Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Δ΄: Η δαιμονική πλάνη των ανθρώπων και η σωτηριώδης συγκατάβαση της ενανθρωπήσεως

Η παράδοση της ανθρωπότητας στη δαιμονική πλάνη και την ειδωλολατρία αντιμετωπίζεται με την ενανθρώπηση του Λόγου, ο οποίος προσλαμβάνει την ανθρώπινη φύση χωρίς να υποστεί φθορά ή μεταβολή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 12 από 31

Ἀλλ᾽ ὁ μὲν τὴν εἰκόνα τὴν αὐτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ... ὑφίστησιν κατ᾽ ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς. ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ τὴν ἐναντίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον μήτε τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν. εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴ ἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἱ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητάς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὐτοῦ λόγον. τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, ἄυλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ἰακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμένας.

Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μωσῆς ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων· «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατ᾽ ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσιν θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικαλουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησιν διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῷ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραήλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος. ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς, ἀγῶνα προβεβλημένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ᾽ εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ κέκληται Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἷος αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἑβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες, ἀπόγονοί τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους.

τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστάτης ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρός, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο, τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γενητῆς οὐσίας τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγένητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.

Οἱ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται, ἄγγελοι καὶ ποιμένες, τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ᾽ ἀναβαίνειν τοσοῦτον δι᾽ οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ᾽ οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω, ὡς ἂν ἐν προθύροις, τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. «τὰ γὰρ ἀόρατα αὐτοῦ», ᾗ φησιν ὁ θεῖος ἀπόστολος, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης». καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μωσῆς μυσταγωγεῖ. τὸν γάρτοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων, εἴργει τῆς τῶν ὁρωμένων κατ᾽ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων· ὅτι δὴ ταῦτα «ἀπένειμεν κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν». διὰ τί δ᾽ ἀπονενεμῆσθαι ἔφησεν, συνιδεῖν ἀναγκαῖον.

πολυπλανοῦς ὑπαρχούσης 〈τῆς〉 ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου, καθεστώσης, οὐκ ἄλλως εὖ εἶχεν τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ᾽ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι. δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες, καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες, ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περιτραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδέδοται, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομένης.

Καὶ τὰ μὲν ὧδε διέκειτο· τὰ δὲ τῆς ἀντιπάλου καὶ ἀποστατικῆς δυνάμεως εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων, ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασιν, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκεν, παντοίαις κακίας μηχαναῖς πᾶσι τοῖς ἔθνεσιν καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα. τὸν δὴ οὖν τοῦ μεγαλοδαίμονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· «εἶπεν γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι» αὗται αἱ τοῦ θεομάχου φωναί, ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρπάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου.

ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο, ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.» Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαίνει· τὴν τοῦ μένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, τὸ τῆς ἐκπτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἁπάντων ἀπειλήσας, θατέρᾳ ληπτοὺς τοῖς προβουλίοις τοὺς ἀνθρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι᾽ αὐτεξούσιον προαίρεσιν κεκτημένους. ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειττόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέασιν ἐπὶ πᾶν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κατέσπα ψυχάς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι᾽ ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.

ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχεν, καὶ ἠφάνιζεν τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπείλει εἰπών· «ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν». ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατεκράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάττοντο· καὶ δῆτα δυνάμεσιν χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπιδεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν, καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥαστώνῃ πλείονι διαπράττεσθαι. ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ᾽ ἐπὶ τοῖς κατ᾽ οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι, «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ [δημιουργήμασιν ἱστάμενοι] ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»

ὅτι δὲ κατὰ τὸ παλαιότατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾽ ἂν ἀπόδειξις ἡ τῶν ἀλλοτρίων τοῦ καθ᾽ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματ〈ε〉ίας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ᾽ οὐδ᾽ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τούτοις, οἳ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἔθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται. ὥρα δὴ οὖν καὶ αὐτοῖς Ἕλλησιν, ὧν τὰς φωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο. συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ᾽ ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλάς, καὶ τὴν «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» ἄθεον ἐπιτείνων φωνήν, τάς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίας χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀνθρώπων γοητείαις προϊσχόμενος.

Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων. ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσιν μίγνυσθαι, ἀγχόνῃ δὲ περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶν καὶ οἰωνοῖς τοὺς νεκρούς. τί δή σοι μνημονευσαίμην 〈ἂν〉 τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν; καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρεσκευασάμην.

ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦτ᾽ ἐν τούτοις τυράννου καθ᾽ ὅλης τῆς οἰκουμένης προβεβλημένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε 〈ὄντος〉 τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτήρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μωσέως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ᾽ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος. λέγει δ᾽ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μωσέως· «κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾽ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, ἐν ᾗ ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.» εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει· «μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ· καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾽ αὐτῆς.»

καὶ πάλιν φησίν· «ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ εὑρεθήσεται ἐν σοὶ καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.» τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μωσέως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας, ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.

Ὡς δὲ τοῦ χρόνου προϊόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ᾽ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι᾽ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέν τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἑβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ᾽ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραήλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσιν τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος. ὃ καὶ σαφῶς ἐκήρυττε λέγων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσιν τῶν ἐθνῶν, ἐπιθεωρούμενος.

οἱ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες, περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφή, «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», φήσασα, ὅτε καὶ «πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν» ἔλεγον· «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία». τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανεν· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὥς τινας συναισθομένους αὐτῶν λέγειν· «ἔα, τί ἡμῖν καὶ σύ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;»

Καὶ τούσδε μὲν δι᾽ ὧν ἔπραττεν καὶ ἐδίδασκεν ἰσχυρῶς ᾐκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καὶ ἐθεράπευεν, νόσων τε παντοίων καὶ παθῶν οὐχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς καὶ ἀκολάστου διαίτης πάντας τοὺς προσιόντας ἐλευθέρους ἀφείς, μεθιστῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἔνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τούτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ᾽ εὐσέβειαν διδασκαλίας τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσιν προϊσχόμενος. καὶ εἰς τοσοῦτόν γε κάτεισιν, ὡς μὴ μόνον κάμνουσιν καὶ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἤδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν· δι᾽ ἣν μάλιστα αἰτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν.

Ὅτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὅλων πρόνοιαν ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται, θεοῦ λόγος καὶ θεοῦ σοφία καὶ θεοῦ δύναμις, ἄρχων τε καὶ ἡγούμενος καὶ βασιλεύς, ἤδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρησμοῖς ἀνευφημεῖται, καὶ φωτίζων μὲν τὰς ἀσωμάτους καὶ νοερὰς φύσεις, «ἥλιος [δὲ] δικαιοσύνης» καὶ «φῶς ἀληθινὸν» ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνεργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει· ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεόν, μέσος τε ἑστὼς θεοῦ τοῦ ἀγενήτου καὶ τῶν μετ᾽ αὐτὸν γενητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἁπάντων ἱερωμένος τῷ πατρί, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἰώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύεται, οὕτω παρ᾽ Ἑβραίοις, Χριστῶν, ἐπικαλουμένων πάλαι τῶν τὴν εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων· καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, «μεγάλης βουλῆς ἄγγελος» ἀναγορεύεται, καὶ τῶν κατ᾽ οὐρανὸν στρατιῶν ἡγούμενος «ἀρχιστράτηγος δυνάμεως κυρίου» εἶναι.

ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε, ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικεν νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, «ποιμὴν» ὠνόμασται «προβάτων», καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο. τοῦτο γοῦν ἡ παρ᾽ Ἑβραίοις τοῦ Ἰησοῦ σημαίνει προσηγορία.

Ἐπεὶ δὲ ἔδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐσεβείας τὸν ἀληθῆ λόγον διδάξειεν, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι᾽ ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν καὶ ἀσώματος ἐπιστατοίη, αὐτοῖς δὲ σαρκὸς ὄμμασιν ὁρώμενος, ἀνθρώπων τε ὀφθαλμοῖς τὰς ὑπὲρ ἀνθρώπων θαυματουργίας παρέχων ὁρᾶν, καὶ προσέτι σώματος ἀκοαῖς τὰς διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου παραδιδοὺς διδασκαλίας, θεῖόν τε ὡς ἀληθῶς καὶ παράδοξον χρῆμα, οἷον οὐδ᾽ ἄλλο πω φανὲν μνημονεύεται, σωτήριόν τε ὁμοῦ καὶ εὐεργετικὸν τοῖς πᾶσιν αὐτὸς ἑαυτὸν ἐνδεικνύμενος. οὕτω δῆτα ὁ θεὸς ὁ λόγος υἱὸς ἀνθρώπου ἐλέγετο, καὶ Ἰησοῦς ὠνομάζετο, παρ᾽ ὅσον τῆς τῶν ἀνθρωπίνων ψυχῶν ἰάσεώς τε καὶ θεραπείας χάριν τὴν πάροδον εἰς ἡμᾶς ἐποιεῖτο. σωτὴρ δ᾽ οὖν καὶ παρ᾽ Ἑβραίοις ἑρμηνεύεται ἡ τοῦ Ἰησοῦ προσηγορία. τάς τε κοινὰς ἡμῖν ὑπέμεινεν διατριβάς, οὐδαμῶς μὲν τοῦ εἶναι ὃς ἦν ἐξιστάμενος, ὁμοῦ δ᾽ ἐν τῷ ἀνθρώπῳ φυλάττων τὸν θεόν.

εὐθὺς τοιγαροῦν ἐπὶ τῆς πρώτης εἰς ἀνθρώπους καταβολῆς τῷ θεῷ τῆς ἡμετέρας γενέσεως τὴν ἔνθεον ἀνακιρνᾷ μεγαλουργίαν· τικτόμενος μὲν ἡμῖν ὁμοίως, καὶ θνητοῦ δίκην ἄνθρωπον ἀμφιεν〈ν〉ύμενος, ὡς δ᾽ οὐκέτι ἄνθρωπος ἀλλὰ θεός, ἐξ ἀχράντου καὶ ἀπειρογάμου κόρης, οὐχὶ δὲ ἐκ μίξεως καὶ φθορᾶς, τὴν τοῦ φαινομένου γένεσιν ὑφιστάμενος.

Καὶ τὸν ἑξῆς δὲ σύμπαντα βίον ταύτῃ πη διετέλει, τοτὲ μὲν τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν, τοτὲ δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεὸν λόγον τοῖς ἔργοις ἄντικρυς ἐπιδεικνύμενος.

Εἰκότα δὲ καὶ ὅμοια ταῖς ἀρχαῖς καὶ τὰ τέλη αὐτῷ τῆς ἐξ ἀνθρώπων ἀπαλλαγῆς ἐνεχειρεῖτο. καὶ γὰρ μέχρι θανάτου καὶ αὐτῶν νεκρῶν οἱ τῆς φιλανθρωπίας αὐτὸν ἐκάλουν νόμοι, ὡς ἂν καὶ τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο, ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν. καὶ ὅπως «διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου», ᾗ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός. φωνήσας γοῦν μέγα, καὶ «τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα» εἰπών, ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσιέναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα μᾶλλον δ᾽ ὑπὸ πόδα χωροῦντα καὶ ἀποφεύγοντα διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημένοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος. ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ «εἰς τὴν ἁγίαν» καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς· «κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».

καὶ αὐτὸς δ᾽ ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχάς, δι᾽ ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων· «ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν.

πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»· δευτέραν δέ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»· τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο· πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς ἀλλ᾽ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσαιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς αὐτοῦ καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρύξαι.

αὐτίκα δ᾽ οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὐτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὐτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐτοῦ θείας δυνάμεως ἐνέπλησε, πᾶν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἕνα τοῖς πᾶσιν Ἕλλησίν τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μηκέτ᾽ αὐτοῖς ἐπιμένοιεν, μίαν δὲ τοῖς πᾶσιν σωτηρίας ἐλπίδα, δι᾽ ἧς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας, ὑπισχνούμενον.

Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράττεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώματον τοῦ θεοῦ λόγον ἀκούοντα. ὡς γὰρ οὐδ᾽ ἡλιακοῦ φωτὸς πάθοιέν 〈ἂν〉 τι ἀκτῖνες τὰ πάντα πληροῦσαι καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ᾽ ἂν πάθοι τὴν οὐσίαν οὔτ᾽ ἂν βλαβείη οὔτ᾽ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη. τί γάρ; οὐχὶ καί, δίχα τοῦ καθ᾽ ὃ ἐνηνθρώπει σώματος, ἀεὶ καὶ διὰ παντὸς ἥκων δι᾽ ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἷά τις θεοῦ λόγος ὢν δημιουργός, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τ᾽ ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πάνσοφόν τινα καὶ παναρμόνιον κίνησιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ᾽ οὔτι γε βλάβην ἔκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος.

οὕτω δῆτα κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πάλαι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὴ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως [τε] ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ἕλλησιν, δι᾽ ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύττων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν»; ἐκάλει δῆτα ὁ πάντων σωτήρ· «δεῦτε», λέγων, «πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».

ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι᾽ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἷά τις ἰατρῶν ἄριστος, συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον 〈παρίστη〉, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ᾽ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσιν καὶ τοῖς πρὸ Μωσέως Ἑβραίοις νενομοθετημένα· σωμάτων δ᾽ οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώμενα παρασκευάζων ὁρᾶν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γ᾽ ἐπιτελῶν δι᾽ οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θε[ι]ότητος συναισθέσθαι δυναμένοις.

Ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ θεοῦ λόγος ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄϋλος καὶ ἀσώματος, οἷος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ᾽ ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ᾽ ἀποπεσὼν τῆς θεότητος, ἀλλ᾽ οὐδὲ τὴν οἰκείαν τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ᾽ ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δ᾽ εἶναι τοῦ παντὸς κεκωλυμένος· ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ᾽ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ᾽ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ᾽ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δ᾽ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.

οὔτ᾽ οὖν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτως τύχοι κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως. ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας, ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας, πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας, συνεχώρει. φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια. ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ᾽ ὅσα ὑπεξίσταται, ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις.

οὕτω δῆτα καὶ τὸ νεκρόν, τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψαμένης, ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, «τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν».

Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος ὑπὸ τῆς θεότητος «κατεπίνετο», καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος, οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον «ἀπαρχὴν» τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ᾽ αὐτῷ ζωῆς ἀϊδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ᾽ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;

Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι᾽ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος. οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ᾽ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων.