Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Β΄: Προφητείες για την έκπτωση και την τιμωρία του ιουδαϊκού λαού

Ερμηνεία προφητειών του Ιερεμία, του Αμώς, του Μιχαία και του Ησαΐα, οι οποίες εξαγγέλλουν την καταστροφή της Σιών και την πτώση του ιουδαϊκού έθνους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 31

Καὶ διὰ τούτων οὖν μεμαθηκότες, ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ τοῖς πᾶσιν ἔθνεσιν σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία. διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ᾽ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους αὐτῶν ἐκ περιουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρήσομαι ψιλαῖς ταῖς τῶν προφητῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν. 〈κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου〉. »Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ᾽ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς«. 〈κεʹ. Ἀπὸ τοῦ αὐτοῦ〉. »Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν.

πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί. διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμ〈μ〉ένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι. καὶ καταδουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται«. 〈κϛʹ. Ἀπὸ τοῦ Ἀμώς〉. »

Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἱ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ᾽ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ ἃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτά, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα«. 〈κζʹ. Ἀπὸ τοῦ Μιχαίου〉. »Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ᾽ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά. διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ᾽ αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«. 〈κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου〉. »Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρεύσει τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι᾽ ἐκβολῶν γῆς«. 〈κθʹ. Ἀπὸ τοῦ Μαλαχίου〉. »Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ᾽ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό«. λʹ. 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. »

Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη«. καὶ ἑξῆς ἐπιλέγει· »πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί«; καὶ ἐπὶ τούτοις· »ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων«. τούτοις ἅπασιν ἐπιλέγει· »καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν«. 〈λαʹ. Τοῦ αὐτοῦ〉. »Τάδε λέγει κύριος Σαβαώθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρων, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.

τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι· διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ«. 〈λβʹ. Τοῦ αὐτοῦ〉. »Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε. ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι δι᾽ ἔνδειαν σκέπη. καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα«. 〈λγʹ. Τοῦ αὐτοῦ〉. »Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδόν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθε. οὐ νῦν ἐκάλεσά σε Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ᾽ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου«. καὶ ἐν τοῖς ἑξῆς φησιν· »ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ἄλλος.

κατ᾽ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πᾶν γόνυ κάμψει, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινόν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου«. 〈λδʹ. Τοῦ αὐτοῦ〉. »Οὕτω λέγει κύριος, ποῖον τὸ βιβλίον τοῦτο τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθηται, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος«, καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· »οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, κατισχύσατε φλόγα. πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. δι᾽ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε«, καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· »ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν«. 〈〈λεʹ.〉 Ἐκ τοῦ αὐτοῦ〉· »Μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι;

ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διίστησιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν τοῦ μὴ ἐλεῆσαι· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ᾽ ἔστιν ἡ κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι καινά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ θέλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, αἱ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην. διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾽ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται«, καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει· »καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον«.

Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόντες ἐξομαλίσωμεν, ἡγούμενοι τέως, δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι, ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.

εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος, ἀλλὰ καὶ τοῖς ἔθνεσι 〈ὁ θεὸς〉 τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπών, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ »εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» καὶ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ»· εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται, «εἴπατε» γάρ, φησίν, «ἐν τοῖς ἔθνεσιν, ὅτι κύριος ἐβασίλευσε», καὶ πάλιν «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη»· εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὐτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας, λέγων· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ».

Οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν». ἔνθα καὶ ἐπιστήσεις, ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς Αἰγύπτου θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται. οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ᾽ αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλήμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη καὶ αὐτοί γε οἱ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται. εἰ δὲ καὶ πάλαι πρότερον «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ἀλλ᾽ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται, φήσαντος αὐτῷ τοῦ πατρός· «αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»· καὶ γὰρ «κατακυριεύσειν» οὐ τῆς Ἰουδαίας ἀλλ᾽ «ἀπὸ θαλάσσης ἕως θαλάσσης» καὶ «περάτων τῆς οἰκουμένης» προφητεύεται, «πάντα τε τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι 〈τὸν〉 τῶν ὅλων θεὸν «τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν».

σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν Ἑλλήνων ἀπὸ τῆς Ἑβραίων μεταβαλλόμενον φωνῆς «σωτήριον» ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν. μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων· «ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ».

καὶ κατὰ τὸν Ἡσαΐαν τοῦτ᾽ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκυνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ, τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ τὴν Παλαιστίνην, ἀλλ᾽ ἕκαστον «ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν»· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον «ἐπικαλεῖσθαι πάντας» ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ «τὸ ὄνομα κυρίου καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν» αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους «θυσίας» διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλήμ, οὐδ᾽ ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ᾽ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας. εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ καὶ ἕν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει τὸ ὑπ᾽ αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ «ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονται λαός μου», ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων· «ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν».

περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι· «καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ». εἰ δὲ αὐτός ἐστιν καὶ οὐδ᾽ ἄλλος ὁ Χριστὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ᾽ αὐτῷ, ἀλλ᾽ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ «αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν». διὸ καὶ «κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν» λέγεται καὶ «εἰς φῶς ἐθνῶν» γενήσεσθαι, καὶ πάλιν «ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς. διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρός· «ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους». «μαρτύριον δὲ τοῖς ἔθνεσί» φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτόν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ᾽ αὐτὸν καταφεύξασθαι.