Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Γ΄: Αναίρεση των κατηγοριών περί πλάνης μέσω του ήθους και των έργων του Σωτήρος

Ανασκευάζεται η κατηγορία περί πλάνης του Χριστού, προβάλλοντας τον ακενόδοξο, σώφρονα βίο Του, την καθοδήγηση των εθνών στην αληθινή θεογνωσία και την αγιότητα των δογμάτων Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 9 από 31

Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ᾽ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ τὰ περὶ τῆς θειοτέρας αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἷς ἀκολούθως καὶ τὰ τῆς κατ᾽ αὐτὸν θεολογίας, ὡς οἷόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κατηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα, οἴκοθεν μὲν οὐδέν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.

Πευστέον δὴ αὐτῶν, εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν, ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρχόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ κοινωνικὸν περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνείργων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν. ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ᾽ ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ᾽ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· «ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ», πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ᾽ αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ᾽ ἧς οὐχ ὅπως πλάνον ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς ἀλλ᾽ οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν;

τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ᾽ εἰς ὅλον ἐφαπλῶσαι τὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι᾽ οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης τὸν ... τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι. ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα. φέρε δὲ σκεψώμεθα, μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατα τῶν δογμάτων κατεγίνετο.

Ἆρ᾽ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσιν, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα; ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος; ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεούς, ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας 〈ὡς〉 τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα, συγχωρεῖ; ἀλλ᾽ οὗτος οὐ νεώτερος οὐδ᾽ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ᾽ ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλής, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ᾽ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἱ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ᾽ ἄρ᾽ Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.

Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἦν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων, τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων, ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν;

Ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ᾽ ἄρα τοῦτ᾽ ἦν δι᾽ ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ᾽ αἵμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι᾽ ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων· «ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν». εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ καὶ μεθ᾽ ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε. 〈Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς〉. «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ᾽ ἐπονομάζοντες (οὐδὲν γὰρ ἔνυλον, ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ᾽ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος), διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν.

δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὐτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.» 〈Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας〉. «Οὕτως τοίνυν μάλιστα ἄν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ᾽ ὁντιναοῦν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ᾽ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ᾽ ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησιν φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ οὐ πρόσεστίν γε μίασμα), μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ (λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι), παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοῦ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος».

Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ᾽ Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους ἀλλ᾽ ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδούς, δι᾽ ὧν κατὰ τὸν ὀρθὸν λόγον ἤμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσιν λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται, διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα.

Ἐπεὶ δὲ πρὸς τοῖς ἐξητασμένοις ἔγνωμεν, παρὰ τοῦ Χριστοῦ μαθόντες, ὅτι γεννητὸς ὁ κόσμος 〈καὶ ὅτι〉 οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ, μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ᾽ αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον. καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς. τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησιν ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι;

Εἰ δ᾽ ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ᾽ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ᾽ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ᾽ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ᾽ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχήν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ᾽ οὐδέν, ὅσον ἐπὶ λόγῳ φύσεώς τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν;

Καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ᾽ ἀρετὴν τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;

Ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοεράς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρις ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες. ἔτι πρὸς τούτοις ἔγνωμεν, παρ᾽ αὐτοῦ μαθόντες, πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων καὶ πνευμάτων πονηρῶν καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ᾽ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἶναι, καθ᾽ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασιν τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα. εἰ δὴ οὖν ταῦτα σεμνὰ εἰ ὠφέλιμα εἰ φιλόσοφα εἰ ἀρετῆς μεστά, τίσιν 〈λόγοις〉 εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα;

ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα. φέρε δὴ καὶ τὰ θειότερα σκεψώμεθα.

Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων, σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος, παραδόξων γέγονεν ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος. καὶ ποτὲ μὲν ἔφησεν παραλυτικῷ· «ἀναστὰς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει», ὁ δὲ τὸ κελευσθὲν ἐποίει. τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο. ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελθούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον διανοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παραχρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη. ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσπεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνάγωγος ἦν, ἀλλ᾽ οὗτος ἤδη καὶ θανοῦσαν. τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο;

ἢ ὡς ἐπὶ θαλάττης οἷα ἐπὶ λεωφόρου γῆς τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησεν τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτήξαντα; πέντε δὲ χιλιάδας ἀνδρῶν, συνεπιπαρόντος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους, ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους, λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ᾽ αὐτὸν ἀπορρήτου δυνάμεως ἐκκαλέσεται;

Ἀλλ᾽ ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος. οὐ γὰρ νόσῳ διαφθαρείς, ἀλλ᾽ οὐδὲ βρόχῳ ἢ πυρί, οὐδὲ μὴν κατ᾽ αὐτὸ τοῦ σταυροῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀνθρώπων παθών τι, τῶν ἀναιρεῖν εἰωθότων, βίαιον ὑπέμεινε τελευτήν, ἀλλ᾽ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα, ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν «πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου», οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ᾽ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών. καὶ δείκνυσίν γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον, αὐτὸν ἐκεῖνον, οἷος καὶ τὸ πρὶν ἦν, τοῖς οἰκείοις μαθηταῖς, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ᾽ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.

Τοιαῦτα ἦν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα, ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα. ἐξήτασται παρ᾽ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι᾽ ἑτέρων πραγμάτων ἐναργῶν, πάντα καλυπτόντων λόγον, δι᾽ ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν, οἷς ἂν κρίνειεν, μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθεν, πλὴν ἀλλὰ καὶ 〈διὰ〉 τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ᾽ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μέν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων ὡς ἂν ὑπ᾽ ἀνδρὸς πλάνου ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς. ἄλλως δὲ πῶς αὐτοῖς ἀπαντήσομεν;

Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὧν ἐμαρτύρησαν οἱ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι᾽ ἣν οἱ μὲν μαθηταί, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τ᾽ αὖ μαθηταὶ μαθημάτων ὀριγνώμενοι σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσιν. τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς; τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ᾽ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ᾽ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν» καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὐτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα. παρῄνει δ᾽ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μωσέως παρηγγελμένων κρείττονα φρονεῖν.

τὸν μὲν γὰρ οἷα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν, ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἷα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὐτοῖς τοὺς νόμους, τὸ δ᾽ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι᾽ ἄκραν ψυχῆς ἀπάθειαν, μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προΐεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἄλλ[ηλ]ους, ἀλλ᾽ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρειν. καὶ τί με δεῖ συναγαγεῖν πάνθ᾽ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ᾽ ἐμάνθανον; παρῄνει δ᾽ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ᾽ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας, σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους. πευστέον τοίνυν, τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατάς, ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύντας μαθημάτων, πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.

τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιπούς, οὓς καὶ ἀποστεῖλαι λέγεται «ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι»; ἀλλ᾽ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων καὶ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τὴν περὶ τοῦ διδασκάλου μαρτυρίαν σύμφωνον ὡς ἀφ᾽ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων. ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὗτος.

Σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ᾽ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ᾽ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ καὶ ἀσεβεῖν καὶ ἀδικεῖν καὶ πλεονεκτεῖν καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ᾽ ἐπὶ πᾶσι τούτοις σπουδάζειν καὶ τὸ ἦθος μάλ᾽ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῆς· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι. φέρε οὖν ἴδωμεν, εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ᾽ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχεν τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ᾽ οὐδέν. ἆρ᾽ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ;

τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ᾽ ἐπ᾽ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτ᾽ 〈ἂν〉 τοιαύτην τιμωρίαν; καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα καὶ δι᾽ ἀπάτης αὐτούς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα· τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτήν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνῄσκειν μᾶλλον ᾑροῦντο ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι; εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον μὴ μάθημα μὴ πρᾶξιν μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνῃσκον προθύμως, τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον;

Πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τις, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ᾽ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρός, τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὤν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς κατ᾽ αὐτὴν ἡδυπαθείας μεταδιώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ᾽ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειεν, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου. πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταί, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;

Ἔτι δὲ καὶ τούτῳ πρό〈σ〉σχες. εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον, προσθὲς δ᾽ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαΐοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν; ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροίκους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ᾽ ἡσυχίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ᾽ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐτοῦ κατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ῥωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βασιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Πάρθων ἔθνος, καὶ αὖ πάλιν τὸ Σκυθῶν, τινὰς δὲ ἤδη καὶ ἐπ᾽ αὐτὰ τῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθάσαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ᾽ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἶναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.

Οἱ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσασθαι; ἐξ ἑνὸς γὰρ στόματος οἱ πάντες καὶ λεπρῶν καθάρσεις καὶ δαιμόνων ἀπελάσεις νεκρῶν τε ἀναβιώσεις πηρῶν τε ἀναβλέψεις καὶ μυρίας ἄλλας νοσούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωραμένην. ταῦτα γὰρ μὴ γενόμενα μηδ᾽ ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν; ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθεντο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων; καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις;

ἢ μή ποτε τοῖς τοιοῖσδε· «Ἄνδρες φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ πλάνης διδάσκαλον ὑπ᾽ ὀφθαλμοῖς ἁπάντων ἡμῶν τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ ἦν, πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι ἡμᾶς αὐτοὺς τόν τε δι᾽ ἀπάτης τῦφον· ἀνθ᾽ ὧν, φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέπειν κεχαρισμένον, ὃ οὐδείς ποθ᾽ ἡμῶν ἱστόρησεν· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ᾽ ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώμεθα. ἀλλ᾽ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ περιβόητον ἔσχεν καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον ἡμεῖς ἀδιαστρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ μάλα ἀναιδῶς, ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνήθους ἐκοινώνησεν.

φυλαττέσθω δ᾽ ἡμῖν πᾶσιν τὸ ἀναιδὲς καὶ ἀδιάτρεπτον, μενέτω δὲ ἡ ἔκστασις μέχρι θανάτου· τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς ἀποθνῄσκειν; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χάριν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος 〈φέρειν〉, εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι ἀτιμιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς. καὶ τοῦθ᾽ ἡμῖν ἤδη μεμελετήσθω.» «Ψευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, καὶ πλαττώμεθα ἐπ᾽ οὐδενὸς ὠφελείᾳ, οὔθ᾽ ἡμῶν οὔτε τῶν ἀπατωμένων, οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου. τείνωμεν δὲ τὸ ψεῦδος μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθεμένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ᾽ αὐτοῖς περὶ τῶν πατρῴων θεῶν δόξαις.

κελεύωμεν Ῥωμαίοις αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο θεοὺς οἱ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ᾽ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεούς, μὴ τὰ Μωσέως πρόσθεν κατ᾽ αὐτῶν γενόμενα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου διδασκάλου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάττοντες, καὶ τὴν ἀπ᾽ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλλην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖς πᾶσιν ἀνατρέπωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω». «Οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων, ἐπεὶ μὴ τὰ τυχόντα βραβεῖα ἡμᾶς ἐκδέξεται, ἀλλ᾽ αἱ ἀπὸ τῶν παρ᾽ ἑκάστοις, ὡς εἰκός, νόμων τιμωρίαι, δεσμὰ δηλαδὴ καὶ βάσανοι καὶ φυλακαί, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ καὶ θῆρες, ὧν μάλιστα προθυμητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον, ὑπόδειγμα τὸν διδάσκαλον κεκτημένοις. τί γὰρ τούτων γένοιτ᾽ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ἐπ᾽ οὐδενὶ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν;

τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσιν καὶ τὸ θεοῖς μὲν τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ᾽ ὑπ᾽ ὀφθαλμοῖς ἡμῶν ἀποθανόντα διδάσκαλον θεὸν εἶναι καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ καὶ αὐτοὺς θνῄσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς παρ᾽ αὐτοῦ μηδ᾽ ὠφέλιμον μεμαθηκότας. ταύτῃ δ᾽ οὖν καὶ μᾶλλον τιμητέον αὐτόν, εἰ μηδὲν ἡμᾶς ὤνησεν, πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προσηγορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, τὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον. διὸ λέγωμεν, ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκαθάρισεν, καὶ δαίμονας ἤλασεν, καὶ τῶν ἄλλων παραδόξων ἔργων γέγονεν ποιητής, μηδὲν μὲν τοιοῦτον αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττόμενοι καὶ πλανῶντες μὲν οὓς δυνατόν· εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ᾽ αὐτοί γε ὑπὲρ ὧν συντεθείμεθα τἀπίχειρα τῆς πλάνης καθ᾽ ἑαυτῶν ἐφελκόμενοι.» Ἆρά σοι πιθανὰ ταῦτα ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ;

καὶ πείσειέ τις 〈ἂν〉 ἑαυτόν, ὡς τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχήν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ᾽ ἄν ποθ᾽ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτήν, 〈ἢ〉 ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν, ὡς μηδὲν μὲν ὑπ᾽ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ᾽ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συν〈τ〉αξαμένους ὑπὲρ τούτων θνῄσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ᾽ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπ〈ὲρ〉 αὐτοῦ πείσεσθαι, τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους. ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν, ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ, ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν· «πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις».

μετὰ δὲ ταῦτα λίθοις βληθεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλήθους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα. καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασιλεὺς «ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ», τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταί, ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ, παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες. ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους, τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴ〈η〉, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται. καὶ Πέτρος δὲ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάννης τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι᾽ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρημένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν, ἔτι μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.

Καὶ μήν, εἴπερ ψεύσματα ἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασιν καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε, τὰ συμβάντα τοῖς προανῃρημένοις τρέσας, ἐξέστη τῆς ἑταιρίας, οὐδ᾽ ἀντεκήρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτοχειρίᾳ καθ᾽ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπάσατο. κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμῆσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστιν καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.

εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσιν τῶν μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον («ἐπὶ στόματος» δ᾽ οὖν «δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα»), πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ τῶνδε συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητῶν, μυρίου τε πλήθους τούτων ἐκτός, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτί, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων, ὃς τὸν ὑπ᾽ αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;

Ταῦτα μὲν οὖν, ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης, γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦ τοιαῦτα παρ᾽ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ᾽ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο, ὅπερ ἦν παντὸς ἀτοπώτατον· ὅμοιον ὡς εἰ καὶ Μωσέως ἐν τοῖς νόμοις λέγοντος «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις», συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει· βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖν προσποιεῖται, σχηματίζεσθαι δὲ καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ᾽ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντας, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ᾽ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον. οὕτως δέ τις καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος.

ἀλλ᾽ ὡς οὐκ ἄν τις ὀκνήσειεν τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκεν περιβάλλειν αὐτῷ δόξαν πειρῷτο. πλὴν ἀλλ᾽ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι᾽ ἐναντίας λόγου φανῇ.