Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Β΄: Η διάσωση του αγίου υπολείμματος του Ισραήλ και η αποστολική δράση

Ανάλυση της σωτηρίας του εκλεκτού υπολείμματος του Ισραήλ, το οποίο ταυτίζεται με τους αποστόλους και τους πρώτους χριστιανούς, και η εξάπλωση της χάριτος στην οικουμένη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 7 από 31

Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω, ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τὰς προφητικὰς φωνάς, αὐτόθεν κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἶναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους. δέδεικται γὰρ ἔμπαλιν, ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύ〈σ〉ειν, τὰ δ᾽ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτῶν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσόντων καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι᾽ αὐτοῦ τευξομένων· περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων· «Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ἡσαΐας· εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». οἷς μεθ᾽ ἕτερα ἐπιφέρει λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραήλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν».

Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντός, ὅπερ φησὶν «κατ᾽ ἐκλογὴν χάριτος» πεφυλάχθαι. περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων, ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ Χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς ἀλλ᾽ ὀλίγοις 〈καὶ〉 κομιδῆ σπανίοις, τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν. 〈〈λϛʹ〉.〉 〈Ἀπὸ τοῦ Ἡσαΐου〉. «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ὅρασιν» καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν». εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι». τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ᾽ αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ᾽ αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων· «ἡ γῆ ὑμῶν ἔρημος», μὴ οὔσης ἐρήμου καθ᾽ οὓς προεφήτευε χρόνους, «αἱ πόλεις ὑμῶν πυρίκαυστοι», μηδὲ τούτου πω γεγενημένου. ἀλλ᾽ οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι, καὶ ὅμως φησὶν «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν», καὶ τὰ ἑξῆς. εἰ οὖν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. «

ἥ τε γὰρ θυγάτηρ Σιών» (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιὼν ἐπιτελουμένη θρησκεία) ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται «ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ», καὶ εἴ τι τούτων ἐρημότερον· «τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθίουσι», τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται «κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων», «αἵ τε πόλεις» αὐτῶν «πυρίκαυστοι» γεγόνασι, καὶ γέγονεν Ἱερουσαλὴμ ἀληθῶς «πόλις πολιορκουμένη».

Ἀλλ᾽ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἵ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ᾽ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἐξ αὐτῶν στάχυς τὰς ἐπ᾽ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ᾽ αὐτῶν ἀπειλαῖς «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος· «Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». οἷς αὖθις προστίθησι λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;

κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν». 〈Ὅτι〉 δ᾽ οὐκ εἰς ἄλλον καιρὸν ἀλλ᾽ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συντείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος, μετὰ τὸ φάναι «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν», τὸν πάντα τῶν Ἰουδαίων λαὸν «λαὸν Γομόρρας» ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν «ἄρχοντας Σοδόμων», ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας, καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν «διὰ λουτροῦ παλιγγενεσίας», λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει. λέγει δ᾽ οὖν· «ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», καὶ τὰ ἑξῆς· ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου, λέγων· «λούσασθε, καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν», καὶ τὰ ἑξῆς.

ἄρχοντας δὲ Σοδόμων καὶ λαὸν Γομόρρων δι᾽ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε, παραχρῆμα εἰπών· «αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος». καὶ αὖθις δὲ ὑποβὰς λέγει· «τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν, εἰπόντες ὅτι δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν», σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς. τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ ὃν καὶ μεθ᾽ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα; 〈〈λζʹ〉.〉 〈Τοῦ αὐτοῦ Ἡσαΐου〉. «Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ».

Καὶ τί δ᾽ ἂν γένοιτο «τὸ καταλειφθὲν τοῦ Ἰσραήλ», αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπών· «πάντες οἱ γραφέντες εἰς Ἱερουσαλὴμ καὶ οἱ κληθέντες ἅγιοι». τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν «τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ» καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται. ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ» ἰδὼν «ὅρασιν» ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος [τῆς] τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἱερουσαλήμ, τέλος τῆς κατ᾽ αὐτῶν θεωρίας ἐπάγει λέγων· «ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».

Περιγράψας δὲ ἐνταῦθα τὴν κατ᾽ αὐτῶν πρόρρησιν, ὑποστολῇ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται· «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ», ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ». ἴσως τις ὑπολήψεται, περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν ἐθέσπισε, τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν. ἀλλ᾽ οὐκ ἂν ταῦτα ἐπιτρέψειεν φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἱερουσαλήμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπάς, καὶ τὸ πᾶσι τοῖς ἔθνεσι σωτήριον, κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ, θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὄρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα. λέγει δ᾽ οὖν μετὰ τὸ φάναι «περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»· «ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ».

Καὶ περὶ μὲν τῶν ἐθνῶν ἁπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἑξῆς οἷα ἐπιλέγει ἄκουε· «ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ᾽ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν», καὶ τὰ ἑξῆς τούτων, ὄντα πλείω. οἷς ἐπιφέρει· «καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ, ὅτ᾽ ἂν ἀναστῇ θραῦσαι τὴν γῆν»· δι᾽ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους. περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι᾽ οὗ φησιν· «ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον», καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας, ἐν αὐτῇ ταύτῃ, φησίν, τῇ ἡμέρᾳ «ὑψωθήσεται κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια»· μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν καταπτύσαντες πάσης δεισιδαιμονίας. «τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησίν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις», καθ᾽ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.

Ἰδίως δὲ αὖθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει· «ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν» καὶ τὰ τούτοις ἑξῆς. ἔνθα ἐπιστήσας, παράθες τὰ προλεγόμενα τῆς προφητείας, δι᾽ ὧν εἴρηται· «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ», ὡς μᾶλλον κατ᾽ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς. πῶς γὰρ μέλλων ἀφαιρεῖν «ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος», καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» ἔσεσθαι τὰ θεσπιζόμενα προύλεγε; πῶς δὲ ὑπὲρ αὐτῶν ἔστι· καὶ τὰ ἑξῆς αὖθις λέγεσθαι· «ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες»;

Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ «τὸ ὄρος κυρίου» πᾶσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ, ἐφ᾽ ὃν πάντα τὰ ἔθνη συνιόντα φασίν· «δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ», τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι, τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν. ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθηρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ «ἅγιοι κληθήσονται» τοῦ θεοῦ δοῦλοι. δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους.

ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ» (ἐν ᾗ δῆλον ὅτι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται) «ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ»· δι᾽ οὓς καὶ εἰκότως, ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» τὴν προφητείαν ἐδήλου λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.

Καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ᾽ ἣν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσιν, καὶ τὰς τῆς καινῆς διαθήκης δι᾽ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι, φησάσῃ ἐμφανῶς «ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν »τὸ καταλειφθὲν Ἰσραήλ«, καὶ ὡς ἄρα »τὸ καταλειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν«. ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα »ἐν βουλῇ μετὰ δόξης» ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως «εἰς δύναμιν καὶ δόξαν» ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ» καὶ αὐτό γε τὸ γεγενημένον. 〈〈ληʹ〉.〉 «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε;

καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς».

Ὅρα δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἱ καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγονται. εἶεν δ᾽ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, ἐξ Ἑβραίων εἰς πάντας ἀνθρώπους προελθόντες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύχουν προσήνεγκαν τὸν καρπόν, τὰς καθ᾽ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας. καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιν, τούτους μὲν πληθυνθήσεσθαι μόνους καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι. «ἡ γῆ» γὰρ αὐτῶν, φησίν, «καταλειφθήσεται ἔρημος». τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ «ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν». πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν; ἕως μὲν γὰρ οὐδέπω τὰς κατ᾽ αὐτοῦ τετολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ γῆ αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι᾽ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπισεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπών «ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος», ἐξ ἐκείνου καὶ [οὐ] μετ᾽ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸ Ῥωμαίων εἰς ἔρημον κατέστησαν.

καὶ τό γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν, ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν, φησί, τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται. πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν, δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ἔτι φησὶν ἐπ᾽ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι «τὸ ἐπιδέκατον», καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς «εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅτ᾽ ἂν ἐκπέσῃ τῆς θήκης αὐτῆς». παρίστησι δέ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν, ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν ἐπιτρέπεσθαι.

τοῦτο δ᾽ οὖν αἰνιττόμενός φησιν· «καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ βάλανος ὅτ᾽ ἂν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς». 〈〈λθʹ〉.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς».

Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητήσας, εὕροις ἂν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», 〈καὶ〉 πλεῖστα διὰ μέσου, θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ᾽ ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων. δυνάμεις γὰρ ἀοράτους καὶ 〈νοητούς〉 τινας ἐχθροὺς καὶ πολεμίους, «μυίας» καὶ «μελίσσας» νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθαι τῇ τῶν Ἰουδαίων χώρᾳ φησίν, καὶ τὸν κύριον «ξυρῷ» τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους «τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα» καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν. τούτων δ᾽ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ᾽ ἔστιν πάντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν «δάμαλιν βοῶν καὶ δύο πρόβατα» προφητεύει, «ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα», «φάγεσθαι βούτυρον καὶ μέλι». νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.

ὧν ἕκαστος, ἐν αἷς σὺν τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ᾽ ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ᾽ ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις μίαν «δάμαλιν» τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τροφαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν «γάλα» καὶ «μέλι», τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπόν, ἀπηνέγκατο. ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος, οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε ἐντελέστερον καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ἡγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι᾽ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ᾽ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν».

Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας ἢ μελίσσας μηδὲ τὸ ξυρὸν μηδὲ τὸν πώγωνα μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ᾽ ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως. 〈μʹ.〉 «Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον μικρὸν γράψει αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα. καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ».

Κἀνταῦθα πρό〈σ〉σχες, ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησίν, «ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς». δι᾽ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ καὶ τὸν τῆς Ἱερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. «οἱ δὲ καταλειφθέντες» οὗτοι, φησίν, «ἀριθμὸς ἔσονται», τοῦτ᾽ ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ᾽ οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἱ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ᾽ αὐτοῦ γραφῆς, ὡς δηλοῖ φάσκων ὁ λόγος· «καὶ παιδίον γράψει αὐτούς», προδιδάξας, ὅ τι ποτὲ ἦν τὸ παιδίον, ἐν οἷς ἔλεγεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν», καὶ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». καὶ ἐπειδήπερ ἐνταῦθα «παιδίον», φησίν, «γράψει αὐτούς», εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ «ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν». ὥσπερ γοῦν ἐν ἐκείνοις «τὸ καταλειφθὲν» ὠνόμαστο, οἱ δ᾽ αὐτοὶ «γραφέντες» ἦσαν «εἰς ζωήν», οὕτως καὶ ἐνταῦθα «οἱ καταλειφθέντες ἀπ᾽ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς».

τοῦτο δὲ 〈τὸ〉 «καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι», φησίν, ἔσονται «〈πεποιθότες〉 ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ». καὶ ὅρα γε, εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἱ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες οἵ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου» ἢ τῶν ἀρχόντων τοῦ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτούς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεόν (ἐπείπερ κατὰ τὴν προφητείαν «πεποιθότες» ἦσαν «ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐν ἀληθείᾳ», οὐ γὰρ ὑπούλως οὐδὲ μεθ᾽ ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι) οὐ μόνον προῆλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον. τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε πεποιθὸς «ἐπὶ θεὸν ἰσχύοντα», καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν, γενομένου «ὡς ἡ ἄμμος τῆς θαλάσσης» ἀλλ᾽ οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπών· «Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται».

δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης (τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐρανίοις φωστῆρσιν, οἷοι ἦσαν οἱ παλαιοὶ προφῆται καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἷς ἐμαρτύρησεν εἰπών· «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου»· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων), εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος· ἐπὰν τὸ πᾶν πλῆθος τῶν υἱῶν Ἰσραήλ, ἐκπεσούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς, ὅλον δι᾽ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται. περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται. ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ᾽ ὅλης τῆς οἰκουμένης ποιήσει, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰκόσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο. 〈〈μαʹ〉.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς».

Πολλάκις τινῶν λεγομένων ἔσεσθαί τι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ᾽ ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἀπεδείξαμεν· καθ᾽ ἥν, τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου, σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἱ θεῖοι δηλοῦσι λόγοι. ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ. λέγει δὲ οὕτως· «ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται».

Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπεδείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. Καὶ ταῦτά γε προανατεινάμενος ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται», καὶ τὰ ἑξῆς, σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ (πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ) γένεσιν τοῦ Χριστοῦ παριστάς. ἐφ᾽ ᾗ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι᾽ αἰνίγματος προφητικῷ τρόπῳ ἀναφωνεῖ· τὸ γὰρ «συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται», καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου. τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνότερον διδάσκει φάσκων· «ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας». καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή».

Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτὲ μὲν κεκαλυμμένως τοτὲ δὲ γυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον, τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόντων μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. «ἔσται» μὲν γάρ, φησίν, «ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν». τίς δ᾽ ἦν ὁ ἀνιστάμενος ἀλλ᾽ ἢ «〈ἡ〉 ῥίζα τοῦ Ἰεσσαί», ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν ἀλλ᾽ οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», τοῦτ᾽ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ» τῶνδε καὶ τῶνδε τῶν πολεμίων. ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας πεποίηκεν· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὃ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων» καὶ τῶν ἑξῆς.

νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς ἤτοι δαίμονας πονηροὺς ἢ δυνάμεις ἀντικειμένας τῷ λόγῳ θεωρήσας, οἳ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυχὰς ἐπολιόρκουν τοῦ Ἰσραήλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποσύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλοφύλων ἀγωγῆς βίον.

Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενησόμενοι, κατὰ τὸ φάσκον λόγιον· «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ». τί δὲ «προσθήσει κύριος»; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδείξατο πάλαι πρότερον διὰ τῶν προφητῶν προσεγενήθη χεὶρ κυρίου καὶ τούτοις, ὡς ἂν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῆς καινῆς διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ καταλειφθέντι ἀπὸ τοῦ λαοῦ. ἀλλὰ καὶ «τοῦ ζηλῶσαι», φησίν, «τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ», ἀνθ᾽ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων· «τοῦ κτήσασθαι», φησίν, «τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ», ὃ ἂν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ τῶν λοιπῶν πολεμίων ἐθνῶν.

τοῦτο δὲ «τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον» «ἀρεῖ», φησίν, «σημεῖον εἰς τὰ ἔθνη», σαφῶς δι᾽ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, «καὶ συνάξει» δι᾽ αὐτῶν «τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς», ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας [εἶναι] λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα. τρόπος δὲ τοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ. τὸ τοίνυν «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος» καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ «καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ» τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἕνα λαὸν συνῆξε τῷ θεῷ, τὸν «ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς» εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.

οὗτοι δὲ αὐτοὶ οἱ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον, ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαί, ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν. «κατηρτισμένοι» γοῦν «τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», οὐ μόνον τὴν ἤπειρον ἀλλὰ καὶ τὰς νήσους διῆλθον τῶν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς «προνομεύοντες» καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ φήσαντι· «καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν».

Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύματος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλεῖον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις. 〈〈μβʹ〉.〉 «Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ». καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον».

Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν. 〈〈μγʹ〉.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ. τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν».

Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοῦ Ἰσραήλ, καὶ πάντα «τὰ πίονα» αὐτῶν καθαιρεθήσεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ «ῥῶγες» βραχεῖς καταλειφθήσεσθαι λέγονται· οὗτοι δὲ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραήλ, προφητεύεται. 〈〈μδʹ〉.〉 «Ἀκούσατε νῆσοι ἐγκαταλελειμμένοι καὶ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.» Ὅρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ᾽ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἷοι ἦσαν οἱ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου. 〈〈μεʹ〉.〉 «Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.» Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει.

εἶεν δ᾽ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ «λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος». 〈〈μϛʹ〉.〉 «Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἱ οἶκοι οἱ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐὰν καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. οὗτοι φωνῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.» Καὶ ἐνταῦθα οἱ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων. 〈〈μζʹ〉.〉 «Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτό, θελήσει αὐτὸ[ν] καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.» Καὶ ἐνταῦθα «τῷ καταλειφθέντι τοῦ λαοῦ», οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοῦ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὀνομάζων. 〈〈μηʹ〉.〉 «Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω.

καὶ ποιήσουσι σπέρμα ἄνω ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» Τοὺς «κατ᾽ ἐκλογὴν χάριτος» καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν «ῥίζαν κάτω» καὶ ποιήσειν «σπέρμα ἄνω» προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας αὐτῶν κατέβαλον, ὡς ἐμπαγῆναι καὶ ῥιζῶσαι καθ᾽ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο. οἱ δ᾽ αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους «καταλελειμμένοι», τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν. εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου τούτους, παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον· «αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς». 〈〈μθʹ〉.〉 «Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρ〈εθ〉ήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.

καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.» Διελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν «σπέρμα ἐξ Ἰακὼβ» τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσοντας ἐν τῷ δρυμῷ, οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν· ἐν ᾗ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα εἶεν [δ᾽] ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν. οἱ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέναις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ᾽ ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί».

τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἑξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς· «καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δ᾽ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύσουσί μοι κληθήσεται ὄνομα καινόν». τὸ δὴ οὖν ὄνομα καινόν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ᾽ ὅλης τῆς οἰκουμένης εὐλογημένον Χριστιανῶν ὄνομα; νʹ. 〈Ἀπὸ τοῦ Μιχαίου〉. «Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχ〈θ〉ήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.» Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἡσαΐᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους. δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορός, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἱ καθ᾽ ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι. 〈ναʹ〉. «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα.

ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραήλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν». καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾽ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅτ᾽ ἂν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται».

Τούτων οὐδ᾽ ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς παρθένου τοκετόν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ᾽ ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι᾽ αὐτῶν κατηγγελμένον. τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας παρθένου τεξομένης, οὐ πάντας φησὶν τοὺς ἐκ περιτομῆς ἀλλὰ μόνους τοὺς ἐπιλοίπους ἀνασωθήσεσθαι, οὓς καὶ λεῖμμα γενήσεσθαι τοῦ Ἰακώβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «ἔσται» γάρ, φησίν, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾽ ἄγρωστιν», ἀνθ᾽ οὗ «καὶ ὡς ψεκάδες ἐπὶ πόαν» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον» ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ «ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου» φησὶν ὁ Θεοδοτίων· «ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίζει ἐπὶ υἱὸν ἀνθρώπου», καὶ ὁ Ἀκύλας· «ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περι〈μενεῖ〉 υἱοὺς ἀνθρώπων». δι᾽ ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον ἀλλ᾽ εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ λόγος.

οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος». δι᾽ ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος· δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ. πρὸς ὃν ἑξῆς ἀναφωνεῖται τὰ ἀπ᾽ αὐτοῦ· «ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται». ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν· μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν. ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται. 〈νβʹ. Ἀπὸ τοῦ Σοφονίου〉. «Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με, τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι.

ἐν τῇ ἡμέρα ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς».

Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῷ «λαὸν πραῢν καὶ ταπεινὸν» ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν. 〈νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου〉. «Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοί, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.» Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις, ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ᾽ ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶν «τοὺς καταλοίπους» τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν δηλῶν. 〈νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου〉. «

Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει κύριος, δι᾽ ὅτι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιών, καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ᾽ ἐπιστήμης. καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.» Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ᾽ ἣν «ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς» καὶ σφόδρα ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι᾽ αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν, «οὐκέτι», φησίν, «ἐροῦσιν, κιβωτὸς διαθήκης κυρίου». οὐκέτι γὰρ ἐπὶ τὰς Μωσέως ἀναδραμοῦνται σωματικωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης. 〈νεʹ〉. «Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυναν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; 〈οἱ〉 υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι;

λέγει κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.» Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατάλειμμα «ὑποστήριγμα αὐτῆς» ὀνομάζει, «τοῦ κυρίου» τυγχάνον· τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ στερρωθέν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει. 〈νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλ〉. «Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἠχμαλωτεύ〈θη〉σαν ἐκεῖ.» Δοκεῖ μοι καὶ ταῦτα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι᾽ ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς ἀπωλείας τοῦ παντὸς αὐτῶν ἔθνους καὶ «〈ἐν〉 τῷ διασκορπισμῷ» αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα. 〈νζʹ〉. «

Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτῶν εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.» Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, «ἁγίασμα μικρὸν» εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους. 〈νηʹ〉. «Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις· καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἐν ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγήσωνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος».

Ἐπὶ τῇ τοῦ παντὸς λαοῦ διασπορᾷ καὶ νῦν ὑπολείψεσθαι ἑαυτῷ ὀλίγους ἀριθμῷ φησιν, οὐδ᾽ ἄλλους δηλῶν τῶν προειρημένων. 〈νθʹ〉. «Τάδε λέγει Ἀδωναῒ κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσωσμένοι.» Οὐδὲν ἂν καὶ ταῦτα διαφέροι τῶν προειρημένων. ξʹ. «Οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος, καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης μου, καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀπεστηκότας καὶ τοὺς ἀσεβεῖς, διότι ἐκ τῆς παροικίας αὐτῶν ἐξάγω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται.» Σαφῶς καὶ ἐν τούτοις ἀριθμῷ βραχεῖς «ὑπὸ τὴν ῥάβδον» τοῦ θεοῦ γενήσεσθαι, ἐπὶ τῷ τοὺς λοιποὺς τοῦ Ἰσραὴλ ἀποπεσεῖσθαι τῶν ἐπαγγελιῶν, μαρτύρεται.

ἀλλὰ γὰρ ἀποδείξας, ὅτι μὴ ὡς ἔτυχεν ἀδιακρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τὰς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι, ὅτι 〈μὴ〉 ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τῶν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια, κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.

Ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ᾽ ἀλόγου μεγαλαυχίας μόνοις αὐτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἀπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς. συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ ἰουδαΐζειν ἡμᾶς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς, ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἷόν τε ἦν, ἐν αὐτῷ διελήλυθα. τούτων δ᾽ ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν ἀλλ᾽ οὐ πρὸ τούτου τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὅσα δήποτε τῆς κατ᾽ αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει, ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπίστους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον, φέρε διασκεψώμεθα.