Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Γ΄: Ο Χριστός ως εκπληρωτής των προφητειών και νέος νομοθέτης

Ο Χριστός παρουσιάζεται ως ο προφητευόμενος νομοθέτης που αναδείχθηκε όμοιος με τον Μωυσή, καθώς και η εκπλήρωση των προφητειών του Ησαΐα και του Δαβίδ περί της δράσεώς Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Ὅπως οἱ παρ᾽ Ἑβραίοις προφῆται τὸ εὐαγγέλιον ἐκήρυττον. βʹ. Ὅπως περὶ τοῦ Χριστοῦ προανεφώνουν. γʹ. Πῶς πρὸς τοὺς πλάνον ὑπειληφότας γεγονέναι αὐτὸν ἀντενεχθησόμεθα.

δʹ. Περὶ τῶν θειοτέρων ἔργων αὐτοῦ. εʹ. Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν τὰς ὑπ᾽ αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας. ϛʹ. Ὅτι μὴ κατὰ γοητείαν ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο.

ζʹ. Ὡς καὶ ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαληθέσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις.

Λόγος γʹ. Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν αὐτάρκως μοι γεγυμνασμένων, ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι᾽ ὧν τὰ Ἰουδαίων ἀσπασάμενοι λόγια τὸν κατ᾽ αὐτοὺς βίον παρῃτησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος, ὡς αἱ προφητικαὶ παρ᾽ αὐτοῖς γραφαί, προλαβοῦσαι τὸ μέλλον, τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως ἐμνημόνευσαν, δι᾽ ὃ καὶ ὡς οἰκείων ἀλλ᾽ οὐκ ἀλλοτρίων αὐτῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ᾽ αὐτὴν ἐμβάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων. τίνα δὲ ἦν ταῦτα ἀλλ᾽ ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ᾽ Ἑβραίοις προφητῶν περὶ τῆς κατ᾽ αὐτὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ προελάμβανον.

Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐτοῖς Ἡσαΐας, ἐκ προσώπου τοῦ Χριστοῦ κεκραγώς· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», ἥντινα προφητείαν ὁ σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτε διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, «πτύξας τὸ βιβλίον» εἶπεν· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο, τῶν παρ᾽ αὐτῷ μακαρισμῶν προτάττων «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε, τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι᾽ ὧν ἔφασκεν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀμβλυωποῦσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν.

Τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματ〈ε〉ίας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ» ἢ «τῶν εὐαγγελιζομένων εἰρήνην».

Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἱ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πᾶσαν περιδραμούμενοι οἰκουμένην καὶ πάντα τόπον πληρώσοντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».

Καὶ πάλιν ὁ Ἡσαΐας· «ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θεὸς ἡμῶν. ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει».

Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας, ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις, ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι᾽ ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ, ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». τί δὴ οὖν λείπεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ᾽ Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς, τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εὐηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμένα;

Πρῶτος προφητῶν Μωσῆς ἕτερον προφήτην ὅμοιον αὐτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ᾽ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι (... συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων), χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν ἀλλὰ καὶ ἐθνῶν καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ᾽ οὐδὲν ἀποδέοντα τῆς κατ᾽ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον· «προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ᾽ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μωσῆς, πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιον, φησίν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας».

Ἆρ᾽ οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας ἢ Ἰεζεκιὴλ ἢ Δανιὴλ ἤ τις ἕτερος τῶν δώδεκα Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ 〈τοῦ〉 πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μωσέως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι. οὐδένα γοῦν ... τούτων ὅμοιον· Μωσῆς δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ᾽ εἴρηται διασκέψασθαι ἀναγκαῖον.

Μωσῆς πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους, εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυπτίους πολυθέῳ πλάνῃ προσέχοντας, πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται. ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ᾽ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ᾽ ὅλην τὴν οἰκουμένην εἰδωλολατρείας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται. καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα πρῶτος Μωσῆς τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν.

ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ἰησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν· «κατάστησον, κύριε, νομοθέτην ἐπ᾽ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν».

Πάλιν Μωσῆς θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο. ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο.

Πάλιν Μωσῆς ἐκ πικρᾶς τῆς ὑπ᾽ Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο. καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρείας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.

Πάλιν Μωσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ 〈καὶ〉 μακαριστὸν τοῖς τὸν νόμον φυλάξασιν ἐπηγγείλατο ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστός, «μακάριοι», φησίν, «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», πολὺ κρείττονα γῆν, ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν ἐπὶ τῆς Ἰουδαίας (ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν), ἀλλὰ τὴν κατ᾽ οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς κατορθοῦσι τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον, τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε.

Καὶ ἄλλας δὲ πράξεις εὕροις 〈ἂν〉 ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μωσῆς διεπράξατο. οἷον, ὡς ἐπὶ παραδείγματος, Μωσῆς ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν, ὡς ἡ γραφὴ μαρτυρεῖ, λέγουσα «καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν», ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν· «καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις».

Καὶ πάλιν Μωσῆς ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ᾽ οὖν ἡ γραφή· «ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ», καὶ μετ᾽ ὀλίγα· «ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς». καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν ὡσαύτως φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;» Πάλιν Μωσῆς διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησε. λέγει δ᾽ οὖν ἡ γραφή· «ἐξέτεινε Μωσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἱ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων». ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ᾽ αὐτῆς ἐποίησε. γέγραπται δ᾽ οὖν· «τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης.

καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν», καὶ μετ᾽ ὀλίγα· «ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα».

Πάλιν Μωσῆς ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ᾽ οὖν ἡ γραφή· «ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ», καὶ ἐπιφέρει· «ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης». ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν «ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη».

Πάλιν Μωσέως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. γέγραπται δ᾽ οὖν· «καταβαίνων δ᾽ αὐτὸς ἐκ τοῦ ὄρους Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀρὼν καὶ πάντες οἱ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ». ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς «εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς».

Πάλιν Μωσῆς λεπρὸν ἐκαθάρισε. γέγραπται δ᾽ οὖν· «καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών», καὶ μετ᾽ ὀλίγα· «καὶ ἐβόησεν Μωσῆς πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι αὐτήν». ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ, προσελθόντος αὐτῷ λεπροῦ καὶ φήσαντος· «ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι», ἀπεκρίνατο· «θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα».

Πάλιν Μωσῆς δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ᾽ οὖν· «καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινᾶ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ», καὶ ἐν τῇ ἐξόδῳ· «εἶπον οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο». ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν· «εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια».

Ἐφ᾽ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν. ὡσαύτως δὲ καὶ ὁ σωτὴρ τὸν Σίμωνα Πέτρον. Καὶ πάλιν Μωσῆς κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ᾽ οὖν ἡ γραφή· «συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ», «καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ᾽ αὐτοὺς» καὶ «συνήγαγεν ἑβδομήκοντα ἄνδρας»· ὡσαύτως δὲ καὶ ὁ σωτὴρ «ἀνέδειξεν» ἑαυτοῦ μαθητὰς «ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ».

Καὶ πάλιν Μωσῆς δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι «πάντα τὰ ἔθνη». Πάλιν Μωσῆς νομοθετεῖ λέγων· «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις». ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει, ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ᾽ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοῦ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάττει, ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.

Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν ὅτῳ φίλον ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μωσέως μηδένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.

Εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ διαπεπραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ᾽ ἐφ᾽ ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι᾽ ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπών· «προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». αὐτός τε Μωσῆς πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας». ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεὶς πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ, σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα· «καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω κύριος πρόσωπον πρὸς πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι».

Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μωσέως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ᾽ ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μωσέως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον. ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραήλ, μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μωσῆς συνιδὼν τῷ θείῳ πνεύματι, διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» (λέγει δὲ τοῦ Ἰσραήλ), «καὶ κυριεύσει ἐθνῶν 〈πολλῶν〉, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ». εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη (οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο), βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτόν, καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι διαθέσει δὲ γνησιωτάτῃ, μυρία πλήθη ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι φάσκειν τὸν προφητευόμενον;

Ὅτι δὲ Μωσῆς ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ᾽ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνῳ ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἷα καὶ περὶ τούτου θεσπίζει· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν»· δι᾽ ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ᾽ αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον.

Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ᾽ ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν, ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πᾶν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν. εἶτά φησιν μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχήν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν. ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος. καὶ οἱ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ᾽ αὐτῷ τίθεσθαι.

Καὶ Μωσῆς μὲν τοσαῦτα καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησομένου ταῦτα προλέγει· «ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ λοιπά. εἶθ᾽ ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ᾽ οὖν· «καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται», καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει, φήσας· «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν».

Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελεγμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, διεσάφησεν· ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαί, ἀφ᾽ οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ᾽ ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι». τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν «ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν» ἐφάρμοσον τῷ «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», καὶ τὸ «ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι» τῷ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». τί γὰρ διαφέρει φάσκειν «ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν» ἢ «αὐτὸς ἔσται προσδοκία ἐθνῶν»; πάλιν δ᾽ ὁ αὐτὸς Ἡσαΐας προϊὼν περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ ἐπιφέρει· «ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπών «ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἐνταῦθα δὲ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».

λέλεκται δὲ καὶ τῷ Δαβίδ, ὡς ἄρα «ἐκ τοῦ καρποῦ τῆς κοιλίας» αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἑξῆς φησιν ὁ θεός· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ»· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν». καὶ περὶ τούτου δὲ πάλιν εἴρηται· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ αὖθις· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».

Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «καὶ σὺ Βηθλεὲμ οἶκος Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος». ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστός, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις. καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο.

Τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι᾽ αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἡσαΐας παρίστησι· δι᾽ αἰνιγμάτων μέν, ὅταν λέγῃ· «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου», ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ». διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, «ἐνώπιον αὐτοῦ», φησίν, «ἀνηγγείλαμεν ὡς παιδίον» «θηλάζον» καὶ «τιθιζόμενον», καὶ «ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου». τὸ μὲν οὖν παιδίον τὸ «τιθιζόμενον» καὶ «θηλάζον» ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ «γῆ ἡ ἄβατος καὶ διψῶσα» τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ἧς οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ᾽ ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ «τιθιζόμενον» καὶ «θηλάζον» παιδίον. ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπὰν λέγῃ· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ᾽ ἡμῶν ὁ θεός»· τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.

Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ᾽ Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην ἢ τύραννον ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος. ἀλλ᾽ οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ᾽ οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ᾽ οὖν ὁ Ἡσαΐας «ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», ἑξῆς συνάπτει λέγων· «οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη».

Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος καὶ τρόπον γενέσεως καὶ τῆς παρθένου τὸ θαῦμα καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἡσαΐας θεσπίζει; «ἄνθρωπος», φησίν, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ«, καὶ τὰ λοιπά. σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ᾽ οὐχ ὑπὲρ ἑαυτοῦ.

εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ᾽ ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια, ὧν παρ᾽ ἀνθρώποις πείσεται ὁ ἀναμάρτητος, ταῦτα ἦν. Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῷ συσκευασαμένων οὐδὲν ὑπε〈ρ〉ιδόμενος, ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων· »ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον«. εἶτ᾽ ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει· »καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ«.

Ἤρκει μὲν οὖν ἐπὶ τούτοις περιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων· »καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς«. ἀνώτερον εἰπὼν »ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν«, νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφήν, »κύριος«, φησίν, »βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς«· καὶ πῶς ἔσται; »ἐὰν δῶτε«, φησίν, »περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον«. οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων »ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον» τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα. πάλιν ἀνώτερον εἰπών «καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ», νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ φησιν· «καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς».

ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς «καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς», πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη. οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ «καθαρίσαι αὐτὸν» καὶ «δεῖξαι αὐτῷ φῶς». ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα».

Ἔνθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοῦ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι᾽ οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ᾽ αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», ἑξῆς ἐπιλέγει· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». ταῦτα δ᾽ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ᾐνίξατο εἰπών· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς», καὶ ἐπιλέγει· «καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἳ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχάς, οἷα δή τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς. διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». καὶ ὁ ψαλμῳδός· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα». εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα».

διὰ ποῖον δὲ τοῦτο, πάλιν ἑξῆς διδάσκει φήσας· «ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη». ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐκκείμενα· γέγονε γὰρ «ὑπήκοος» τῷ πατρὶ «μέχρι θανάτου»· διὸ καὶ κληρονομήσειν πολλούς, καὶ οὐ πρότερον ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα. ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων, λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ᾽ αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλούς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα;

καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβίδ· «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», καὶ πάλιν· «κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», καὶ πάλιν· «ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου».

Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἡσαΐου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται, ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων. ἐπειδὴ γὰρ τὰ πάντα δι᾽ αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων· «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει». ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ «καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει».

Πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταῦθ᾽ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δὲ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει. τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεώς τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις τὴν τῶν μελλόντων ἀγαθῶν παρουσίαν εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν καὶ εὐσέβειας νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ᾽ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ τελευτήν, καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, ἃ δὴ πάντα παρέστη καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα.