Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ε΄: Οι θεοφάνειες του Λόγου στους Πατριάρχες και τον Μωυσή

Παράθεση και ερμηνεία των παλαιοδιαθηκικών θεοφανειών στον Αβραάμ, τον Ιακώβ και τον Μωυσή, οι οποίες ταυτίζονται με εμφανίσεις του προϋπάρχοντος Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 17 από 31

Ἀντὶ δὲ τοῦ «ἐκοπίασεν Αἴγυπτος» τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ «κόπος Αἰγύπτου» ἐκδεδώκασιν, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· «σοὶ προσκυνήσουσιν», καί σοι ἔσονται δοῦλοι ὁ «κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ», δι᾽ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάνθ᾽ ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ. ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι᾽ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθίστησι. καὶ ταῦτα πεπλήρωται ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσιν προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.

Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ οαʹ ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι, δι᾽ ὧν εἴρηται· «ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν, καὶ προσκυνήσουσιν αὐτῷ», δῆλον ἐκ τῆς συμφράσεως ὅτι τῷ καὶ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ. 〈Ψαλμοῦ λβʹ〉. «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν ρʹ δὲ καὶ ϛʹ ψαλμῷ εἴρηται· «ἀπέστειλεν τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν», καὶ πάλιν ἐν ρμζʹ· «ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας ψαλμῷ φάσκοντι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.

καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει ψαλμόν· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ὑπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες 〈τὴν〉 οἰκουμένην. ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ᾽ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ᾽ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ᾽ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν, πάντες τε οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην».

Ταῦτα μὲν οὖν ἐκ τοῦ βʹ καὶ λʹ ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἂν καὶ ἐν ρμηʹ ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ᾽ οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ᾽ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ᾽ οὖν· «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν».

Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος, ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος ὁ ποικίλως διὰ τῆς παρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἁπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς; μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ᾽ ἡμῖν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀϊδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ᾽ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ᾽ ἄν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ, ἐπεὶ μήτε φωνὴν τὴν δι᾽ ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβάς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ᾽ ἑαυτὸν δίχα ψυχῆς εἶναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτὸ κίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων.

ἀλλ᾽ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ᾽ ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοεράν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ᾽ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγενήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γενητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν. 〈〈Τοῦ Ἡσαΐου〉.〉 «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; κύριος ἀγαπῶν σε ἐποίησεν τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων· ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.»

Ὅρα δὴ καὶ νῦν, τίνα τρόπον ὁ φήσας «ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν. πρῶτον δ᾽ ἑαυτὸν ὡς ἐν γενητοῖς εὐσεβῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγένητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον, ὅπερ οὐκ ἂν ἐπὶ τοῦ πατρὸς ἁρμόσειεν· οὐ γὰρ δὴ γενητῶν πρῶτος ὁ ἐπὶ πάντων θεός, ἐπεὶ μηδ᾽ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ᾽ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γενητῶν πρώτου χρηματίζοντος. ζητουμένου δὲ ἄρα κατὰ τὸ «αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», τίνι τὴν τῶν γενητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται, ὅτι τῷ φήσαντι. «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων· «νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ». εἴη δ᾽ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων, ἐπειδὴ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» κατὰ τὴν ἀπὸ τοῦ ψαλμοῦ παράθεσιν.

πλὴν ἀλλὰ 〈εἰ〉 καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ «κύριος» θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὐτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ᾽ αὐτοῦ ὀνόματι· «καὶ νῦν» γάρ φησιν «κύριος κύριος ἀπέσταλκέν με», ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου, αὐτοῦ τε τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τῶν μετ᾽ αὐτὸν γενητῶν ἁπάντων· καθ᾽ ὧν δευτέρως τὴν κυρείαν καὶ δεσποτ〈ε〉ίαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἷα γνήσιος υἱὸς καὶ μονογενής, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος. 〈Ἀπὸ τῆς Γενέσεως〉. «Καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», καὶ αὖθις· «καὶ εἶπεν ὁ θεός, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν». καὶ ἵνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειεν, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων· «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν». 〈Ἀπὸ τῆς αὐτῆς〉. «Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ ἔβρεξεν κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.» Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀσεβῶν ποιήσασθαι τιμωρίαν.

πλὴν ἀλλ᾽ εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ᾽ οὐ καὶ ταῖς ὁμοίαις ἐπ᾽ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι, τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα, τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ᾽ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος. οὐ γὰρ τοῦ πατρὸς κύριος οὐδὲ τοῦ πατρὸς θεὸς ὁ θεὸς λόγος, ἀλλ᾽ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τῶν δὲ μετ᾽ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχήν, καὶ εἰς ἕνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας. 〈Τῆς αὐτῆς〉. «Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», καὶ πάλιν· «ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός· εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος· καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα», καὶ αὖθις· «ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ.

καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησεν», καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει· «ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς», καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου· «ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾽ αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν».

Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δηλαδὴ τὸν αὐτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος ἑξῆς τοῖς προεκτεθεῖσιν ποτνιᾶται λέγων· «μὴ συναπολέσῃς δίκαιον μετ᾽ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;» ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πᾶσαν τὴν γῆν. ἀλλ᾽ οὐδὲ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται κρείττω〈ν〉 δέ τις ἀγγέλου «θεὸς» καὶ «κύριος» πρὸς τῇ ἀναγεγραμμένῃ δρυῒ μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου σχήματι ὁραθείς. πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές.

λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος. οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. εἴη δ᾽ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνῶτες σέβουσιν, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις εἴη αὐτὸν ἐξέφηνεν καὶ τὴν τοῦ πατρὸς αὐτοῦ παρεδίδου γνώμην. 〈Τῆς αὐτῆς〉. «Καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ᾽ αὐτῆς καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ᾽ ἣν σὺ καθεύδεις ἐπ᾽ αὐτήν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.

καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν καὶ λίβα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν, ὅτι ἐστὶν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ᾽ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ, καὶ ἔλαβεν τὸν λίθον, ὃν ὑπέθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ.» Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα κύριον· καὶ θεὸν ἄγγελον τοῦ θεοῦ προϊὼν ἑξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακώβ· «καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾽ ὕπνον, Ἰακώβ. ἐγὼ δὲ εἶπα, τί ἐστιν»; καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα ὅσα Λάβαν σοι ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι εὐχήν.»

ἄρ᾽ οὖν ὁ ἀνωτέρω φήσας «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ», ᾧ καὶ στήλην ἀνίστησιν ὁ θεοφιλής, θεὸς μὲν ἦν καὶ κύριος (αὐτῷ γὰρ λέγοντι πιστευτέον), οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ᾽ ὁ ἐκείνου δεύτερος, τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων. διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ· «εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ᾽ ὕπνους, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ». οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἡσαΐᾳ δὲ τῷ προφήτῃ «μεγάλης βουλῆς ἄγγελος» ὁμοῦ δὲ καὶ «θεὸς» καὶ «ἄρχων» καὶ «ἐξουσιαστὴς» προσαγορεύεται, ἐν οἷς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρός, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος». 〈〈Τῆς αὐτῆς〉.〉 «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβόκ, καὶ ἔλαβεν αὐτοὺς καὶ διεβίβασεν πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ᾽ αὐτοῦ ἄνθρωπος ἕως πρωΐ.

εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾽ αὐτοῦ· καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος, ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπεν δὲ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακώβ. εἶπεν δὲ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ.» Τῷ μὲν Μωσεῖ εἴρητο «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδεν θεὸν οὐχ ἁπλῶς ἀλλὰ «πρόσωπον πρὸς πρόσωπον», καὶ σωθείς γε οὐ τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ τὸν Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν «ὁρῶντα θεὸν» τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἑώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ἀνωτάτω οὐσίας· ἕτερον ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.

εἰ δὲ ἀγγέλων τινὰ ἢ τῶν κατ᾽ οὐρανὸν θείων πνευμάτων, τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς διακονούμενον, ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον, καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ᾽ Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασιν· τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ, ἐπεὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, εἰσαῦθις ἡ θεία γραφὴ λέγει· «ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, οἱ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας», καὶ τῷ Ἰακὼβ δὲ «συνήντησαν ἄγγελοι θεοῦ»· καὶ ἰδὼν εἶπεν «παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί». οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτασίας, ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας, ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου «εἶδος θεοῦ», ἐπιλέγων· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον».

ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ᾽ ἄγγελος ἐπιφαίνεται, τοῦτ᾽ αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα· «ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρὸς βάτου». ὅτε δὲ τὸν αὐθέντην αὐτὸν δὴ τὸν χρηματίζοντα δηλοῖ, θεὸν καὶ κύριον ἀλλ᾽ οὐκέτι ἄγγελον ὀνομάζει. ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι᾽ ὧν φησιν· «ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν». ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν ἀνθρώπου σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς· «ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ νεφέλης», δι᾽ ὅλης δὲ τῆς ἐρήμου ἐν στύλῳ διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων. ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον ἀλλ᾽ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδεν τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσιν. κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ, προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἱ λέξεις, «ἄγγελον θεοῦ» προ〈σ〉ειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον. λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων.

εἴη δ᾽ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ〈ν〉 πρῶτον αἴτιον. 〈〈Τῆς αὐτῆς〉.〉 «Εἶπεν δὲ ὁ θεὸς Ἰακώβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθήλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾽ αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν· καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ καὶ ἔσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.» Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγένητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακὼβ δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπεν γοῦν ὁ θεὸς αὐτῷ· «ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι». τίς δ᾽ ἦν ὁ προγραφεὶς ὦφθαι αὐτῷ, ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες. 〈Ἀπὸ τῆς Ἐξόδου〉. «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰωθὼρ τοῦ γαμβροῦ αὐτοῦ», «καὶ ἦλθεν εἰς τὸ ὅρος τοῦ θεοῦ ἐν Χωρήβ.

ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου», καὶ μεθ᾽ ἕτερα· «ὡς δὲ εἶδεν, ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ᾽ αὐτῷ γῆ ἁγία ἐστίν», καὶ μετ᾽ ὀλίγα· «καὶ εἶπεν κύριος πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν», καὶ αὖθις· «ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς».

Ὥσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἡσαΐου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου ὡς ἂν δι᾽ ὀργάνου θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει. ὧν γένοιτ᾽ ἂν ὁ νοῦς τοιόσδε· σοὶ μέν, ὦ προφῆτα, ὡς ἂν εἰσαγομένῳ καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι «ἐγώ εἰμι ὁ ὤν», καὶ ὅτι τὸ ὄνομά μού ἐστιν κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δὲ ἦν ὁ τοῖς πατράσιν ὀφθείς; καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεός, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον· «ἄγγελον θεοῦ» ὠνομάσθαι ἐπεδείκνυμεν. πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεός, ὦφθαί φησιν τοῖς πατράσιν, ζητήσαι ἄν τις εἰκότως. λυθείη δ᾽ ἂν τὸ ζητηθέν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν.

λεγομένου 〈γὰρ〉 παρὰ τοῖς ἑβδομήκοντα τοῦ «καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν ὤν», ὁ μὲν Ἀκύλας φησὶν «καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ»· δι᾽ ὧν σαφῶς παρίστησιν, ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεός, ὁ μόνος ὤν, δι᾽ ἑαυτοῦ ὤφθη, ἀλλ᾽ οὐδ᾽ ὥσπερ τῷ Μωσεῖ οὕτως καὶ τοῖς πατράσιν δι᾽ ἀγγέλου ἢ διὰ βάτου ἢ πυρός, ἀλλ᾽ «ἐν θεῷ ἱκανῷ» χρηματίζοντι, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐτοῦ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ἐν αὐτῷ γὰρ καὶ δι᾽ αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῶσις. ἀλλ᾽ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσιν τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρ〈ρ〉αβωνιζόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι «ἐν θεῷ ἱκανῷ», ἀλλ᾽ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτούς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο.

αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν. 〈〈Τῆς αὐτῆς〉.〉 «Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσουσιν», καὶ ἑξῆς· «ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς», καὶ πάλιν· «κατέβη κύριος ἐν στύλῳ νεφέλης», καὶ αὖθις· «ἡνίκα δ᾽ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωυσεῖ· καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ».

Ὁ μὲν οὖν λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, Μωυσεῖ δ᾽ ἐλάλει. τίς δ᾽ ἐλάλει ἢ δηλονότι ὁ στῦλος. τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι; προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρχοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν. τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρός, φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης ..., ὡς ἂν ἐπεσκιασμένως καὶ κεκαλυμ〈μ〉ένως νομοθετῶν αὐτοῖς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι᾽ αὐτούς. 〈〈Τῆς αὐτῆς〉.〉 Εἶπεν κύριος· «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ.

οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ᾽ αὐτῷ», καὶ ἐν ἑτέρῳ τόπῳ· «εἶπεν δὲ κύριος πρὸς Μωυσῆν· βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου», καὶ πάλιν· «καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός», καὶ ἑξῆς· «καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου».

Αὗται ὅτι μὴ ἀγγέλου μόνου θεοῦ δὲ γένοι〈ν〉τ᾽ ἂν φωναί, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος. 〈〈Τῆς αὐτῆς〉.〉 «Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ ἑξῆς· «ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής», καὶ ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ».

Κἀνταῦθα αὐτὸς ὁ κύριος περὶ ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει· εἰπὼν γοῦν «ἐγώ εἰμι κύριος ὁ θεός σου», ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου», περὶ τοῦ πατρὸς δηλαδὴ καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν. εὕροις δ᾽ ἂν καὶ ἄλλα μυρία δι᾽ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι᾽ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμοὺς ἐποιεῖτο. 〈〈Τῆς αὐτῆς〉.〉 «Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπεν Μωυσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» καὶ μεθ᾽ ἕτερα ἐπιφέρει λέγων· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθεν κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσεν, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.»

Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς «ἐκάλεσεν», ἐν νεφέλῃ καὶ τῷ Μωσεῖ παραστάς, «ἐν ὀνόματι κυρίου», ἕτερον παρ᾽ ἑαυτὸν συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μωσῆς, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ. προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν· «ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου». τοῦτο γοῦν εἰρηκότος, ἑξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου». οὐκοῦν αὐτὸς ὁ κύριος τὴν ὑπόσχεσιν τὴν αὐτοῦ πληρώσων κάτεισιν, καὶ ὥσπερ ὁ λόγος φησίν, πρόεισι «πρὸ προσώπου» Μωυσῆ· καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων· «κύριε ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων», καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν.

τοῦτο δέ σοι παραστήσει, ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν, τὸν κύριον ταῦτ᾽ εἰρηκέναι ἀλλ᾽ οὐκ αὐτόν, ἐν οἷς φησιν· «καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν». ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον ἐπειπών, προστίθησι λέγων αὐτὸν καὶ ἀληθινόν, συμφώνως τῷ «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἐν εὐαγγελίοις ὑφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν εἰρημένῳ. μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγενήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἱ θεῖοι λόγοι παιδεύουσιν. 〈Ἀπὸ τῶν Ἀριθμῶν〉. Ἐν τοῖς Ἀριθμοῖς ὁ Μωσῆς εὐχόμενός φησιν· «ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ᾽ ὀφθαλμοὺς ὀπτάνῃ, σὺ κύριε», ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ, σὺ κύριε», ὁ δὲ Σύμμαχος· «ὅτι σὺ εἶ κύριε».

καὶ ἐν Ἐξόδῳ εἴρηται· «καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ, καὶ εἶδον τὸν τόπον ὅπου ἕστηκεν ὁ θεὸς Ἰσραήλ», ἀνθ᾽ οὗ ὁ μὲν Ἀκύλας· «καὶ εἶδον», φησί, «τὸν θεὸν Ἰσραήλ», ὁ δὲ Σύμμαχος· «καὶ εἶδον ὁράματι τὸν θεὸν Ἰσραήλ».

Διὰ τὸ «θεὸν οὐδεὶς ἑώρακεν πώποτε» τάχα ἄν τις ἐναντίαν εἶναι τῷ σωτηριώδει λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ᾽ εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν «πολυμερῶς καὶ πολυτρόπως» ὀφθέντα «τοῖς πατράσιν» ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ᾽ ἂν δόξοις τοῖς ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ᾽ αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν «ὅτι ἐνίσχυσας μετὰ θεοῦ», ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν «ὁ Ἰακὼβ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ», εἰπὼν «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή», οὐχ ἕτερον ὑπάρχειν τοῦ θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν. 〈Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ〉. «Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχώ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;

καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.» Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφή· «ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ᾽ αὐτοῦ γῆ ἁγία ἐστίν». εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεός, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου θεσπίζει. στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκοσμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι [τῷ] θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ «ἀρχιστράτηγος δυνάμεως κυρίου» ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ «μεγάλης βουλῆς ἄγγελος» ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρός, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς. ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς καὶ Χριστός, ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος.

τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυῒ φανεὶς ἐν ἀνθρώπου εἴδει, γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσιν, τὴν σωτήριον εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαζόμενος, τῷ δὲ Ἰακώβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν. ἐπεὶ δὲ ὁ τοῦ Μωσέως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλεν παρατάττεσθαι, τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσιν καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνύς, ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ, ἐνθέῳ δυνάμει, τοὺς ἀσεβεῖς μετιέναι ἔμελλεν, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ «ἀρχιστράτηγον κυρίου» ἑαυτὸν ἀνηγόρευσεν. 〈Ἀπὸ τοῦ Ἰώβ〉. «Εἶπεν δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι, εἰ ἐπίστασαι σύνεσιν. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;» καὶ ἑξῆς· «ὅτε ἐγενήθησαν», φησίν, «ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις», καὶ ἑξῆς· «ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν;» καὶ πάλιν· «ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;

ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ᾽ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται Ἰὼβ τῷ κυρίῳ λέγων· «ἄκουσον δή μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».

Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἱ προκείμεναι φωναί, οὐκ ἐκ τῶν προτεθέντων μόνον ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον. ὅτι δὲ τὸ «ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; καὶ τὸ «ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; τὴν εἰς ᾅδου κάθοδον τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει. ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς «διὰ λαίλαπος καὶ νεφῶν» χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ, λέγων· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».

πῶς δ᾽ ἂν τὸν ἀνωτάτω θεόν, τὸν τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον, τὸν διαφόρως ἀποδεικνύμενον κύριον, εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστιν καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι᾽ ὧν αὖθις ὁ κύριος, πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὡς περὶ δράκοντος διιών, ἐπεχείρει· «οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;» δράκοντα γὰρ ἡτοιμάσθαι ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλεν, «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», ὃ καὶ αὐτὸς παρίστησιν φήσας· «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ χρηματίζει μετὰ τὸν μέγαν πειρασμὸν ὃν ὑπέμεινε καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοῦ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας. 〈Ἀπὸ τοῦ ϟʹ Ψαλμοῦ〉. «Ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου.

οὐ προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησι· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου». σὺ γὰρ αὐτός, φησίν, ἡ ἐμὴ ἐλπίς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου, δι᾽ ὃν «οὐ προσελεύσεται πρὸς σὲ κακά», πρὸς σὲ τὸν ἐμὸν κύριον, «καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου»· κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσιν ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ᾽ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ᾽ ἔστιν σώματι, ὃ δηλονότι δι᾽ ἡμᾶς ἐνανθρωπήσας περιβέβληται. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι᾽ ὅλου τοῦ ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. 〈Ἀπὸ τοῦ Ὠσηέ.〉 «Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακώβ, ὅτι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.»

Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον ἀλλ᾽ οὐ θεὸν εἶναι ὁμολογοῦντας. «θεὸς ἐγώ εἰμι», φησί, «καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος». εἶτα θεὸν αὐτὸν εἰπών, τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα ἑαυτοῦ δηλοῖ, ἐπιλέγων «ὀπίσω κυρίου πορεύσομαι». τὸ δὲ «οὐκ εἰσελεύσομαι εἰς πόλιν» ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησίν· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε». 〈Ἀπὸ τοῦ Ἀμώς.〉 «Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ᾽ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.» Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησιν τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου. καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ κύριος «πῦρ παρὰ κυρίου» ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησίν, διὰ τὰς ἐκτόπους δυ〈σ〉σεβείας ὑπέμεινεν καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, «καὶ οὐδ᾽ οὕτως ἐπεστρέψατε πρός με».

σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν, ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ «καταστρέψω», μέλλοντος, τοῦ παρῳχημένου εἰρημένου, τοῦ «κατέστρεψα», ἀντὶ δὲ τοῦ «ἐπιστραφήσεσθε» τοῦ «ἐπεστρέψατε» κειμένου. ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ᾽ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι᾽ ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶν θεσπίζεσθαι προφητείας λεγούσης· «καὶ οὐδ᾽ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος». 〈Ἀπὸ τοῦ Ἀβδιοῦ〉. «Ὅρασις Ἀβδιοῦ. τάδε λέγει κύριος τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Κύριος ὁ θεὸς ἀκοὴν ἤκουσεν παρὰ κυρίου, καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως. 〈Ἀπὸ τοῦ Ζαχαρίου〉. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς», εἶτ᾽ ἐπιφέρει μετὰ βραχέα λέγων· «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με».

Εἰ καὶ ὁ ἀποστέλλων κύριος κύριός ἐστιν παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος «κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη», φησίν, «ἀπέσταλκέν με». 〈〈Τοῦ αὐτοῦ〉.〉 «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρός σε», καὶ τὰ ἑξῆς. οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος».

Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουσίαν καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι᾽ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησίν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ᾽ ὁ πάλαι Ἰσραὴλ ἀλλ᾽ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεόν, ἐφ᾽ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς καλουμένης θυγατρὸς Σιών. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασιν ἀποκαλεῖν φίλον. ταύτην δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον· «χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου». ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν, ὡς γοῦν καὶ ἐπήγγελται φήσας· «ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». ἐπειδὰν δὲ ἐγώ, φησίν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοῦ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί· γνώσῃ δ᾽ «ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με» πρός σε.

καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος». τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι ...; 〈〈Τοῦ αὐτοῦ〉.〉 «Καὶ ἔδειξεν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ 〈τοῦ〉 ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.» Πάλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησίν, οὐκ αὐτὸς ὁ προσδιαλεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ᾽ ἑτέρου μνημονεύων κυρίου. δι᾽ ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων, καὶ τοῦ μετὰ τὸν πατέρα τὴν κατὰ πάντων τῶν γενητῶν κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν. 〈Τοῦ Μαλαχίου〉. «Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν 〈πρὸ〉 προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;» Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὐτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δ᾽ ἄρα τὸν θεὸν λόγον.

μετὰ τοῦτο δὲ καὶ «ἄγγελον τῆς διαθήκης» ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων· ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου μου. τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελον ἀπεκάλεσεν, πάλιν ἑξῆς κύριον ὀνομάζει, «καὶ ἐξαίφνης ἥξει κύριος», ἐπιλέγων, «καὶ ὁ ἄγγελος τῆς διαθήκης». ἕνα δὲ καὶ τὸν αὐτὸν προειπών, ἐπιφέρει· «ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ,» τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός. 〈〈Τοῦ αὐτοῦ〉.〉 «Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεύς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος «ἥλιος» κέκληται «δικαιοσύνης». τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ᾽ ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπών· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅπερ ἦν φῶς τὸ φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».

τοῦτον δὴ οὖν ἀλλ᾽ οὐ τὸν αἰσθητὸν οὐδὲ τὸν προφανῆ τοῖς πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει· «καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου». 〈Ἀπὸ τοῦ Ἱερεμίου〉. «Κύριε, ἡ ἰσχύς μου καὶ βοήθεια μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει αὐτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί; διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος.» Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἷς ἀρχόμενός φησιν· «κύριε, ἰσχύς μου», καὶ τὰ ἑξῆς. σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη.

Ἀλλὰ γὰρ δι᾽ ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι, τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον, εἶναι μεμαθηκότες, ἐφ᾽ ἑτέραν τῆς κατ᾽ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες.