ἐξαγοραζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασιν, καταδεδούλωντο. καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς, ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων· «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ»· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν».

Ἑξῆς τούτοις φησίν· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου» ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· «ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου», καὶ καθ᾽ ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεών μου». ὅρα δὴ οὖν ὅτι κατ᾽ οὐδετέραν τούτων τὸ «τῶν παραπτωμάτων μου» εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα «παραπτώματα» ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειεν.

Τούτοις ἑξῆς ἐπιλέγει· «ὁ θεός μου, κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί», ἀνθ᾽ οὗ πάλιν ὁ Σύμμαχος «ὁ θεός μου», φησίν, «βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ ἔστιν σιγή». θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράξενόν τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν, ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν. οὗτος δὲ ἦν ὁ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ᾽ ὃν εἰ καί τινι ἄλλῳ καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας». λέγοιτο δ᾽ ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγεν· μὴ οἷόν τέ ἐστιν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούεσθαι βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν «ἄρατε τὸν λίθον» ἀπὸ τοῦ μνημείου, ἐπῆρεν «τοὺς ὀφθαλμοὺς» ἑαυτοῦ εἰς τὸν οὐρανὸν «καὶ εἶπεν, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις».

εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων ἀλλ᾽ ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτόν, ἐρωτηματικῶς φησιν· «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;» ὑποστιζόντων ἡμῶν ἐν τῷ «οὐκ εἰσακούσῃ» καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι.

Τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προϊὼν ἑξῆς ἐν τῷ ψαλμῷ, λέγων· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου». πῶς οὖν ἀποφατικῶς λέγοι ἂν «ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ», εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι λέγοντα «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί». οὐ γὰρ «εἰς ἄνοιαν», φησίν, ἐμοὶ λέγεται τὸ «εἰσακούσῃ»· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς «ἐν» τοῖς «ἁγίοις» σου «κατοικεῖς», καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, «Ἰσραὴλ» προσαγορευομένου, «ἔπαινος». διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται «ἔπαινος», καὶ «ἐπὶ σοὶ οἱ πατέρες ἡμῶν ἤλπισαν», καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων καὶ αὐτοῖς κακῶν ἐρύσθησαν καὶ «πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοί τε ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν». ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθησαν καὶ «οὐ κατῃσχύνθησαν», πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ;

εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι «κεκράξομαι καὶ οὐκ εἰσακούσῃ;» ἀλλ᾽ «οὐκ εἰς ἄνοιαν» ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ᾽ ὡς ταπεινοφρονῶν. ἐπεὶ γὰρ «πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, οὕτω δὴ καὶ «σκώληκα» ἐμαυτὸν ὀνομάζω. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ᾽ ἄνθρωπον ἐμαυτὸν εἴποιμ᾽ ἄν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθών, ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν 〈ἂν〉 γεννηθείη σκώληξ ἢ ἀπὸ σωμάτων φθορᾶς, εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω. διὸ καὶ γέγονα «ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», οὐκ ἂν γενόμενος οὔτε «ὄνειδος ἀνθρώπων» οὔτε «ἐξουδένημα», εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον, «ἐξεμυκτήρισαν» καὶ «ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν» τε «κεφαλὴν» λέγοντες, «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν».

ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς ποθ᾽ ὕστερον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς «ἐκ δεξιῶν» καὶ ἑνὸς «ἐξ εὐωνύμων» τοῦ σωτῆρος «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι υἱὸς θεοῦ εἰμι,» κατὰ δὲ τὸν Λουκᾶν· «εἱστήκει ὁ λαὸς θεωρῶν, καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐκλεκτός», κατὰ δὲ τὸν Μάρκον· «καὶ οἱ παράγοντες ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτὸν καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν». καὶ μὴ θαυμάσῃς, εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐτὸν πίστιν ἀνειληφόσιν «ὄνειδος ἀνθρώπων» νενόμισται. τί γὰρ ἂν αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; ἀλλὰ καὶ «ἐξουδένημα λαοῦ» ἐστιν τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰωθότος αὐτοῦ, ὅθεν καὶ εἰκότως ὁ ἀπόστολος· «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν». καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο.

Εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὐτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει, λέγων πρὸς τὸν πατέρα· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ». τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς.

ὥσπερ γάρ, φησίν, γέγονάς μου βοηθὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευασμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο (ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς «ἐπεσκίασας», ὡς ἂν λάθοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις, ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνεν Γαβριὴλ τῇ Μαρίᾳ εἰπών· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»), —ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασεν, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις.

καὶ τοῦτό γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε «ἀπὸ μαστῶν μητρός μου» τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος, μὴ ὤν γε τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ᾽ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερής, ἄνετος δὲ καὶ ἀπόλυτος, οἷά σου τοῦ θεοῦ ἀμνός, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ «ἀπὸ μαστῶν τῆς μητρός μου». καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ». ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἅτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν καὶ πάντων ἐλεύθερος δεσμῶν· οὕτως δὲ «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας», καὶ «ἀπὸ γαστρὸς μητρὸς θεός μου» ἦσθα, ὡς αἰσθέσθαι με τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλισαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι.

Τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρόν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος, αὐθαίρετος καὶ ἑκὼν γέγονα «σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ νῦν ὅτε «πάντες οἱ θεωροῦντές» μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα, «ἐξεμυκτήρισάν με», τοσαύτην κατ᾽ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες, ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν («ἐλάλησαν» γοῦν «ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν», λέγοντες «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν»), καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκεν, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά «με ἐκ γαστρὸς μητρός μου», ἐφ᾽ ὃν «ἐπερρίφην ἐκ μήτρας», εἰς ὃν ἤλπισα «ἀπὸ μαστῶν», τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι καὶ γινωσκόμενον θεὸν ἱκετεύω καὶ ἀντιβολῶ «μὴ ἀποστῆναι ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς». μέλλει γάρ, φησίν, καὶ ὅσον οὔπω πάρεστιν καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος.

οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρόν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμούς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ γὰρ ὁρῶ, μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν κατ᾽ αὐτὸν τὸν θάνατον καὶ τὴν εἰς ᾅδου κατάβασιν, πλησιάζουσαν τῶν ἀντικειμένων καὶ ἐχθρῶν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι· «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν». πῶς γὰρ οὐχ ὑπερβάλλουσα ἦν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ «οὐκ ἔστιν ὁ βοηθῶν»; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν ᾅδου ψυχῶν παρῄει, ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ περιμενουσῶν, καὶ κατῄει γε «θύρας χαλκᾶς» συντρίψων καὶ «μοχλοὺς σιδηροὺς» συνθλάσων καὶ τοὺς πρὶν δεσμίους ᾅδου ἐλευθέρους ἀνήσων, ὃ καὶ γέγονεν, ὅτε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀναστάντα συνεισῆλθον αὐτῷ «εἰς τὴν» ἀληθῶς «ἁγίαν» τοῦ θεοῦ «πόλιν».

Αἱ δὲ δυνάμεις αἱ ἀντικείμεναι πρὸς τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεστρατεύοντο αὐτῷ, λύπην οὐ μικρὰν καὶ θλῖψιν αὐτῷ παρέχουσαι, ἀποκλαομένῳ καὶ ἐπ᾽ αὐταῖς δι᾽ ὑπερβολὴν ἀγαθότητος· ἀλλὰ γὰρ τήρει, τίνα τρόπον ταῦτα πάντα λέλεκται ὡς ἐκ προσώπου αὐτοῦ ἐν μήτρᾳ κυοφορηθέντος καὶ ἀπὸ γαστρὸς μητρὸς γεγεννημένου, ὃν ἐφάσκομεν εἶναι «τὸν ἀμνὸν τοῦ θεοῦ». τούτῳ γὰρ καὶ συμβαίνει τὰ περὶ τὸ πάθος, ὡς καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ἥρμοζεν. τὸ γοῦν γεννηθὲν καὶ ἀποθνήσκει, τὸ δὲ θνῆσκον οὐκ ἄλλως θανάτου τυγχάνει ἢ πρότερον ὁδεῦσαν διὰ γενέσεως. ταῦτ᾽ οὖν διέξεισιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οὐ καθ᾽ ὃ ἄσαρκος καὶ ἀσώματος ὑπάρχει τὴν φύσιν, οὐδὲ καθ᾽ ὃ θεοῦ λόγος καὶ θεὸς ἐπινοεῖται, ἀλλὰ καθ᾽ ὃ οἷός τε ἦν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ λέγειν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ».

οὗτος δὴ οὖν, πρὸς τῷ πάθει γεγονώς, εὔχεται τὰ προκείμενα πρὸς τὸν πατέρα, καὶ τοσούτων, φησίν, μελ〈λ〉όντων με περιστήσεσθαι ἀντικειμένων ἐνεργειῶν καὶ δαιμόνων ἀκαθάρτων καὶ πνευματικῶν πονηρίας, καὶ ἐπὶ πᾶσι τοῦ πάντων χειρίστου αὐτοῦ δὴ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, οὓς τῆς κακίας ἕνεκεν θῆρας πονηροὺς ὀνομάζειν ἄξιον καὶ ἤτοι ταύρους ἀγρίους ἢ μόσχους ἢ λέοντας ἢ κύνας, μέλλων τε πρὸς ἅπαντας ἵστασθαι καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι᾽ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν ᾅδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ᾽ ἂν καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν»; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ᾽ ἀγαθὸν αὐτῷ κομιζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ᾽ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων μηδὲ μὴν τῶν θείων δυνάμεων τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.

μόνῳ γὰρ αὐτῷ τοῦτ᾽ ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν «πύλαι θανάτου», καὶ μόνον αὐτὸν «πυλωροὶ ᾅδου ἰδόντες ἔπτηξαν», αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ «δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς», κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων. πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ᾽ οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτόν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης.

Καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν δυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθός, εἰκότως ἀρχόμενος ἔλεγεν τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, τοῦτ᾽ ἔστιν θεέ μου θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» συλλαμβανομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε «πνεῦμα ἅγιον» ἐπῆλθεν τῇ παρθένῳ, «καὶ δύναμις ὑψίστου» ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεννώμενον, ὡς ὁ λόγος παρέστησεν, ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην οὐκέτι βοηθὸς αὐτῷ παρῆν. τοῦτο γοῦν αὐτῷ μαρτυροῦντι πιστεύω· τὸ γὰρ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί» εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ καὶ ὑπὸ τοῦ ψαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντιπάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ᾽ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὐτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ᾽ ὑπῆρχεν αὐτῷ βοηθὸς ἕτερος ἢ μόνος εἷς ὁ βραβευτὴς τῶν γινομένων. διό φησιν εὐχόμενος· «μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν».

ὁρῶν δὲ ἐνθέοις ὄμμασιν, ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος, τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμοβόρων τρόπον τε θηρίων περὶ αὐτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας «τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ᾽ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ᾽ ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβερούς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτεινόμενος ἔλεγεν «ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες», ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ᾽ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος». ψυχὴν γάρ, ὡς εἰκός, ἀνθρωπείαν καὶ τῇ τῶν πολλῶν παραπλησίαν πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἱ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι, διό φησιν· «ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος».

Οἷς ἑξῆς ἐπιλέγει· «ὡσεὶ ὕδωρ ἐξεχύθην». ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε «εἷς τῶν στρατιωτῶν», κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τοῦ ἀμνοῦ τοῦ θεοῦ «λόγχῃ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα». πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικεν δι᾽ ὧν φησιν· «ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου». τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων· «καὶ εἰς χοῦν θανάτου κατήγαγές με». ταῦτα μὲν οὔπω γενόμενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν ἔλεγεν. αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμενεν ἐπιβουλευθεὶς διδάσκει λέγων· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», διὰ τούτων, ὡς εἰκός, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. «

οἱ» μὲν γὰρ «στρατιῶται» τοῦ Πιλάτου «παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ᾽ αὐτόν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι», μονονουχὶ ἔργῳ πληροῦντες τὸ «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», ἀλλὰ καὶ τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου», καὶ ἔτι τὸ «αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με», καὶ τὸ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυτοῖς· ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων· «οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος». «

τὸν χιτῶνα» δέ, ὅτι «ἄραφος» ἦν, «ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου, εἶπον πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν. καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων· «σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν».

Κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ «συναγωγὴ πονηρευομένων», οἱ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι, οἱ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ᾽ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων. σαφῶς γοῦν ὁ Ἡσαΐας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων· πάντες «κύνες ἐνεοί», οὐ δυνάμενοι «ὑλακτεῖν». δέον γὰρ αὐτούς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ «τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ» φυλάττοντας ἐπιστημονικῶς «ὑλακτεῖν», σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὐτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δέ, εἰ ἄρα ..., κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἱ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα τοῦ ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ «περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με». καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ 〈ἂν〉 ἀλλότριοι ἐκείνων λογισθεῖεν. ἀλλὰ καὶ οἱ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν «ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες» οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως.

πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ᾽ ἔστιν τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες «ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη», καὶ οὐκ ἂν εἴποι «ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ὡς οὐδὲ ταῖς χερσὶν οἱ ὀφθαλμοί. κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτῶν οὐκ ἀκαίρως τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με». τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν.

Ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐχὴν ἀποτείνας ἐπιφέρει λέγων· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου». ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἄλλως αὐτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησιν· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». διὰ γὰρ τῆ〈ς〉 σῆς βοηθείας ἡ «ἀντίληψίς» μοι γενήσεται, δι᾽ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται ψαλμὸς «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς». «εἰς τὴν ἀντίληψιν» τοιγαροῦν «πρόσχες», παρέχων μοι τὴν ὅσον οὔπω κατὰ τὴν ἕω τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπάν, μὴ μακρύνας μου αὐτήν, «ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἐπάν «σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου».

δι᾽ ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις (ὧν οὐ καθ᾽ ἡμᾶς ἂν εἴη τὸ εἶδος διαστείλασθαι καὶ διελεῖν), ὅπως ἡ μέν τις αὐτῶν «ῥομφαία» οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις «κύων» οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο εἰς τὸ καθάψασθαι αὐτῆς (διό φησιν· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου»), ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, «λέων» προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ τῶν ἄλλων τῶν εἰς ᾅδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον «κατέπιεν ὁ θάνατος ἰσχύσας», οὐχ ἕτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ σωτῆρος ἡμῶν ἀνεῴξαντος, ἀφ᾽ οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων· «σῶσόν με ἐκ στόματος λέοντος». εἶεν δ᾽ ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονοκέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦσαι, ἀφ᾽ ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν, μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων· «καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτήν, καθ᾽ ἣν «ἐν μορφῇ θεοῦ ὑπάρχων» ἐταπείνωσεν ἑαυτὸν καὶ «ἐκένωσεν», «γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ»;

ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ ᾅδῃ «ῥομφαίας», καὶ τῆς «χειρὸς» τοῦ αὐτόθι λεγομένου «κυνός» (ὅθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα, παρακούσαντας, κύνα θανάτου καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου «λέοντος» ἐλθών, καὶ «τὴν ταπείνωσιν» αὐτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκέρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεώς τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». καὶ τοῦτ᾽ εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ «ἔτι λαλοῦντός σου», ἐρῶ, «ἰδοὺ πάρειμι».

Καὶ δὴ τοῦτ᾽ αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχών, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, «ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως» τὸν ψαλμὸν ποιούμενος, ἐν οἷς φησι· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε». πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ᾽ αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων· οἷς ἀκόλουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων· «καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς» (δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρίαν) «λέγων, χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται». ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἶπον αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν». πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὐτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγήσεσθαί φησι· μετὰ δὲ ἐκείνους τάξει καὶ ἀκολουθίᾳ τὴν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον ἐπαγγέ〈λ〉λεται.

ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάσκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς «ἐν μέσῳ ἐκκλησίας», φησίν, «ὑμνήσω σε», ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκλησίαν καὶ ἀκούσασαν παρ᾽ αὐτοῦ, ὃν προσήκει τρόπον, [καὶ] μηκέθ᾽ ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ᾽ αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν. ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησίᾳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. διό φησιν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν», καὶ «φοβηθήτωσαν ἀπ᾽ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου», δι᾽ ὧν σαφῶς παρέστησεν τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν. εἰ γὰρ «ἐν τῷ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν» αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι «ἀπὸ» μὲν «ῥομφαίας τὴν ψυχὴν» αὐτοῦ, «ἐκ» δὲ «κυνὸς τὴν μονογενῆ» αὐτοῦ, καὶ ἔτι «ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν» αὐτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φήσαντα, ὅτι μὴ «προσώχθισεν» ὁ θεὸς «τῇ δεήσει» αὐτοῦ, μηδὲ «τὸ πρόσωπον ἀπέστρεψεν» ἀπ᾽ αὐτοῦ, ἀλλ᾽ «ἐν τῷ κεκραγέναι» «εἰσήκουσεν» αὐτοῦ.

διὸ καὶ ὑπῆρξεν αὐτῷ, ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι, συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ «ἀδελφοῖς», καὶ ὑμνεῖν «ἐν μέσῳ ἐκκλησίας» τὸν πατέρα. τήρει δὲ πάλιν, ὡς «πτωχὸν» αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμφώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι᾽ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.

Ἀλλ᾽ ἐπεὶ καὶ τὴν ἀνάστασιν αὐτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, «παρὰ σοῦ», φησίν, «ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ», τῆς ἐπ᾽ ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημονεύων, ἐν ᾗ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ. διό φησι· «παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ». μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἄλλης περὶ θεοῦ δόξης ἐσμικρυμένῃ. εἶτ᾽ ἐπιλέγει· «τὰς εὐχάς μου» τῷ κυρίῳ «ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν» («φοβουμένους αὐτὸν» ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην), οἷς ἔλεγεν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν». ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο; ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι᾽ ὧν ἔφησεν· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; εὐχαὶ γάρ εἰσιν αἱ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν «ἐν μέσῳ ἐκκλησίας» διεβεβαιοῦτο.

Τούτοις ἑξῆς ἐπιλέγει· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» δι᾽ ὧν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἁπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασιν τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἱ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ ψαλμοῦ λεγομένων παραστατικαί. «πένητες» δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ, ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς, τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ ψαλμός· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος».

Καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας, μετὰ πάντα ἐπιφέρων «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος», ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαόν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν. τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαός, πάλαι μὴ ὢν μηδ᾽ ὑφεστὼς ἐν ἀνθρώποις ὕστερον δὲ γεγονώς; τίς τε ἡ μὴ οὖσα τότε λεγομένη δὲ ἐλεύσεσθαι γενεά, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία καὶ ὁ νέος ἐξ ἐθνῶν λαός, ἐφ᾽ ᾧ καὶ διὰ Ἡσαΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν· «τίς ἤκουσεν τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ».

Ταῦτα μὲν οὖν ἡμεῖς, ἐφ᾽ ἕτερα συνελαύνοντος τοῦ καιροῦ, διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ᾽ ἂν μέλῃ τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως φήσαντος, «ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ», ἑκάστῃ λέξει τοῦ ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεύσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.