Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Δ΄: Η προαιώνια γέννηση και δημιουργική ενέργεια του Μονογενούς Λόγου

Εξέταση της προαιώνιας βουλής του ενός Θεού και της γέννησης του Υιού και Λόγου ως δημιουργικού οργάνου και πάνσοφου προνοητή του σύμπαντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 αʹ. Περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας. βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως υἱὸν θεοῦ γεγονέναι φαμέν.

γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων θεοῦ, μόνος δὲ εἷς ἐκ θεοῦ θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται. δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ προΰπαρξις ἀποδίδοται. εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ υἱοῦ, δι᾽ ἣν ἐπάγεται εἰκόνα τοῦ θεοῦ πατρός, θεολογοῦμεν.

ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ. ζʹ. Ὡς μόνοις Ἑβραίοις τὸ παλαιὸν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις ἀποκεκάλυπτο, διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γινωσκομένη.

ηʹ. Ὡς μόνους τοὺς κατ᾽ οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον, ἀγγέλοις τισὶν ἐγκεχειρισμένα. θʹ. Περὶ τῆς ἐχθρᾶς καὶ ἀντικειμένης τῷ θεῷ δυνάμεως καὶ τοῦ ταύτης ἐξάρχοντος καὶ ὡς διὰ ταύτης τὸ πάντων ἀνθρώπων ὑπήγετο γένος.

ιʹ. Ὡς ἀναγκαίως ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὴν εἰς ἀνθρώπους ἐποιήσατο πάροδον. ιαʹ. Ὅπως τὸν ἐν ἀνθρώποις διεξῆλθε βίον. ιβʹ. Ὡς καὶ μέχρι τῶν πάλαι κατοιχομένων ἐκάλουν αὐτὸν οἱ τῆς φιλανθρωπίας νόμοι.

ιγʹ. Ὡς ἀπαθὴς καὶ ἀβλαβὴς καὶ ἀσώματος διέμεινεν καὶ καθ᾽ ὃν ἐνηνθρώπει καιρόν. ιδʹ. Ὡς τὸν ἄνθρωπον ἀνανεωσάμενος πᾶσιν ἡμῖν τὴν τῶν αἰωνίων ἀγαθῶν παρέσχετο ἐλπίδα. ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία· ὡς θεὸς καὶ κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων θεοῦ διὰ τῶν παρ᾽ Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο.

ιϛʹ. Δι᾽ ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ιθʹ Ψαλμοῦ. Ἀπὸ τοῦ κζʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πγʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πηʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ρλαʹ Ψαλμοῦ. Ἀπὸ τοῦ Ἀμώς.

Ἀπὸ τοῦ Ἀμβακούμ. Ἀπὸ τῶν Ἱερεμίου θρηνῶν. 〈Ἀπὸ〉 τῆς πρώτης τῶν Βασιλειῶν. Ἀπὸ τῆς αὐτῆς. Ἀπὸ τοῦ μδʹ Ψαλμοῦ. ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς προπάλαι τοῦ θεοῦ γνωρίμοις τετίμητο. Ἀπὸ τῆς Ἐξόδου.

Ἀπὸ τοῦ Ζαχαρίου.

Λόγος δʹ. Ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ᾽ αὐτὸν μυστικωτέρας θεολογίας. ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀϊδίου μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πῆ μὲν ὁμοίως ἡμῖν ταῖς παρ᾽ αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσιν, πῆ δὲ μακρὰν ἀποπίπτουσιν, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ᾽ οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι. οἱ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ᾽ ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δὲ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν, ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσίν τε καὶ διδασκαλίαις πειθόμενοι, ἰδεῖν εὐχόμεθα. διττοῦ δ᾽ ὄντος τοῦ κατ᾽ αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος.

βουληθεὶς γὰρ ὁ θεός, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγή, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνούς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄυλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον 〈ἐπὶ〉 τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῇ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους (μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια)· προλαβὼν τὸ μέλλον οἷα θεὸς τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἕνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ᾽ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα.

παρ᾽ ὧν δὴ μαθεῖν ἔνεστιν, ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχή, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθόν, τὸ πάντων αἴτιον, τὸ ποιητικόν, τὸ εὐεργετικόν, τὸ προνοητικόν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεός, ἐξ οὗ τὰ πάντα, δι᾽ ὃν τὰ πάντ᾽ ἐστίν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.» ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἄν, τὸ μόνον τῆς τῶν γενητῶν ἁπάντων οὐσιώσεώς τε καὶ ὑπάρξεως αἴτιον· θέλοντος γὰρ ἔστιν, θέλει δέ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδέν, ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθά, προσφυές. θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεώς τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φάναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ᾽ ἂν αἴτιον;

πᾶν δὲ ὅ τι ποτὲ καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος «ἐγώ εἰμι ὁ ὤν», τὸ εἶναι λαβὸν ἔχει, ὅτι δὴ μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι, τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις, αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὐτοῦ κεχαρισμένος.

Καὶ δὴ τῶν ὄντων ἁπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι᾽ ὅλου νοερὰν καὶ λογικὴν καὶ πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτόλογον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτόκαλον καὶ αὐτοάγαθον ἐπινοεῖν ἐν γενητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούργημα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα, τὸ εἶναι δι᾽ αὐτοῦ λαβόντων, προστάτην καὶ κηδεμόνα, σωτῆρά τε καὶ ἰατρόν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουργίας τοὺς οἴακας περιδεδραγμένον;

ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογοῦντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι᾽ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἵνα ὥσπερ δι᾽ ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέν τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει ἑνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ᾽ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ συναγόμενά τε καὶ συνδούμενα.

Ἑνὸς δὲ ὄντος τοῦ πατρὸς ἕνα χρὴ καὶ τὸν υἱὸν ἀλλ᾽ οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν θεὸν ἐκ θεοῦ, ἀλλ᾽ οὐ πλείους. ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. διὸ δὴ εἷς θεὸς ἑνὸς υἱοῦ τελείου καὶ μονογενοῦς, ἀλλ᾽ οὐ πλειόνων θεῶν οὐδ᾽ υἱῶν πατήρ, ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐγὴν πᾶσα ἀνάγκη τίθεσθαι. τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεῖν δυνατόν; μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα; πᾶν γὰρ τὸ ταύτης ἀλλότριον «σκότος» ἂν εἴη «καὶ οὐ φῶς». ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς ἀρρήτου φωτὸς ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ᾽ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἷόν τε· «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». διὸ εἴρηται· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγή, ὁ δ᾽ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ᾽ ἑαυτὸν ὑφέστηκεν, καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ᾽ ἑαυτὸν οὐσιωμένος.

καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτί, συμπληρωτική τις οὖσα αὐτοῦ (ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς), ὁμοῦ τε καὶ καθ᾽ ἑαυτὸ συνυφέστηκεν· ὁ δὲ πατὴρ προϋπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προϋφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν. καὶ ὁ μὲν καθ᾽ ἑαυτὸν τέλειος καὶ πρῶτος ὡς πατήρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δέ, ὡς ἐξ αἰτίου γεγονὼς υἱός, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς. καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατήρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο. ἀγενήτου τοιγαροῦν καὶ ἀϊδίου φωτὸς ὄντος ἑνός, πῶς ἂν γένοιτο ἀλλοία τις εἰκών, (οὐχὶ δὲ καὶ αὐγή, οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σῴζουσα);

πῶς δ᾽ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκών, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα, ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ᾽ ἑνὸς εἶναι τοῦ ἀϊδίου φωτὸς ἓν τὸ τέλειον, ἀλλ᾽ οὐ διάφορα καὶ πολλά, τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρχον καὶ ἀγένητον οὐσίαν θεολογούμενον τέλειον ἀγαθόν. ἕνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι.

Καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προϊούσης οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν ἀλλ᾽ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεός, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστησαμένου, μίαν ταύτην ἀλλ᾽ οὐ πλείους ἐπινοεῖν θέμις. τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης, εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ παρεισακτέον. «ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής». ἐξ εὐώδους μέντοι σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων, εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκείμενον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται καὶ πληροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μείωσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προϋποκειμένου. τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μένοντος καὶ τὴν ταυτότητα πρὸς ἑαυτὸ σώζοντος τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες, οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται. πλὴν ἀλλ᾽ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.

τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἷον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητόν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ᾽ ἐξ ἀγεννήτου πατρός, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, ἐξ αἰῶνος μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. «τὴν γενεὰν γὰρ αὐτοῦ», φησίν, «τίς διηγήσεται»; καὶ ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὕτως καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.

Πλὴν ἀλλ᾽ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γενητῶν ἁπάντων δημιουργίας προϋφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἕνα, ὥσπερ τι ἓν καὶ μέγα σῶμα, ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, ..., οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς, τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην (κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ), ἡγουμένην δὲ καὶ προϋπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν. διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ᾽ ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικόν, φωτὸς χορηγόν, οὐρανοῦ δημιουργικόν, κόσμου κατασκευαστικόν, ἀγγέλων ποιητικόν, πνευμάτων ἀρχοντικόν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικόν, πάντων προνοητικόν, κυβερνητικὸν θεραπευτικὸν βασιλικὸν κριτικόν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν.

Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ᾽ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»· ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ «πάντα δι᾽ αὐτοῦ» οὐ μόνον ἐν ἀρχαῖς τῶν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, «καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, («ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», «ἐξ αὐτοῦ» γὰρ καὶ «δι᾽ αὐτοῦ» ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις), εἴτε ῥυθμὸς εἴτε κάλλος εἴτε ἁρμονία εἴτε τάξις εἴτε σύγκρασις εἴτε οὐσία εἴτε ποιότης εἴτε μέγεθος, πάντα εἷς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων. ὡς γὰρ ἐπὶ τοῦ καθ᾽ ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορά, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργός (οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν), οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ᾽ εἶδος δημιουργός.

καὶ οὐκ ἄλλη μὲν πυρὸς ἑτέρα δ᾽ ὕδατος καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων «τεχνῖτις» «σοφία», καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος. μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ᾽ ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ᾽ ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ. ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ᾽ ἀθρόως τὸ πᾶν ἐπιλιμνάζουσα, νεύματι δ᾽ ἀρρήτῳ θεοῦ πεπεδημένη, ἕνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησιν. τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις φωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσιν τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ᾽ οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν;

ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις τοτὲ δὲ μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ἄστρων τε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελήνης τροπάς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντων, καὶ κόσμον ἕνα τούτων ἐξ ἁπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύτην μίαν ἀλλ᾽ οὐ πολλὰς ἀνυμνεῖν;

Ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ᾽ ἂν δημιουργός, ᾗ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ᾽ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει, καὶ ἰατρικῆς ἔν τε μαθήμασιν καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνάμεις διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν. εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα, ἐπεὶ πολλὰ σχήματα καὶ μέλη καὶ μέρη ὑφ᾽ ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν, ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;

τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντός 〈κόσμου〉, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεούς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καὶ τοῖς πᾶσιν ποικίλην τὴν ἐξ αὐτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτά, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησιν, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη.

Ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικός, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δυνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ᾽ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς, καλοῦ κἀγαθοῦ παντός, ἐκ τῶν παρ᾽ αὐτοῦ θησαυρῶν ἐμπίμπλησιν μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ, καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα ποιότητάς τε μυρίας ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασιν λογικοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἕνα κόσμον ἐπιδείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.

τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἁπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος. οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ᾽ οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς. οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἕνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ᾽ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄττα, αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.

Ταύτῃ δ᾽ οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας, μυρίους ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος· ἐπεὶ καὶ χρῆν ἕνα 〈εἶναι〉 τὸν ἐπὶ πᾶσιν καθόλου νόμον καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφερὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσῴζοιτο, κατά τε τὴν ἀρετήν, κατά τε τὴν δύναμιν καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμόν.

πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γενητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας, μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι᾽ οἰκείαν ἀσθένειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι᾽ ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγενήτου καὶ ἀχωρήτου θεότητος (αὐτή γε γενητὴ οὖσα) μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀϊδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δήπου εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων, ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρημος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγαθῶν στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ὅπως γε μὴν συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεώς τε καὶ ὠφελείας ἐγχρῄζουσιν, τὰς ἡλίου μαρμαρυγὰς θεᾶν, ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἵοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.

εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδὲν τῶν ἐπὶ γῆς μείναι ἂν ἀδιάφ〈θ〉ορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προ〈σ〉βολῇ διαφθαρησομένων. θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ᾽ ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμούς, βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δ᾽ ἀφορήτως ἔχουσιν δι᾽ οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγῆς ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος. τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐρανὸς καὶ κόσμος;

Εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεώς τε καὶ οὐσίας οὐδενὶ μέτεστιν τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστήσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γενητῶν ἀποπέσοι φύσις, δι᾽ οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγενήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύουσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι᾽ αὐτοῦ μετείληχεν, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογικῆς φύσεως, δι᾽ ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεώς τε καὶ συνεχείας, ᾗ καὶ «κατ᾽ εἰκόνα» αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.