Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Β΄: Προφητικές μαρτυρίες για την κλήση των εθνών

Παράθεση προφητικών χωρίων από τους Ψαλμούς, τον Ζαχαρία και τον Σοφονία που προαναγγέλλουν τη συμμετοχή όλων των εθνών στις θείες επαγγελίες διά του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Ὅτι μὴ ὡς ἔτυχεν μηδὲ μάτην τὰς παρ᾽ Ἑβραίοις προφητικὰς βίβλους διὰ πάσης σπουδῆς περιέπομεν. βʹ. Ὅπως τὰ χρηστότερα περὶ ἡμῶν τῶν ἀλλοφύλων ἐθνῶν προλαβόντες οἱ παρ᾽ αὐτοῖς προφῆται ἐκήρυττον.

αʹ. Ἀπὸ τῆς Γεν[ν]έσεως. βʹ. Ἀπὸ 〈τῆς〉 αὐτῆς. γʹ. Ἀπὸ 〈τῆς〉 αὐτῆς. δʹ. Ἀπὸ τοῦ Δευτερονομίου. εʹ. Ἀπὸ τοῦ καʹ Ψαλμοῦ. ϛʹ. Ἀπὸ τοῦ μϛʹ Ψαλμοῦ. ζʹ. Ἀπὸ τοῦ πεʹ Ψαλμοῦ. ηʹ. Ἀπὸ τοῦ ϟεʹ Ψαλμοῦ. θʹ. Ἀπὸ τοῦ Ζαχαρίου.

ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ὁμοίως. γʹ. Ὅπως οἱ αὐτοὶ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τὴν τοῦ πάλαι παρὰ Ἑβραίοις μόνου γιγνωσκομένου θεοῦ γνῶσιν τε καὶ εὐσέβειαν πάντα τὰ ἔθνη μαθήσεσθαι προεθέσπιζον. ιβʹ. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ.

ιγʹ. Ἀπὸ τοῦ οαʹ Ψαλμοῦ. ιδʹ. Ἀπὸ τοῦ ϟζʹ Ψαλμοῦ. ιεʹ. Ἀπὸ τῆς Γεν[ν]έσεως. ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. κʹ. Ἀπὸ τοῦ αὐτοῦ. καʹ. Ὁμοίως.

κβʹ. Ὁμοίως. κγʹ. Ὁμοίως ἀπὸ τοῦ αὐτοῦ. δʹ. Ὅπως ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τῇ διὰ τοῦ Χριστοῦ γενομένῃ ἀπόπτωσις ἔμελλεν ἔσεσθαι τῆς κατὰ θεὸν εὐσεβείας τῷ Ἰουδαίων ἔθνει. κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ.

κϛʹ. Ἀπὸ τοῦ Ἀμώς. κζʹ. Ἀπὸ τοῦ Μιχαίου. κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. κθʹ. Ἀπὸ τοῦ Μαλαχίου. λʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λαʹ. Ἀπὸ τοῦ αὐτοῦ. λβʹ. Ὁμοίως. λγʹ. Ὁμοίως. λδʹ. Ὁμοίως. λεʹ. Ὁμοίως. εʹ. Ὅτι μὴ εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀλλ᾽ εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν.

λϛʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ληʹ. λθʹ. μʹ. μαʹ. μβʹ. μγʹ. μδʹ. μεʹ. μϛʹ. μζʹ. μηʹ. μθʹ. Ἀπὸ τοῦ αὐτοῦ ὁμοίως. νʹ. Ἀπὸ τοῦ Μιχαίου. ναʹ. Ἀπὸ τοῦ αὐτοῦ. νβʹ. Ἀπὸ τοῦ Σοφονίου. νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου.

νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. νεʹ. Ἀπὸ τοῦ αὐτοῦ. νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλου. νζʹ. Ἀπὸ τοῦ αὐτοῦ. νηʹ. Ἀπὸ τοῦ αὐτοῦ. νθʹ. Ἀπὸ τοῦ αὐτοῦ. ξʹ. Ἀπὸ τοῦ αὐτοῦ.

Βιβλίον βʹ. Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἀνθρώποις προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν ἐν τῷ πρὸ τούτου συγγράμματι, παραστήσας τε καὶ ὡς οἶμαι πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὖθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον, ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ᾽ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστόν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτήν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι· πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα.

τὸ μὲν οὖν παρ᾽ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ᾽ ἂν ἡμεῖς ἀρνηθείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου· τό γε μὴν ἀποκλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν, παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν.

Πρῶτον οὖν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ᾽ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας. στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν. ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἕλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνεν δεδηλωμένα. πῶς δ᾽ ὑφ᾽ ἓν καὶ κατὰ τὸ αὐτό, ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν.

ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας, θεσπίζουσιν οἱ ἱεροὶ λόγοι, κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν.

Τέως δὲ ἀπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὅσων προφητειῶν ἀναλεξάμενοι. ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προϋπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας. αʹ. 〈Ἀπὸ τῆς Γενέσεως〉. «Ὁ δὲ κύριος εἶπεν οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμός, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ᾽ ἡμᾶς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας. ὅτι δ᾽ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μωσέως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη, πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον. ἐν ταὐτῷ δὲ συστήσαντες, ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ...

ἐξ ἁπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ᾽ ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν. βʹ. 〈Ἀπὸ τῆς αὐτῆς〉. Ὁ δὲ κύριος τῷ Ἰσαὰκ χρηματίζων μεθ᾽ ἕτερα καὶ ταῦτά φησιν· «καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς». ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαὰκ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι᾽ αὐτοῦ τὸν τῶν ὅλων θεόν, καὶ παιδευθέντα πάλιν δι᾽ αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται, τῆς ἴσης τοῖς ὑπ᾽ αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον· οἱ εὐλογοῦντές σε εὐλόγηνται. γʹ. 〈〈Ἀπὸ τῆς αὐτῆς〉.〉 «Εἶπεν δὲ αὐτῷ ὁ θεός», (δῆλον δὲ ὅτι τῷ Ἰακώβ)· «ἐγὼ κύριος ὁ θεός, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἔσονται». κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὖν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός;

ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ συνεκρότησε διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι᾽ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται. δʹ. 〈Ἀπὸ τοῦ Δευτερονομίου〉. «Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι θεοῦ». ἀντὶ δὲ τοῦ «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» ὁ Ἀκύλας· «αἰνοποιήσατε», φησίν, «ἔθνη λαὸς αὐτοῦ», καὶ Θεοδοτίων· «ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ». εʹ. 〈Ψαλμοῦ καʹ〉. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν«. καὶ ἑξῆς ἐπιλέγει· »ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος«. σαφῆ ταῦτα, οὐδ᾽ ἑρμηνείας δεόμενα. ϛʹ. 〈Ψαλμοῦ μϛʹ〉. »Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν«. καὶ ἑξῆς ἐπιλέγει· »ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ«. καὶ ταῦτα σαφῆ καὶ οὐδ᾽ ἑρμηνείας δεόμενα. ζʹ. 〈Ψαλμοῦ πεʹ〉. »Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου· πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος«. ὁμοίως καὶ ταῦτα σαφῆ. ηʹ. 〈Ψαλμοῦ ϟεʹ〉. »Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς«. καὶ ἐπιλέγει· »ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ«. καὶ ἑξῆς· »εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται«. καὶ ταῦτα σαφῆ. θʹ. 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. »Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.

καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς [γῆς τῆς] φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξῃ κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας«. σαφῶς καὶ ταῦτα κλῆσιν ἁπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλὴμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας. ιʹ. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. »Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς«. 〈ιαʹ. Ἀπὸ τοῦ αὐτοῦ〉. »Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος«. οἷς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει· »ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς«.

Μυρία δ᾽ ἂν εὕροις καὶ αὐτὸς δι᾽ ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρός. πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστῆσαι τὸ προκείμενον. τοῦτο δ᾽ ἦν τοῖς ἐκ περιτομῆς, μέγα ἐφ᾽ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγελιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν.

Ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι᾽ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην. τίς δ᾽ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι᾽ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ᾽ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος. χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πάσης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι. 〈ιβʹ. Ψαλμοῦ βʹ〉. »Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«, καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· »κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς«. 〈ιγʹ. Ψαλμοῦ οαʹ〉. »Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου«, καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει· »καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης«. καὶ αὖθις· »πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ«. καὶ πάλιν· »εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν«. καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ· »καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο«. 〈ιδʹ. Ψαλμοῦ ϟζʹ〉. »Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισεν κύριος τὸ σωτήριον. αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ«. καὶ ἐπιλέγει· »σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι«. 〈ιεʹ. Ἀπὸ τῆς Γενέσεως〉. »Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«. 〈ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου〉. »

Ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν«. 〈ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ〉. »Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾽ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι«. 〈ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου〉. »Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθ〈ν〉η πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέν με πρός σε«. 〈ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου〉. »Ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσ〈σ〉αί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ«, καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· »καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσ〈σ〉αὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν«. κʹ. 〈Ἀπὸ τοῦ αὐτοῦ〉. »

Ἰδού, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ᾽ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσθήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν«. καὶ ἑξῆς ἐπιλέγει· »ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν«. 〈καʹ. Ἀπὸ τοῦ αὐτοῦ〉. »Ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου, καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με«. καὶ ἐπιλέγει ἑξῆς· »ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε ἕως ἐσχάτου τῆς γῆς«. 〈κβʹ. Ἀπὸ τοῦ αὐτοῦ〉. »

Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε θεὸς Ἰσραήλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ«, καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· »καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλ᾽ ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν«. 〈κγʹ. Τοῦ αὐτοῦ〉. »Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.

ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σου Ἰσραήλ, ὅτι ἐδόξασέν σε«.