Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Δ΄: Το άυλο χρίσμα και η αιώνια ιερωσύνη του Χριστού κατά την τάξη Μελχισεδέκ

Η ανώτερη και αιώνια ιερωσύνη του Χριστού κατά την τάξη Μελχισεδέκ, η οποία δεν βασίζεται σε υλικό χρίσμα, αλλά στην άρρητη και θεοπρεπή χρίση με το Πνεύμα το Άγιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 13 από 31

Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ᾽ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι᾽ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο. πρῶτα δὲ σκεψόμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατὰ τὸν τόπον ζητουμένων. ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ᾽ ἡμᾶς ἀρξάμενος, εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες· ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ᾽ ἑκάστην ἡμέραν τοὺς ἱερέας χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύ〈η〉ται.

διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσιν παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας. ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ᾽ οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας 〈πρου〉τίμησεν, τὰ πάντα εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης, οὔποτε ἑστώσης οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ᾽ αὐτὸ καθ᾽ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ᾽ ἂν εἴη τὸ πάθος ψυχῆς.

μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ. ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατόν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ᾽ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου, ὅτι δὴ τοῦτ᾽ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμός, φήσας· «ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει. ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχεν διάνοιαν· τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσιν δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ᾽ ὁ παρ᾽ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν θεόν.

τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγόν, τῆς ἀνωτάτω καὶ ἀγενήτου θεότητος, δύναμιν τὸ θεῖον πνεῦμα, οἰκείῳ καὶ προσφυεῖ συμβαλὼν παραδείγματι, ἔλαιον θεοῦ προσαγορεύει· διόπερ χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ᾽ ὃ ὁ καρπὸς τοῦ φυτοῦ παρίστησιν, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικόν, πόνων θεραπευτικόν, καμάτων ἀπαλλακτικόν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιόν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφή· «τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ». τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα καὶ τῆς θεϊκῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσεν. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον 〈τὸν〉 ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπ᾽ αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγένητος τοῦ παμβασιλέως θεοῦ δύναμις, καθ᾽ ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται· καθ᾽ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς καὶ βασιλικῆς, προνοητικῆς τε καὶ κριτικῆς, φιλανθρώπου τε καὶ σωτηρίου, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσιν.

Πρῶτός γέ τοι αὐτὸς ὁ Μωσῆς, ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετάς, ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἱ τῶνδ᾽ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας. οὕτω δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον χριστὸν ἐπωνόμασεν κατ᾽ ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ᾽ ἑαυτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία, τῆς ἀγενήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας. ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ᾽ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ᾽ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν. «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δ᾽ αὐτὸ πνεῦμα», οὗ μάλιστα χρῆν μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.

Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα. Δαβὶδ ἐν ρδʹ ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μωσέως χρόνων γενομένους χριστοὺς ἀποκαλεῖ, οὐ δι᾽ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος οὗ μετεῖχον ἐπιρροήν. ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις, καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωσέως ἐν ἀνθρώποις ὄντος οὐδὲ τοῦ κατ᾽ αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· «μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. αὐτὸς κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τῷ ὅρκῳ αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν». «καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.

οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» ταῦτα μὲν ὁ Δαβίδ. ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς «ἤλεγξεν» ἱστορεῖ λέγων· «καὶ ἤτασεν κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ». καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· «καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες»· αὕτη δὲ ἦν ἡ τοῦ Ἀβραάμ. περὶ οὗ ἑξῆς προϊών φησιν· «νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν, καὶ προσεύξεται περὶ σοῦ». ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ Δαβὶδ μᾶλλον δὲ τὸ θεῖον δι᾽ αὐτοῦ προσεῖπεν πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γάρ, Μωσέως ὑστέροις χρόνοις οὕτω διαταξαμένου;

Ἄκουε δὲ καὶ Ἡσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε «κηρῦξαι» τοῖς τὰς ψυχὰς «αἰχμαλώτοις ἄφεσιν» καὶ τοῖς τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν». τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ χριστὸν γεγεν[ν]ῆσθαι διδάσκει, οὐχ ὑπ᾽ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ πατρὸς κεχρισμένον. λέγει δ᾽ οὖν ἐξ αὐτοῦ προσώπου· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους [καὶ] «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς ἀγενήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ.

Τέως μὲν οὖν ὑπὸ θεοῦ ἀλλ᾽ οὐχ ὑπ᾽ ἀνθρώπων καὶ πνεύματι θείῳ ἀλλ᾽ οὐ σκευαστῷ ἐλαίῳ χριομένους τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους ἔγνωμεν. καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ᾽ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ᾽ Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ᾽ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε ἑαυτοῦ τοῦτον ἀναγορεύοντος, καὶ σύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ ψαλμῷ, καθ᾽ ὃν ὧδέ πώς φησιν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» καὶ θέα γε ὡς ἐν τούτοις Δαβίδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. «εἶπεν γάρ», φησίν, «κύριος τῷ κυρίῳ μου».

ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ. δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ᾽ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. χριστὸς ἄρα καὶ ὁ ἐν τῷ ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν. πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον χριστὸς γεγονώς; ἀλλὰ καὶ «εἰς τὸν αἰῶνα» λέγεται ἱερᾶσθαι. τοῦτο δ᾽ οὐκέτ᾽ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀνθρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ᾽ ἡμᾶς γένος. κρείττων ἄρα τις ἢ κατὰ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ, μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. «ὤμοσεν γάρ», φησίν, «κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».

ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μωσῆς ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ᾽ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ· — λέγει δ᾽ οὖν· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, εὐλόγησεν τὸν Ἀβραάμ», «χωρὶς δὲ πάσης ἀντιλογίας», φησὶν ὁ ἀπόστολος, «τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται»—ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδέκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγενήτου δυνάμεως σύνθρονος, τοῦ τε προφήτου καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς ἀλλ᾽ αἰώνιος τοῦ πατρός.

λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν», καὶ πάλιν· «οἱ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσιν καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ. ὁ γοῦν διὰ τοῦ ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ᾽ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.

δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἡσαΐου χριστὸς οὐχ ὑπὸ ἀνθρώπων γεγονὼς ἀλλ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.

Τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μωσῆς, εἰκόνας καὶ σύμβολα, ὡς ἐν ἀνθρώποις, αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν. ὅτι δὲ ταῦτα οὕτως ἔχει τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μωσέως 〈μᾶλλον〉 ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν 〈κατὰ〉 τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ· «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». ἄρα οὖν ὡς τὰ ἄλλα οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτόν, καί τινα σκιώδη καὶ εἰκονικὸν ἀλλ᾽ οὐκ ἀληθῆ χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ᾽ οὐρανὸν χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον, ἀπεργαζόμενος.

Ἀλλ᾽ ὅτι μὲν ὁ κυρίως χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γενητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι. πλὴν ἀλλ᾽ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδʹ ψαλμῷ, προγραφῇ χρησάμενος τῇ «ὑπὲρ τοῦ ἀγαπητοῦ» καὶ «τῶν ἀλλοιωθησομένων», ὁμοῦ θεὸν καὶ βασιλέα καὶ χριστὸν ἕνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει, γράφων οὕτως· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». οἷς ἑξῆς ἐπιλέγει· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». σκόπει δ᾽ οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ ψαλμοῦ προγραφὴν «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων· «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ».

τίνας δ᾽ ἄλλους εἴποις 〈ἂν〉 εἶναι τοὺς ἀλλοιωθησομένους, ὑπὲρ ὧν ὁ ψαλμὸς εἴρηται, ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ᾽ οὖν ἐπαπορήσαις, τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὗ ἐν τῷ ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». εἴποι δ᾽ οὖν 〈ἄν〉 τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δ᾽ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἄν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ᾽ οὐ κατὰ προβολήν, ἢ κατὰ διαίρεσιν, ἢ τομήν, ἢ μείωσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας. κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μεταλαμβάνειν.

ὥσπερ γε «ἀπὸ γαστρὸς» τοῦ θεοῦ καὶ «πρὸ ἑωσφόρου» ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, [καὶ] κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρὴ καὶ ἐν τῷ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος. ἐφ᾽ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ᾽ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται», κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἱ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν. ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ᾽ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» περὶ τῆς τοῦ πρώτου λόγου συστάσεώς τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ᾽ ἄλλως καρδίαν, κατὰ τὴν παρ᾽ ἡμῖν νοουμένην, καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν ἐν ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν ὡς ἂν τοῦ παναγάθου πατρὸς ὄντα γέννημα.

ἡμεῖς δὲ μικρῷ ἐν τῷ ψαλμῷ προελθόντες, τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μωσέως, οὐδ᾽ ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ᾽ ὑπ᾽ αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ᾽ οὖν ἑξῆς προϊών· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου». τὸν δὴ οὖν κἀνταῦθα ὑπ᾽ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἄλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοῦ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου. δι᾽ ὃ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρόν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι, δήλη ἔσται. φησὶν τοίνυν ὁ ψαλμός, αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν, τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».

σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς («σὺ» γάρ, φησίν, «ὁ θεός» ἀντὶ τοῦ ὦ θεέ)· «ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ὑπάρχει, καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο. λευκότερον δὲ τούτων ἡ Ἑβραίων παρίστησιν γραφή, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών· «ὁ θρόνος σου, θεέ, 〈εἰς〉 αἰῶνα», καὶ ἔτι· «σκῆπτρον εὐθύτητος σκῆπτρον βασιλείας σου. ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἀντὶ γοῦν τοῦ «ὁ θεὸς ὁ θεός σου» αὐτὴ ἡ ἑβραϊκὴ λέξις «θεέ, ὁ θεός σου» περιέχει, ἵνα ᾖ τὸ ὅλον· ἠγάπησας, ὦ θεέ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέν σε, ὦ θεέ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον 〈θεὸν〉 καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου. τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ᾽ ἣν ὁ Ἀκύλας «θρόνος σου, θεὲ» ἡρμήνευσεν, σαφῶς ἀντὶ τοῦ «ὁ θεὸς» «θεὲ» εἰπών, τὸ ἑβραϊκὸν ἐλωῒμ περιέχει.

κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ «διὰ τοῦτο ἔχρισέν σε, θεὲ» τὸ ἐλωῒμ παρείληπται, ὅπερ τὴν «ὦ θεὲ» κλητικὴν ἐδήλου πτῶσιν. ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ᾽ ὃ εἴρηται «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεὸς» τὸ ἑβραϊκὸν ἐλωὰχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν᾽ ᾖ τὸ μὲν ἐλωῒμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ «ὦ θεέ», τὸ δὲ ἐλωὰχ «ὁ θεός σου» κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν «διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου». λευκότατα γοῦν ὁ λόγος διὰ τούτων, θεῷ προσφωνῶν, φησὶν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας. ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον καὶ χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ᾽ ὑπ᾽ ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ᾽ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον. ὁ δ᾽ αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ᾽ ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, «ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς ὤν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.