Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Α΄: Η τέλεια θυσία του Χριστού και η κατάργηση των νομικών ζωοθυσιών

Η αναγωγή των παλαιών ζωοθυσιών στην τέλεια, λογική και αναίμακτη θυσία του Χριστού, η οποία καταργεί τις νομικές προτυπώσεις και καθιερώνει νέα λατρεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 31

Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας, τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. οὐχ ὥσπερ Ἕλλησιν ἐνομίζετο, καὶ τοῖς Ἑβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου. οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ᾽ ἡλίῳ μὲν καὶ τοῖς κατ᾽ οὐρανὸν ἄστροις χλόην καὶ «οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀραμένους» πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοὺς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐδαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογικῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς ἐνυπαρχούσης.

Ἀλλ᾽ ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν· ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ. λέγει δ᾽ οὖν· «καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν». ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς «ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας». ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι. τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα οὐδ᾽ ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ᾽ ἐπίνοιαν ὑποβεβλημένον. ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεγάλης αὐτοῖς θεραπείας δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο.

ἔπειτα μηδὲν κρεῖττον καὶ τιμι〈ώτερ〉ον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες, ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ᾽ ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ τῶν ἀνθρώπων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ᾽ ἄλλο τι εἶναι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ. τοῦτο δὲ αὐτὸ Μωσῆς λευκότατά που διασαφεῖ, λέγων· «ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα». πρό〈σ〉σχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἴρηται τό «ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται». σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι.

πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ᾽ οὖν ἐφ᾽ ἑκάστῳ· «προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου».

Καὶ οὕτως ἐφ᾽ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι᾽ ὧν ὁ λόγος παρίστησιν, ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα· ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας, οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτῶν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπλησίαν. ἑνὶ δ᾽ οὖν λόγῳ πάλιν ὁ Μωσῆς φησιν τὸν θεὸν εἰπεῖν· «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον». καὶ αὖθις παραπλησίως· «ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος». ὥστε ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυτοῦντας. εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ.

Ἕως μὲν οὖν οὐδέπω τὸ κρεῖττον οὐδὲ τὸ μέγα καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν ἀνθρώποις, ταῖς διὰ ζῴων θυσίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οἰκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάλαι θεοφιλεῖς, σεμνόν τι καὶ θεοφιλὲς καὶ μέγα ἱερεῖον ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ σύμβολα τέως ἐπιτελεῖν αὐτούς, προφήτας ὄντας καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι πέπαυτο τὰ πρῶτα καὶ λέλυτο παραχρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας.

Οὗτος δ᾽ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ἄνωθεν ἐκ παλαιῶν χρόνων ἥξειν εἰς ἀνθρώπους καὶ προβάτου δίκην ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους σφαγήσεσθαι προαγορευόμενος. ᾗ φησιν περὶ αὐτοῦ Ἡσαΐας ὁ προφήτης· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος». καὶ ἐπιλέγει· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν». αὐτὸς γὰρ «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ᾽ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης ἐκ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων· «ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι». ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἰδὼν γὰρ αὐτὸν καὶ τοῖς παροῦσιν ἐπιδείξας, ὡς ἄρα αὐτὸς εἴη ὁ προφητευόμενος, ἐπεφώνησεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

ὅτε τοίνυν κατὰ τὰς τῶν προφητῶν μαρτυρίας εὕρηται τὸ μέγα καὶ τίμιον λύτρον Ἰουδαίων ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ, τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, —δι᾽ ὃ καὶ Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, — εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος τὴν ὑπόμνησιν ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ᾽ ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ τὰ πρῶτα, «ἀσθενῆ στοιχεῖα», σύμβολα καὶ εἰκόνας ἀλλ᾽ οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα. εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μωσέως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μωσέως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μωσέως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος.

γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ᾽ ὑπὲρ τῶν 〈μὴ〉 ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μωσέως νόμῳ. διό φησιν ὁ ἀπόστολος· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν». τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὃ δὴ καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», καὶ ὡς «ἀρνίον ἀγόμενον τοῦ θύεσθαι», ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων· «πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε καὶ οὐκ ἤκουσαν». ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστηριώδους οἰκονομίας τοῦ Χριστοῦ παρειληφότες οὐκέτι τῶν παλαιῶν δεησόμεθα.

Μόνος δ᾽ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ προκόσμιος, καὶ ἀρχιερεὺς πάσης νοερᾶς καὶ λογικῆς κτίσεως, τὸν ἡμῖν ὁμοιοπαθῆ οἷα πρόβατον καὶ ἀμνὸν ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μωσέως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μωσέως ἀνειπόντος «ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου», τοῦτο πέπονθεν αὐτὸς δι᾽ ἡμᾶς «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι᾽ ἡμᾶς ποιήσας, ἐπεὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», πάσας τε αὐτῷ δι᾽ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθείς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγάς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον, μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετον τῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσφέρειν.

Τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπών· «ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν». καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλήθην». καὶ ἐπιλέγει· «εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ», ἄντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὰ καταρτισθὲν αὐτοῦ σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἂν μέγα μυστήριον «ἐν κεφαλίδι βιβλίου» τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον.

τούτου δῆτα τοῦ θύματος τὴν μνήμην ἐπὶ τραπέζης ἐκτελεῖν διὰ συμβόλων τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον». διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπέζης θύματα, δι᾽ ὧν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αὐτοῦ δεδιδάγμεθα. τοῦτο καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λέγει δ᾽ οὖν ὧδε καὶ αὐτός· «κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα». καὶ τίνα ταῦτα ὡς ἀληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς· «ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη». τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα· ὅθεν εἰκότως παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας.

ἀλλὰ καὶ οἴνου τοῖς ἔθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χριστοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται. ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα· «θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με». καὶ πάλιν «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή». καὶ αὖθις «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον».

Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι᾽ ἧς τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος τὸ μέλλον ἔσεσθαι καθ᾽ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων· «διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά».

Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ «θυσίαν αἰνέσεως»· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην «τὴν καθαρὰν θυσίαν». θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται· «καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει». καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς αὐτὸν εὐχῶν ἀναφέροντες. τοῦτό τοι καὶ ἄλλος διδάσκει προφήτης, ὁ φήσας· «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου». οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν εὐχαριστίαν δι᾽ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλως καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ αὐτῷ σώματι καὶ ψυχῇ ἀνακείμενοι. διὸ πάσης μὲν αἰσχρουργίας τὸ σῶμα ἄχραντον καὶ ἀμίαντον αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιαπτώτοις καὶ ἀπλάστῳ διαθέσει δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἢ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσεσιν ἐπιτελουμένων πεπαιδεύμεθα.