Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο ΣΤ΄: Προφητείες για την κάθοδο και την άνοδο του Θεού Λόγου

Ερμηνεία προφητικών ψαλμών που προαναγγέλλουν την κένωση, την κάθοδο του Θεού στον κόσμο και τη μετέπειτα άνοδό Του στα δεξιά του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 18 από 31

〈Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ συγγράμματι τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.〉 Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ ιζʹ. βʹ. Ἀπὸ Ψαλμοῦ μϛʹ. γʹ. Ἀπὸ Ψαλμοῦ μθʹ.

δʹ. Ἀπὸ Ψαλμοῦ πγʹ. εʹ. Ἀπὸ Ψαλμοῦ ϟεʹ. ϛʹ. Ἀπὸ Ψαλμοῦ ϟζʹ. ζʹ. Ἀπὸ Ψαλμοῦ ρϛʹ. ηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. θʹ. Ἀπὸ Ψαλμοῦ ρμγʹ. ιʹ. Ἀπὸ Ψαλμοῦ ρμζʹ. ιαʹ. Ἀπὸ τῶν Βασιλειῶν βʹ. ιβʹ. Ἀπὸ τῶν Βασιλειῶν γʹ.

ιγʹ. Ἀπὸ τοῦ Μιχαίου. ιδʹ. Ἀπὸ τοῦ Ἀμβακούμ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιϛʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιηʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιθʹ. Ἀπὸ τοῦ Βαρούχ. κʹ. Ἀπὸ τοῦ Ἡσαΐου. καʹ. Ἀπὸ τοῦ αὐτοῦ. κβʹ. Ἀπὸ τοῦ αὐτοῦ.

κγʹ. Ἀπὸ τοῦ αὐτοῦ. κδʹ. Ἀπὸ τοῦ αὐτοῦ. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. {τόμος ϛʹ.} Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου, καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ᾽ αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γενητῶν ἁπάντων (ἣν σοφίαν θεοῦ πρωτότοκον, μονογενῆ τε υἱόν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ᾽ οὐρανὸν στρατιῶν ἄρχοντα, καὶ τοῦ πατρὸς ὑπουργόν, ναὶ μὴν καὶ κύριον τῶν ὅλων, καὶ θεοῦ λόγον καὶ θεοῦ δύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι), εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆλον, ἐπὶ τίνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὅτε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ᾽ ὀνόματος κυρίου καὶ θεοῦ πέφηνεν τὰς εἰς ἀνθρώπους ὀπτασίας πεποιημένος. φέρε οὖν ἴδωμεν ὅπως ποτὲ μὲν κύριον, ποτὲ δὲ θεὸν καταβήσεσθαι εἰς ἀνθρώπους καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὕτως προαναφανεῖ τὰ παρ᾽ Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου. σημείωσαι δ᾽ ὡς τινὰ μὲν εἴρηται δι᾽ αἰνιγμάτων, τινὰ δὲ φανερώτερον.

τὰ μὲν οὖν δι᾽ ἐπικρύψεως ἡγοῦμαι τῶν ἐκ περιτομῆς ἕνεκα κεκαλυμμένως ἀποδεδόσθαι, διὰ τὰ θεσπιζόμενα κατ᾽ αὐτῶν σκυθρωπά· δι᾽ ἅπερ εἰκὸς ἦν καὶ ἀφανίσαι 〈ἂν〉 αὐτοὺς τὴν γραφήν, εἰ ἐκ τοῦ προφανοῦς τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν ἐσήμαινεν. οὕτως γοῦν καὶ τοῖς προφήταις αὐτοῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δι᾽ οὓς ἐποιοῦντο κατ᾽ αὐτῶν ἐλέγχους. αἱ δὲ σαφεῖς προφητεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ᾽ εὐσέβειαν ἀγαθῶν τὰς ἐπαγγελίας οὐ τῷ Ἰουδαίων ἔθνει πᾶσι δὲ ἀνθρώποις τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης καταγγέλλουσαι. ὧν οὕτως ἐχόντων καιρὸς ἤδη καὶ τῶν θείων ἐπακοῦσαι λογίων. 〈Ἀπὸ Ψαλμοῦ ιζʹ〉. «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Ἡγοῦμαι διὰ τούτων ἄντικρυς θεοῦ κάθοδον οὐρανόθεν παρίστασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας, ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανὸν καὶ κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών».

καὶ τὸ «ἐπέβη» δὲ «ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη» αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος, ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ «ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων». τὸ δὲ «σκότος» τεθεῖσθαι τὴν «ἀποκρυφὴν αὐτοῦ» καὶ «γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ» λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ᾽ ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. «κύκλῳ» δὲ «αὐτοῦ ἡ σκηνὴ αὐτοῦ» τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς; ἑξῆς δὲ κατὰ τὸν αὐτὸν ψαλμὸν τελευτῶν ὁ λόγος ὁμοῦ τὴν παραίτησιν τοῦ προτέρου λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν προθεσπίζει δι᾽ ὧν φησιν «ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὰς ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν». ταῦτα δὲ ὁποίας διανοίας ἔχεται, κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται. 〈Ψαλμοῦ μϛʹ〉. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν.

ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ; ἐφ᾽ ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρᾶς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτός, ὁ ὕψιστος, μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθείς, ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται. ἡμῖν δὲ τίσιν ἢ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν; ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὑποτέτακται. λέγοιτο δ᾽ ἂν ταῦτα καὶ ἐκ προσώπου τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ «ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ». κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἁπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησεν· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

ταύτην οὖν τὴν ὑπὸ τοῦ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις, ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασιν. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, «ἀνέβη ἐν ἀλαλαγμῷ». τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι· «τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν». «ἐν ἀλαλαγμῷ» δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». «φωνὴν» δὲ «σάλπιγγος» οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.

παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι᾽ ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγεν τὸ πνεῦμα τὸ ἅγιον τὰ ἑξῆς τοῦ ψαλμοῦ, δι᾽ ὧν εἴρηται· «ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς» οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ «πάσης», φησί, «τῆς γῆς ὁ θεός», «ψάλατε συνετῶς». οὐκέτι γὰρ οἱ πρὶν δαίμονες, φησίν, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ᾽ αὐτὸς «ὁ θεὸς» «ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη», «ὁ θεὸς» αὐτός, ὃς «κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ᾽ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπών «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.

τὸ δὲ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ» ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν «ἄρχοντας» τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες «σφόδρα ἐπήρθησαν», οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως. 〈Ἀπὸ Ψαλμοῦ μθʹ〉. «Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται». καὶ μεθ᾽ ἕτερα· «ἄκουσον», φησί, «λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού εἰσι διὰ παντός· οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων; ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.»

Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν «ἐμφανῶς ἥξειν» θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ᾽ ὅλης τῆς οἰκουμένης ἐθνῶν. «ἐκάλεσεν», γοῦν φησί, «τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν». σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μωσέως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχεν μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν. ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἱ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ «ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν» ἔθνη, πέπαυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος ἀλλ᾽ οὐ κατὰ τὸν Μωσέως νόμον πάντων ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν. 〈Ἀπὸ Ψαλμοῦ πγʹ〉. «Ὀφθήσεται ὁ θεὸς ... τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.»

Τὸν «θεὸν τῶν θεῶν» ὀφθήσεσθαι προειπών, εὔχεται τὴν ἐπιφάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ᾽ ὃν ὀφθήσεται τρόπον διδάσκων διὰ τοῦ «ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου», ὡσεὶ σαφέστερον εἰρήκει· διὰ τοῦ προσώπου τοῦ χριστοῦ σου ἐπιφάνηθι. ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα «θεὸν τῶν θεῶν» ἀπαγγέλλει. 〈Ἀπὸ Ψαλμοῦ ϟεʹ〉. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς», καὶ πάλιν· «ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν», καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν», καὶ ἐπὶ πᾶσιν ἐπιλέγει· «τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ».

Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος ἀλλὰ πᾶσαν τὴν γῆν, εὐαγγελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησιν βασιλέα τὸν ἐρχόμενον κύριον. τίς δ᾽ ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος, ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὐτοῦ κλήσεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατηξίωσεν; 〈Ἀπὸ Ψαλμοῦ ϟζʹ〉. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν», καὶ τὰ ἑξῆς· «ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν· ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ», καὶ πάλιν· «εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ», καὶ ἐπὶ πᾶσι· «τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι».

Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσιν γεγενῆσθαι προφητεύεται, ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον τὸ καινὸν ᾆσμα τῆς καινῆς διαθήκης εἰς πάντας ἀνθρώπους ᾄδεται καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πᾶσι γίνεται. οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσιν, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι᾽ ἧς ἐναργῶς ἀπεδείχθη ὅτι μὴ Ἰουδαίων ὁ θεὸς μόνον ἀλλὰ καὶ ἐθνῶν. «ἐπείπερ εἷς ὁ θεός», κατὰ τὸν ἱερὸν ἀπόστολον, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». τὸ δὲ «ὅτι ἔρχεται κρῖναι τὴν γῆν» γένοιτ᾽ ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας. 〈Ἀπὸ Ψαλμοῦ ρϛʹ〉. «Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. ὅτι συνέτριψεν πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.

καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν», καὶ μεθ᾽ ἕτερα· «ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο τὴν ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας».

Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. «ἀπέστειλεν», γοῦν φησιν, «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς.» λόγον δὲ θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγγελίων θεολογεῖν πεπαιδεύμεθα. αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγενημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησιν, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι᾽ αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας «ἕως τῶν πυλῶν τοῦ θανάτου» ἔσωσεν μόνος αὐτός· τούτους δὲ καὶ «ἐρρύσατο» ἰασάμενος «ἐκ τῶν διαφθορῶν αὐτῶν»· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας «πύλας χαλκᾶς» συντρίψας καὶ τοὺς «σιδηροῦς μοχλοὺς» συγκλάσας. καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν· «ἔθετο», γάρ φησιν, «ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλήμ, καὶ τὴν δόξαν αὐτῆς, καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην.

μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος καὶ ἄνυδρος καὶ παντελῶς ἔρημος καί, ὥς φησιν ἡ προφητεία, «εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων αὐτήν». τούτοις ἐπισυνάπτει σφόδρα ἀκολούθως, προφητικῷ τρόπῳ αἰνιττόμενος, τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς ἢ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, τὴν εἰς εὐσέβειαν μεταβολὴν τήν τε ἐν θείοις λόγοις καρποφορίαν. ἃ καὶ προδήλως αἰνίττεται λέγων· «ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων», καὶ τὰ ἑξῆς· ἅπερ νοῆσαι μόνου τοῦ παρὰ θεῷ γένοιτ᾽ ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ ψαλμοῦ φήσασαν ἐπαγωγήν· «τίς σοφὸς καὶ φυλάξει ταῦτα;» καὶ τὰ ἑξῆς. 〈Ἀπὸ Ψαλμοῦ ριζʹ〉. «Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη ἐφ᾽ ἡμᾶς τὸ ἔλεος αὐτοῦ», καὶ τὰ ἑξῆς· «ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν».

Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφή, τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ᾽ εὐφροσύνης ἐπιβοώντων· «ὡς ἀννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις». ἀντὶ γὰρ τοῦ «ὦ κύριε, σῶσον δή» κειμένου ἐν τῷ ψαλμῷ τὸ «ὡς ἀννά» ἑβραϊκώτερον φάσκοντες ἐπεβόων, ἑρμηνεύεται δὲ τοῦτο «σῶσον δή». καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» διασαφεῖ τὸ λόγιον ἑξῆς φάσκον· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν «θεὸς κύριος», ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο «εὐλογημένος», ὅτι δὴ «ἐν ὀνόματι κυρίου» τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγεν πρὸς αὐτούς· «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». εἰκότως οὖν τὸ πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν τὰ ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ προσφωνεῖ. 〈Ἀπὸ Ψαλμοῦ ρμγʹ〉. «Κύριε, τί ἐστὶν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται», καὶ ὑποβὰς ἐπιλέγει· «ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι».

Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων, ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι᾽ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας ἠξίωσεν τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος. ἐνταῦθα μὲν οὖν εὔχεται λέγων· «κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι», ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ εἴρηται· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων». δι᾽ ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον, τοῦ θεοῦ λόγου οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ᾽ οἰκείας ἀποδώσομεν σχολῆς. ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ ᾠδὴ μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησιν τὸ μετὰ χεῖρας λόγιον· «ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι».

τὸ δὲ «ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται» αἰνίττεσθαι ἡγοῦμαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα ἐσπουδάζετο, ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς «ἐπὶ πᾶν ὄρος ὑψηλὸν» κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας. 〈Ἀπὸ Ψαλμοῦ ρμζʹ〉. «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών», εἶθ᾽ ὑποβάς φησιν· «ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ».

Σαφὲς δὲ ὅτι τοῦ ἀποστελλομένου ὁ ἀποστέλλων ἕτερος ὢν τυγχάνει. ἔχεις τοιγαροῦν κἀνταῦθα τὸν μὲν ἀποστέλλοντα τὸν ἐπὶ πάντων θεόν, τὸν δὲ ἀποστελλόμενον τὸν λόγον, ὃς πολυώνυμος ὢν τοτὲ μὲν σοφία τοτὲ δὲ λόγος ἄλλοτε δὲ θεὸς καὶ πάλιν κύριος διὰ τῶν θείων χρησμῶν ἀνηγόρευται. ἐπιστήσας δὲ τίνα τρόπον ἐν σφόδρα χρόνῳ βραχεῖ τὴν πᾶσαν οἰκουμένην ἔπλησεν ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, εὖ οἶδ᾽ ὅτι τὸ ἀποτέλεσμα θαυμάσεις τῆς προρρήσεως φασκούσης «ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». 〈Ἀπὸ τῆς βʹ τῶν Βασιλειῶν〉. «Καὶ ἐλάλησεν Δαβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης». εἶθ᾽ ἑξῆς φησιν· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», καὶ ἐπὶ τέλει τῆς αὐτῆς ᾠδῆς· «ῥῦσαί με», φησίν, «ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου»· «υἱοὶ ἀλλότριοι ἀπορριφήσονται».

Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεός, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων· «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ». τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ᾽ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπακοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασιν τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται. 〈Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν〉. «Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβίδ, τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι;» κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις.